Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὴν προσκύνησιν τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ ἐν τῇ μέσῃ τῆς νηστείας

Σωφρόνιος Ἱεροσολύμων

Η νηστεία ως πνευματική θεραπεία και η σύζευξή της με τον Τίμιο Σταυρό

Η νηστεία παρουσιάζεται ως ιατρική μέθοδος για την πνευματική υγεία. Αναπτύσσεται η αλληλεπίδραση της νηστείας και του Σταυρού ως μέσων κάθαρσης κατά το μέσο της Μεγάλης Τεσσαρακοστής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 1 από 4

Σωφρονίου τοῦ ἐν μοναχοῖς ἁγιωτάτου, μετὰ ταῦτα δὲ πατριάρχου Ἱεροσολύμων, ὁμιλία λεχθεῖσα εἰς τὴν προσκύνησιν τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ τῇ μέσῃ ἑβδομάδι τῆς ἁγίας Τεσσαρακοστῆς· καὶ ὅτι διὰ νηστείας εἰλικρινοῦς δυνατὸν ἐκκαθαρθέντας τὸν νοῦν, ἀκατακρίτως προσελθεῖν, καὶ μετασχεῖν τῶν θεῶν μυστηρίων. Οἱ τῶν ἰατρῶν πάντες, πολλάκις μὲν ἐπιγιγνώσκοντες τὰς εἰσόδους τῶν ἐπερχομένων ἡμῖν νόσων, φάρμακά τινα ἐξεπίτηδες κεραννύντες, ἀποτρέπουσι τὰς δι’ ἀνορεξίαν τοῦ σώματος μελλούσας ἐπεισέρχεσθαι ἀῤῥωστίας, πρὸς τὸ μὴ νομήν τινα λάβῃ καὶ δυσφόρητον ἄλγος ἐμποιήσῃ τῷ κάμνοντι. Πολλάκις δὲ εἰώθασιν ἐκ τῆς πολυπειρίας καὶ τὰ ἐγχρονίζοντα πάθη τοῖς σώμασιν εὐχερῶς ἀποκρούεσθαι, καὶ μάλιστα εἰ τύχοι ὁ κάμνων ἑαυτὸν ἐπιδεδωκέναι ταῖς τοῦ ἰατροῦ χερσὶ, καὶ πειθήνιος γενόμενος ἕποιτο ταῖς πράξεσι ταῖς τούτου. Τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ ἀγαθὸς ἡμῶν Θεὸς πεποίηκε, καὶ φάρμακον ἀκεσώδυνον προστίθησιν ἡμῖν τὴν ἱερὰν ταύτην καὶ πανάριστον νηστείαν, οὐ χρόνοις καὶ καιροῖς ὁριζομένην, ἀλλὰ διηνεκῶς φυλαττομένην, ὡς τὰς ὀρέξεις τῆς σαρκὸς χαλινοῦσαν, καὶ τὴν νομὴν τὴν ἐκ τῆς ἡδυπαθείας τῷ σώματι ἐπιγινομένην προσαναστέλλουσαν, πρὸς τὸ μὴ καταστρατευσάμενον ἐκ τῆς καθ’ αὐτὸ φιληδονίας ὑποβρύχιον τὸ πνεῦμα ποιήσῃ, καὶ πτῶμα οὐ μικρὸν ἀπεργάσηται.

Καὶ γὰρ ὡς ἀληθῶς κατὰ τὴν τοῦ μεγάλου κήρυκος Παύλου φωνὴν ἀλλήλων προσάντη παρατάττονται. «Ἡ σὰρξ γὰρ, φησὶν, ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, καὶ τὸ πνεῦμα κατὰ τῆς σαρκός. Ταῦτα δὲ ἀλλήλοις ἀντίκεινται.» Διὰ τοῦτο οὖν, ἀγαπητοὶ, τὴν τεσσαρακονθήμερον νηστείαν προὖπτον ἅπασιν ἡμῖν προτέθεικεν ὁ τῶν ὅλων Θεὸς, πρὸς τὸ περισσοτέρους πάντως ἀγῶνας καὶ ἀνατροπὴν τῶν ἀερίων πνευμάτων· ἵνα τελέως αὑτοὺς ἐκκαθάραντες, φθάσωμεν διὰ καθαρᾶς βιώσεως εἰς τὴν Κυρίαν ἡμέραν τῆς τριημέρου καὶ ζωηφόρου ἀναστάσεως, καὶ καθαροὶ τῷ καθαρῷ ἡμῶν Θεῷ ἐποφθείημέν τε καὶ συναναστησώμεθα, καὶ σὺν αὐτῷ δοξασθησώμεθα, καὶ φιλικῶς ὑπ’ αὐτοῦ προσδεχθείημεν.

