Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Διήγησις θαυμάτων τῶν ἁγίων Κύρου καὶ Ἰωάννου

Σωφρόνιος Ἱεροσολύμων

Προοίμιο στα θαύματα προς ξένους προσκυνητές και πρώτες ιάσεις

Εισαγωγή στον κύκλο των θαυμάτων που επιτελέστηκαν σε οδοιπόρους από διάφορα έθνη, περιλαμβάνοντας ιάσεις παραλυτικών, τυφλών και δαιμονιζομένων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 10 από 12

ΑΡΧΗ ΤΩΝ ΕΙΣ ΞΕΝΟΥΣ ΓΡΑΦΕΝΤΩΝ ΘΑΥΜΑΤΩΝ Περὶ Γεωργίου τοῦ πρεσβυτέρου τοῦ παθόντος ἐπίχυσιν [1] Καιρὸς δ’ ἂν εἴη λοιπὸν καὶ βραχέα τῶν ἐπὶ τοῖς ὀθνείοις γεγονότων τεράτων τοῖς μάρτυσιν, Ῥωμαίοις τε, φημί, καὶ Γαλάταις, καὶ Κίλιξι, Ἀσιανοῖς τε καὶ Νησιώταις, καὶ Φοίνιξι, Βυζαντίοις τε καὶ Βιθυνοῖς καὶ Αἰθίοψι, Θρᾳξί τε καὶ Μήδοις καὶ Ἄραψι, Παλαιστινοῖς τε καὶ Σύροις καὶ Ἐλαμίταις, καὶ πᾶσι τοῖς ὑπὸ τὸν οὐρανὸν τυγχάνουσιν ἔθνεσιν, τῷδε τῷ τῶν ἐγκωμίων παραθέσθαι συντάγματι. Φέρειν γὰρ ἔτι τούτων οὐχ οἷος τέ εἰμι τὴν κατάρρησιν καὶ τὴν ἄπαυστον ὄχλησιν· ὅτι φασὶ τῶν ἁγίων ἀπροσωπολήπτως πᾶσι νεμόντων τὴν ἴασιν, καὶ πᾶσιν ἴσως ἐφαπλούντων τὰ δῶρα τῆς αὐτῶν ἀγαθότητος, τελευταίους ἡμᾶς ἐν τοῖς αὐτῶν εὐφημίαις τετάχατε, νοθρωτέρους τάχα που καὶ ἀγνώμονας καὶ βραδεῖς πρὸς τὰς ὑπὲρ τῆς εὐεργεσίας χαριστηρίους ᾠδὰς αἰνιττόμενοι. [2] Καίτοι προκρίνεσθαι ἡμεῖς ἂν εἴημεν ἄξιοι, πολὺν ὑπομένοντες κάματον, ὁδοιπορίας τε κόπον ἀνύοντες, καὶ θαλαττίου καταπτύοντες κλύδονος, καὶ κινδύνων χαλεπῶν ἀνεχόμενοι, καὶ ἀναρίθμητα διαστήματα τέμνοντες, καὶ πόθῳ τῷ πρὸς τοὺς μάρτυρας ἀπ’ αὐτῶν πρὸς αὐτοὺς τῶν ἐσχατιῶν ἀπερχόμενοι, καὶ πανταχόσε κηρύττοντες Κύρου καὶ Ἰωάννου τὰ θαύματα, καὶ τὴν ἄρρητον αὐτῶν καὶ θεόσδοτον δύναμιν.

Τούτων δὲ ἡμεῖς τὸν ζῆλον θαυμάζοντες, καὶ τὴν πρὸς τὰς τῶν ἁγίων εὐφημίας σπουδὴν ἀγασάμενοι, δι’ ὀλίγων τὴν λύπην ἀκεσώμεθα, ἀπολογίας αὐτοὺς ἀξιώσαντες, καὶ τὸ καθ’ ἡμῶν περιλύσαντες ἔγκλημα. [3] Ἤδη μὲν γὰρ προλαβόντες εἰρήκαμεν, ὅτι πίστεως ἕνεκα τῶν ἐπ’ ὀθνείοις γιγνομένων θαυμάτων τὰ ἐπὶ τοῖς αὐτόχθοσι λάμψαντα προεγράψαμεν, καὶ τὴν ὑπὲρ τούτων φθάνωμεν ἀπολογίαν ὑφάναντες· καὶ ὡς οὔτε τελευταίους ὑμᾶς ὡς ἀχαρίστους ἐτάξαμεν, οὔτε πρώτους ἐκείνους ὡς μᾶλλον ὄντας εὐγνώμονας. Τὸ γὰρ ἐν τούτοις προταγῆναί τινα ἢ δεύτερον γραφῆναι τὸν ἕτερον, οὐδὲν οὔτε τὸν δεύτερον ἔβλαψεν, οὐδὲ τούτου τὸν λαβόντα δέδειχε κρείττονα· ἐπεὶ μήτε τοῦ ἀμπελῶνος ὁ Δεσπότης τοῖς ἐργάταις τὸν μισθὸν παρεχόμενος, τῶν ἐσχάτων τοὺς πρῶτον ἐργασαμένους τιμιωτέρους ἡγήσατο· οὔτε τῆς μισθοδοσίας ἀπὸ τῶν ἐσχάτων ἀρξάμενος τοὺς προλαβόντας ἐμέμψατο, εἰ μὴ ζήλου πλησθέντες ἐγόγγυσαν, καὶ πλείω λαμβάνειν τῶν θεσπισθέντων ἠβούλοντο. [4] Ἐγὼ δὲ καὶ δέδοικα μήπως ἡμῖν Ἀλεξανδρεῖς ἐπιβλέψοιντο, ὡς ὑβρισμένοι διὰ τοῦ δοκοῦντος ὑμῖν προτερήματος, εἴπερ κυβερνῆται μέν, οἱ τῶν ναυτικῶν τιμιώτεροι, ἐν ἐσχάτοις καθέζονται τῶν τριήρων, καὶ τῶν ἵππων ὄπισθεν οἱ ἡνίοχοι, καὶ οἱ πρῶτοι γενέσθαι γλιχόμενοι, πάντων ἔσχατοι προστάττονται γίνεσθαι.

Καὶ πρώτιστοι μὲν οἱ ἔσχατοι, ἔσχατοι δὲ πάλιν οἱ πρώτιστοι γίγνονται· καὶ τὰ τῶν μελῶν ἀτιμότερα, τιμὴν περισσοτέραν ἐνδύεται καὶ εὐσχημοσύνην τὰ δοκοῦντα τυγχάνειν ἀσχήμονα. [5] Διὸ τὴν αἰτίαν τῆς τούτων προγραφῆς προσδεξάμενοι, καὶ ὡς ἀναγκαίαν οὖσαν μανθάνοντες, περὶ πρωτείων μὴ μάχεσθε, μήτε τῶν μετὰ ταῦτα τετάχθαι νομίσοιτε, ἵνα μὴ πρὸς αἱρέσεις καὶ σχίσματα διαιρούμενοι, τὸ προσφιλὲς τῶν ἁγίων ἐγκώμιον διατέμνητε, καὶ τῆς αὐτῶν εὐφημίας τὸ φαιδρὸν ἀμαυρώσητε· ἀλλὰ χαίροιτε μᾶλλον καὶ ἀλλήλοις συγχαίροιτε, τὰς τῶν ἑτέρων τιμὰς οἰκειούμενοι, καὶ τὰς οἰκείας ἑτέροις δωρούμενοι· καὶ τὸ δὴ μέγιστον καὶ μακάριον, ὅτι συντελέσαι πρὸς ἔπαινον τηλικούτων ἁγίων εὐκλεῶν ἠξιώθητε. Φέρε τοίνυν καὶ ἡμεῖς τὰ τὰς εὐφημίας ἐπαύξοντα θαύματα ..., καὶ μή μοι φαίνοισθε τῶν προτέρων ἐλάσσονες ὑπερβολῇ θαυμάτων νικώμενοι. [6] Βοᾶν δὲ τοῦτον ἐκ μέσου τὸν πρεσβύτην Γεώργιον, ἡγούμενον μὲν τῆς αὐτῶν ὁμηγύρεως, ἡγεῖσθαι δὲ καὶ ἐν τῇ τῶν θαυμάτων ἐπαγγελίᾳ γλιχόμενον, ὃς ἀξίᾳ καὶ χρόνῳ καὶ παλαιότητι θαυμαστὸς τὰ πρεσβεῖα δεξάμενος, ἡγεῖσθαι καθέστηκεν ἄξιος, καὶ προτραπεὶς πρὸς τῶν ἄλλων ἡγήσεται, ζῶν ἔτι καὶ τυγχάνων ἐν σώματι, καὶ πᾶσιν ἐπαγγέλλων τῷ στόματι τὸ γεγονὸς ἐν αὐτῷ τῶν ἁγίων τεράστιον.

