Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὸν εὐαγγελισμὸν τῆς θεοτόκου

Σωφρόνιος Ἱεροσολύμων

Προοίμιο και τριαδική θεολογία

Εισαγωγή στο μυστήριο της Αγίας Τριάδος, ερμηνεία του τρισαγίου ύμνου και αναίρεση των τριαδολογικών και χριστολογικών αιρέσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 1 από 7

Τοῦ ἐν ἁγίοις πατριάρχου Ἱεροσολύμων Σωφρονίου λόγος εἰς τὸν Εὐαγγελισμὸν τῆς ὑπεραγίας Θεοτόκου Εὐλόγησον, Πάτερ. Αʹ. Εὐαγγέλια, ἀδελφοὶ, εὐαγγέλια, καὶ πάλιν ἐρῶ, εὐαγγέλια· οὐχ ὅτι πάντων εὐαγγελίων ἐστὶν ὑψηλότερα, θειότερά τε καὶ κομψότερα, καὶ ἀσυγκρίτοις ὑπεροχαῖς ἐξοχώτερα· οὐδ’ ὅτι ὡραῖόν με τὸν αὐτῶν ἀποδείκνυσιν ἄγγελον, καὶ ὡραίους μου τοὺς πόδας ποιεῖ καὶ ἐργάζεται (ἀγαθῶν γὰρ ἁπάντων ἐστὶν ἀγαθώτερα, καὶ χρηστῶν ἁπάντων χρηστότερα, καὶ πάντων θαυμασίων θαυμασιώτερα, καὶ πάντων συμπαθῶν συμπαθέστερα, καὶ φοβερῶν ἁπάντων καὶ φρικτῶν φοβερώτερά τε καὶ φρικτότερα)· ἀλλ’ ὅτι καὶ τῆς μακαρίας καὶ ἀρχικῆς Τριάδος τρισσούμενα τὴν ὑπερτάτην δηλοῖ καὶ θείαν ἀρίθμησιν.

Ἅπαν γὰρ τὸ ἐν ἱεροῖς καὶ θείοις τρισσούμενον δόγμασιν, ἢ καὶ θεοσόφοις κηρύγμασι, καὶ σεπτοῖς ἀπαγγέλμασι, τιμὴ τῆς μακαρίας Τριάδος ὁρίζεται, Πατρὸς, φημὶ, καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος· ἥτις καὶ Τριάς ἐστι, καὶ μονὰς κατοπτεύεται· καὶ μονάς ἐστι, καὶ Τριὰς ἐξευρίσκεται· τὸ μὲν ταῖς τρισσαῖς ὑποστάσεσι, τὸ δὲ τῇ μιᾷ καὶ μόνῃ θεότητι, ἤγουν οὐσίᾳ καὶ φύσει.

Βʹ. Μία γὰρ τῆς ὑπερουσίου καὶ ζωαρχικῆς Τριάδος ἡ οὐσία κηρύττεται, ὡς εἰς μίαν καὶ μόνην ἀναγομένης θεότητα. Διὸ καὶ τὸ ὁμοούσιον, τό τε συγγενὲς καὶ ὁμόφυλον, ἀῤῥαγὲς ἔχει καὶ στεῤῥὸν καὶ ἀσκέδαστον, οὐ μὴν ἀλλὰ καὶ ἀπλήθυντον. Ἡ γὰρ ἁγία Τριὰς, ἡ πάντων κρατοῦσα τῶν ὄντων καὶ ἄρχουσα, καὶ πάντων κτιστῶν βασιλικῶς καὶ θείως δεσπόζουσα, ἀριθμεῖται μὲν ταῖς ἑαυτῆς ὑποστάσεσι·

Τριὰς γάρ ἐστι καὶ πιστεύεται· τῇ δὲ οὐσίᾳ καὶ φύσει, ὡσαύτως δὲ καὶ θεότητι, πάσης κρείττων ἐστὶν ἀριθμήσεως. Οὐ γὰρ πρὸς τριαδικὴν ἐξαρίθμησιν καὶ κατ’ οὐσίαν ἐκφέρεται· ἐπειδὴ τῶν προσωπικῶν ἑαυτῆς ὑποστάσεων ποιεῖται τρισσὴν τὴν ἀρίθμησιν. Καὶ διὰ τοῦτο καὶ μεριστὴ ταῖς ὑποστάσεσι δείκνυται, καὶ μένει κατὰ τὴν φύσιν ἀμέριστος, καὶ τοῖς προσώποις διαιρετὴ καταγγέλλεται.

