Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Τριῴδιον (Νόθος)

Σωφρόνιος Ἱεροσολύμων

Υμνολογία περί μετανοίας και νηστείας

Εισαγωγικό υμνολογικό τμήμα με προτροπές για νηστεία, αποφυγή των παθών, εγρήγορση και μετάνοια, εν όψει της μελλούσης Κρίσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 1 από 9

ᾨδή. Τὸν ἐν καμίνῳ τοῦ πυρός. Πυρποληθέντα ἡδοναῖς, καὶ τὸ ὀπτικὸν ἀμαυρωθέντα, τῷ πυρὶ τοῦ σοῦ φόβου ἀνακαινίσας, Χριστὲ, φωτί με σωτηρίας αὔγασον, ἵνα σε δοξάζω εἰς πάντας. Κόρον μισήσασα παθῶν, ἑστιάθητι καλῶν τῇ παροικίᾳ· καὶ ἡδύνθητι μᾶλλον τῇ ἐκ νηστείας τρυφῇ, πικρίας ἡδονῶν ἐκκλίνασα, ταπεινὴ ψυχή μου, καὶ ζήσεις εἰς αἰῶνας.

Πεπωρωμένος τὴν ψυχὴν, καὶ τῇ μέθῃ τῶν κακῶν ἐσκοτισμένος, οὐδαμῶς ἀτενίζω, πρὸς σὲ τὸν μόνον Θεόν· διό με οἴκτειρον καὶ φώτισον, καὶ τῆς μετανοίας ὑπάνοιξόν μοι πύλας. Ἡ οὐρανώσασα ἡμῶν τὴν γεώδη καὶ φθαρτήν, ἁγνή, οὐσίαν τῇ θερμῇ σου πρεσβείᾳ· κατευθυνθῆναι ἡμῶν ἐντεύξεις, καὶ δεήσεις ποίησον πρὸς τὸν σὸν καὶ πάντων Θεὸν καὶ βασιλέα.

Ὅτι ἐγώ εἰμι ὁ ἐν θαλάσσῃ Νῆψον, γρηγόρησον, στέναξον, δάκρυσον· διὰ νηστείας ὅλον τῆς ἁμαρτίας τὸν φόρτον, ψυχὴ, ἀπόῤῥιψον· τῇ θερμῇ μετανοίᾳ ἀπόφυγε τὸ πῦρ· καὶ διὰ πένθους, τῶν παθῶν τὸν πενθήρη χιτῶνα διάῤῥηξον, τὴν στολὴν τὴν θείαν λαμβάνουσα.

Ὄρει προσέλθωμεν ἀρίστων πράξεων· διὰ νηστείας πάντες, τὰς χαμαιζήλους λιπόντες τῶν ἡδονῶν προσβολὰς, καὶ εἰς γνόφον εἰσδύντες σεπτῶν θεωριῶν, μόνον ὀψόμεθα Χριστοῦ τὸ ἐράσμιον κάλλος, θεούμενοι μυστικῶς θείαις ἀναβάσεσιν.

Οἴμοι! τίς γένωμαι, τί διαπράξωμαι, τὴν ἁμαρτίαν πράττων καὶ τὸν Δεσπότην οὐ φρίττων ὁ ἀσυνείδητος; διὰ τοῦτο πρὸ δίκης κατάδικός εἰμι, δικαιοκρίτα ἀγαθέ· ἐπιστρέψας με σῶσον, τὸν ὑπὲρ πάντας βροτούς σε παραπικράναντα.

Ἡ ἀγεώργητος γῆ, ἡ βλαστήσασα τὸν τοῦ παντὸς τροφέα, τὸν ὑπανοίγοντα χεῖρα, καὶ εὐδοκίᾳ αὐτοῦ ἐμπιπλῶντα πᾶν ζῶον ἰσχύϊ θεϊκῇ, στήριξον ἄρτῳ ζωτικῷ παρειμένας καρδίας τῷ κόρῳ τῶν δυσχερῶν ἡμῶν παραπτώσεων.

Τὸν ἐν τῇ βάτῳ Μωϋσῆ. Ὕπνον ἀπόθου, ψυχὴ, τῆς δεινῆς ῥᾳθυμίας, καὶ προθύμως γρηγόρει πρὸς τὰς θείας ἐντολάς· ἐγγίζει ὁ νυμφίος· λαμπαδηφόρος σπεῦσον αὐτῷ προσυπαντῆσαι. Τραυματισθέντα δεινῶς ἡδονῆς τῇ ῥομφαίᾳ, τῇ μωτώσει, οἰκτίρμον, τῆς εὐσπλάγχνου ῥοπῆς σου ἰάτρευσόν με, Λόγε, ὅπως σε εὐχαρίστως δοξάζω εἰς αἰῶνας.