Ἀγνοεῖ μὲν γὰρ αὐτῶν οὐδεὶς τῶν ἐν ἔτεσι τούτοις τοῖς ἑπτὰ καὶ ἑξήκοντα Κύρου καὶ Ἰωάννου κατειληφότων τὸ τέμενος· ἴσασι δὲ πάντως ὡς οἴομαι· ἀπὸ τοσούτων γὰρ χρόνων ὁ γέρων ὁσίως καὶ καθαρῶς Χριστῷ δουλεύει καὶ μάρτυσιν, πάντα τελέσας τοῦ κλήρου τὰ τάγματα, καὶ χρόνον τινὰ τοῦ ναοῦ θαυμαστῶς ἡγησάμενος. [7] Κίλιξ ἦν ὁ Γεώργιος, καὶ πόλεως οὐκ ἀσήμου πολίτης ἐτύγχανεν·

Ταρσὸν γὰρ ηὔχει μητρόπολιν, καὶ Παῦλον ἐκάλει συνήγορον, ἐπὶ πολίτῃ καὶ πόλει γαυρούμενος, καὶ τούτοις οὐκ ἀγεννῶς σεμνυνόμενος. Οὗτος οὖν ὁ Γεώργιος ἐν παισὶ τελῶν, καὶ μειρακίοις φέρων τὴν δίαιταν, τῆς πατρίδος ἐκδημεῖ σὺν τοῖς φύσασιν. Τῆς ἐκδημίας δὲ σκοπὸς ὑπῆρχε καὶ πρόφασις ἡ εἰς Μηνᾶν τὸν ἅγιον τὸν ἐν τῷ Μαρεώτῃ προσκύνησις· ἣν τῆς Ἀλεξάνδρου κατειληφότες ἀπεδίδουν τῷ μάρτυρι· καὶ τὴν ἐπάνοδον αὐτοῖς χειμῶνος κωλύσαντος, καὶ χρόνου μικροῦ διϊππεύσαντος, τοῦ παιδὸς ὁ πατὴρ ἐτελεύτησεν, καὶ ὁ παῖς ὀρφανὸς κατελίπετο, καὶ τῆς ὀρφανίας ἀκόλουθος ἡ τῶν ὀφθαλμῶν ἐγένετο στέρησις, ἐκ πάθους ἐπιχύσεως ῥεύσασα. [8] Ἰατροῦ δὲ παντὸς πρὸς τὸ πάθος ὀκλάσαντος, καὶ διαρρήδην τὴν ἧτταν ὁμολογήσαντος, Κῦρος εὐθὺς καὶ Ἰωάννης οἱ μάρτυρες θεραπευταὶ τοῦ πάθους ἠγγέλλοντο· εἰς οὓς ἐλθὼν ὁ Γεώργιος τοὺς εἰρηκότας οὐκ ᾔσχυνε· τήν τε γὰρ ἐπίχυσιν ἀπεδύσατο, καὶ τὴν γλυκείαν ἀνείληφεν ὅρασιν. Τῆς ὑγείας δὲ τοῦτο ἦν, ὡς φασί, τὸ βοήθημα.

Τυρὸν αὐτῷ τρίψαι τὸν ἐκ Βιθυνίας ἐρχόμενον, καὶ κηρωτῇ συμμίξαι καὶ μόνον ἐπιθεῖναι τοῖς ὄμμασιν οἱ τῆς ῥώσεως τέκτονες ἐπιτρέπουσι μάρτυρες· καὶ πεπραχότος αὐτοῦ τῶν ἁγίων τὴν κέλευσιν, ἅπαν μὲν εὐθὺς τῶν ὀφθαλμῶν τὸ ὑγρὸν κατεφέρετο· καθαραὶ δὲ κόραι καὶ διαυγεῖς, τῆς παχείας ἐκείνης ὕλης ἀπαλλαγεῖσαι διέμενον, καὶ φῶς ἀνεμποδίστως ἐδέχοντο, καὶ λοιπὸν ἐνήργουν, ἣν πρὸ τοῦ πάθους ἔσχον ἐνέργειαν. Καὶ τοῦτο μὲν τὸ ἐπ’ αὐτῷ γεγονὸς ἐλέχθη τεράστιον. Τἄλλα δὲ τοῖς ἁγίοις εἰς αὐτὸν πραχθέντα χαρίσματα, μακρὸν ἂν εἴη καθ’ ἓν διηγήσασθαι, συγγραφῆς ἰδίας δεόμενα, καὶ χρόνου πλείονος χρῄζοντα, τοῦ νῦν αὐτοῖς προσνεμηθῆναι κατ’ ἰσομοιρίαν ὀφείλοντος. [9] Ἵνα δὲ μὴ τούτου χάριν ἄγραφα ταῦτα καὶ ἀμνημόνευτα καταλείψωμεν, καὶ ταυτῇ δόξωμεν ἀδικεῖν τὸν ἀκούοντα, ἑνὸς ἢ δευτέρου μνησθήσομαι, καὶ ταῦτα συντέμνων ὡς δύναμις ...

Λαβόντες γὰρ ξένον ὁμοῦ καὶ τυφλόν, ὀρφανόν τε καὶ πλανήτην καὶ πένητα, πάντα συντόμως ἰάσαντο· πατρίδος στέρησιν οἰκειωσάμενοι· τύφλωσιν, τοὺς ὀφθαλμοὺς καταυγάσαντες· ὀρφανείᾳ, πατέρες γενόμενοι ἀλλότριον ᾠκειώσαντο· πενίαν κατ’ ἄμφω, ψυχὴν λέγω καὶ σῶμα, πλουτίσαντες, εἴπερ καὶ κατὰ σῶμα πλουτεῖν κατεδέχετο. [10] Τοῦτον γὰρ ὡς τὸν παλαιὸν Σαμουὴλ κατὰ τὸν αὐτῶν σηκὸν ἀνατρέφοντες, καὶ ἀρετῆς πεποιήκασι κτήτορα, καὶ εἰς κλῆρον κατ’ ὀλίγον προήγαγον, τὸν καταλλήλως ταῖς ἡλικίαις ἁρμόζοντα· καὶ τῆς αὐτῶν οἰκονομίας ἠξίωσαν, ὅτε ταύτην διέπειν ἠδύνατο. Τοῦτο θανάτου δὶς ἐλυτρώσαντο, προσθήκην ἐτῶν καὶ ζωῆς χαρισάμενοι.

Λοιμὸς ἦν, καὶ οἱ τότε νοσοῦντες πρὶν ἢ διαγνωσθῆναι τὴν νόσον ἀπέθνησκον. Ἐνόσησε καὶ Γεώργιος, καὶ τῶν ὅρων τῆς ζωῆς πληρωθέντων, τῆς παρούσης ζωῆς ἐκδεδήμηκεν· καὶ τοὺς ἀγγέλους ὁρᾷ λαβόντας αὐτὸν καὶ ἀπάγοντας, καὶ Κῦρον αὐτοῖς καὶ Ἰωάννην συναντῶντας τοὺς μάρτυρας, καὶ χαρίζεσθαι αὐτοῖς τὸν πρεσβύτην πρεσβεύοντας, ὅπερ ποιεῖν ἔλεγον αἱ δυνάμεις μὴ δύνασθαι, θείῳ δὲ θεσπίσματι κατὰ τρόπον δουλεύουσαι· μένειν δ’ αὐτῶν τὴν πρὸς Θεὸν ἱκετείαν ἀπήγγελλον, καὶ δευτέραν αὐτοῦ προσδέχεσθαι κέλευσιν. [11] Ταύτην λαβόντες οἱ μάρτυρες τὴν ἀπόκρισιν, πρὸς ἱκετείαν ἐτρέποντο, καὶ πρὸς Θεὸν τὰ γόνατα κλίναντες, δωρηθῆναι αὐτοῖς τὸν λάτρην ἐδέοντο· καὶ τοῦτο ποιούντων, ἀπ’ οὐρανοῦ φωνὴ κατεφέρετο, διδόναι προστάττουσα τοῖς μάρτυσι τὸν πρεσβύτερον, καὶ χρόνους εἴκοσι ἐν σαρκὶ διορίζουσα. Καὶ οὕτω μὲν οὗτος ὁ θαυμάσιος τὸν τότε διέφυγε θάνατον, Ἐζεκίου πλέον ἔτη πέντε ζωῆς κομισάμενος, μαρτύρων σπουδῇ καὶ θείῳ δωρήματι. [12] Ὅτε δὲ τὸν εἰκοσαετῆ τῆς ζωῆς χρόνον ἐπλήρωσε, πάλιν ἀπέθνησκε, καὶ τὴν παροῦσαν ζωὴν κατελίμπανεν, τοῖς λαβοῦσιν ἀγγέλοις ἑπόμενος· ἀλλὰ πάλιν συναντήσας τοῖς μάρτυσιν, πάλιν ὡς τὸ πρότερον ἀπελύετο, χρόνον ζωῆς εὐτυχήσας ἀόριστον.

Ὃς δεύτερον τεθνεώς, καὶ φυγὼν ἐκ θανάτου τὸ δεύτερον, τῆς τῶν ἁγίων πρὸς Θεὸν παρρησίας ἕστηκεν ἔλεγχος, καὶ εἰκὼν τῆς αὐτῶν ἰσχύος καὶ χάριτος· ἡμεῖς δὲ τὸν πρεσβύτερον τοῦτον τὸν θεσπέσιον ὑπὲρ ἡμῶν πρεσβεύειν τοὺς ἁγίους αἰτήσαντες, καὶ προστάτας ποιεῖν καὶ ἡμῶν ἀξιώσαντες, ἐφ’ ἑτέρου βαδίσωμεν διήγησιν θαύματος.