Ἰδίᾳ γὰρ τούτων ἕκαστον φαίνεται, καὶ τὴν φύσιν ἀδιαίρετος. Ὅθεν καὶ παράδοξον ἀληθῶς καὶ κατάπληκτον τὴν διαίρεσιν καὶ τὴν ἕνωσιν κέκτηται· ὅτι μήτε διὰ τὸ ἓν, ὅπερ ἡ φύσις ἐστὶν, ἀναχέεται καὶ πρὸς μίαν ἐλαύνει καὶ μόνην ὑπόστασιν· οὔτε διὰ τὰ τρία, ἐκφύλως καὶ παντελῶς διατέμνεται, ἅπερ πρόσωπά ἐστιν ἐνυπόστατα· ἀλλ’ ἔστιν ἀῤῥαγὲς καὶ ἀμέριστον, καὶ πάντα μερισμὸν καὶ συζυγίαν ἀρνούμενον.

Γʹ. Τοῦτο γὰρ καὶ τὸ θαυμαστὸν αὐτῆς ἐστι καὶ φρικτότατον, ὅτι ἓν καὶ ταυτὸν κατὰ τὴν φύσιν ὑπάρχουσα, καὶ Θεὸς εἷς καὶ θεότης μία τυγχάνουσα, τρία τοῖς προσώποις εὑρίσκεται, οὐ τὴν φύσιν ἢ τὴν θεότητα τέμνουσα, ἀλλὰ τὰς ἑαυτῆς ὑποστάσεις καὶ πρόσωπα εἰς ἀρίθμησιν οὐ συγχεομένην εὐρύνουσα.

Ὥσπερ γάρ ἐστι Θεὸς ὁ Πατὴρ, οὕτω Θεὸς ὁ Υἱὸς, οὕτω Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ καθὸ μὲν Θεὸς ἕκαστον λέγεται, μίαν τῶν τριῶν προσώπων τὴν οὐσίαν παρίστησι· καθὸ δὲ Πατὴρ καὶ Υἱὸς καὶ Πνεῦμα πανάγιον (ταῦτα γὰρ τῶν τριῶν προσώπων καὶ τῶν τριῶν ἀληθῶς αὐτῆς ὑποστάσεων ἀκριβῶς ἐστι τὰ ὀνόματα, οἷς ἀλλήλων ἡ μακαρία αὐτὴ Τριὰς ἄνευ μερισμοῦ διαστέλλεται φύσεως), τρία ὄντως ἐστὶ καὶ πιστεύεται, καὶ ὑπὸ πάντων πιστῶν, καὶ τῶν οὐρανίων τε καὶ ἀοράτων δυνάμεων, μεγαλοφώνως κηρύττεται καὶ δοξάζεται, ἐν τρισὶ μὲν ἁγιασμοῖς ἀνυμνούμενα, εἰς μίαν δὲ συνιόντα φυσικὴν κυριότητα. «Ἅγιος γὰρ, ἅγιος, ἅγιος, Κύριος Σαβαὼθ,» τὰ ἑξαπτέρυγα Σεραφὶμ ἀνακέκραγε, τὰ μᾶλλον ἡμῶν θεολογίας λόγους γινώσκοντα, ὡς μᾶλλον ἡμῶν Θεῷ πλησιάζοντα, καὶ καθαρᾶς αὐτοῦ φωταυγείας μετέχοντα, καὶ ἀκεραίοις αὐγαῖς ἐλλαμπόμενα. Τρισσῶς γὰρ ὑπ’ αὐτῶν τρισαγία ἡ Τριὰς ἁγιάζεται, καὶ τρισὶν ἁγιασμοῖς καὶ δοξολογίαις γεραίρεται· καὶ εἰς κυριότητα μίαν τὴν, «Κύριος Σαβαὼθ,» φωνὴν ἀσυγχύτως συνάγεται.

