Ἐν ὅσῳ δὲ τὰ περὶ τούτων ἐσκέπτετο, πρὶν ἢ ταλαντεύσῃ τὸ χρήσιμον, καὶ τὸ πρακτέον βεβαίως ψηφίσοιτο, πάλιν ἀφύπνωσε, καὶ πάλιν βλέπει τοὺς μάρτυρας, ἐν Ἰουλιανοῦ τοῦ διακόνου θέᾳ καὶ σχήματι, ὃς κατ’ ἐκείνου καιροῦ λειτουργεῖν ἐν τῷ ναῷ προκεχείριστο, παρεστῶτας καὶ λέγοντας· Δεῦρο, πρὸς τὸ μνῆμα τῶν ἁγίων ἐλθόντες εὐξώμεθα. [14] Ταῦτα δὲ πρὸς αὐτὸν διελέγοντο, δοκιμάζοντες αὐτὸν εἰ μετέθετο, καὶ πειθήνιος αὐτοῖς μετὰ τοιαύτην ὄψιν γεγένητο. Ἀμέλει γοῦν ἐπὶ τὴν σορὸν αὐτῶν τὴν τιμίαν ἐρχόμενοι, καὶ σὺν αὐτοῖς ἀκολουθοῦντα τὸν Θεόδωρον ἔχοντες, πρὸ τοῦ φωτιστηρίου γενόμενοι, ἔνθα τὰ ζωοποιὰ Χριστοῦ κεῖνται μυστήρια, εἰσελθεῖν αὐτὸν καὶ μεταλαβεῖν προετρέποντο, Εἴσελθε, λέγοντες, σὺν ἡμῖν καὶ τῶν ἁγίων Χριστοῦ μυστηρίων μετάλαβε. [15] Ὁ δέ, Οὔ, φησίν, οὐκ εἰσέρχομαι· ἑτέρας γὰρ ἐγὼ δόξης καθέστηκα, καὶ οὐ τοῦ τῆς Ἐκκλησίας κηρύγματος· προσδοκῶ δὲ σήμερον τὴν γεννήσασαν, τὰ τῆς μεταλήψεώς μοι δῶρα κομίζουσαν. Ἀλλ’ ἔασόν με τέως, πρὸς τὸν αὐτὸν διάκονον ἔλεγεν, ὅπως ἐν ὅσῳ τὰ τοῦ μνήματος ἠνέῳκται κάνκελλα, εἰσελθὼν τὸ τῆς κανδήλας ἔλαιον δέξωμαι.