Περὶ Ζωσίμου τοῦ ἀρχιήτρου ἔχοντος πάρεσιν
[1] Ἦλθέ ποτε καὶ Βυζάντιος Ζώσιμος τοὔνομα, ἀρχιητρὸς τὸ ἐπιτήδευμα, καὶ τὸ πάθος παράλυτος· καὶ πόθεν μὲν αὐτῷ τὸ πάθος γεγένητο, λέγειν οὐκ ἔχομεν, πλὴν ὅτι πάρετος ἦν, καὶ τὰ τῆς παρέσεως ἔφερε σήμαντρα, οὐ μέλει ἑνὶ βαστάζων τὴν πάρεσιν, ἀλλ’ ὅλοις καὶ τῷ ταῦτα συνέχοντι σώματι. Οὗτος οὔτε δυσὶν ἠρκεῖτο βαστάζεσθαι, ἀλλὰ πλειόνων ἐδέετο· οὔτε ἐν κλίνῃ τιθέμενος, ὅλως ἑαυτὸν στρέφειν ἠδύνατο, ἀλλ’ ἑτέρου τοῦ στρέφοντος ἔχρῃζεν· οὔτε βρωμάτων ἁπτόμενος οἰκείαις χερσὶ μετελάμβανεν, ἀλλ’ ἄλλος αὐτὸν παριστάμενος ἔτρεφεν, καὶ ὡς οὐκ ἦν ἰατρὸς ἀπηλέγχετο, καὶ τὴν τέχνην ἀσθενοῦσαν ἐδείκνυε, καὶ ὁ ἄλλοις ἐπαγγελλόμενος ἴασιν, ἑαυτῷ βοηθεῖν οὐκ ἠδύνατο, ἀλλ’ εἰς ἄμυναν ἐκάλει τοὺς μάρτυρας. [2] Ἐλθὼν οὖν πρὸς τοὺς ὄντως ἰατροὺς καὶ ὁ Ζώσιμος, καὶ μαρτυρήσας αὐτοῖς τὸ προσὸν ἀλεξίκακον, τούτου τυχεῖν ἐλιτάνευε, καὶ λιτανεύων ἐπέτυχε, καὶ τυχὼν ἀπήλαυε ῥώσεως. Τρεῖς γὰρ μόνας ἡμέρας τοῖς ἁγίοις εὐξάμενος, εἰς λουτρὸν ἐλθεῖν προσετάττετο, καὶ θερμοῖς τὸ σῶμα λούσασθαι νάμασιν· καὶ δὴ πεισθεὶς τοῖς κελεύσασιν, οἱ θειότατοι γὰρ ἐτύγχανον μάρτυρες, εἰς τὸ λουτρὸν παραγίνεται, καὶ τῶν ἐμπύρων ἀέρων ἔνδον γενόμενος ἐπὶ στιβάδος ὑπὸ τῶν αἰρόντων ἐτίθετο.