Ὥσπερ γὰρ τὸ, «Ἅγιος, ἅγιος, ἅγιος,» τριπλῶς ὑπ’ αὐτῶν τῶν Σεραφὶμ κελαδούμενον, τῶν τριῶν τῆς μακαρίας Τριάδος προσώπων τὴν ὑμνουμένην ἀρίθμησιν δείκνυσιν· οὕτω τὸ, «Κύριος Σαβαὼθ,» μίαν, καὶ μόνον λεγόμενον τὴν μίαν ἐμφαίνει καὶ μόνην αὐτῶν κυριότητα, καθ’ ἣν καὶ εἷς τὰ τρία Θεὸς ἀσυγχύτως ἐστὶ καὶ δοξάζεται, καὶ ἡ μία θεότης ἐν Τριάδι γεραίρεται. Διὰ τί γὰρ μὴ μόνον ἅπαξ εἰπόντα σεσίγηκε; μηδὲ κεκραγότα δὶς, σεσιώπηκεν, ἀλλὰ τρὶς ἀναλαμβάνει τὸ, «Ἅγιος;» Ὅτι μὴ μία καὶ μόνη ἡ τῆς Τριάδος ἐστὶν ὑπόστασις· ἄπαγε τῆς Σαβελλιανῆς δυσσεβείας τὸ βδέλυγμα ! μήτε δύο ταύτης καὶ μόνα τυγχάνει τὰ πρόσωπα· ἄπαγε τῆς Μακεδονιανῆς βδελυρίας τὸ ἄθεον ! ἀλλὰ τρὶς βοᾷ, καθὼς ἔφην, καὶ κραυγάζει τὸ, «Ἅγιος,» καὶ ἀκαταπαύστοις τοῦτο προσφέρει τοῖς χείλεσι, καὶ ἀσιγήτοις ἀγγέλλει τοῖς στόμασιν, ἐπειδὴ τρεῖς τῆς μακαρίας Τριάδος καὶ πάντων ἀρχικωτάτης αἱ ὑποστάσεις ὁρίζονται, καὶ τρία αὐτῆς τὰ συγγενῆ τυγχάνει καὶ ὁμόφυλα πρόσωπα, τὰ μίαν ὁμοτίμως θεότητα, καὶ μίαν ἰσοσθενῶς κυριότητα, καὶ μίαν τῶν ἁπάντων ἀρχὴν καὶ βασιλείαν ἀδιάῤῥηκτον ἔχοντα.

Δʹ. Διὸ καὶ ἡμεῖς οἱ ἐλάχιστοι, οἱ ταύτης προσκυνηταὶ γνησιώτατοι καὶ δοῦλοι τυγχάνοντες, ἀσχέτως κηρύττειν ὑμῖν εὐαγγέλια θέλοντες, τρισσὰ εὐαγγέλια λέγομεν, Εὐαγγέλια, εὐαγγέλια, φάσκοντες, καὶ πάλιν, Εὐαγγέλια, κράζοντες, κἀνθάδε τῆς μακαρίας τὴν τιμὴν εἰσάγοντες Τριάδος, κἂν μὴ τριαδικὸς ὁ λόγος, ἀλλ’ οἰκονομικὸς, τοῦ ἑνὸς τῆς αὐτῆς πανσέπτου Τριάδος καθέστηκε, καὶ μόνην ἡμῖν εὐαγγελίζεται τοῦ Λόγου τὴν ἄφιξιν. Καλὸν γάρ ἐστι, καὶ πᾶσι πιστοῖς προσφιλέστατον, τὸ ἐν ἑκατέροις ἀγγέλλειν ἑκάτερα, καὶ ἀσύγχυτον τηρεῖν ἑκατέρων τὴν δήλωσιν, τοῦτ’ ἔστι κὰν τοῖς οἰκονομικοῖς κελαδήμασι Λόγους τριαδικοὺς ἐξαγγέλλεσθαι, κἀν τοῖς τριαδικοῖς ἤγουν θεολογικοῖς ἐξαγγέλμασι τὰ οἰκονομικὰ προσφέρεσθαι ῥήματα (ἐπειδὴ καὶ τῆς Τριάδος εἷς ὁ Λόγος γνωρίζεται, ὁ τὴν οἰκονομίαν ὑπελθὼν τὴν ἀνθρώπειον, καὶ σώσας ἅπαν ἡμῶν τῶν ἀνθρώπων τὸ φύραμα), διεσταλμένοις μέντοι καὶ ἰδιοτρόποις νοήμασιν, οὐ μὴν ἀλλὰ καὶ προσρήμασιν, ἵνα μή τις ἐντεῦθεν φυρμὸς καὶ ἀνάχυσις τίκτηται τῶν τε θεολογικῶν καὶ τριαδικῶν προσκηρύξεων, τῶν τε οἰκονομικῶν καὶ ἑτεροίων προσρήσεων, διὰ τὴν τοῦ Λόγου καὶ Θεοῦ πρὸς τοὺς ταπεινοὺς ἡμᾶς συγκατάβασιν.