Περὶ Ζωσίμου τοῦ ἀρχιήτρου ἔχοντος πάρεσιν [1] Ἦλθέ ποτε καὶ Βυζάντιος Ζώσιμος τοὔνομα, ἀρχιητρὸς τὸ ἐπιτήδευμα, καὶ τὸ πάθος παράλυτος· καὶ πόθεν μὲν αὐτῷ τὸ πάθος γεγένητο, λέγειν οὐκ ἔχομεν, πλὴν ὅτι πάρετος ἦν, καὶ τὰ τῆς παρέσεως ἔφερε σήμαντρα, οὐ μέλει ἑνὶ βαστάζων τὴν πάρεσιν, ἀλλ’ ὅλοις καὶ τῷ ταῦτα συνέχοντι σώματι. Οὗτος οὔτε δυσὶν ἠρκεῖτο βαστάζεσθαι, ἀλλὰ πλειόνων ἐδέετο· οὔτε ἐν κλίνῃ τιθέμενος, ὅλως ἑαυτὸν στρέφειν ἠδύνατο, ἀλλ’ ἑτέρου τοῦ στρέφοντος ἔχρῃζεν· οὔτε βρωμάτων ἁπτόμενος οἰκείαις χερσὶ μετελάμβανεν, ἀλλ’ ἄλλος αὐτὸν παριστάμενος ἔτρεφεν, καὶ ὡς οὐκ ἦν ἰατρὸς ἀπηλέγχετο, καὶ τὴν τέχνην ἀσθενοῦσαν ἐδείκνυε, καὶ ὁ ἄλλοις ἐπαγγελλόμενος ἴασιν, ἑαυτῷ βοηθεῖν οὐκ ἠδύνατο, ἀλλ’ εἰς ἄμυναν ἐκάλει τοὺς μάρτυρας. [2] Ἐλθὼν οὖν πρὸς τοὺς ὄντως ἰατροὺς καὶ ὁ Ζώσιμος, καὶ μαρτυρήσας αὐτοῖς τὸ προσὸν ἀλεξίκακον, τούτου τυχεῖν ἐλιτάνευε, καὶ λιτανεύων ἐπέτυχε, καὶ τυχὼν ἀπήλαυε ῥώσεως. Τρεῖς γὰρ μόνας ἡμέρας τοῖς ἁγίοις εὐξάμενος, εἰς λουτρὸν ἐλθεῖν προσετάττετο, καὶ θερμοῖς τὸ σῶμα λούσασθαι νάμασιν· καὶ δὴ πεισθεὶς τοῖς κελεύσασιν, οἱ θειότατοι γὰρ ἐτύγχανον μάρτυρες, εἰς τὸ λουτρὸν παραγίνεται, καὶ τῶν ἐμπύρων ἀέρων ἔνδον γενόμενος ἐπὶ στιβάδος ὑπὸ τῶν αἰρόντων ἐτίθετο.

Τεθεικότες δὲ τὸν Ζώσιμον οἱ βαστάζοντες, οἰκονομίᾳ Θεοῦ τῶν ἐμπύρων ἐξίεσαν, τῆς ἐξόδου τὴν ἀφορμὴν τῶν χρειωδῶν τὴν εἰσφορὰν ποιησόμενοι. [3] Τούτων δὲ ποιησαμένων τὴν ἔξοδον, Κῦρος ὁ μάρτυς ἐν μοναχοῦ σχήματι τῷ νοσοῦντι παρίσταται, οὐκ ὄναρ ὡς τοῖς πλείοσι φαίνεται, ἀλλ’ ὕπαρ, ὡς ἦν τε καὶ γράφεται· καὶ φανεὶς ἀναστῆναι τῷ νοσοῦντι προσέταττεν, καὶ θερμοῖς ἐγκυβιστῆσαι τοῖς νάμασιν. Ὁ δὲ μὴ θαμβηθεὶς πρὸς τὴν ὅρασιν, μηδ’ ὅλως εἰς νοῦν προσλαβὼν τὸ παράδοξον, τοῦτο τετευχότος τοῦ μάρτυρος ὡς ἂν μὴ φόβῳ πάθοι τι τὴν διάνοιαν, μὴ δύνασθαι πρὸς αὐτὸν ἀπεκρίνατο. Ἀλλὰ πάλιν τοῦτο ποιεῖν τοῦ φανέντος προτρέποντος μάρτυρος, καὶ κατὰ βραχὺ καταλαμβάνειν τὴν ἔμβασιν, καὶ κατιέναι λουσάμενον, πρὸς τὸ κελευσθὲν ἐβιάζετο, δύναμιν αὐτῷ τοῦ λαλοῦντος ἐμπνεύσαντος· καὶ χερσὶ καὶ ποσὶ κυλινδούμενος, καταλαμβάνει μόλις τὴν ἔμβασιν, ὄφεως δίκην συρόμενος, καὶ ὡς ἴσχυσε κατελθὼν εἰς νάματα, ἀνελήλυθεν ὡς οὐκ ἤλπισεν· δύνοντι μὲν γὰρ ἡ νόσος αὐτῷ συνεθάπτετο, ἀνιόντι δὲ οὐδ’ ὅλως αὐτῷ συνανήρχετο. [4] Τότε τὴν ἐν τῇ προβατικῇ κολυμβήθρᾳ ἡ τοῦ θερμοῦ ὕδατος ἔμβασις ἐμιμήσατο, οὐκ ἄγγελον δεξαμένη λουσόμενον, καὶ τῇ καταβάσει τὸ νᾶμα ταράσσοντα, ἀλλὰ Κῦρον ἰδοῦσα τὸν μάρτυρα, καὶ τὸ τούτου δεξαμένη φιλάνθρωπον θέσπισμα.

Ὅθεν παράλυτον λαβοῦσα τὸν Ζώσιμον, ἐρρωμένον ἀπεδίδου τῷ στείλαντι· καὶ μὴ κινούμενον δεξαμένη τὸν ἄρρωστον, ὑγιᾶ τοῦτον ἀπέλυε καὶ εὐκίνητον. Ὃς κατιὼν μὲν ἐν τοῖς νάμασιν παρεστῶτα τὸν ἅγιον ἔβλεπεν· ἀνιὼν δὲ τοῦ θερμοῦ καὶ φιλόφρονος ὕδατος, τὸν ἰατρὸν ἰδεῖν οὐκ ἠδύνατο. [5] Καὶ ἦν οὐδὲ ῥωσθεὶς ὁ Ζώσιμος ἄλυπος· ἔχαιρε μὲν γὰρ ὅτι τὴν νόσον ἀποβαλὼν τῆς ῥώσεως ἔτυχεν· ἤσχαλλε δὲ ὅτι τὸν δεδωκότα τὴν ῥῶσιν οὐκ ἔβλεπε· χαίρων δ’ ὁμοῦ καὶ λυπούμενος, ἔξω τῶν θερμῶν ἀέρων ποσὶ χρώμενος ἔτρεχε Θεὸν ἀνυμνῶν καὶ τὸν ῥώσαντα μάρτυρα· μεθ’ οὗ καὶ πάντες οἱ βλέποντες οἰκεῖοί τε καὶ ἀλλότριοι, μίαν εὐφημίας ᾠδὴν ἀνεφέροντο, αἰνοῦντες Χριστοῦ τὴν εὐμένειαν, καὶ τὴν ἐναργῆ τῶν μαρτύρων ἐπίσκεψιν. Καὶ τὸ λουτρὸν ὡς τὸν νεὼν κατελάμβανον, καὶ ἔνδον εἰσιόντες ἐλούοντό τε καὶ ηὔχοντο, νεὼν αὐτὸ καὶ λουτρὸν ὁριζόμενοι, καὶ διπλῆν ἐκεῖθεν τὴν εὐλογίαν καρπούμενοι.

Περὶ τοῦ παιδὸς τοῦ Ἐλευθεροπολίτου [1] Διαδεχέσθω δὲ τὸ μικρὸν τοῦτο λουτρὸν καὶ βραχύτατον ἡ μεγάλη καὶ εὐρύχωρος θάλασσα, καὶ τὸ ῥεῖθρον τὸ θερμὸν καὶ γλυκύτατον, τὸ ἁλμυρὸν καὶ ψυχρότατον, καὶ Κωνσταντινούπολιν Ἐλευθερόπολις, καὶ τὸν Ζώσιμον ὁ Προκόπιος, μᾶλλον δὲ ὁ τοῦ Προκοπίου δοῦλος Θεόδωρος, καὶ τὴν τῶν ἁγίων εὐφημίαν αὐξήτωσαν, μέρος καὶ αὐτοὶ τῶν ἐγκωμίων γιγνόμενοι. [2] Ἐλευθερόπολιν ᾤκει Προκόπιος, Παλαιστίνης δὲ πόλις καθέστηκε, καὶ τῶν ταύτης ἐμφανῶν ἐγνωρίζετο, καὶ δοῦλον ἐκέκτητο τὸν Θεόδωρον· ἔσχε δὲ πάθος δυσίατον, τὴν τῆς ῥινὸς ὑπερσάρκωσιν, ἣν ἐξ ἰατρῶν οὐδεὶς δυνηθεὶς ἀποτρίψασθαι, εἰς Ἀλεξάνδρειαν ἐπιλαβὼν τὸν Θεόδωρον, Κύρῳ καὶ Ἰωάννῃ προσελθεῖν προαιρούμενος, καὶ πρὸς αὐτῶν τὴν τριπόθητον ἴασιν δέξασθαι. Καὶ αὐτὸς μὲν προσελθὼν οὐκ ἀπέτυχεν, ἀλλ’ ἔτυχεν ὧν ἠβούλετο, εἰ καὶ χρόνῳ πολλῷ καὶ τυχὼν ἀνεπαύσατο.

Πέπερι δ’ ἦν τὸ βοήθημα τηγάνῳ φρυγόμενον, καὶ τῆς ῥινὸς εἴσω βαλλόμενον. [3] Προκοπίου δὲ προσκαρτεροῦντος τοῖς μάρτυσιν, νέος ὢν ὁ Θεόδωρος, συχνότερον τῇ θαλάσσῃ προσέβαλλε, καὶ τοῖς ταύτης προσέχαιρε ῥεύμασιν· ἐκθύμως τε αὐτοῖς ἐνεκυβίστα τε καὶ ἐνήχετο. Ἀλλ’ ἐν μιᾷ κολυμβῶντα καὶ παίζοντα, καὶ τοῖς κύμασιν ἀνθηρῶς προσπαλαίοντα κύων συρηθεὶς ὁ θαλάττιος, τῆς πτέρνης δακὼν εἷλκεν εἰς πέλαγος, καὶ μικρὸν ἐκσύρας διάστημα, ψάμμῳ βυθίᾳ προσέχωσε, τεθνάναι νομίσας τὸ θήραμα, καὶ βρῶσιν ταμιευόμενος ἕτοιμον.

