Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Διήγησις θαυμάτων τῶν ἁγίων Κύρου καὶ Ἰωάννου

Σωφρόνιος Ἱεροσολύμων

Η θεραπεία του συγγραφέα Σωφρονίου και επίλογος της Διηγήσεως

Η αυτοβιογραφική αφήγηση του συγγραφέα Σωφρονίου Ιεροσολύμων, η θαυματουργική θεραπεία της ανίατης οφθαλμικής του νόσου και η δοξολογική κατακλείδα του έργου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 12 από 12

Περὶ Σωφρονίου μοναχοῦ τοῦ γράψαντος, παθόντος τοὺς ὀφθαλμοὺς ἐπιχύσεως [1] Μεγάλη καὶ λαμπρὰ τοῦ δαιμονῶντος ἡ εὔνοια, τοῦ πρὸ τελευτῆς οἰκοῦντος τὰ μνήματα, ὡς τὸ θεῖον αὐτῷ μεμαρτύρηκε λόγιον.

Πρὸς τοῦ Σωτῆρος γὰρ οὗτος τὴν ῥῶσιν δεξάμενος, καὶ φυγὼν τοὺς ἀφειδῶς αὐτὸν ἐκβακχεύοντας δαίμονας (λεγεῶνα γὰρ ἔσχε πολλῶν δαιμονίων πονηρότατον ἄθροισμα), Χριστοῦ τοῦ σεσωκότος ὀπαδὸς ἠβούλετο γίνεσθαι· καὶ μὴ δυνηθεὶς ταύτῃ τὴν πρὸς αὐτὸν εὔνοιαν ἐπιδείξασθαι (παρεκάλει γὰρ αὐτὸν ὁ δαιμονισθείς, ἵν’ ᾖ μετ’ αὐτοῦ· ὁ δὲ Ἰησοῦς οὐκ ἀφῆκεν αὐτόν)· ἀλλ’ ἀπιέναι κελευσθείς, καὶ τοῖς οἰκείοις ἀπαγγέλλειν τὸν ἐπ’ αὐτῷ σωτήριον ἔλεον, κήρυξ ἀπελθὼν ἄοκνος καὶ φιλότιμος ἐν τῇ Δεκαπόλει τοῦ Σωτῆρος ἐγένετο, ἀγνωμοσύνης ἴδιον λογισάμενος, εἰ μόνοις οἰκείοις τὸν εὐεργέτην, καὶ μὴ πᾶσιν τοῖς εἰδόσιν αὐτὸν ἀσθενοῦντα κηρύξειεν. [2] Διὸ μηδεὶς ἡμᾶς βαλλέτω ταῖς μέμψεσιν, εἰ τούτου μιμηταὶ γενέσθαι θελήσαιμεν, καὶ τοὺς μετὰ Θεὸν ἡμῶν εὐεργέτας Κῦρον καὶ Ἰωάννην κηρύξαιμεν, καὶ τὴν δωρεὰν τῷ γράμματι γράψωμεν· ἐπεὶ μηδέπω τις τὸν λεπρὸν διεμέμψατο, ὃν τῆς λέπρας ὁ Χριστὸς ἐκαθάρισεν, μηδὲν λέγειν περὶ τῆς θεραπείας ἀκούσαντα, μόνον δὲ τὸ δῶρον κατὰ τὸ Μωσέως προσάγειν ἐπίταγμα, πανταχοῦ τὸν Δεσπότην κηρύξαντα, καὶ τὴν ἑαυτοῦ φημίζοντα κάθαρσιν, καὶ σιγᾶν ὡς κεκέλευστο μὴ θελήσαντα. [3] Οὓς καὶ ἡμεῖς δι’ εὐγνωμοσύνην ζηλώσαντες, τὴν θεραπείαν οὐ κρύψωμεν, ἀλλ’ γιγνόμεθα ἁγίων εὐγνώμονες κήρυκες, καὶ τὰ καθ’ ἑαυτοὺς τοῖς προλεχθεῖσιν ἐπάγωμεν· καὶ Χριστὸν αὐτοὶ τὸν ἑαυτῶν παιδευτὴν ἐκμιμούμενοι, μηδενὶ μηδὲν ἡμᾶς λέγειν ἐθέλωσιν· λέξωμεν δὲ καὶ ὄνομα, καὶ πόλιν, καὶ πατρίδα, καὶ φροντιστήριον, ὅθεν τε ἔφυμεν, καὶ ὅπη Θεοῦ βουληθέντος ἐτάχθημεν, καὶ ἐπὶ τούτοις ὀφθαλμῶν τὴν ἀσθένειαν, καὶ τὴν θείαν τῶν ἁγίων ἐπίσκεψιν, ὡς ἐπὶ τῶν προλαβόντων ἐδράσαμεν, πλεῖον οὐδὲν ἑαυτοῖς χαριζόμενοι, ἀλλὰ καὶ ταῦτα χαράττοντες, τῆς τῶν ἐντυγχανόντων γνώσεως ἕνεκεν· οὗ δὲ χάριν ἑαυτοὺς τελευταίους ἐτάξαμεν, ὕστερον λέξωμεν, ἐπειδὰν τὸ πάθος καὶ τὴν ἴασιν γράψωμεν. [4] Ἔστι μὲν ὄνομα τῷ γεγραφότι Σωφρόνιος, πόλις Δαμασκὸς ἡ μητρόπολις, πατρὶς ἡ Φοινίκη, οὐχ ἡ παραλία, ἀλλ’ ἡ Λιβάνου τοῦ ὄρους ἐπώνυμος, ἧς ἔστι Δαμασκὸς ἡ ἀρχαία μητρόπολις· τὸ δὲ μοναστήριον ὅπερ ὁ ἱερὸς Θεοδόσιος, ὁ πάντων τῶν Παλαιστιναίων μοναστῶν τῶν τε πρὸ αὐτοῦ, τῶν τε μετ’ αὐτοῦ δι’ ἀρετὴν ἡγησάμενος, ἀνὰ τὴν ἔρημον τῆς ἁγίας Χριστοῦ Θεοῦ ἡμῶν πόλεως ἵδρυσεν· ἐν Ἀλεξανδρείᾳ γοῦν γεγονὼς ὁ Σωφρόνιος δι’ αἰτίαν ἧς οὐκ ἀνάγκη μεμνῆσθαι τῷ γράμματι, τοὺς ὀφθαλμοὺς ἀμφοτέρους ἠσθένησεν· οὐκ ἐπ’ ὀλίγας δὲ μόνας ἡμέρας ἔσχε τὸ νόσημα, ἀλλ’ ἐπὶ μῆνας οὐκ ὀλίγους ἐτρύχετο· καὶ μὴ φέρων τῶν ἀλγηδόνων τὸ πέλαγος (ἄτακτον γὰρ τὸ πάθος ὑπέμενεν), τοῖς ἀρίστοις ἑαυτὸν ἰατροῖς ἐπεδείκνυεν, καὶ μάλιστα τοῖς περιττόν τι τῶν ἄλλων ἔχειν νομίζουσιν ἔν τε λόγοις καὶ σχήμασιν. [5] Οἳ συχνῶς πρὸς τὸν ἀέρα τὸν πάσχοντα σύροντες, καὶ τὰς κόρας πρὸς τὰς ἡλιακὰς ἀκτῖνας σκεπτόμενοι, τὰ μὲν πρῶτα ἀλλαγὴν ἀέρος τὸ τοῦ πάθους ἔλεγον αἴτιον· εὐθὺς γὰρ μετὰ τὴν ἄφιξιν ὑπέστη τοῦτο Σωφρόνιος.