Εʹ. Ἐλαυνέσθωσαν γοῦν ταύτης ἡμῶν τῆς ἱερᾶς πανηγύρεως, Σαβέλλιοι, Μάρκελλοι, Ἄρειοι, Εὐνόμιοι, Εὐδόξιοι, Ἀστέριοι, καὶ ὅσοι τούτοις εἰσὶν ὅμοιοι, καὶ τὴν ἀθεΐαν ὁμόθρησκοι, οἱ τῆς θεολογίας τοὺς λόγους τοῖς τῆς οἰκονομίας συμφύροντες δόγμασι, καὶ ὑφ’ ἑαυτῶν συμφυρόμενοι καὶ συγχεόμενοι, καὶ τἀληθὲς εὑρεῖν μὴ δυνάμενοι· καὶ μὴν καὶ Πέτροι, καὶ Σευῆροι, καὶ πᾶσα τῶν Ἀκεφάλων ἡ μυριόχειλός τε καὶ μυριόγλωσσος αἵρεσις· οἳ διὰ τὴν πρὸς τοὺς πιστοὺς ἡμᾶς καὶ θεόφρονας δυσσεβεστάτην τε καὶ μιαρὰν ἀντιπάθειαν, τῇ τρισαγίᾳ φωνῇ σταυρὸν παρυφάναντες, τῆς ἀσυγχύτου Τριάδος τοὺς λόγους συνέχεαν. Τρὶς γὰρ καὶ αὐτοὶ τὸ, «Ἅγιος, ἅγιος, ἅγιος,» φάσκοντες, σταυρὸν ἀσεβῶς τοῖς τρισὶν ἁγιασμοῖς ἐπιφέρουσιν. Εἰ γὰρ τῆς Τριάδος ὕμνος ὁ Τρισάγιος πέφυκεν ἴδιος, πῶς ἀπαιδεύτως σταυρὸν αὐτῷ προσαρμόζουσιν οἱ τὴν θείαν ὄντως σοφίαν ἀπαίδευτοι;

Οὐ γὰρ τῆς Τριάδος ὁ σταυρὸς καταγγέλλεται, ἀλλὰ τοῦ σαρκωθέντος Υἱοῦ τὴν φιλάνθρωπον σάρκωσιν, τοῦ τῆς Τριάδος ἑνὸς, καὶ ὁ σταυρὸς αὐτός ἐστι καὶ ἡ σταύρωσις, κηρύττων αὐτοῦ τὴν σωτήριον νέκρωσιν, ἢν δι’ ἡμᾶς σαρκικῶς ἐνεκροῦτο σταυρούμενος.