Ὁ δὲ ἐτεθνήκει μὲν οὔπω, εἰ καὶ εἰς ᾅδου ταμεῖον ἐκέκρυπτο, Κῦρον εὑρὼν ἀρωγὸν καὶ Ἰωάννην ἐν ὕδασιν. [4] Ἑλκόμενος μὲν γὰρ Θεόδωρος ἐπεκαλεῖτο τὸν μάρτυρα· ὑπὸ ψάμμον δὲ κείμενος, Κῦρον ἐν νῷ καὶ Ἰωάννην ἐλάμβανε· καὶ ὡς πλησίον ἦν αὐτῷ ἐμνημόνευσεν, καὶ ἐκ τοῦ πελάγους αὐτῷ βοηθεῖν ἐλιτάνευε, καὶ ῥύεσθαι τοῦ συνέχοντος κλύδωνος, ἐκβύθιος ὤν· ἐβόα Θεόδωρος, καὶ ἐξ οὐρανῶν οἱ μάρτυρες τῆς δεήσεως ἤκουον, καὶ ἀκούσαντες εὐθὺς παρεγένοντο· ἐπιστάντες γοῦν ὀξέως καὶ τῶν τριχῶν τὸν τεθαμμένον ἁρπάσαντες, μὴ βοᾶν πρὸς αὐτὸν ἀπεφθέγγοντο, καὶ τοῦτον τῆς ὑγρᾶς ἐξενέγκαντες ἐπὶ γῆς τιθέασιν, οὐκ ἐμπνέοντα νέον Ἰωνᾶν δεικνύντες Θεόδωρον, καὶ τὴν πνοὴν δὲ μετ’ οὐ πολὺ χαρισάμενοι, πρὸς αἴσθησιν ἦγον τοῦ τραύματος, ὅπερ ὁ κύων ἐνειργάσατο δήγματι· τῆς πτέρνης γὰρ τοῖς ὀδοῦσι δραξάμενος, καὶ ἐκ ταύτης ἕλκων τὸν ἄνθρωπον, ἅπαν αὐτοῦ τὸ πέλμα μέχρι δακτύλων ἐμέρισεν. [5] Ὅπερ ὡς ἀπὸ δένδρου φύλλον κρεμάμενον καὶ τῇδε κἀκεῖσε φερόμενον, τῷ τῆς κηρωτῆς φαρμάκῳ προσήνωσαν, βραχυτάτῃ ῥοπῇ πόδα καὶ ψυχὴν χαρισάμενοι, καὶ φυγὴν τοῦ θηρὸς ἀπροσδόκητον. Ἡμεῖς δὲ σὺν αὐτῷ, ἔτι γὰρ τῷδε τῷ βίῳ περίεστιν, καὶ τοῖς τότε παροῦσι, καὶ τοῖς ἀρτίως ἀκούουσιν, τοὺς σεσωκότας ὑμνήσαντες, καὶ οὕτως ὀξέως ἐπικουρεῖν καὶ ἡμῖν ἐν κινδύνοις αἰτήσαντες, ἄλλο τεράστιον ἄλλων ἐπαίνων ποιησώμεθα πρόφασιν.

Περὶ Ἰσιδώρου ἐπιληπτιῶντος [1] Σεμνυνέσθω καὶ Δαμασκὸς ἐπὶ τοῖς τῶν μαρτύρων δωρήμασιν, ἡ Παῦλον ἀπολαβοῦσα μὴ βλέποντα, καὶ ἀπολύσασα βλέποντα διώκτην ξενήσασα, καὶ ποιήσασα κήρυκα, ἡ φονευθῆναι ζητούμενον κρύψασα, καὶ διὰ θυρίδος ἐν σαργάνῃ νυκτὸς φυγαδεύσασα· καὶ τῆς πρὸ ταύτης εὐδαιμονίας τὸ μετασχεῖν τῶν ἁγίων τῆς χάριτος ἡγείσθω λαμπρότερον.

Αὕτη γὰρ τῆς κοίλης Συρίας οὔσα μητρόπολις, τῆς ὅλης Ἑῴας ἀρχηγὸς ἐβασίλευε, Νῖνον ἑαυτῇ βασιλεύοντα καὶ Σεμίραμιν τὴν περίφημον ἔχουσα. Ἄμφω γὰρ ἐκεῖ βασιλεύσαντες, καὶ τείχεσι τὴν πόλιν κυκλώσαντες, ἀπ’ αὐτῆς τὰς ἀποικίας ἐξήγαγον, εἴς τε τὴν Ἀσίαν καὶ Ἀραβίαν τὴν λεγομένην Εὐδαίμονα. [2] Ἔμεινε δὲ Δαμασκὸς βασιλεύουσα ἕως ὁ Μακεδὼν Ἀλέξανδρος Δαρεῖον ἀνελών, τοὺς αὐτοῦ θησαυροὺς ἐκ ταύτης ἀφείλατο, καθελὼν σὺν αὐτῷ τὰ βασίλεια· καὶ ταῦτα μὲν ἔξωθεν περὶ Δαμασκοῦ μεμαθήκαμεν· οὐ μὴν ἀλλὰ καὶ πολλῶν βασιλέων ἐν αὐτῇ θεασάμενοι μνήματα. Ἀπὸ δὲ τῆς θεοπνεύστου Γραφῆς πάλιν αὐτὴν βασιλεύουσαν ἔγνωμεν, τὸν υἱὸν Ἀδέρ, τὸν Φούλα, τὸν Θεγλαφελλασάρ, τὸν Ἀζαήλ, τὸν Ῥαασσὼν βασιλεύοντας ἔχουσα· ὧν πλέον ἁπάντων Κύρου καὶ Ἰωάννου δωρεῶν ἀπολαύσασα, καὶ ταῖς ἐπὶ Παύλῳ μεγαλαυχείαις ταύτας συνάψασα τοῖς σκιρτήμασιν ἐναβρύνεται. [3] Δαμασκηνὸς ἦν καὶ τῶν ἐν τέλει λαμπρῶν Διονύσιος, ἐκ γένους βλαστήσας ἀεὶ διαλάμψαντος· οὗπερ ἀρχή τε καὶ ῥίζα Νικόλαος ἦν ὁ φιλόσοφος, ὁ Ἡρώδου παιδευτής, καὶ παίδων τῶν Ἀντωνίου καὶ Κλεοπάτρας διδάσκαλος· ἀφ’ οὗ καὶ Νικόλαοι δώδεκα κατὰ διαδοχὴν ἐξανθήσαντες, φιλοσοφίᾳ γαυρούμενοι, τὸ γένος ἐφαίδρυναν καὶ εἰς μέγα δόξης καὶ λαμπρότητος ἤγαγον.

Ἐκ τούτων ὁ λαμπρὸς γεννηθεὶς Διονύσιος παῖδά τε καὶ τοῦ γένους διάδοχον ἔσχεν Ἰσίδωρον. Τοῦτον ἐν μειρακίοις τυγχάνοντα, λουτρῷ κατὰ τὸ συνεχὲς χρώμενον, πονηρός τις δαίμων εἰσήλατο, καὶ χαμαὶ πεσόντα καὶ κείμενον οἱ παιδοτροφοῦντες αὐτὸν ἀνελόμενοι, ἔξω τῶν θερμῶν ἀέρων ἐξέβαλον. [4] Ἔξω γὰρ τὰ τῆς ἐπηρείας τοῦ δαίμονος πέπονθε, ὀλιγωρίαν εἶναι τὸ πάθος γνωρίσαντες, τὴν πολλοῖς ἐν λουτροῖς πολλάκις συμβαίνουσαν, καὶ οὐ πονηρῶν πνευμάτων ἐνέργειαν· ἀλλ’ ὡς καὶ λουτροῦ χωρὶς τὴν βλάβην ὑπέμεινεν, καὶ πρόφασις οὐκ ἦν ἣ κρύπτειν ἔτι τὸ πάθος ἰσχύουσα, καὶ τοῦ παιδίου τὸ πάθος ἐγνώρισαν, καὶ δαιμόνων ἀδικίας τὰς συμβάσεις ἀπήγγελλον· τότε τοιαύτην ὑπάρχειν κἀκείνην ἐνόησαν, τὴν πρώτην ἐν λουτρῷ γενομένην ἀλλοίωσιν. [5] Τοῦτο μαθόντες οἱ φύσαντες, οὐ μετρίως πως ἠνιῶντο καὶ ἤσχαλλον· ἦν γὰρ αὐτοῖς καὶ μόνος ἄρσην ἐν παισὶν ὁ Ἰσίδωρος, καὶ πάσας ἐφ’ ἑαυτὸν τὰς τοῦ γένους ἐλπίδας κατέφερεν.

Ὅθεν οὗτοι σπουδὴν ἅπασαν τῆς τοῦ παιδὸς θεραπείας ἐτίθεντο, καὶ τοῦτον δοκίμοις ἰατροῖς ὑπεδείκνυον, ἀπὸ πλήθους μελαγχολικῶν χυμῶν τὰς συνεχεῖς ἐπιληψίας ἐκείνας καὶ μακρὰς καρηβαρείας συμβαίνειν οἰόμενοι· ἑκατέρας γὰρ ὡς ἔγνωμεν ἔπασχεν, τὰς μὲν συνεχέστερον, τὰς δὲ ἐντονώτερον καὶ μακρότερον· ἀλλ’ ὡς μίαν πρὸς πάντων ἀπόφασιν ἤκουον ἀνθρώποις ἀνίκητον εἶναι τὸ νόσημα, πνεῦμα πονηρὸν καὶ οὐ μελαγχολικὸν χυμὸν ἔχων τὸ νόσημα. [6] Ὁ τοῦ παιδὸς πατὴρ Διονύσιος, τῶν ἐξ Ἱπποκράτους θεωρήσας τὸ ἀναλκές, τοῦτον σὺν τῇ μητρὶ πρὸς Κῦρον καὶ Ἰωάννην ἀπέστειλεν, ὡς πρὸς Ἐλισσαῖόν ποτε Ναεμὰν τὸν Σύρον ὁ Δαμασκοῦ βασιλεύων ἐξέπεμψεν· καὶ τούτους ἐλθόντας ἀπολαβόντες οἱ μάρτυρες, μετ’ ὀλίγον ἀπέλυσαν θεραπεύσαντες.