Ὡς δὲ διέτεινε τὸ ἀρρώστημα, πρὸς ξηροφθαλμίαν αὐτοῖς μετεπλάττετο, οὐ ξένους ἀέρας αἰτίαν, ἀλλὰ δυσκρασίαν ἔχων τοῦ σώματος· ὅθεν καὶ τὰ σμικρύνοντα τὸ σῶμα προσέταττον, ὡς διὰ τούτων ἰώμενοι τοὺς τοιῷδε νοσήματι περιπίπτοντας. [6] Ἀλλ’ ὡς οὐδὲν διὰ τούτων ἀνύειν ἠδύναντο, καίτοι πρὸς πάντα πειθήνιον τῆς ἀνάγκης ἕνεκα τὸν ἄρρωστον ἔχοντες, ἐπὶ τὴν ἀνιάτρευτον ἐπίχυσιν καὶ πλατυκορίαν κατέφευγον. Οἱ μὲν γὰρ ταύτην, οἱ δὲ τὴν ἄλλην τὸ πάθος ὠνόμαζον ἀέρων ὀθνείων κακωμάτων δυσκρασίας ἀφέμενοι· καὶ τὸ μὲν πρότερον ἀλλήλοις ὁμοφώνουν, ἑαυτοῖς δὲ ταῖς τῶν ὀνομάτων ἐναλλαγαῖς διεμάχοντο· ὕστερον δέ, καὶ τὸν πρὸς ἑαυτοὺς καὶ τὸν πρὸς ἀλλήλους ἤραντο πόλεμον, εἰς τοῦτο καὶ μόνον συνᾴδοντες, εἰς τὸ τῶν παρ’ αὐτῶν λεγομένων παθῶν ἀθεράπευτον. [7] Τοῦτο μαθὼν ὁ Σωφρόνιος, καὶ ὡς οὐδεμίαν ἔχοι πρὸς ἀνθρώπων βοήθειαν, ἔγνω σαφῶς ὡς ἰατροὶ οὐ μὴ ἀναστήσουσιν, ὡς ὁ μέγας Ἡσαῖας περὶ αὐτῶν προεφήτευσεν, ἀεὶ δὲ τῶν Κύρου καὶ Ἰωάννου δωρεῶν πυνθανόμενος, καὶ οἷα θαύματα πράττουσιν ἐπ’ ἀμυθήτοις ἀκούων νοσήμασιν, ἐπ’ αὐτοὺς μετὰ πίστεως ἔξεισιν, μεθ’ ἧς οἱ πρὸς αὐτοὺς ἀπερχόμενοι πᾶν ὅπερ ποθοῦσι κομίζονται, ἀμοιβαίους αὐτοὺς ἐν ἀγαθοῖς περιττεύοντας, τῆς εἰς αὐτοὺς εὑρίσκοντες πίστεως.

