Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὴν προσκύνησιν τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ ἐν τῇ μέσῃ τῆς νηστείας

Σωφρόνιος Ἱεροσολύμων

Εγκώμιο και χαιρετισμοί στον Τίμιο Σταυρό

Υμνολογική απόδοση χαιρετισμών προς τον Σταυρό ως όργανο σωτηρίας, ακαταμάχητο όπλο κατά των δαιμόνων και φύλακα των πιστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 3 από 4

Ἀλλ’ ἵνα μὴ τὴν νηστείαν μόνην καὶ τὰ ζωοποιὰ αὐτῆς χαρίσματα ἐγκωμιάσωμεν, φέρε προθῶμεν ἐν μέσῳ τὸ ἐν μέσῳ τῆς νηστείας προτεθὲν ἡμῖν ζωοποιὸν ξύλον τοῦ τιμίου σταυροῦ, καὶ ἐν μέσῳ τῆς γῆς προσπαγὲν εἰς σωτηρίαν ἡμῶν. Τί καὶ πῶς αὐτὸ ἀνυμνοῦντες ἔν τε στόματι καὶ καρδίᾳ; Οὕτως εἴπωμεν βοῶντες καὶ λέγοντες αὐτῷ· Χαίροις, σταυρὲ τίμιε, ἐν ᾧ τὰς χεῖρας ὑφαπλώσας ὁ τοῦ Θεοῦ Υἱὸς καὶ Λόγος, ἐνηγκαλίσατο ἡμᾶς, καὶ προσήγαγε τῷ ἐπουρανίῳ Πατρί. Χαίροις, σταυρὲ, δι’ οὗ ἐκκαθαίρονται ἡμῶν αἱ αἰσθήσεις πάσης κηλίδος διὰ τῆς ὁλοκαρδίου ἡμῶν ἐν σοὶ περιπτύξεως. Χαίροις, σταυρὲ, ὁ χαρὰν ἀνεκλάλητον τοῖς πατράσιν ἡμῶν διὰ τοῦ ἐν σοὶ καθηλωθέντος ἀψεύστως προξενήσας.

Χαίροις, σταυρὲ, ἐκθάμβωσις τῆς φλογίνης ῥομφαίας, ὡς νῶτα δούσης διὰ σοῦ τῷ εὐγνώμονι λῃστῇ. Χαίροις, σταυρὲ, ὃν κατέχοντες ἡμεῖς νυνὶ ὁ πιστὸς λαὸς, τὸ ἔθνος τὸ ἅγιον εἰς ἱκετηρίας σου προσάγομεν τῷ ἐν σοὶ προσπαγέντι Χριστῷ καὶ Θεῷ, διὸ καὶ πάνυ καυχώμεθα ἐπὶ σοὶ, ὡς τοῦ Δεσπότου ἡμῶν ἐν σοὶ τὰς ἀχράντους χεῖρας ἐκτανύσαντος, καὶ ἐν σοὶ ἐκχυθέντος τοῦ θεοῤῥύτου αἵματος τοῦ Υἱοῦ καὶ Λόγου, τοῦ ἀοράτου Πατρὸς, οὗτινος οἱ εὐσεβῶς μετέχοντες σήμερον ἐξιλεοῦνται τῷ ζωοποιῷ ἡμῶν Θεῷ ἐπὶ τῶν ἤδη κακῶν αὐτοῖς πλημμεληθέντων, καὶ τὴν λύσιν αὐτῶν διά τε τὴν αὐτοῦ πρὸς ἡμᾶς γενομένην ἄκραν συγκατάβασιν, καὶ διὰ τῆς ἀναμνήσεως τοῦ ζωοπαρόχου αὐτοῦ πάθους εὐχερῶς ποριζόμεθα.

Χαίροις, σταυρὲ, νικοποιὸν ὅπλον τοῦ μεγάλου Βασιλέως, ὁ ἐν τῇ δευτέρᾳ καὶ φρικτῇ αὐτοῦ ἐλεύσει μέλλων συνδιαπορευθῆναι ταῖς οὐρανίαις δυνάμεσι, καὶ ταῖς τῶν δικαίων ἁπάντων ὁμηγύρεσιν, οἳ καὶ συνεκλάμψουσί σοι ὡς φωστῆρες, δηλοῦντες καὶ προοδοποιοῦντες τὴν ἔλευσιν τοῦ Βασιλέως τῆς κτίσεως ἁπάσης, οὗ ἡ ἐνέργεια τῆς χάριτος, καὶ τοῦ ἀμηχάνου κάλλους, τῆς ἐν σοὶ ἐναποκειμένης δόξης, ἧς ἔλαβες παρὰ τοῦ ἐπὶ σοὶ προσηλωθέντος Ἰησοῦ ἐκφαντικώτερον σὺν τοῖς δικαίοις συναστράψει εἰς αἰσχύνην μὲν τῶν Ἰουδαίων εἰς καύχημα δὲ τῶν τὰς ἰδίας καὶ θείας σου ἐνεργείας ἐν τῷ παχεῖ τούτῳ καὶ βαρυτάτῳ σαρκίῳ τεθεακότων. Ἀλλ’, ὦ σταυρὲ τίμιε, φύλαξ μὲν ἀσφαλέστατε τῶν Χριστιανῶν, ἀναιρέτα δὲ δυνατώτατε ἁπασῶν τῶν ἐναντίων ἐφόδων, αὔγασον ἡμᾶς τῇ σοι ἐναποκειμένῃ αἴγλῃ· φώτισον ἡμῶν τὸ ὀπτικὸν τῆς καρδίας, ἵνα καὶ ἡμεῖς ἑλώμεθα τοιοῦτόν τι πεπονθέναι, οἷον ἐπὶ σοὶ πέπονθεν ὁ Υἱὸς καὶ Λόγος τοῦ ἀοράτου Πατρὸς ὑπὲρ αὐτοῦ τε ἡμᾶς, ὥσπερ αὐτὸς ὑπὲρ ἡμῶν, θεῖναι μέχρι θανάτου τὰς ἡμετέρας ψυχάς.