Φανέντες γὰρ τῇ μητρὶ τοῦ παιδὸς ὡς ἐκάθευδεν, τοῦτον χρίειν δι’ ἑαυτῆς ἀπὸ τριχῶν μέχρις ὀνύχων ὑείῳ προσέταττον στέατι, οἰκονομίᾳ χρησάμενοι τὴν αὐτῆς ψυχὴν θεραπεῦσαι σπουδάσαντες· βεβλάφθαι γὰρ τὴν Ἰουλίαν, τοῦτο γὰρ αὐτῆς ὑπῆρχε τὸ ὄνομα, περὶ τὴν πίστιν ἐφήμιζον, πρὸς πλάνην Ἑλληνικὴν ἀποκλίνουσαν, καὶ ταύτῃ διὰ τὸν Ἀδώνιδος θάνατον τὰ κρέα παραιτεῖσθαι τὰ ὕεια. [7] Καὶ εἴτ’ ἀληθῆ ἦν τὰ λεγόμενα, εἴτε ψευδῆ τὰ τῆς φήμης ἐτύγχανεν, Θεὸν εἰδέναι, καὶ τοὺς τοῦτο κελεύσαντας μάρτυρας· ὅτι μὲν γὰρ τὰ κρέα παρῃτεῖτο τὰ ὕεια, φανερὸν ὑπῆρχε καὶ ἄμαχον· ὅτου δὲ χάριν ταῦτα μὴ ἤσθιεν, οὐδεὶς τῶν ἐγγυτάτων ἐγίνωσκεν· πλὴν τοῦ παιδὸς ἡ ἀσθένεια τὸ κελευσθὲν ποιεῖν ἐβιάζετο· καὶ τοῦτον τῷ μηνυθέντι καταχρίουσα στέατι, ἀρρωστοῦντα προδήλως κατέχριε, καὶ φανερὰ τῆς ἀρρωστίας τὰ σήμαντρα φέροντα. [8] Τὸ δὲ τούτῳ παρενοχλοῦν καὶ θλίβον δαιμόνιον τὴν τελείαν τοῦ χρίσματος μὴ περιμεῖναν προσένεγξιν, ὡς ὑπὸ θείας δυνάμεως μαστιζόμενον ἔφευγε.

Κῦρος γὰρ αὐτὸν καὶ Ἰωάννης ἀοράτως ἐμάστιζον, οἱ θείᾳ δυνάμει περιστρωβεῖν ἠθισμένοι τοὺς δαίμονας· ὅθεν ἀπ’ ἐκείνου τοῦ χρόνου μέχρις οὗ κατὰ τόνδε τὸν βίον ἦν ὁ Ἰσίδωρος, ἀπρόσιτος ὑπῆρξε τοῖς δαίμοσιν καὶ πεῖραν αὐτῶν τοῦ λοιποῦ τοιαύτην οὐκ ἔλαβεν, οἵαν πρὸ τῆς καταφυγῆς τῆς εἰς τοὺς μάρτυρας Κῦρον καὶ Ἰωάννην ἐλάμβανεν· οἶμαι δὲ καὶ αὐτὴν ὠφεληθεῖσαν τῷ θαύματι, εἴπερ ἐπ’ ἀληθείας ἐβέβλητο, εἰ μὴ σφόδρα δυσσεβής τις ἦν καὶ ἀνόητος· ἡμεῖς δὲ καὶ ἐνταῦθα Θεὸν ἀνυμνήσαντες, καὶ μάρτυρας τοὺς ἐργάτας τοῦ θαύματος, ἐφ’ ἕτερον θαῦμα τὴν γλῶτταν ὁπλίσωμεν, ταύτης ἀρωγοὺς τοὺς τῶν θαυμάτων ἐργάτας ποιούμενοι.

Περὶ Θεοδώρου τοῦ Κυπρίου τοῦ ἀπὸ μαγείας γεγονότος λουρόποδος [1] Φοινίκης ἐγγὺς ἡ Κύπρος καθέστηκεν, μεταξὺ τὸ παρθενικὸν ἔχουσα πέλαγος, ὅπερ τῷ νοῒ διαπλεύσαντες, ἐκ Φοινίκης τῇ νήσῳ προσβάλλομεν, καὶ τὸν Λαπίθιον εὑρηκότες Θεόδωρον, καὶ τὰ κατ’ αὐτὸν ἀκριβῶς ἐρευνήσαντες, πρὸς εὐφημίαν τῶν δεδρακότων συγγράψωμεν·

Ἰατρὸς ὑπῆρχε Θεόδωρος, καὶ τὴν τέχνην εὐδόκιμος, καὶ διὰ τοῦτο περίφημος· οὗτος ἀπὸ μαγείας ἀκίνητος γίγνεται, καὶ τοῦ πάθους ἀγνοήσας τὸ αἴτιον, ἑαυτὸν θεραπεύειν ἐσπούδαζεν, ἐκεῖνα ποιῶν ἅπερ αὐτὸν ἰατρεύειν ἐνόμιζεν, καὶ ἃ παθόντας ἑτέρους, οὐ μαγείαν, ἀλλ’ ἀργίαν μελῶν, προσενέγκας ὠφέλησεν· ἀλλ’ ὡς πάντα ποιήσας ἑαυτῷ τῆς νόσου τὴν φυγὴν οὐκ ἐβράβευσεν, τῆς τέχνης ἐγνωκὼς τὴν ἀσθένειαν, Κύρου πρόσφυξ καὶ Ἰωάννου καθίσταται, τῶν φυγαδεῦσαι δυναμένων τὸ νόσημα, καὶ χαρίσασθαι τῷ νοσοῦντι τὴν ἴασιν. [2] Ἐλθόντι γὰρ αὐτῷ καθ’ ὕπνον οἱ μάρτυρες φαίνονται, καὶ φανέντες τὸ πάθος εὐθὺς φυγαδεύουσιν. Ὑὸς πνεύμονα λαβεῖν κελεύουσι, καὶ φρύξαι πυρὸς τοῦτον ἐν ἄνθραξιν, καὶ φρυγέντα σὺν οἴνῳ λεᾶναι καὶ χρῖσαι τὰ μέλη τὰ πάσχοντα.

Ἐπειδὴ δὲ τὴν χάριν ἔδει μὴ ἀτελῆ τοὺς ἁγίους δωρήσασθαι, Θεόδωρον μὲν τοῖς εἰρημένοις ἰάσαντο βοηθήμασιν· γνωρίσαντες δὲ τὸν μαγεύσαντα, καὶ τὰ τῆς μαγείας θεραπεύσαντες ὄργανα, τὸν δεδρακότα κατ’ ἀξίαν ἀμείβονται. [3] Ὅτε γὰρ ἐνσκευάσαι Θεοδώρῳ προσέταττον τὸ βοήθημα, καὶ τούτῳ συνεμίγνυον τῷ κελεύσματι, Ἀπόστειλον, λέγοντες, τινὰ τῶν σοι διακονουμένων εἰς Λάπιθον, καὶ πρὸ τοῦ κοιτῶνος τοῦ σοῦ παρὰ τὸ πρόθυρον σκάψαι διάταξον· ἐκεῖσε γὰρ εὑρήσει τὸ τοῦ δεδρακότος κακούργημα, ὑπὸ τὸ πρόθυρον ἀφανῶς καλυπτόμενον· ὃ καὶ φανερούμενον, εὐθὺς ἀναιρεῖ τὸν ποιήσαντα. [4] Πέμψας δὲ Θεόδωρος ὡς κεκέλευστο κατὰ τὸν λεχθέντα τόπον, τὸ τῆς ἀρρωστίας εὕρισκεν αἴτιον· καὶ τοῦτο φανέν, ἀφανὴς εὐθέως ὁ κακουργήσας ἐγένετο, θανάτου τοῦτον παραχρῆμα συλήσαντος, καὶ μαρτύρων ῥοπῇ τὸν Θεόδωρον ἐκδικήσαντος. Ἑβραῖος δ’ ἦν, καὶ τοιαύτης ὑπολήψεως οὐκ ἐλεύθερος· διὸ καὶ τῶν ἰδίων ἔργων τοὺς πόνους ἐδρέψατο, κατάλληλα λαβὼν τῇ γεωργίᾳ τὰ δράγματα· ἡμεῖς δὲ τῶν ἁγίων τὸ σθένος θαυμάσαντες, καὶ ὡς οἷοί τέ ἐσμεν αὐτοὺς ἀνυμνήσαντες, ἕτερα αὐτῶν οὐκ ἐλάττονος ὁρμῆς καὶ δυνάμεως τῷ γράμματι διαγγείλωμεν.