Οἳ καὶ τότε νοσοῦντα Σωφρόνιον, καὶ εἰς αὐτοὺς ὁλοψύχως πιστεύοντα βλέποντες, τῆς οἰκείας αὐτὸν ἀξιοῦσιν ἰάσεως, καὶ πρῶτον μὲν ἅπαντα τὸν τῶν ἰατρῶν φλήναφον ὁρισμὸν ἀνατρέψαντες, καὶ τὸν πάσχοντα πείσαντες, ὡς οὐδὲν πείσεται ὧν ἰατροὶ τὸ τελευταῖον ἐφθέγξαντο, μετὰ ταῦτα τὴν ὑγείαν χαρίζονται, ἣν ἐκεῖνοι παρασχεῖν οὐκ ἠδύναντο. [8] Ἐπιστάντες οὖν αὐτῷ καθ’ ὕπνους ἀμφότεροι (τρίτη δὲ ἡ νὺξ ἀφ’ ἧς παρεγένετο), οὕτως αὐτῷ περὶ τῆς τῶν μελλόντων ἀπαθείας τὴν πίστιν ἐνέθηκαν. Μοναστοῦ μὲν ὁ εἷς σχῆμα θεῖον ἠμφίεστο, καὶ Ἰωάννῃ τῷ πνευματικῷ Πατρὶ καὶ διδασκάλῳ τοῦ νοσοῦντος ὡμοίωτο, συντείνοντι καὶ αὐτῷ κατὰ τὸν μαρτυρικὸν σηκόν, καὶ περὶ τοῦ μαθητοῦ καὶ παιδὸς ἱκετεύοντι. Κῦρος ὁ μάρτυς ἐτύγχανεν, ὁ τοῦ πατρὸς τὴν μορφὴν ὡς μοναχὸς ἀνελόμενος, καὶ στολὴν μοναστοῦ περιθέμενος· Ἰωάννης δὲ ὁ σὺν Κύρῳ μακάριος, τὸν Ἀλεξανδρέα Πέτρον, τὸν τῶν πραιτωρίων εἰκόνιζεν ἔπαρχον, ὃς χλαμύδα φορῶν ἀπαστράπτουσαν, ἠρώτα Κῦρον ἐλθὼν τὸν εἰς τὸν τοῦ νοσοῦντος φανέντα διδάσκαλον, Ἔχεις, εἰπών, μαθητὴν λεγόμενον Ὅμηρον. [9] Ἴσασι δὲ καὶ οἱ πρόθυρα μόνον κοσμικῆς παιδείας πατήσαντες, ὡς τυφλὸς ὑπῆρχεν ὁ Ὅμηρος, ἐπίχυσιν αὐτῷ τοῦ γήρως ἐνέγκαντος· τοῦτο γὰρ δηλοῦν τὸ τῶν ἁγίων ἤθελεν αἴνιγμα.