Ἀπὸ παθῶν βλαβερῶν, ἀπὸ φθόνου καὶ ζήλου, ἀπὸ πάσης κακίας ἐγκρατεύθητι, ψυχὴ, σιτίοις τρεφομένη τοῖς τὴν τρυφὴν τὴν ἄνω ἀΰλως προξενοῦσι. Θεογεννῆτορ ἁγνὴ, τῆς ψυχῆς μου τὰ ἕλκη, καὶ καρδίας τὰ πάθη, καὶ νοὸς τὰς ἐκτροπὰς θεράπευσον, ὡς μόνη ἁμαρτωλῶν βοηθὸς, καὶ πορθουμένων τεῖχος.

Τῶν γηγενῶν τίς ἤκουσε τοιοῦτο; Τῶν γηγενῶν τίς οὕτως ὀλισθήσας, Θεὸν παρώργισέ ποτε; Τίς ταῖς ὁρμαῖς τῆς κακίας ἐπηκολούθησε, καὶ καταγώγιον ὤφθη τῆς ἁμαρτίας, ὥσπερ ἐγὼ ὁ τάλας; Ἀλλ’ ὡς Θεὸς, ὁ θελητὴς τοῦ ἐλέους, σύ με οἴκτειρον.

Θεοειδῶν ἀγγέλων αἱ δυνάμεις, τὸν εὐδιάλλακτον Θεὸν ἐκδυσωπήσατε, σῶσαι ψυχὴν εἰς πέλαγος βιωτικῶν νηχομένην, καὶ τρικυμίαις παθῶν χειμαζομένην, καὶ προσβολαῖς τῶν ἐναντίων πνευμάτων κινδυνεύουσαν. Δεῦρο, ψυχὴ, πτεροῖς κουφιζομένη, διὰ νηστείας ἀρετῶν, τῆς χαμαιζήλου κακίας ὑπερανάστηθι, καὶ θεωρίαις ἐντρύφα ταῖς ἀνωτάταις· τρυφὴν ταῖς προξενούσαις τῶν ἀγαθῶν, θεοειδὴς γενομένη διὰ πίστεως.

Τίς ἀκουστὰς ποιήσει τὰς αἰνέσεις σοῦ τῆς τεκούσης ὑπὲρ νοῦν τὸν αἰνετὸν καὶ Δεσπότην, ἁγνὴ, καὶ Κύριον, ὅνπερ αἰνοῦσιν ἀγγέλων ταξιαρχίαι, Αὐτὸν οὖν ἐκδυσώπει ὑπὲρ λαοῦ ἡμαρτηκότος, Παρθένε ἀπειρόγαμε.

Ἐξήνθησεν ἡ ἔρημος. Σταυρώσωμεν τὰ μέλη δι’ ἐγκρατείας· νήψωμεν εἰς προσευχὰς, ὡς γέγραπται, καὶ κατ’ ἴχνος πολιτευσώμεθα τοῦ παθόντος καὶ πάθη θανατώσαντος. Ἐμέσαντες τὴν ἔμπικρον ἁμαρτίαν, σπεύσωμεν τῷ τὴν χολὴν θελήματι γευσαμένῳ εὐαρεστῆσαι Χριστῷ, τῷ σταυρῷ καθελόντι τὸν ἀρχέκακον.

Συνήθειαν λαβοῦσα ἡ ἁμαρτία ἔλκει με εἰς παντελῆ ἀπώλειαν· ἀλλὰ σύ με ταύτης ἐκλύτρωσαι τῷ σταυρῷ σου, οἰκτίρμων, πολυέλεε. Δεσπόζουσα ἁπάντων τῶν ποιημάτων, Δέσποινα, ὡς τὸν Δεσπότην τέξασα, τῆς δουλείας με ἐλευθέρωσον τοῦ, δολίου καὶ μόνου πολεμήτορος.

Κάμινός ποτε. Κάμινος παθῶν φλογίζει τὴν ψυχήν μου· ἀλλὰ τῇ δρόσῳ τοῦ ἐλέους σου ταύτην καταμάρανον· ὁ πηγάσας ἀπαθείας κρουνοὺς πλευρᾶς ἐξ ἀκηράτου σου σταυρούμενος, εὐεργέτα, διὰ πολλὴν συγκατάβασιν.

