Ἐπεὶ καὶ ὁδοιπόρος, ὅταν ἐφ’ ᾧ τόπῳ ὀφείλῃ καθ’ ἡμέραν ἐπιβαίνειν, εἰ μόνον θεατὴς γένοιτο τῆς καταπαύσεως, τῆς ὁδοιπορίας πλείονα τὴν προθυμίαν πεποίηται, κἂν ἄρα εἴη κεκμηκὼς τῷ πλήθει τῆς χαλεπωτάτης ὁδοῦ, τῇ ἐλπίδι τῆς ἀναψύξεως λίαν τρεφόμενος. Καὶ γὰρ καὶ ἡμεῖς ὁδῖταί ἐσμεν, διὰ τῆς βραχείας ἡμῶν ζωῆς ἀνατρέχοντες, καὶ τὴν διόδευσιν ἡμῶν ποιοῦντες· οἱ μὲν καλῶς ζήσαντες πρὸς τὰ ἄνω βασίλεια, ὅπου ἡμῶν τὸ πολίτευμα, καταντῶντες· οἱ δὲ ἀσεβῶς, κατ’ ἐμὲ, βιοτεύσαντες, ἐν λάκκῳ που κατωτάτῳ τῶν ἑαυτῶν παθῶν, οἷς καὶ καταδουλωθέντες βιοῦντες κατείχοντο, ἐν αὐτοῖς ἐκεῖθεν κατωρυγμένοι φανήσονται Καὶ πῶς, φασὶν, οἷόν τέ τινα ἀναδραμεῖν πρὸς τὰ ἄνω ἔτι περιόντα ἐν τῷδε τῷ βίῳ; Πῶς; Ἐγὼ λέγω· διὰ τοῦ καθαρτικοῦ νοὸς ἀναπτερούμενοι, καὶ ταῖς ἄνω δυνάμεσι συναγαλλόμενοι, τὴν κατάλυσιν ἑορτάζοντες τοῦ πανώλου ἐχθροῦ· ὥστε ψυχῇ καὶ σώματι διὰ τῆς πραείας νηστείας, καὶ τῆς προσψαύσεως τοῦ ζωοποιοῦ καὶ ἀχράντου ξύλου, ὡς ἑκατέρωθεν καθαρθέντες συσκιρτῆσαι, ὡς ἔφαμεν, ταῖς οὐρανίαις δυνάμεσιν, αἷς καὶ πολῖται γενησόμεθα, ἡνίκα κατ’ οὐρανῶν ὁ κριτὴς παραγένηται. Καὶ πῶς, φησὶ, τοῦτο γένοιτο;