Περὶ Γεωργίου τοῦ Κυπρίου τοῦ τοὺς πόδας ἐξ ἐνεργείας δαίμονος ἀσθενήσαντος [1] Μὴ παρίδωμεν δὲ τὸν Γεώργιον, ἔτι κατὰ τὴν Κύπρον διάγοντες, ὅτι πένης ἐστὶν καὶ πτωχείᾳ συνέχεται· ἐπεὶ μήτε Κῦρος αὐτὸν καὶ Ἰωάννης παρεῖδον οἱ μάρτυρες, ἀλλ’ ὡς φιλόπτωχοι προσελάβοντο, καὶ θεραπείας ἠξίωσαν, ὡς ἀληθεῖς φιλοπένητες. Γεωργὸς γὰρ ἦν ὁ Γεώργιος, καὶ χωρίον ᾤκει τῇ Νεμεσῷ παρακείμενον· Φαῦα τὸ χωρίον ἐλέγετο, καὶ πεντήκοντα μὲν τῆς πόλεως, τρισὶ δὲ καὶ ἥμισυ τῆς θαλάττης σταδίοις διέστηκεν. Οὕτω δὲ τοὺς πόδας ἠσθένησεν ὁ Γεώργιος· τὰ κατ’ ἀγροὺς ἐπεσκέπτετο, καὶ λαγωόν, ὡς ἐνόμιζεν, ἔβλεπεν, καὶ κατιδὼν κατεδίωκε· γλυκὺ γὰρ τοῦτο τοῖς ἀγροίκοις τὸ θήραμα, καὶ παροτρῦνον, εἰ φανῇ, πρὸς κατάληψιν· ἀλλὰ διώκων οὐκ ἔλαβεν· οὐ γὰρ ἦν λαγωὸς τὸ φαινόμενον, ἀλλὰ πνεῦμα πονηρὸν καὶ μισάνθρωπον. [2] Τοῦ δρόμου δὲ πάλιν παυσάμενος, τοὺς πόδας κινεῖν οὐκ ἠδύνατο, ἀλλ’ ἀκίνητος μετὰ δρόμον διέμενε, λαγωὸν μὲν οὐκ εἰληφώς, εἰληφὼς δὲ τῶν ποδῶν τὸν ἐπίδεσμον· τοιαῦτα γάρ ἐστιν ἐκείνου τοῦ λαγωοῦ τὰ χαρίσματα.

Ἐντεῦθεν ἐπὶ Κῦρον καὶ Ἰωάννην τοὺς μάρτυρας ἐπ’ ὤμων αἰρόμενος ὁ Γεώργιος ἄγεται, καὶ τοῖς τούτων ποσὶν ὑπὸ τῶν θρεψαμένων προσρίπτεται· καὶ χρόνον ποιήσας συχνὸν ἕως οὗ Θεὸς καὶ τῶν ἁγίων ἡ χάρις ἠβούλετο, τόνδε τὸν τρόπον τῆς ἰάσεως ἔτυχεν· ἐπαχθὴς ὑπῆρχεν ὡς ἄρρωστος, καὶ κόπον οὐ βραχὺν τοῖς ἀνὰ τὸν νεὼν φιλοπονοῦσι παρείχετο· ταχέως εἰς ἀφεδρῶνας ἐρχόμενος, καὶ μὴ ταχέως αὐτῶν ἐξερχόμενος, ὡς καθεύδειν πολλάκις ἐν τούτοις ἀφίεσθαι, καὶ ἐμβραδύνειν ἐκ συνηθείας καθήμενον. [3] Οὕτω δὲ τὸν Γεώργιον ἰδόντες οἱ μάρτυρες, εἰς οἶκτον ἔρχονται καὶ συμπάθειαν· καὶ τοῖς ἀφεδρῶσιν ἐν μιᾷ καθευδήσαντι, ἐν ὀνείροις φαίνονται λέγοντες· Ἀναστὰς ἔξιθι, καὶ ἐν τοῖς σοῖς κάθευδε στρώμασιν.

Ὁ δὲ διυπνισθείς, καὶ μηδένα θεασάμενος, πάλιν ἐκάθευδεν· καὶ πάλιν οἱ μάρτυρες ἐκ δευτέρου παρίστανται, τὰ αὐτὰ διατάττονται· ὁ δὲ πάλιν στραφείς, καὶ μηδένα πάλιν ἰδών, πάλιν ἐκοιμᾶτο τὸ δεύτερον. Ἐκ τρίτου δὲ φανέντες οἱ ἅγιοι, πεζεύοντα δὲ τῶν ἀφεδρώνων ἐξιέναι κελεύουσιν, ἄρτον ἐσθίειν ὀρέξαντες. [4] Ὁ δὲ τὸ τρίτον γενόμενος ἄφυπνος, οὐχ ἑώρα μὲν παρόντας τοὺς μάρτυρας, εὕρισκε δὲ τὴν δεδομένην εὐλογίαν πρὸς ἴασιν, καὶ ταύτην φαγὼν ἀνερρώννυτο· καὶ τῆς τῶν ἁγίων μνημονεύσας κελεύσεως, τῶν ἀφεδρώνων ἀνίσταται, καὶ ἁλλόμενος ἔξεισι, ἐκεῖσε καταλείψας τὸ νόσημα, καὶ τῶν ἁγίων δοξάζων τὴν δύναμιν. Ἔτι δὲ καὶ οὗτος περίεστι, καὶ περιπολεῖ τῶν μαρτύρων τὸ τέμενος, τὴν νόσον ὁμοῦ καὶ τὴν ἴασιν διηγούμενος, καὶ πρὸς αἶνον Θεοῦ, καὶ τῶν ἰασαμένων ἁγίων ᾠδὴν κινῶν τοὺς ἀκούοντας.

Περὶ Κυριακοῦ τοῦ Ῥοδίου δαιμονιῶντος [1] Οὐκ ἄκαιρον δὲ καὶ Κυριακοῦ τοῦ Ῥοδίου μνήμην ποιήσασθαι, καὶ τοῖς νησιώταις τὸν νησιώτην συναριθμήσασθαι, καὶ τοῖς Κυπρίοις συντάξαι τὸν Ῥόδιον· πλεῖον γὰρ Χαίρειν τοὺς νησιώτας ἀλλήλοις ὑπείληφα ἢ Χαίρουσι τοῖς οὐ νησιώταις τυγχάνουσιν. Κυριακὸς τοίνυν ὁ Ῥόδιος δαιμόνιον ἔσχεν ἀκάθαρτον καὶ τῶν πλειόνων πολὺ χαλεπώτερον, ἄγριόν τε καὶ μισάνθρωπον, καὶ πολλοῖς αὐτὸν περιβάλλον συμπτώμασιν· καὶ πολλάκις ἂν τῆς ζωῆς ταύτης αὐτὸν ἀπεστέρησεν, εἰ μὴ Χριστὸς ὁ τῶν ὅλων κηδεμὼν καὶ τῆς ἀνθρωπείας φύσεως φύλαξ ἀνύστακτος ἐπιτιμῶν διεκώλυεν. [2] Οὔτε γὰρ ἠσυχάζειν καὶ πρὸς ὀλίγον εἴα τὸν ἄνθρωπον, οὔτε δεσμοῖς ὑποτάττεσθαι, οὔτε σιδηραῖς ὑποκύπτειν ἁλύσεσιν, οὔτε τοῖς ἄλλοις μηχανήμασιν φράττεσθαι, οἷς οἱ τοιοῦτοι πεφύκασι σωφρονίζεσθαι, ἀλλ’ ἦν ἀδεής τε καὶ ἄφοβος, λογισμῶν ἔρημος, καὶ πάσης διανοίας ὀρφανὸς καὶ ἀλλότριος.

Βιαίως δὲ πάνυ πρὸς Κῦρον ἀχθεὶς καὶ Ἰωάννην τοὺς μάρτυρας, τοῦ δαίμονος ἀπηλλάττετο· κατὰ βραχὺ γὰρ τὸν λογισμὸν καταστήσαντες, καὶ τὰ ἀνθρώπων αὐτῷ φρονεῖν ἐχαρίσαντο. [3] Οὕτω δὲ διαθέντες τὸν ἄνθρωπον οἰκτροτάτῳ φαρμάκῳ, καὶ τὸ δαιμόνιον ἐκδιώκουσιν, δεῖξαι τάχα βουλόμενοι τοῦ Πονηροῦ τὴν ἀσθένειαν. Κρέα γὰρ μόσχεια λαβεῖν ἐπιτρέψαντες, ἄνθραξί τε ταῦτα καταφλέξαι προστάξαντες, σὺν οἴνῳ λεᾶναι καὶ χρῖσαι τὸ σῶμα θεσπίζουσιν· καὶ τοῦτο Κυριακοῦ τὸ τάχος ποιήσαντος, φροῦδον εὐθὺς γέγονε τὸ δαιμόνιον, οὐ τὸ φάρμακον δειλιάσας ὁ δαίμων ὁ κάκιστος, ἀλλὰ Κύρου φρίξας καὶ Ἰωάννου τὸ θέσπισμα· οὐδ’ ἀναστρέψας ἔτι πρὸς οἴκησιν, ἀλλ’ ἀπίει πεφευγὼς εἰς ἀοίκητον, καὶ ταυτὶ βοῶν ἑαυτοῦ τὸ ἀδύναμον καὶ τῶν διωξάντων τὴν δύναμιν. Ἡμεῖς δὲ τῷ καθαρισθέντι συγχαίροντες, καὶ τοὺς καθαρίσαντας αὐτὸν ἁγίους δοξάζοντες, καὶ Χριστὸν τὸν τοιοῦτο αὐτοῖς δεδωκότα τὸ σθένος γεραίροντες, ἀρχὴν ἑτέρου ποιησώμεθα θαύματος.