Ὕψωσας ἡμᾶς πεσόντας εἰς κακίαν, τῇ ἐν σταυρῷ σου ἀνυψώσει, Χριστέ· ὅθεν ὀλισθήσαντα ἁμαρτίας με εἰς βάραθρα, ἀνάγαγε καὶ στήριξον, πέτρα τῆς σωτηρίας, ὅπως δοξάζω τὸ κράτος σου. Λόγχῃ σου, Χριστὲ, παθῶν τὴν σηπεδόνα ἀποκαθάρας τῆς καρδίας μου, ὅλον καθαγίασον, ὃν ὁ ὄφις ἐτραυμάτισεν ὀδοῦσιν ἰοβόλοις· καὶ δίδου μοι ἀκωλύτως θείας πρὸς τρίβους πορεύεσθαι.

Σὲ τὴν φαεινὴν λαμπάδα καὶ λυχνίαν, ἐν ᾗ τὸ πῦρ τὸ τῆς θεότητος, οἰκῆσαν ἐφώτισε τοὺς νυκτοειδεῖ συσχεθέντας φθορᾷ, ἀμίαντε, γεραίρωμεν ἅπαντες εὐλογοῦντες, εὐλογημένη τὸν τόκον σου.

Ἀνάρχου γεννήτορος. Ἡλίου φαιδρότερον, νηστείας ἀναλάμψασα, ἡ πολύφωτος χάρις, εὐαγγελίζεται πᾶσι τοῦ σταυροῦ τὰς ἀκτῖνας, καὶ τὰς αὐγὰς τοῦ τιμίου πάθους, καὶ τῆς ἀναστάσεως τὴν ἡμέραν τὴν σωτήριον.

Ἁγνείαν ποθήσωμεν, πορνείαν ἀποφύγωμεν, τὴν ὀσφὺν σοφρωσύνῃ περιζωσώμεθα, ὅπως καθαροὶ ἐποφθῶμεν τῷ καθαρῷ καὶ μόνον ἐκ πάντων ζητοῦντι τὴν κάθαρσιν, τῷ Σωτῆρι τῶν ψυχῶν ἡμῶν. Χριστὲ, ἐκ τοῦ φόβου σου καθήλωσον τὰς σάρκας μου· ὁ σταυρῷ προσηλώσας τὴν ἁμαρτίαν Ἀδὰμ, λῦσον τῶν κακῶν μου τὴν δέσιν, τοῦ Πονηροῦ σύντριψον τὰ βέλη τῇ λόγχῃ σου, Δέσποτα, καὶ τῆς τούτου βλάβης ῥῦσαί με.

Κριτὴν δικαιότατον καὶ μόνον εὐδιάλλακτον, ἡ τεκοῦσα, Παρθένε, Χριστὸν Κύριον, ῥῦσαί με τῆς κρίσεως, Κόρη, καὶ τοῦ πυρὸς καὶ τῆς τιμωρίας, ἧς μοι προεξένησεν ἁμαρτίας ἡ ἀπόλαυσις.

Ὁ σοφίσας ὑπὲρ ῥητόν. Ὁ φωστῆρας ἐν τοῖς πέρασι τοὺς μαθητὰς ἀναδείξας τῷ κηρύγματι, Λόγε Θεοῦ, τὰς καρδίας ἡμῶν φώτισον φωτὶ ἀρετῶν, καὶ νηστείᾳ κάθαρον, διδοὺς μετάνοιαν ἐπιστροφῆς τοῖς δούλοις σου, εἰς τὸ δοξάζειν σε, ὁ μόνος ὑπάρχων, ὑπεράγαθε.

Ἐλήλυθας ἐκ Παρθένου. Ἐγκρατείας τὰς αὐγὰς δεχομένη ἀστράφθητι, ψυχὴ, καὶ ἀπόφυγε τῆς ἁμαρτίας τὴν ζόφωσιν, ὅπως ἀνατείλῃ σοι ἡ τῆς ἀφέσεως αἴγλη θείῳ Πνεύματι. Ἀγκίστρῳ με ἡδονῆς δελεάσας ὁ δόλιος αἰχμάλωτον ἔλαβεν· ἀλλ’ οἱ τὸν κόσμον ἀπόστολοι λόγῳ σαγηνεύσαντες, ἐκ τῆς αὐτοῦ με κακίας ἐκλυτρώσασθε.