Ἐπεὶ καὶ ὁδοιπόρος, ὅταν ἐφ’ ᾧ τόπῳ ὀφείλῃ καθ’ ἡμέραν ἐπιβαίνειν, εἰ μόνον θεατὴς γένοιτο τῆς καταπαύσεως, τῆς ὁδοιπορίας πλείονα τὴν προθυμίαν πεποίηται, κἂν ἄρα εἴη κεκμηκὼς τῷ πλήθει τῆς χαλεπωτάτης ὁδοῦ, τῇ ἐλπίδι τῆς ἀναψύξεως λίαν τρεφόμενος. Καὶ γὰρ καὶ ἡμεῖς ὁδῖταί ἐσμεν, διὰ τῆς βραχείας ἡμῶν ζωῆς ἀνατρέχοντες, καὶ τὴν διόδευσιν ἡμῶν ποιοῦντες· οἱ μὲν καλῶς ζήσαντες πρὸς τὰ ἄνω βασίλεια, ὅπου ἡμῶν τὸ πολίτευμα, καταντῶντες· οἱ δὲ ἀσεβῶς, κατ’ ἐμὲ, βιοτεύσαντες, ἐν λάκκῳ που κατωτάτῳ τῶν ἑαυτῶν παθῶν, οἷς καὶ καταδουλωθέντες βιοῦντες κατείχοντο, ἐν αὐτοῖς ἐκεῖθεν κατωρυγμένοι φανήσονται Καὶ πῶς, φασὶν, οἷόν τέ τινα ἀναδραμεῖν πρὸς τὰ ἄνω ἔτι περιόντα ἐν τῷδε τῷ βίῳ; Πῶς; Ἐγὼ λέγω· διὰ τοῦ καθαρτικοῦ νοὸς ἀναπτερούμενοι, καὶ ταῖς ἄνω δυνάμεσι συναγαλλόμενοι, τὴν κατάλυσιν ἑορτάζοντες τοῦ πανώλου ἐχθροῦ· ὥστε ψυχῇ καὶ σώματι διὰ τῆς πραείας νηστείας, καὶ τῆς προσψαύσεως τοῦ ζωοποιοῦ καὶ ἀχράντου ξύλου, ὡς ἑκατέρωθεν καθαρθέντες συσκιρτῆσαι, ὡς ἔφαμεν, ταῖς οὐρανίαις δυνάμεσιν, αἷς καὶ πολῖται γενησόμεθα, ἡνίκα κατ’ οὐρανῶν ὁ κριτὴς παραγένηται. Καὶ πῶς, φησὶ, τοῦτο γένοιτο;

Ὅταν ἁγνοῖς τοῖς χείλεσι διά τε τῆς ἡγεμονικοῦ ἡμῶν ἐλλάμψεως, καὶ τῆς ἀποτροπῆς καὶ ἐναντιώσεως τῶν ἐναντίων πνευμάτων, τοῦ ζωοποιοῦ καὶ ἀχράντου σταυροῦ τῆς καθαρᾶς προσψαύσεως ἄξιοι φανησόμεθα· ἐπεὶ καὶ ὁ ἀγαθὸς ἡμῶν Θεὸς διὰ τῆς τῶν ἁγίων Πατέρων παραδόσεως τὴν ὁδὸν ἡμῖν ταύτην ἀνεδείξατο, τῆς ἐπωφελοῦς, φημὶ, νηστείας· ἵνα μικρὸν ἀναθέντες τῆς ἡμῶν ταλαιπωρίας, τοῦ ῥύπου τε καθαρθέντες, καὶ τὰς τῶν παθῶν ἐπιβουλὰς ἀναστείλαντες, τὴν τελείαν ἄφεσιν τῆς τοῦ ζωοποιοῦ ξύλου προσψαύσεως παρὰ τοῦ ἐν αὐτῷ παγέντος ληψώμεθα, ὡς λοιπὸν ἔστιν ἰδέσθαι· ἑτέρως πῶς τῷ ἑτέρῳ συναντιλαμβανόμενον, καὶ χειραγωγοῦν πρὸς τὴν ἡμέραν τῆς ἀναστάσεως; ἡ μὲν νηστεία τὸ κοῦφον τοῦ σώματος ἀποτελοῦσα, ἡ δὲ τοῦ θείου σταυροῦ καθαρώτατη προσκύνησις τὸν νοῦν ἡμῶν ἀπάγουσα τῆς τῶν αἰσχίστων ἔργων συγχύσεως, καὶ πρὸς τὰ ἄνω βασίλεια ἐπάγουσα. Ταῦτα ὁ μεσίτης Θεοῦ καὶ ἀνθρώπων γενέσθαι πεποίηκεν, ὁ τὴν ἡμῶν σωτηρίαν ἐν μέσῳ τῆς γῆς τῇ σωτηρίῳ αὐτοῦ τοῦ σταυροῦ προσηλώσει κατεργασάμενος, καὶ τῷ μεσασμῷ τῆς θείας ταύτης νηστείας χρηστὰς ἡμῖν ἐλπίδας ὑπέφηνε τῆς ἀναστάσεως.