Ὁ δὲ μεθ’ ὅρκων ἐφθέγξατο, ἔχειν μὲν μαθητήν, Ὅμηρον δὲ μὴ λέγεσθαι· προσεπέφερεν δὲ ὡς οὐδὲ στίχον Ὁμηρικὸν ἥψατό ποτε· διὰ τούτου δηλῶν τὸ τῆς Ὁμηρικῆς ἀχλύος ἀμέθεκτον. Πρὸς ὃν Ἰωάννης ὁ ἅγιος ὡς πρὸς τὸν πατέρα λαλῶν καὶ παιδευτὴν ἀπεκρίνατο· Ἡμεῖς τούτῳ πειθόμενοι, πρὸς ἐπίσκεψιν αὐτοῦ συνεδράμομεν· εἰ δὲ μὴ λέγεται, φησίν, Ὅμηρος ὡς ἠκούσαμεν, Θεὸν τὸν ἐπὶ πάντων δοξάσωμεν, τὸν πάθους τοιούτου καὶ προσηγορίας αὐτὸν λυτρωσάμενον. [10] Καὶ τότε μὲν οὕτω φανέντες, καὶ λόγοις τοιούτοις αὐτὸν ἀποπείσαντες, ὡς Ὁμηρικῆς ποτε τυφλώσεως κοινωνὸς οὐ γενήσεται, τὸν ὄνειρον ἀπελθόντες διέλυσαν.

Μεθ’ ἡμέρας δὲ πάλιν ὀλίγας ἐν μοναστῶν στολαῖς ἀφικόμενοι, τῆς οἰκείας αὐτῶν κηρωτῆς ἐλαίῳ λυθείσης τῷ τῆς ἐπιτυμβίου κανδήλας αὐτῶν περιττεύοντι τοῖς ὀφθαλμοῖς ἐνιέναι κελεύουσιν. Ὁ δὲ πληρώσας τὴν κέλευσιν, τὴν ταύτης ἀκόλουθον ὑγείαν ἐκ μέρους ἐδέξατο. [11] Ἀλλ’ ὅτε ῥῶσιν τελείαν αὐτῷ παρασχεῖν ἐσπλαγχνίσθησαν, οὕτω δι’ ὁράματος τὴν δόσιν ἐτύπωσαν. Νὺξ ἦν, καὶ Σωφρόνιος ἐπὶ τῶν στρωμάτων ἐκάθευδε· καὶ καθεύδων, Ἰωάννην τὸν διδάσκαλον τοὺς ἀδελφοὺς ἅπαντας ἑστιᾶν τοὺς εἰς τὸ τέμενος ἔδοξε· μία δὲ τοῖς πᾶσιν ἐγένετο τράπεζα κυκλοτερής, καὶ δι’ ὅλης τῆς τοῦ σηκοῦ στοᾶς διατείνουσα· τούτου γὰρ αὐτὴ τὸ σχῆμα κεκλήρωται, εἰ καὶ γωνίαις ὀκτὼ τὴν μίαν τοῦ κύκλου γραμμὴν διαστέλλουσα, σχῆμα δείκνυσιν ἕτερον οὐ πάντῃ τοῦ κυκλοτεροῦς διιστάμενον. [12] Τῷ οὖν σχήματι τῆς στοᾶς ἠκολούθει σαφῶς καὶ ἡ τράπεζα, ἧς ἐν ἀρχῇ Θεόδωρος ὁ μάρτυς ἀνέκειτο· λίαν γὰρ καὶ αὐτὸς ἐτιμᾶτο τῷ πάσχοντι· μεθ’ ὃν Κῦρος ἦν ὁ θεσπέσιος, Ἰωάννην τὸν ἀδελφὸν δεξιὸν ἐπαγόμενος, καὶ πρὸς τῶν δύο τῆς εὐσεβείας ἀθλητῶν μεσαζόμενος· οὐχ ἑτέροις χρώμενοι σχήμασιν, οὐκ ἐν μορφαῖς ἀλλοτρίαις φαινόμενοι, ἀλλ’ ἐν αἷς ὑπῆρχον καὶ γράφονται· καὶ μετ’ αὐτοὺς ὁ λοιπὸς ὅμιλος τῶν ἀσθενῶν ἀδελφῶν κατεκλίνοντο· καὶ πᾶσι μὲν μόνος διηκονεῖτο Σωφρόνιος·