Ϛʹ. Τοῦ Λόγου γὰρ σάρκωσιν οὐκ εἰπόντες οἱ τάλανες, οὔτε μὴν ἑτερογενῶν οὐσιῶν ὀνομάσαντες ἕνωσιν, θεότητός τε, φημὶ, καὶ ἀνθρωπότητος, ἀλλ’ οὔτε τὴν ἐκ Παρθένου τῆς θείας αὐτοῦ καὶ κυρίως Θεοτόκου κηρύξαντες γέννησιν, ἅπερ ἅπαντα σταυροῦ χρεὼν καθηγήσασθαι, σταυρὸν ἀθέσμως προσφέρουσι, τὴν μιαρὰν θεοπάθειαν ἱεροῖς μιγνύναι βουλόμενοι δόγμασιν.

Εὐτυχοῦς γὰρ τοῦ μιαροῦ καὶ παράφρονος ὅλην νενοσηκότες τὴν σύγχυσιν, καὶ ὅλην πεπωκότες τὴν πολύφυρτον κύλικα, πάντα συγχέουσι, τοῖς θεολογικοῖς τὰ οἰκονομικὰ καταμίσγοντες, τοῖς οἰκονομικοῖς τὰ θεολογικὰ καταθλίβοντες, ἄμφω τὰς φύσεις εἰς φύσιν μίαν ἐλαύνοντες, οὐσίας τὰς δύο πρὸς οὐσίαν μίαν συνάπτοντες, τὰς ἑκατέρας μορφὰς θεότητός τε καὶ ἀνθρωπότητος τῶν οἰκείων δογμάτων ἐκβάλλοντες, καὶ μορφὴν εἶναι μίαν Χριστοῦ καὶ οὐσίαν καὶ φύσιν βουλόμενοι· ἵνα μήτε τῆς θεολογίας οἱ λόγοι ἀκραιφνεῖς καὶ ἀκέραιοι μένωσι, μήτε τῆς οἰκονομίας τὰ δόγματα ἐλευθεριάζῃ τῆς Εὐτυχιανῆς αὐτῶν, μᾶλλον δὲ δυστυχοῦς, τροπῆς καὶ συγχύσεως.

Ἀλλ’ ἐκεῖνοι μὲν εἰς ἀσεβείας βυθὸν κυβιστήσαντες φυρέσθωσαν, καὶ τοῖς τῆς ἀσεβείας περικλυζέσθωσαν ῥεύμασιν. Ζʹ. Ἡμεῖς δὲ τῆς εὐσεβείας οἱ τρόφιμοι, καὶ τῆς ἐκείνων ἀκεφάλου τερθρείας ἀντίπαλοι, τῶν πατρῴων ἡμῶν δογμάτων γνησίως ἐχώμεθα· καὶ τῶν ἀποστολικῶν παραδόσεων ἄγρυπνοι γενόμενοι φύλακες, λόγους τριαδικοὺς ἐπιστάμενοι, καὶ λόγους οἰκονομίας γινώσκοντες, καὶ μηδὲ τούτους ἐκείνοις συγχέωμεν, μήτε τούτοις ἐκείνους συμφύρωμεν, ἀλλ’ ἑκάστοις τὸ πρέπον ἁρμόζωμεν, καὶ τόπον καὶ τρόπον καὶ καιρὸν ἀφορίζωμεν ἴδιον. Καὶ οὕτως ἔξω σκανδάλων ἐσόμεθα, καὶ πλάνης αἱρετικῶν ἀκοινώνητοι, καὶ μανίας ἑτεροδόξων ἐλεύθεροι· καὶ ἐπὶ τῆς ἐνθέου στησόμεθα πίστεως, ὑπὸ μηδενὸς τῶν πονηρῶν πνευμάτων στροβούμενοι, μηδὲ πρὸς ἐννοίας πονηρὰς ἐκφερόμενοι, εἰς ἃς ἡμῶν ἐλεεινῶς οἱ ἀντίπαλοι, τὸ ἑστάναι καλῶς παρωσάμενοι, καὶ τὸ φυλάττειν ἀφέντες ἀσφαλῶς τὴν πατρῴαν εὐσέβειαν, ἐμπεπτώκασι, καὶ ὀλώλασι, καὶ δυσσεβείας αἱρετικῆς κλυδωνίζονται κύμασιν.