Ἐδείχθητε τοῦ Ἡλίου τῆς δόξης αὐγάσματα, ἀπόστολοι ἔνδοξοι, πλάνης ἀχλὺν ἀπελαύνοντες· νῦν δέ με φωτίσατε τὸν ὑπὸ πάσης κακίας σκοτιζόμενον. Κεκράξομαι ἐν νυκτὶ καὶ ἡμέρᾳ θλιβόμενος πρὸς σὲ, καὶ ῥυσθήσομαι, καὶ ἡδονῶν ὑπερβήσομαι τείχους, καὶ σωθήσομαι, τῇ σῇ, Πάρθενε, δυνάμει τειχιζόμενος.

Τῷ δόγματι τῷ τυραννικῷ. Νηστεύσωμεν πάσης ἡδονῆς, πικραίνοντες τὴν αἴσθησιν νηστείᾳ, καὶ κατανύξεως πόμα θερμῶς πιώμεθα ψάλλοντες· Εὐλογεῖτε, τὰ ἔργα. Τῆς στάσεως τῆς ἐκ δεξιῶν γενέσθαι κοινωνόν με δυσωπεῖτε, ὅτ’ ἂν καθίσητε κρῖναι βροτοὺς σὺν Χριστῷ, ἀπόστολοι, τὸν πολλαῖς ἁμαρτίαις κρίσεως ὑπεύθυνον.

Ἐν ἅρματι θείων ἀρετῶν, νηστείᾳ καθαρθέντες, ἐπιβῶμεν, καὶ πρὸς αἰθέριον ὕψος τὸν νοῦν πετάσωμεν, ψάλλοντες τὸ, Εὐλογεῖτε, ἔργα. Διέμεινας ἄφλεκτος, τὸ πῦρ τεκοῦσα τῆς θεότητος, Παρθένε· ἀλλὰ κατάφλεξον πάθη ψυχῶν, τῶν βοώντων πάντοτε· Εὐλογεῖτε, τὰ ἔργα.

Ἡ τὸν ἀχώρητον Θεὸν ἐν γαστρὶ χωρήσασα. Ἀπεῤῥιμμένος ἡδονῶν ἀχανὲς εἰς πέλαγος, τὴν τῆς σῆς εὐσπλαγχνίας ἄβυσσον προσκαλοῦμαι· Σῶσόν με, Κυβερνῆτα. Τῆς εὐσπλαγχνίας ἡ πηγὴ, δός μοι κατανύξεως σταλαγμὸν, ὅπως ἀποκλαύσωμαι τῶν κακῶν μου τὰς ἀπείρους θαλάσσας.

Τῶν μαθητῶν σου, Ἰησοῦ, ταῖς σεπταῖς δεήσεσι τὴν σεπτὴν δίδου μοι ἀνάστασιν, προσκυνῆσαι καὶ τὰ θεῖά σου πάθη. Ἡ οὐρανώσασα ἡμῶν τὸ γεῶδες φύραμα, τῇ ἐν σοὶ τοῦ Θεοῦ, πανάμωμε, ἐνοικήσει, ῥῦσαι πάντας κινδύνων.

Ὁ φωτισμὸς τῶν ἐν σκότει. Τὴν ἐν ἐμοὶ καθορῶν ῥᾳθυμίαν ὁ δολιόφρων σπεύδει καὶ συμπράττει τῇ ἁμαρτίᾳ· χαίρει γὰρ οὗτος τῇ ἐμῇ τιμωρίᾳ· ἀλλὰ σύ μοι δίδου διόρθωσιν, Σῶτερ, εἰς ἐκείνου ἀναίρεσιν, δέομαι.

Ὁ τὰς ἀρχὰς θριαμβεύσας τοῦ σκότους ἐν τῷ σταυρῷ σου, τούτων ἐξελοῦ με τῆς κακουργίας, τὸν ἐμπεσόντα εἰς βυθὸν ἁμαρτίας, καὶ εἰς βόθρον ἀτόπων πράξεων, σοῦ δὲ τῷ ἐλέει σωθῆναι ἐλπίζοντα. Ὁ νεκρωθεὶς ἐν σταυρῷ ἡπλωμένος, τὴν νεκρωθεῖσαν ζώωσον ψυχήν μου τῇ ἁμαρτίᾳ, καὶ τὴν σεπτήν σου ἐξανάστασιν φθάσαι ἐν εἰρήνῃ, Χριστὲ, ἀξίωσον πράττοντα τὰ σὰ ἐμμελῶς δικαιώματα.

Ὁ φωτισμὸς τῆς ἐμῆς ἀσθενείας, ἡ σωτηρία τῆς ἀμαυρωθείσης, ἁγνὴ, ψυχῆς μου, σῶσόν με, σῶσον ἀπολλύμενον, Κόρη, καὶ χιτῶνα τῆς ἀφθαρσίας με ἔνδυσον φθαρέντα δεινοῖς παραπτώμασι.