Ἰωάννης δὲ ὁ τούτου διδάσκαλος, ὡς ἐν γείτονι τῇ κέλλῃ τὰς ἐδωδὰς παρεσκεύαζεν. [13] Ὡς δὲ πέρας ἡ ἑστίασις ἔλαβε, καὶ τῆς κατακλίσεως οἱ τρεῖς ἀνέστησαν ἅγιοι, πρὸς Σωφρόνιον ὁ Θεόδωρος εἴρηκεν· Ἀπελθὼν κάλει σου τὸν διδάσκαλον, ἵν’ ἀποδῴη Κῦρος ὁ ἅγιος ὅ τι δ’ ἂν αὐτῷ ἐποφείλεται.

Ὁ δὲ δρομαῖος τὸ κελευσθὲν διεπράξατο. Ἐλθόντα γοῦν τὸν Ἰωάννην (τοῦτο γὰρ ἦν τοῦ διδασκάλου τὸ ὄνομα), εἶπε πρὸς αὐτὸν ὁ μάρτυς [Θεόδωρος εἶπεν], Τί σοι χρεωστεῖ Κῦρος ὁ ἅγιος, ἵνα παραχρῆμα τὸ χρέος ἐκτίσειεν; Ὁ δὲ πεσὼν ἐπὶ πρόσωπον, μηδὲν αὐτῷ χρεωστεῖν ἔφη τὸν μάρτυρα. Ὁ δὲ μάρτυς Θεόδωρος, Πάντως ἐρεῖς, ἀπεκρίνατο. Καὶ πάλιν ὁ Πατὴρ τὴν προτέραν εἶπεν ἀπόκρισιν. [14] Ὡς δὲ τοῦτο πολλάκις πεποίηκε, καὶ μὴ παραχωροῦντα τὸν ἅγιον ἔβλεπε, ἀλλὰ πάντως εἰπεῖν ἀναγκάζοντα, ἐμοὶ μὲν οὐδέν, ἔφη, χρεωστεῖ· τοῦτο δὲ λιτανεύω καὶ δέομαι, καὶ ἐξ ὅλης ψυχῆς αἰτοῦμαι τὸν μάρτυρα, εἰς τὴν κέλλαν ἡμῶν τὴν ταπεινὴν παραγενέσθαι, κἀκεῖσε συχνῶς ἡμᾶς ἐπισκέπτεσθαι· καὶ εὐλογεῖν μὲν ὑγιαίνοντας, ἰᾶσθαι δὲ συνεχομένους νοσήμασιν. [15] Ὧν ἀκούσας Κῦρος ὁ ἅγιος οὕτως εὐθὺς ἀπεκρίνατο· Ὄντως ἔρχομαι, ὄντως ἔρχομαι, ὄντως ἔρχομαι, τῷ τρισσῷ τοῦ προσρήματος τὴν ἱερὰν αὐτοῦ πιστούμενος ἄφιξιν· ὅπερ ἀληθῶς καὶ πεπλήρωκε, καὶ πληροῖ συνεχῶς ἀφικνούμενος. Τὸ γὰρ Ὤμοσα καὶ ἔστησα, καὶ τὰ διεκπορευόμενα διὰ τῶν χειλέων μου οὐκ ἀθετήσω, ἁγίων ἴδιον ἐπιστάμενος, περιὼν μὲν ἐν σαρκὶ συχνότερον ἔψαλλε· χωρισθεὶς δὲ σαρκός, καὶ πρὸς οὐρανὸν ἀναπτάς, πάλιν ποιῶν οὐ διέλιπεν.

Καὶ Ἰωάννης μὲν ὁ διδάσκαλος τούτοις ἐθεραπεύθη τοῖς ῥήμασιν, ἔνορκον περὶ τῶν αἰτηθέντων ἐπαγγελίαν δεξάμενος. [16] Ὁ μαθητὴς δὲ τούτου Σωφρόνιος, δότας ἱλαροὺς τοὺς ἁγίους θεώμενος, καὶ διὰ τοῦτο τῇ τραπέζῃ προσκαρτερεῖν, μεθ’ ἑστίασιν προσελθὼν Θεοδώρῳ τῷ μάρτυρι, πρεσβεύειν ὑπὲρ αὐτοῦ πρὸς Κῦρον τὸν ἅγιον ἔλεγεν, χαμαὶ κείμενος καὶ γόνατα κλίνας καὶ τράχηλον.