Περὶ Πέτρου τοῦ Ἀμμαδᾶ χοιράδας ἐσχηκότος περὶ τὸν τράχηλον [1] Πέτρος ὁ Χάραξ, ἀνὴρ γέγονε τίμιος, γένει δὲ καὶ πλούτῳ καὶ φρονήσει γαυρούμενος, καὶ τρίτης Παλαιστίνης (ταύτης γὰρ πόλις ἐστὶ τὰ Χαραγμωβά), τυγχάνων ἐπίδοξος, τῆς πατρίδος τὰ ὅρια ταῖς εὐφημίαις ἐπέρασε, καὶ τοῖς ὑπερορίοις ὡς τοῖς ἐγχωρίοις ἐτύγχανε γνώριμος· οὐ τοσοῦτον ἐκ θέας ὅσον ἐκ φήμης αὐτοῖς γινωσκόμενος. Πέτρος οὖν οὗτος ὁ κάλλιστος, ὁ πλούτῳ ῥεόμενος, ὁ γένει καὶ φρονήσει κοσμούμενος, χαλεπῷ νοσήματι περιπέπτωκεν· φείδεται γὰρ οὐδ’ αὐτῶν τὰ τῆς φύσεως ἴδια, εἰ καὶ τοῖς λεχθεῖσιν πλεονεκτήμασιν διαφέρειν τῶν ὁμοφύλων νομίζουσιν. [2] Τοιοῦτο δὲ ἦν καὶ τὸ νόσημα· Τὰς χοιράδας πάντως ἀκούετε, καὶ ἀκούοντες πάντως γινώσκετε, καὶ οἴδατε ὡς πάθος ἐστὶ δυσκατέργαστον, καὶ νόμοις ἰατρῶν οὐ πειθήνιον, καὶ ἄγχον ἀγρίως τοὺς πάσχοντας.

Τοῦτο καὶ Πέτρος περὶ τὸν τράχηλον ἔσχηκε, καὶ σχὼν ἀποθανεῖν ἐκινδύνευε (τοιοῦτο γὰρ τῶν χοιράδων τὸ γέννημα), καὶ κινδυνεύων ἠπόρει τοῦ σώζοντος ἰατροῦ μὴ δυναμένου πρὸς τὸ πάθος μαχήσασθαι, καὶ μαχησαμένου τὴν νίκην κομίσασθαι· ἀλλὰ πολλῶν μὲν εἰσπηδώντων πρὸς τὸ στάδιον, οὐδενὸς δὲ τὸ βραβεῖον λαμβάνοντος, ἀλλ’ ἡττωμένου καὶ φεύγοντος, καὶ τῇ φυγῇ στεφανοῦντος τὸ νόσημα. [3] Ἐπὶ πολὺ δὲ τοῦ πάθους κρατήσαντος, καὶ ἰατροῦ τοῦ παλαίοντος ἐπιλείψαντος, θανάτου πλησίον ὁ Πέτρος ἐγίνετο. Ἀλλὰ τοῦτον οἱ μάρτυρες φθάσαντες, τῶν ᾅδου χειρῶν ἐλυτρώσαντο.

Ὡς γὰρ ἐν ἐσχάτοις ὢν ἐκινδύνευε, Κῦρον καὶ Ἰωάννην τοὺς ἁγίους ἐπύθετο, μόνους νικῆσαι δυναμένους τὸ νόσημα· καὶ μὴ βραδύνας τῆς πατρίδος ἀπέπλεεν, πίστιν ἁγνὴν ἐπαγόμενος, πεῖσαι δυναμένην τοὺς μάρτυρας· ὅθεν οὐδὲ τεττάρων πλεῖον ἡμερῶν οἱ θεσπέσιοι τοῦτον ἰδεῖν ἠνέσχοντο πάσχοντα, ἀλλὰ τῇ ταύτης ἐπιφανέντες νυκτί, τῆς ἀρρωστίας ἐδίδουν τὸ φάρμακον. [4] Ἄρτος δὲ ἦν, τὴν ἐκ πυρὸς ἔτι φέρων θερμότητα, ὃν διαπρῖσαι προσέταττον, καὶ θερμὸν προσενέγκαι ταῖς χοιράσιν ἐπίθεμα, καὶ τοῦτο βαστάσαι ὡς ὡρῶν πέντε διάστημα τῷ τραχήλῳ προσφιλῶς ἐπικείμενον· καὶ τότε λουτρῷ προσπελάσαντα, καὶ ἔσω κατὰ τὸν θερμὸν ἀέρα γενόμενον, ἀποσπᾶν τοῦ τραχήλου τὸ φάρμακον, καὶ τοῦτο πάλιν χρῆσθαι λουσάμενον, μέχρι τελείας τοῦ πάθους ἰάσεως. [5] Ὁ δὲ γρηγορήσας (καθ’ ὕπνον γὰρ ταῦτα ποιεῖν ἐκελεύετο), σπουδαίως ἔδρα τὸ θέσπισμα, καὶ τὸ πάθος ἀπέβαλε σπουδαιότερον.

Τελέσας γὰρ τῶν ἁγίων τὴν κέλευσιν, καὶ τῷ τραχήλῳ περιθεὶς τὸ βοήθημα, καὶ ἐν τῷ λουτρῷ μετὰ τοῦτο γενόμενος, ἀποσπῶν τοῦ τραχήλου τὸ φάρμακον, καὶ τὰς χοιράδας αὐτῷ συναπέσπασεν, καὶ ταῖς χοιράσι τὸν ἐξ αὐτῶν γινόμενον κίνδυνον. [6] Φασὶ δὲ καὶ ταύτας ἑξήκοντα καὶ ἑπτὰ τὸν ἀριθμὸν μετρηθῆναι πεσούσας τοῦ τένοντος, καὶ δὴ σὺν αὐταῖς ἓν ἀρρενοθῆλυ, τὸ τοῦτο γεννῆσαν τὸ μισάνθρωπον στράτευμα. Ἐπιθεὶς δὲ πάλιν τῷ τραχήλῳ τὸ φάρμακον ἡμέρας ὡσεὶ τρεῖς, καὶ τὰ τούτου θεραπεύεται τραύματα, καὶ χαριστηρίους ᾠδὰς προσενέγκας τοῖς μάρτυσι, χαίρων ὁμοῦ καὶ σκιρτῶν ἀπεδήμησεν, νεὼν αὐτοῖς ἐν Χαραγμωβίοις γιγνόμενος, ὡς σεσωκόσι, δομήσασθαι συνθέμενος.

Περὶ Στεφάνου τοῦ Ἀφροδισιέως, τοῦ ἐκ κεφαλῆς ἐξενέγκαντος τὴν σκολοπένδραν [1] Τί δὲ καὶ τὸν ἐξ Ἀσίας οὐ παράγομεν Στέφανον, καὶ τοῖς φιλομάρτυσι τὰ κατ’ αὐτὸν διηγούμεθα; Ἱκανὰ γὰρ ταῦτα πρὸς γνῶσιν ἐρχόμενα, καὶ τὴν τῶν ἁγίων ἀλκὴν παραστήσασθαι, καὶ τὴν τῶν φιλαγίων αὐξῆσαι διάθεσιν· Ἀσιανὸς ὑπῆρχεν ὁ Στέφανος Ἀφροδισιάδος τῆς πόλεως· οὗτός τισιν ἱκετεύσασιν, χρυσίον ἐδάνεισεν, πίστει κατὰ τὸ σωτήριον ἔνταλμα δεδωκὼς τὸ ἀργύριον, καὶ μηδὲν πρὸς ἀσφάλειαν ἑαυτοῦ κομισάμενος. Γνήσιοι γὰρ ἦσαν οἱ τὸ χρῆμα λαμβάνοντες, καὶ διὰ τοῦτο μὴ δεῖσθαί τινος τῶν ἀναγκαζόντων ὁμολογεῖν τοὺς ἀγνώμονας ὑπελάμβανεν. [2] Οἱ δὲ τῆς αὐτοῦ κατεγνωκότες ἁπλότητος, καὶ τὸ δοθὲν ἕρμαιον ποιεῖσθαι σπουδάζοντες, ποιοῦνται πονηρὰν ἀντὶ ἀγαθῆς ἀνταπόδοσιν· καὶ φαρμακείᾳ τὸν ἄνδρα μετέρχονται, ἐκ ποδῶν αὐτὸν θᾶττον ποιῆσαι γλιχόμενοι, ἵνα διὰ τὸ τῆς ἀναιρέσεως ἄδηλον, καὶ τὴν δίκην λανθάνοντες ἐκφύγωσιν, καὶ τὸ δάνειον μὴ ἐκτίσωσιν· τοῦτο γὰρ ἦν αὐτοῖς τὸ ποθούμενον.

Ἐλογίζοντο δὲ τάχα καὶ τοῦτο καθ’ ἑαυτοὺς οἱ τρισάθλιοι, ὡς τοὺς ἀνθρώπους εἰ λάθοιεν, καὶ τὸ ὄμμα θεοῦ τὸ ἀκοίμητον λήσωσιν. [3] Ἐφαρμάττετο μὲν οὖν, ὡς ἔφην, ὁ Στέφανος, καὶ θάνατος ἦν ὁ σκοπὸς τοῦ φαρμάζοντος· ὃν σκέπῃ μὲν Θεοῦ καὶ βουλῇ διαπέφευγε· πάντῃ δὲ τοῦ δηλητηρίου τὴν λώβην οὐκ ἔφυγεν, ἀλλ’ αἱμορραγίας ὑποπίπτει νοσήματι, καὶ ἡμέρας ἑκάστης τὸν οἰκεῖον ἔβλεπε θάνατον, αἵμασι ῥέων διὰ γαστρὸς καὶ τοῦ στόματος, καὶ πάντας ἐκπλήττων τῷ πλήθει τῆς ῥεύσεως, καὶ βοᾶν ἀναγκάζων τοὺς βλέποντας, ὡς θάνοι πάντως πρὸ τῆς τοῦ αἵματος στάσεως. [4] Οὕτω καθ’ ὥραν κινδυνεύων ὁ Στέφανος, καὶ κατὰ ῥύσιν αἵματος ὑποπτεύων τὸν θάνατον, καὶ μὴ τυχὼν ἰατροῦ τοῦ τὸν θάνατον ἐκδιώκοντος, ἐπὶ Κῦρον ἔπλει τὸν μάρτυρα καὶ Ἰωάννην τὸν Κύρου συνόμιλον· τούτους ἐκ μυρίων πυθόμενος, μόνους μετὰ Θεὸν θεραπεῦσαι δυναμένους τὸ νόσημα, καὶ τῆς παρούσης ἀνάγκης λυτρώσασθαι. Εἰς οὓς ἀφικόμενος, καὶ δεήσεις αὐτοῖς ἐνεγκάμενος, ἠκούσθη τε καὶ τῶν κινδύνων ἐσώζετο.