Τὸν ἐν καμίνῳ τοῦ πυρός. Ὁ ταπεινώσας ἑαυτὸν, ἀνυψώθης ἐν σταυρῷ, δι’ εὐσπλαχνίαν ἀνυψῶν τὸν πεσόντα βρώσει τοῦ ξύλου ποτέ· διό σε, μόνε ὑπερύμνητε, τὸν δεδοξασμένον ὑμνοῦμεν εἰς αἰῶνας. Ἀπροσεξίας νυσταγμῷ, ἁμαρτίας τὸν βαρὺν ὑπέστην ὕπνον· ἀλλὰ σὺ ὁ ὑπνώσας ἐπὶ σταυροῦ δι’ ἐμὲ, Χριστέ μου, ἔγειρον πτωθέντα με, μή με καταλάβῃ ἡ νὺξ ἡ τῶν παθῶν μου.

Ἐκτυφλωθεὶς ταῖς ἡδοναῖς περιφέρω τὴν ψυχὴν ἐσκοτισμένην· καὶ γελᾷ καθορῶν με ὁ δολιόφρων ἐχθρός· διό με φώτισον καὶ λύτρωσαι τούτου τῆς κακίας, Χριστὲ, εἰς τοὺς αἰῶνας. Ἐν ἀμελείᾳ τὴν ζωὴν δαπανήσας νυσταγμῷ τῆς ἁμαρτίας, τὴν ψυχὴν ἐβαρήθην· τῇ ἀκοιμήτῳ σου δὲ πρεσβείᾳ προστρέχω· μὴ δῴης με εἰς θάνατον ὑπνῶσαι, πανάχραντε Παρθένε.

Ἡ τὸν πρὸ ἡλίου. Τὴν λελεπρωμένην ψυχήν μου τοῖς ἀτόποις ἐνθυμήμασι, τῷ ῥαντισμῷ τοῦ αἵματός σου κάθαρον, Θεοῦ Λόγε, καὶ κοινωνὸν τῆς δόξης σού με ποίησον, ὁ δι’ ἐμὲ τὴν ἄδοξον καθυπομείνας θέλων σταύρωσιν.

Ὅλος κατεκάμφθην τῷ βάρει τῶν ἀτόπων, Σῶτερ, πράξεων· καὶ σκυθρωπάζων κράζω σοι, φιλάνθρωπε, τῆς ψυχῆς μου τοὺς ἀνιάτους μώλωπας θεράπευσον τῷ σῷ τιμίῳ μώλωπι, ἵνα ὑμνῶ σου τὴν θεότητα. Βρῶμα τὴν κακίαν ποιούμενος καὶ πόμα τὴν ἀμέλειαν, ὁ κατὰ πάντα μένων ἀδιόρθωτος, τῶν βρωμάτων τῇ ἀποχῇ ἀκαίρως ἐπαγάλλομαι· οὐ γὰρ τοιαύτην ἔφησε νηστείαν ἔσεσθαι ὁ Κύριος.

Τὴν τῆς ἀποτόμου ἀρχαίας ἀναίρεσιν ἀποφάσεως, καὶ τῆς προμήτορος τὴν ἐπανόρθωσιν, τὴν τοῦ γένους τῆς πρὸς Θεὸν αἰτίαν οἰκειώσεως, τὴν πρὸς τὸν Κτίστην γέφυράν σε, Θεοτόκε, μεγαλύνομεν.

Τριστάτας κραταιούς. Ὁ μόνος ἀγαθὸς, ἡ πηγὴ τοῦ ἐλέους, ὁ ἀμνὸς ὁ τοῦ Θεοῦ ὁ αἴρων ὡς Θεὸς τὰ τοῦ κόσμου ἐγκλήματα, σῶσόν με ἁμαρτημάτων τρικυμίαις ποντούμενον, μετανοίας πρὸς ὅρμον ἰθύνων με. Νηστεία καθαρὰ μακρυσμὸς ἁμαρτίας, ἀλλοτρίωσις παθῶν, ἀγάπη πρὸς Θεὸν, προσευχῆς ἐπιμέλεια, δάκρυα σὺν κατανύξει, προμηθία πενήτων τε, ὡς Χριστὸς ἐν Γραφαῖς ἐνετείλατο.

Πληγέντα τὴν ψυχὴν ἁμαρτίας ῥομφαίᾳ, καὶ κατάστικτον πολλοῖς ὑπάρχοντα κακοῖς, ἰατρὲ τῶν ψυχῶν ἡμῶν, ἴασαι ὡς εὐεργέτης ἐπιθείς μοι τὰ φάρμακα τῶν σεπτῶν ἐντολῶν σου, φιλάνθρωπε. Ἀμόλυντε σκηνὴ, παναγία Παρθένε, μολυνθέντα με δεινῶς παθῶν ἐπαγωγαῖς, τῇ πηγῇ τοῦ ἐλέους σου κάθαρον, καὶ δός μοι ὄμβρους κατανύξεως, Δέσποινα, ἁμαρτίας βυθὸν κατακλύζοντας.

Λυτρωτὰ τοῦ παντός. Παροδεύων τοῦ βίου τὸ ἄστατον, λῃστρικοῖς λογισμοῖς περιέπεσον, καὶ πληγωθεὶς προσώζεσα· ἰατρὲ τῶν νοσούντων, δίδου μοι χεῖρα, τῶν ἁγίων σου πάντων δεήσεσι. Χαλεπῆς ἁμαρτίας κλυδώνιον τὴν ἐμὴν συνταράσσει διάνοιαν· ὥσπερ τὸν Πέτρον σῶσόν με, Ἰησοῦ, μελῳδοῦντα. Πάντα τὰ ἔργα Κυρίου, εὐλογεῖτε τὸν Κύριον.

Ἐγκρατείᾳ τὰ πάθη νεκρώσωμεν, τῇ νηστείᾳ τὸ Πνεῦμα πτερώσωμεν πρὸς οὐρανὸν, καὶ κράζωμεν κατανύξει καρδίας, Ἡμάρτομέν σοι, ὁ Θεός· ὡς οἰκτίρμων συγχώρησον. Ἐν γαστρί σου σκηνώσας ὁ Ὕψιστος, οὐρανῶν πλατυτέραν σε ἔδειξε, καὶ προστασίαν ἄμαχον τῶν βοώντων, Παρθένε, πάντα τὰ ἔργα.

Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι. Νηστεύσωμεν μήνιδος, πιστοὶ, τρυφήσωμεν τὴν ἀγάπην τὴν ἀνόθευτον, θρύψωμεν πένησι τὸν ἄρτον, τὸν θεῖον σιτιζόμενοι χάριτι, καὶ δάκρυσι τὰ δάκρυα σβέσωμεν τὰ τῆς μελλούσης ἀποφάσεως.

Ταλαίπωρε, στέναξον, ψυχὴ, σκυθρώπασον, μετανοίας τρόπους ἔνδειξαι· νῦν ἐπὶ θύραις ἡ ἡμέρα, ὁ κρίνων ἀποτόμως καθέζεται, ἑκάστῳ ἀπονέμων τὰ ἄξια τῶν πεπραγμένων, καθὼς γέγραπται. Οὐ κέκτημαι πράξεις ἀγαθὰς, ἐσπίλωσα τὸν χιτῶνα ὅνπερ εἴληφα θείου ἐνδύματος ἐνδύσει· ἐν σκότει ἀγνωσίας πορεύομαι· φωτί με τοῦ προσώπου σου, Κύριε, ἀπεγνωσμένον νῦν καταύγασον.

Μαρία, Κυρία τοῦ παντὸς, παντοίοις με δουλωθέντα ἁμαρτήμασι σὺ ἐλευθέρωσον, Παρθένε· τὸν Ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν αὐτὴ γὰρ ὑπὲρ λόγον ἐκύησας, οὐσιωθέντα τὸ ἀνθρώπινον.

Ὅτι ἐγώ εἰμι ὁ Θεὸς ὑμῶν. Στέναξον, δάκρυσον, ψυχὴ, ἐπίστρεψον, μετανόησον· ἤγγικεν ἡ ὥρα, ἐπὶ θύραις ὁ κριτής· πρὸς ἀπολογίαν ἑτοιμάζου, καὶ βόησον, Ἡμάρτηκά σοι, οἰκτίρμων· ἐλεήμων, ἀγαθὲ, σύ με οἴκτειρον.

Κόρον ἁμαρτίας, ψυχή μου, μίσησον τὸν ὀλέθριον, τρύφησον τῷ κόρῳ τῆς νηστείας ἐμμελῶς· τὰς σωτηριώδεις ἐντολὰς βρῶμα ποίησον, ἀπόλαυσιν προξενούσας αἰωνίων ἀγαθῶν διὰ πίστεως. Ἄγγελοι, Δυνάμεις Ἀρχαὶ, Ἀρχάγγελοι, Κυριότητες, Θρόνοι, Ἐξουσίαι, Χερουβὶμ, καὶ Σεραφὶμ, τὸν ἀγαθοδότην καὶ Θεὸν ἱκετεύσατε, συγχώρησον ὀφλημάτων καὶ παθῶν ἀπαλλαγὴν δωρηθῆναι ἡμῖν.