Ὁ δὲ στρατηλάτης Θεόδωρος τὴν ἱκετείαν δεξάμενος, πρὸς Κῦρον εὐθὺς ἐπρεσβεύσατο, διὰ τὸν Κύριον, λέγων, καὶ διὰ τοῦτον τὸν δοῦλόν σου παρακλήθητι. [17] Ὁ δέ, Ναί, πρὸς αὐτὸν ἀπεκρίνατο· καὶ κελεύσας ἀναστῆναι τὸν κείμενον, τρίτον τῷ σημειῷ τοῦ σταυροῦ περιέφραξε, τῷ λιχανῷ δακτύλῳ τῆς δεξιᾶς χειρὸς ἐκ μικροῦ πολὺ διαστήματος ἐν ἀέρι τῷ μεταξὺ τὰς σφραγῖδας ποιούμενος, καὶ τὸ Εὐλογητὸς Κύριος, καθ’ ἑκάστην σφραγῖδα φθεγγόμενος· ἅπερ ἐπαγγελίας ἦν ἐγγιζούσης ἰάσεως, καὶ οὐκ αὐτῆς τῆς θεραπείας μηνύματα· Ὅ τε γὰρ τοῦ μάρτυρος δάκτυλος πέλας μὲν ἦν, τῶν δὲ τοῦ πάσχοντος ὀφθαλμῶν οὐκ ἐφήπτετο· τό τε, Εὐλογητὸς Κύριος, μόνον λεγόμενον, γείτονα καὶ ἀκόλουθον τὴν ῥῶσιν ἐσήμανεν. [18] Ὅθεν εὐθὺς καὶ μετ’ οὐ πολλὰς ἡμέρας οἱ μάρτυρες Σωφρονίῳ πάλιν καθεύδοντι φαίνονται, τὰς προλαβούσας ἐπαγγελίας παρέχοντες· ἐπράττετο δὲ οὕτω σαφῶς τὰ τῆς ὁράσεως· ἐκάθευδεν ὁ ταῦτα νῦν διηγούμενος, καὶ εἰς εὐκτήριόν τι τῶν κατὰ τὴν οἰκείαν μονὴν ἑαυτὸν εἰσερχόμενον ἔβλεπεν.

Οὗ κατ’ αὐτὸ τῆς θύρας τὸ πρόθυρον, ἐξιόντι Θωμᾷ τῷ ἀποστόλῳ καὶ μάρτυρι τῶν ἔνδον ὑπήντησεν· καὶ γνωρίσας τὸν ἅγιον ἔκ τε τῆς στολῆς, ἔκ τε τῆς μορφῆς, καὶ παντὸς τοῦ περὶ τὴν μορφὴν ἰδιώματος, θᾶττον αὐτῷ προσεπλέκετο, καὶ περὶ τῆς θεραπείας ἐδέετο. [19] Ἐπειδήπερ ἐν Δαμασκῷ δυνάμεις οὗτος πολλὰς ἐπιδείκνυται καὶ σημεῖα συχνὰ καὶ παράδοξα, ὃς καὶ παρεθέντα Σωφρονίου τὸν ἀδελφὸν ἐκ μακροῦ πάνυ νοσήματος, καὶ μῆνας ἓξ ἐν τῷ πάθει ποιήσαντα, ἡμέραις ὀλίγαις ἀνέστησεν· καὶ τιμᾶται περιττῶς διὰ ταῦτα Δαμασκηνοῖς ὁ Ἀπόστολος, ὡς δρεπομένοις αὐτὰ τὰ ἰάματα, καὶ τρυγῶσιν αὐτοῦ τὰ χαρίσματα. [20] Ὃν εὑρηκὼς ὁ Σωφρόνιος, καὶ πίστιν ἔχων εἰς αὐτὸν καὶ πόθον ἀμέτρητον, περὶ τῶν ὀμμάτων ἱκέτευεν, εἴτε Κύρου τοῦ μάρτυρος τὸν τούτου πόθον γιγνώσκοντος, εἰς τὸν Ἀπόστολον ἑαυτὸν σχηματίσαντος, εἴτε Θωμᾶ μᾶλλον τοῦ ἀποστόλου τυγχάνοντος καὶ συνόντος Κύρου τοῦ μάρτυρος, καὶ ἅμα τῆς μαρτυρικῆς ὁμηγύρεως· μοναστῶν γὰρ αὐτῷ ὁ πλῆθος παρείπετο καὶ ἄλλων ἁγίων λαμπροῖς ἀστραπτόντων ἐσθήμασιν. [21] Ὁ δὲ μάρτυς ὁμοῦ καὶ μαθητὴς καὶ ἀπόστολος, τὴν δεξιὰν ἐκτείνας χεῖρα, καὶ τῷ λιχανῷ πάλιν δακτύλῳ τῶν τοῦ ἀριστεροῦ ὀφθαλμοῦ βλεφάρων ἁπτόμενος, τρίτον αὐτὸν τῷ σταυρῷ τοῦ Χριστοῦ κατεσφράγισεν.