Φανέντες γὰρ κατὰ τοὺς ὕπνους οἱ ἅγιοι, πράσα φαγεῖν ἐπιτάττουσιν μὴ προσαχθέντα πυρί τε καὶ νάμασιν· ἅπερ φαγὼν ὡς κεκέλευστο, τῆς μὲν τῶν αἱμάτων ἀπηλλάττετο ῥεύσεως, καὶ τῆς τελείας οὕτως ἐπέτυχε ῥώσεως. [5] Νὺξ ἦν καὶ πρὸ τοῦ τῶν ἁγίων ἵστατο μνήματος, καὶ ταύτης τυχεῖν ἐλιτάνευε, γονάτων κάμψεσι χρώμενος, καὶ ταῖς τοῦ μετώπου πρὸς γῆν κατανεύσεσιν. Καὶ τοῦτο ποιοῦντος αὐτοῦ, καὶ ποτὲ μὲν ἀνισταμένου, ποτὲ δὲ πρὸς γῆν κατανεύοντος, ἡ κορυφὴ κατὰ μέσης ἀνοίγεται, καὶ ταύτης ἐκπηδᾷ καὶ πίπτει σκολόπενδρα· θηρίον τοῦτο <ἀν>ηρίθμοις ποσὶν εἰλυσπώμενον, ἀσπίδι τε μικρᾷ παραπλήσιον. [6] Ἧς ἐκπεσούσης καὶ φυγῇ χρησαμένης ὡς τάχιστα, ὁ Στέφανος ἔκθαμβος ἵστατο· καὶ ψηλαφήσας ἑαυτοῦ τῆς κεφαλῆς τὸ μεσότατον, ὅθεν ἐξελθοῦσαν ᾔσθετο τὴν σκολόπενδραν, τραῦμα μὲν κατὰ τὸν τόπον οὐχ εὕρισκεν, ἢ ῥύσιν αἵματος κατεμάνθανεν, ὑγρότητος δέ τινος καὶ χαυνότητος τῶν ὀστέων ἐπῄσθετο. Καὶ οὕτω τυχὼν τῆς ἰάσεως, εἰς ἔτι καὶ θαυμάζειν καὶ τεθηπέναι ποιεῖ τοὺς ἀκούοντας, καὶ συνυμνεῖν αὐτῷ τὴν τῶν ἁγίων ἀξιάγαστον δύναμιν. Ἡμεῖς δὲ πάλιν καὶ ἐνταῦθα τοὺς θαυματουργοὺς ὑμνήσαντες μάρτυρας, θαυματουργίας ἄλλης αὐτῶν μνημονεύσωμεν.

Περὶ Θεοδώρου τοῦ Βυζαντίου ἐσχηκότος τὸ πύρωμα [1] Τὸν ἐκ Βυζαντίου Θεόδωρον, οὐχ ἡμεῖς πρὸς διήγησιν ἄγομεν, ἀλλὰ πάλιν καλοῦσιν οἱ ἅγιοι, ὥσπερ καὶ πρότερον πάσχοντα, πρὸς θεραπείαν ἐκάλεσαν. Πάντων γὰρ τῶν ἐπὶ γῆς ἴσην ποιούμενοι πρόνοιαν, καὶ τοὺς γειτνιῶντας αὐτοῖς παθῶν ἀπαλλάττουσιν, καὶ τοὺς πόρρω διάγοντας ἀφικνεῖσθαι προτρέπουσιν, καὶ παρ’ αὐτῶν τὴν ἴασιν δρέπεσθαι· ὥσπερ ἀπὸ λειμῶνος φαιδροῦ καὶ μὴ λήγοντος εὐώδεις τῶν ἀνθέων τοὺς κάλυκας. Ἠρρώστει μὲν καὶ Θεόδωρος, καὶ τόπος τῆς ἀρρωστίας ἦν τὸ Βυζάντιον· αἴτιον δὲ τὸ τοῦ ποδὸς ἀκατάσβεστον πύρεθρον· ὃ λαβρώτερόν πως ἀναπτόμενος τὸν εὐώνυμον αὐτοῦ πόδα κατέφλεγεν, τόπον αὐτοῦ κἂν βραχὺ οὐκ ἐῶν ἀκατάφλεκτον, ἀλλ’ ὅλον ἀμείψας πρὸς ἕτερόν τι ἢ ποδὸς ἀφομοίωμα. [2] Ἰατρῶν δὲ σοφισταὶ καὶ ἡγούμενοι τὸ λαμπρὸν τῆς τέχνης ἀπάνθισμα, σὺν ὑπουργοῖς καὶ μειρακίοις εἰστρέχοντες, καὶ τὸ πυρρωπὸν ἐκεῖνο νόσημα σβέσαι σπουδάζοντες, ἀσθενεῖς πρὸς τὴν τούτου σβέσιν ἠλέγχοντο.

Ὥσπερ γὰρ πυρὸς ἐπισχύσαντος, πᾶν ὅπερ πρὸς τὴν αὐτοῦ προσενεχθείη κατάσβεσιν, ὕλη γίνεται καὶ φλὸξ ἀκατεύναστος, παντὸς τοῦ δοθέντος εἰς φύσιν εὐθὺς πυρὸς μεταβάλλοντος· οὕτω κἀνταῦθα σφοδροῦ τυγχάνοντος τοῦ πυρώματος, πᾶν ὅπερ ἰατροὶ πρὸς τὴν αὐτοῦ παῦλαν προσέφερον, ηὖξε μᾶλλον τὸ νόσημα, καὶ συνηῦξε δὲ καὶ τὴν φλόγωσιν, καὶ μικροῦ πᾶν αὐτοῦ τὸ σῶμα τὸ πάθος κατέφλεξεν, πυρὸς δίκην βοσκόμενον. [3] Εἰ μὴ μάρτυρες οἱ φιλάνθρωποι πανταχοῦ παρόντες καὶ πάντα γινώσκοντες, καὶ τὴν νόσον νοήσαντες, καὶ τὸν ἄνθρωπον ἐποικτίραντες, καὶ τὴν θεραπείαν δωρήσασθαι θέλοντες, Ἰωάννην τὸν διάκονον, οὗ καὶ πρώην ἐμνήσθημεν, ὅτε τὸ θαῦμα τῆς πεσούσης παιδὸς συνετάττομεν, τὸν καὶ αὐτὸν ἐκ Βυζαντίου γενόμενον, καὶ τὸν ἄνδρα γνωρίζοντα δηλοῦν αὐτῷ δι’ ἐνυπνίων παρώτρυναν ὡς αὐτοὺς ἐλθεῖν καὶ σωτηρίαν κομίσασθαι. [4] Ὃς Ἰωάννου τὸ γράμμα δεξάμενος, καὶ πιστεύσας τοῖς γράψαι κελεύσασιν (ἠγνόει γὰρ ὁ διάκονος εἰ πάθει τοιούτῳ κρατεῖται Θεόδωρος), εἰς πλοῖον εὐθέως εἰσέρχεται, καὶ τὸ τῶν ἁγίων κατέλαβε τέμενος, ἀψευδεῖς ἀρραβῶνας ἔχων τῆς ῥώσεως τὰ πρὸς τῆς αὐτῶν γραφέντα κελεύσεως γράμματα.

Ἐλθόντα γοῦν αὐτὸν καὶ πεισθέντα ταῖς κλήσεσιν ἑωρακότες οἱ κλήτορες, θᾶττον αὐτὸν ἀπολύουσιν ἀκεσάμενοι, δῶρον τὸ τάχος τῆς εἰς αὐτοὺς χαριζόμενοι πίστεως. [5] Καὶ βραχὺς μὲν ὁ χρόνος γέγονε τῆς ἰάσεως· τῆς δὲ νόσου τὸ φάρμακον, καὶ τοῦ πυρὸς ἐκείνου σβεστήριον, πηλὸς ὑπῆρχε λυόμενος ὕδατι καὶ χριόμενος, ᾧ τῶν κνηδίων τὰ στόματα φράττουσιν οἱ τὸν οἶνον τὸν κνήδιον γεωργοῦντες Αἰγύπτιοι. Τοῦτον γὰρ οἱ πανεύφημοι μάρτυρες, ὄναρ ὀφθέντες ποιῆσαι προσέταξαν. Θεόδωρος γοῦν κατὰ τὴν ἐπαγγελίαν τοῦ γράμματος τυχὼν τῆς ἰάσεως, ᾄσας ᾠδὴν χαριστήριον, εἰς τὸ Βυζάντιον ἔπλευσεν. Ἡμεῖς δὲ καὶ τούτου χάριν τοῦ θαύματος, καὶ τῆς πρὸ τοῦ θαύματος κλήσεως, τοὺς κεκληκότας καὶ τὸ θαῦμα πράξαντας ὑμνωδήσαντες, ἐπ’ ἄλλου θαύματος διήγησιν πλεύσωμεν.