Ἔργον
Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὸν εὐαγγελισμὸν τῆς θεοτόκου
Η ανακαίνιση της ανθρωπότητας και τελική δοξολογία
Το σωτηριολογικό μήνυμα της ενανθρωπήσεως, η σύγκριση του πρώτου Αδάμ με τον δεύτερο Αδάμ και η δοξολογική κατακλείδα της ομιλίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η ανακαίνιση της ανθρωπότητας και τελική δοξολογία
Το σωτηριολογικό μήνυμα της ενανθρωπήσεως, η σύγκριση του πρώτου Αδάμ με τον δεύτερο Αδάμ και η δοξολογική κατακλείδα της ομιλίας.
ΜΠʹ. Ἐγὼ δὲ ὁ ἐλάχιστος, ὁ τούτων προελθὼν κήρυξ τήμερον, πρὸς μόνους ὑμᾶς, τοὺς εὐσεβείας παῖδας καὶ πίστεως, καὶ δεχομένους εὐσεβῶς τὰ λεγόμενα, μεγαλοφώνως βοῶ, καὶ διαῤῥήδην κηρύττω καὶ φθέγγομαι· «Εὐαγγέλια, εὐαγγέλια, εὐαγγέλια.» Εὐαγγέλια τοῦ Σωτῆρος ἡμῶν, εὐαγγέλια τοῦ σαρκωθέντος Θεοῦ δι’ ἡμᾶς· εὐαγγέλια τῆς Θεοῦ παρουσίας πρὸς ἡμᾶς· εὐαγγέλια ἐνανθρωπήσεως Θεοῦ τῆς ἐξ ἡμῶν· εὐαγγέλια ἀσπόρου συλλήψεως Θεοῦ· εὐαγγέλια κυοφορίας Θεοῦ παρθενικῆς· εὐαγγέλια ἀτρέπτου συνδρομῆς Θεοῦ πρὸς σάρκα· εὐαγγέλια, ἐφ’ οἷς ἡμεῖς οἱ ἀπόβλητοι ὑψούμεθα καὶ θεούμεθα καὶ θεοὶ κατὰ χάριν γινόμεθα. Οὐκέτι φθορὰν δεδιττόμενοι· οὐκέτι πάθη φοβούμενοι· οὐκέτι θάνατον τρέμοντες· οὐκέτι τὸν μιαρόν ὀῤῥωδοῦντες διάβολον· οὐκέτι τὰς ἀφανεῖς αὐτοῦ προσβολὰς εὐλαβούμενοι· οὐκέτι τὰς φανερὰς αὐτοῦ τυραννίδας δειμαίνοντες· ἀλλ’ ὅλοι θεοὶ φαινόμενοι, ὅλοι θεοειδεῖς εὑρισκόμενοι, ὅλοι τῆς ἄνω χορείας γραφόμενοι, ὅλοι πολῖται τῆς ἄνω πόλεως Ἱερουσαλὴμ θεωρούμενοι. Ἔνθα γὰρ ἂν σχῶμεν ἡμῶν τὸ πολίτευμα, ἐκεῖ καὶ τοὺς κλήρους δεξόμεθα, καὶ τὰς ἀῤῥήτους μονὰς κατοικήσομεν.
ΜΘʹ. Τούτων ἁπάντων, ἀδελφοὶ, τὰ εὐαγγέλια φέροντες, πρὸς τοὺς φιλτάτους ὑμᾶς ἀφικόμεθα τήμερον. Τούτων γὰρ ἁπάντων ἀρχὴ καὶ ῥίζα καὶ κρηπὶς καὶ θεμέλιος τὰ νῦν πρὸς ὑμᾶς εὐαγγέλια πέφυκεν. Ἐκ τούτων γὰρ, ὡς ἐμάθετε, πᾶσα ἡμῖν τῶν ἀγαθῶν ἡ ἀφθονία πηγάζει, ὥσπερ ἀπὸ πηγῆς τινος ἀναβλύζουσα, καὶ πᾶσαν ὁμοῦ τὴν οἰκουμένην ἀρδεύουσα, καὶ εὐφραίνουσα καὶ ἐκτρέφουσα, καὶ εἰς οὐρανίους αὐλὰς ἀναφέρουσα, καὶ τῶν ἐκεῖσε θειοτάτων μονῶν καὶ μακαρίων δωρεῶν κοινωνοὺς ἀποφαίνουσα. Καὶ διὰ τοῦτο πολλάκις βοῶ γεγηθὼς διαπρύσιον· «Εὐαγγέλια, εὐαγγέλια, εὐαγγέλια·» πρὸς ἅπερ ὑμᾶς καλῶ καὶ προτρέπομαι, καὶ ἅπερ ὑμᾶς ἑορτάζειν βεβούλημαι σήμερον. Ἔνθεν γὰρ ἡμῶν ἡ σωτηρία προέρχεται· ἔνθεν ἡμῖν ἡ ἐλευθερία πυρσεύεται· ἔνθεν ἡμῶν ἡ πρὸς Θεὸν υἱοθεσία μαιεύεται· ἔνθεν ἡμῶν ἡ ἀνάκλησις τίκτεται· ἔνθεν ἡμᾶς ὁ Λόγος σώζειν καὶ Θεὸς ἀφικόμενος τῆς σωτηρίας ἀπάρχεται. Ταύτην τῆς εἰς ἡμᾶς εὐσπλαγχνίας ποιεῖται προοίμιον· ταύτην τῆς ἡμῶν θεουργίας τὴν ἀρχὴν ἐπεδείξατο· ἧς ἀνθρώποις οὐδὲν θυμηρέστερον· ἧς γηΐνοις οὐδὲν τιμαλφέστερον· ἧς τοῖς θνητοῖς οὐδὲν χαριέστερον.