Ἀπόλυσον δέ με, πρὸς τὸν γράφοντα λέγοντα, ἐκεῖνος αὐτὸν καὶ δεξιὸν ὀφθαλμὸν σφραγίζειν ἱκέτευε.

Ὁ δὲ ἅγιος, μηδὲν ἔχειν δεινὸν ἐκεῖνον ἐφθέγξατο· καὶ τοῦτο φήσας ἀπέδραμεν· καὶ τῶν ἀγκαλῶν ἀφεθεὶς τοῦ κατέχοντος, πέρας ἐποιεῖτο τοῦτο τῆς ὄψεως. [22] Ὁ δὲ στραφεὶς μετὰ τὸ γεγραμμένον ἐνύπνιον χαρὰν εἶχεν ὁμοῦ καὶ λύπην ἀφόρητον· χαρὰν μὲν ὅτι τῆς τῶν ἁγίων ἐπισκέψεως ἔτυχε· λύπην δὲ ὅτι τὸν ἅγιον ἀπελθεῖν συνεχώρησεν, τὸν ἄλλον ὀφθαλμὸν μὴ σφραγίσαντα· καὶ οὕτω λυπούμενος, εὐθέως πάλιν ἀφύπνωσεν· καὶ Ἰωάννην εὐθέως τὸν Κύρου βλέπει συνόμιλον, εἰς Ἰωάννην τὸν ῥήτορα τὸν ἀξίως τῇ τῶν ἐπάρχων ἀξίᾳ τιμώμενον, περὶ τῆς τῶν ἁγίων ἀρωγῆς πυνθανόμενον· αὐτὸς δὲ τὴν ἐπίσκεψιν εἴρηκεν, καὶ ὡς ἄχθεται διὰ τὸν δεξιὸν ὀφθαλμόν, ἅτε μὴ σφραγῖδα τοῦ σωτηρίου σημείου δεξάμενον, μήτε τελείαν εἰληφότα τὴν ἴασιν. [23] Ὁ δὲ μάρτυς αὐτὸν ἱκανῶς ἐθεράπευσεν εἰπών, ὡς Οὐ πάθοι σού τι κακὸν ἔτι τὰ ὄμματα, οὔτε ὁ σφραγισθεὶς ὀφθαλμός, οὔτε ὁ μείνας ἀσφράγιστος, τοῦ ἁγίου τὸν ὀφθαλμὸν ὃν δέδοικας μὴ νοσεῖν φήσαντος· καὶ ταῦτα μεθ’ ὅρκων ὁ μάρτυς φθεγξάμενος, πρὸς μείζονα πληροφορίαν τοῦ πάσχοντος, τρίτον τῷ στόματι τὸν μὴ σφραγισθέντα ὀφθαλμόν, φησίν, κατεφίλησεν· καὶ τοῦτο δράσας, καὶ τελείαν τὴν ῥῶσιν καὶ τὴν χάριν χαρισάμενος αἰσίως, ἔλυσε τὸ ἐνύπνιον· ἐπείπερ οἱ τὸν τῶν ὅλων Θεὸν τῶν δόσεων ἀγαθῶν καὶ δωρημάτων τελείων δοτῆρα μιμούμενοι, ἀτελοῦς χαρᾶς καὶ δωρήματος αὐτοὶ διανομεῖς οὐκ ἐγίνοντο. [24] Οὕτως γοῦν ὁ Σωφρόνιος τὴν τῶν ἁγίων δωρεὰν κομισάμενος, καὶ τῶν ὀφθαλμῶν τὴν ἀχλὺν ἀποθέμενος, πρὸς τὴν πάντων γραφὴν τῶν λεχθέντων ἐξώρμησεν, μνημονεύων ἀεὶ τῆς ἰάσεως καὶ τοῦ λόγου, οὗ πρὸ τῆς ῥώσεως ἐπηγγείλατο· ὅθεν εὐθὺς μετὰ τὴν ἴασιν τοῦτο ποιεῖται τὸ σύνταγμα, καὶ τὰς εὐχὰς ἀποδίδωσιν, πάσης ἐκτὸς ὑπερθέσεως, τὴν εἰς αὐτὸν σπουδὴν τῶν ἁγίων μιμούμενος· καὶ τῶν παρ’ αὐτῷ γραφέντων ἑαυτὸν ἔταξεν ἔσχατον, ὡς πάντων ἐλάττονα, καὶ μαρτυρικῆς θεραπείας ἀνάξιον, ἧς αἰτεῖται διὰ βίου τὴν μέθεξιν, ἐπ’ ἀμφοῖν βαίνειν ψυχῆς τε καὶ σώματος, καὶ πάσης λυτροῦσθαι δυσχερεστέρας συμβάσεως. [25] Ταῦτα ὑμῖν, ὦ Κῦρε καὶ Ἰωάννη μακάριοι, Σωφρόνιος γράψας ἀνέθηκεν· ταῦτα ὑμῖν, ὦ Χριστοῦ τοῦ Σωτῆρος θεράποντες, καὐτῷ σωτῆρες γενόμενοι, προσφέρειν ἐτόλμησεν, τὸ θαρρεῖν παρ’ ὑμῖν εἰληφώς, καὶ τῆς προσφορᾶς ἀρωγοὺς ὑμᾶς ποιησάμενος· ταῦτα ὑμῖν, ὦ θεσπέσιοι μάρτυρες, καρποφορῆσαι τεθάρρηκεν, οὐ τῶν εἰς αὐτὸν δωρεῶν ὑμᾶς ἀμειβόμενος, ἀλλ’ εὐφημίας ταῦτα γραφὴν ὁριζόμενος, τῆς μὲν ἑαυτοῦ εὐγνωμοσύνης τὸ θερμὸν ἀναγγέλλοντα, πάντῃ δὲ τῆς ὑμῶν μεγαλειότητος ἐλαττούμενα. [26] Ἀλλ’ ὑμεῖς αὐτὰ καὶ δέχοισθε προσηνῶς, καὶ φιλανθρώπῳ βλέποιτε βλέμματι, καὶ δαψιλῆ χάριν αὐτοῖς ἐπιχέοιτε, ἵνα μὴ δι’ αὐτῶν ὑμεῖς καθυβρίζησθε, εἰ τῆς θείας ὑμῶν ἐπιχρωματώσεως ὀρφανίζοιντο· αὐτὸν δὲ ὡς δοῦλον ἀχρεῖον, καὶ ὃ ποιεῖν ὤφειλε πεποιηκότα προσδέχοισθε, καὶ ὡς χρεώστην εὐγνώμονα δέξοισθε· καὶ συγγνώμης αὐτὸν ἐπὶ τούτοις ἀξιώσοιτε, τὸ τῆς αὐτοῦ διανοίας εὐτελὲς ἐπιστάμενοι, καὶ τῆς γλώττης τὸ βράδος γιγνώσκοντες, καὶ σκοποῦντες τοῦ λόγου τὸ μέτριον. [27] Καὶ ζῶντα μὲν ἀεὶ περιέποιτε, καὶ ἀεὶ θείᾳ δυνάμει φυλάττοιτε, ἀεὶ τῶν τοῦ βίου δεινῶν διασώζοιτε, ἀεὶ παντὸς πειρασμοῦ παρόντος ἢ μέλλοντος ῥύοισθε, ἐγρηγορότα, καθεύδοντα, ἐν γῇ, ἐν θαλάττῃ, ἐν πόλεσιν, ἐν ἐρημίαις τυγχάνοντα· τεθνεῶτα δὲ καὶ τὸν βίον τοῦτον καταλείψαντα, τῆς ζοφερᾶς αἰσχύνης λυτρώσοισθε, καὶ Θεῷ παραστήσοιτε, καὶ τῆς αὐτοῦ δόξης ἐπόπτην ποιήσοισθε, καὶ τῶν ἐπηγγελμένων τοῖς ταύτην ὁρῶσιν ἀγαθῶν κοινωνὸν ἀπεργάσοισθε· ὧν ἀεὶ πάντας ἡμᾶς ἐπιτυχεῖν ἀξιώσοιτε ἐν Χριστῷ τῷ Θεῷ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, τιμή, κράτος, μεγαλοσύνη τε καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.