Ὅθεν ὁ δεύτερος Ἀδὰμ, τὴν παρθένον γῆν προσλαβόμενος, ἀναμορφώσας ἑαυτὸν ἀνθρωπίνῳ τῷ σχήματι, δευτέραν ἀρχὴν τῇ ἀνθρωπότητι τίθεται, τὴν τῆς προτέρας ἀνακαινίζων παλαίωσιν, καὶ δευτέραν ἡμῖν δεικνὺς ἀπαλαίωτον, τὸ μὲν συγγενὲς πρὸς ἐκείνην καὶ ὁμόφυλον ἔχουσαν, οὐ φέρουσαν δὲ πρὸς αὐτὴν τῆς ζωῆς τὸ ὁμότροπον, οὔτε τῆς ἀξίας καὶ δόξης ἱερᾶς τὸ ἰσόῤῥοπον. Ἐκείνη διὰ τὸν πρῶτον Ἀδὰμ κατεκρίνετο· αὕτη διὰ τὸν δεύτερον Ἀδὰμ ἠλευθέρωται μέμψεως. Ἐκείνη διὰ τὸν πρῶτον Ἀδὰμ, θεϊκῶν αὐγῶν ἐξωρφάνισται· αὕτη διὰ τὸν δεύτερον Ἀδὰμ, οὐρανίων αὐγῶν ἀναπέπλασται.
Ἐκείνη διὰ τὸν πρῶτον Ἀδὰμ, τὸν ἐκ γῆς χοϊκὸν καὶ χοόφρονα, δουλείας ζυγὸν ὑπεβάσταξεν· αὕτη διὰ τὸν δεύτερον Ἀδὰμ καὶ Θεοῦ Υἱὸν ὁμοούσιον, υἱοθεσίας ἀξίωμα δέχεται· καὶ, «Ἀββᾶ, ὁ Πατὴρ,» κράζειν καὶ βοᾷν κατεπλούτησεν.
Νʹ. Ἆρα μὴ μικρὰ ἡμῶν, ἀδελφοὶ, τὰ εὐαγγέλια; ἆρα μὴ εὐτελὴς τῶν ἡμετέρων εὐαγγελίων ἡ κήρυξις; ἆρα μὴ ταπεινὴ καὶ κατάπτυστος τῶν ἡμῶν εὐαγγελίων ἡ ἔκλαμψις; ἢ οὐ πᾶσαν ὑπερβαίνει λαμπρότητα, καὶ πᾶσαν ὑπεραίρει φαιδρότητα, καὶ πᾶσαν ἀποκρύπτει κομψότητα; καὶ διὰ τοῦτο βοῶ πρὸς τοὺς κοινωνοὺς ὑμᾶς καὶ ὁμόφρονας· καὶ, «Εὐαγγέλια, εὐαγγέλια, εὐαγγέλια,» βοῶν οὐ κορέννυμαι.
Ἔτι τρέχειν βουλόμενον καὶ καλῶς εὐδρομεῖν ἐφιέμενον, ἐπέχω τὸν λόγον. Κεκμηκότας γὰρ ὁρῶ τοὺς ἀκούοντας, καὶ ταῦτα μὴ κορεσθέντας τῆς τῶν ἱερῶν εὐαγγελίων ἡμῶν ἀκροάσεως. Τὸ μὲν γὰρ πνεῦμα πρόθυμον ἔχετε, ἀλλ’ ἀσθενῆ τὴν σάρκα· ἐπεὶ καὶ λόγου κόρον περίκεισθε, καὶ ἐπὶ πλεῖον μοχθεῖν οὐκ ἰσχύετε. Οἶδα δὲ ταῖς ἀκοαῖς καὶ λόγου κόρον πολέμιον, κἂν θεῖος ᾗ καὶ ὑπέρτατος, καὶ μάλιστα ταῖς ἁψικόρως πρὸς λόγων ἐχούσαις ἀκρόασιν.
Ἱερῶς τοίνυν καὶ ὑψηλῶς τῶν ὑψηλῶν ἡμῶν εὐαγγελίων καὶ ἱερῶν τὴν ὑψηλὴν καὶ ἱερὰν ἑορτὴν ἑορτάσωμεν· καὶ ἀξίως αὐτὴν καὶ πρεπόντως τιμήσωμεν· ἵνα δι’ αὐτῆς ἀμαχότατα τῶν οὐρανίων ἀγαθῶν ἐπιτύχωμεν· ὧν ἡμῖν αὕτη ῥίζα καὶ πηγὴ καὶ γεννήτρια πέφηνεν, ἐν αὐτῷ Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, τιμὴ, κράτος, μεγαλωσύνη, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.