Ἡ μόνη κυήσασα τὸν ἄναρχον Λόγον, πάναγνε, ἐκ σοῦ σαρκωθέντα, καὶ μὴ τραπέντα ὅπερ ἦν· μείνασα παρθένος μετὰ τόκον ἀνύμφευτε, ἱκέτευε ὑπὲρ πάντων ἡμῶν, τοῦ λυτρωθῆναι ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν.

Οἱ θεορήμονες παῖδες ἐν καμίνῳ. Ὁ δικαιώσας στενάξαντα τελώνην, ὁ οἰκτειρήσας τὴν πόρνην ἀπὸ καρδίας δακρύσασαν, σῶσον, οἴκτειρον, Σῶτερ, ψυχὰς τῶν ὑμνούντων σε. Καρποφορήσωμεν πράξεις ἐναρέτους διὰ νηστείας Κυρίῳ· καὶ βλαβερῶν ἀποσχώμεθα λογισμῶν, ἵνα θείας τρυφῆς ἐπιτύχωμεν.

Οἱ τῶν ἀγγέλων χοροί σε δυσωποῦσι, τῶν ἀποστόλων ὁ δῆμος, καὶ τῶν μαρτύρων τὰ τάγματα· Ἰησοῦ, τῷ λαῷ σου συγχώρησιν δώρησαι. Τὸ ἀλατόμητον ὄρος, τὴν Παρθένον, τὴν φωτοφόρον λυχνίαν, τὴν εὐδιάβατον κλίματα, τοῦ Θεοῦ τὸ χωρίον, πιστοὶ, μακαρίσωμεν.

Τὸν προδηλωθέντα ἐν ὄρει τῷ νομοθέτῃ. Ἡ καλὴ νηστεία πιαίνουσα τὴν καρδίαν, στάχυν ἀρετῶν ὥριμον ἐνθέως ἐκβλαστάνει, ἢν ποθήσωμεν ἐν ἁγίαις ἡμέραις, τὸν ἁγιασμὸν ὑποδεχόμενοι. Τὸν ἐν ἁμαρτίαις πολλαῖς κατεσπιλωμένον τετραυματισμένον ὁρῶν, καὶ κατακεκριμένον, ἐλεήμων τῷ σῷ ἐλέει οἰκτείρας, σῶσόν με ἱκεσίαις τῶν ἁγίων σου.

Οἵμοι! παναθλία ψυχὴ, πῶς ἀπολογήσῃ; ποία φρίκη σε λήψεται, κριτοῦ καθεζομένου, μυριάδων παρισταμένων ἀγγέλων; σπεῦσον οὖν, πρὸ τέλους μετανόησον. Τὸ βασιλικὸν ὄχημα, τὴν φαιδρὰν νεφέλην, ὀρὸν τὸ πιότατον, ὀρὸν τετυρωμένον, ἀπειρόγαμε, δυσωπῶ σε, Παρθένε, ἴασαι τὰ πάθη τῆς καρδίας μου.

Στερεωθήτω ἡ καρδία μου. Σταυρῷ παλάμας ἐξεπέτασας, τῆς ταθείσης πάλαι χειρὸς τοῦ Ἀδὰμ πρὸς τὸ τῆς γνώσεως φυτὸν ἀναιρῶν τὸ ἁμάρτημα, διὰ σπλάγχνα οἰκτιρμῶν, Λόγε Θεοῦ ὑπεράγαθε. Στερέωσόν μου τὴν διάνοιαν κλονουμένην φθόνῳ τοῦ ὄφεως· ταῖς τῶν παθῶν ἐπαγωγαῖς, τῷ σῷ πάθει, φιλάνθρωπε, ὁ παθὼν καὶ τὴν ἀπάθειαν πιστοῖς χαρισάμενος.

Ἡ τῆς νηστείας χάρις ἔλαμψεν, ἀκρασίας σκότος διώκουσα· ἰδοὺ εὐπρόσδεκτος καὶ ἡμέρα σωτήριος· μετανοίας ἐνδειξώμεθα καρποὺς καὶ ζησόμεθα. Καταπιπτόντων ἐπανόρθωσις, ἡδονῶν κρημνοῖς συμπτωθέντα με, καὶ ἁμαρτίας χαλεπὰ ἐμπεσόντα εἰς βάραθρα, ἐξανάστησον, ἁγνὴ, καὶ πρὸς ζωὴν ποδήγησον.

Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ. Ὁ μετὰ ἀνόμων λογισθῆναι διὰ πλῆθος ἐλέους καταδεξάμενος, τὰς ἐμὰς ἁμαρτίας ἐξάλειψον ἐν πίστει, ὅπως σε δοξάζω, Χριστὲ, εἰς τοὺς αἰῶνας. Τῶν ἁμαρτιῶν μου τὸ χειρόγραφον, τῇ σῇ διάῤῥηξον λόγχῃ· καὶ τῆς καρδίας μου τὰς ὀδύνας θεράπευσον.

Κύριε, πληγείσης βέλει τῆς κακίας τῶν πονηρῶν δαιμόνων. Μεμελανωμένην τὴν καρδίαν τῆς ἁμαρτίας τῷ λύθρῳ, τῷ σῷ ἀπόπλυνον ἐκ πλευρᾶς ἀποστάξαντι αἵματι, Χριστέ μου, ἵνα σε δοξάζω εἰς πάντας τους αἰῶνας.

Ἡ ἀγεωργήτως ἐκβλαστήσασα τὸν ἐπουράνιον στάχυν, Παρθένε, ἔμπλησον πεινῶσαν τὴν ταπεινὴν ψυχήν μου.

Τὴν ζωοδόχον πηγὴν τὴν ἀέναον. Νενηστευκὼς Ἐλισσαῖος ἀνέστησε· νενεκρωμένον τὸν παῖδα, ὡς γέγραπται· καὶ ἡμεῖς νηστεύοντες, σαρκικὰ φρονήματα ἀπονεκρῶσαι, πιστοὶ, κατεπειχθῶμεν, ἵνα ζωῆς τῆς ἐκεῖ ἐπιτύχωμεν.

Οἵμοι! ψυχὴ, φοβερὸν τὸ κριτήριον, καὶ τοῦ κριτοῦ ἡ φρικώδης ἀπόφασις· σπεῦσον, μετανόησον, Χριστῷ διαλλάγηθι τῷ διὰ σὲ ἐν σταυρῷ ἀναρτηθέντι, καὶ ῥυσαμένῳ πιστοὺς κατακρίσεως. Τῆς μετανοίας μοι πύλας διάνοιξον, τὰς τῶν παθῶν μου εἰσόδους ἀπόκλεισον, ὁ λῃστῇ τὴν εἴσοδον δείξας εὐεπίβατον τοῦ παραδείσου, Χριστὲ, τῇ σῇ σταυρώσει ἵνα δοξάζω τὴν σὴν ἀγαθότητα.

Ὅτι εἰς βάθη κακίας ἀπέῤῥιμμαι, καὶ λογισμοῖς ἐναντίοις χειμάζομαι, δαίμοσι πειθόμενος, ἡδοναῖς δουλούμενος· βοήθησόν μοι, ἁγνὴ Παρθενομῆτορ, πρὸς σωτηρίας ὁδὸν ὁδηγοῦσά με.

Μὴ ἐν ποταμοῖς ὀργισθῇς, Κύριε, ἢ ἐν ποταμοῖς ὁ θυμός σου, ἢ ἐν θαλάσσῃ τὸ ὅρμημα. Μέθην ἡδονῶν ψυχοφθόρων σβέσαντες, τὸ τῆς κατανύξεως πόμα διὰ νηστείας ἐμφορηθῶμεν. Νήστευσον, ψυχὴ, ἀκρασίας βρώσεως, τρύφησον καλῶν θεωρίαις, ἵνα τῆς ἄνω τραπέζης τύχῃς.

Ἄνθρακες πυρὸς τοῦ ἀΰλου πέλοντες, φλέξατε παθῶν μου τὴν ὕλην, θεῖοι ἀπόστολοι τοῦ Σωτῆρος. Σάρκα τῷ Χριστῷ ἐκ τῆς σῆς δανείσασα, νέκρωσον σαρκός μου τὰ πάθη, ζωοκυῆτορ ἁγνὴ Παρθένε.

Τὸν ἐν φλογὶ τοῖς παισὶ τῶν Ἑβραίων. Θανατωθεὶς ταῖς πολλαῖς ἁμαρτίαις, νεκρὰν προσφέρω τὴν ψυχὴν ἐν τῷ βίῳ· διό με οἰκτείρατε ζωηφόροις πρεσβείαις ταῖς ὑμῶν, θεόπται μαθηταὶ τοῦ Κυρίου. Περισχεθεὶς ἁμαρτίας ὀμίχλῃ, ᾅδῃ προσήγγισα ἀπογνώσεως ὄντως· διό με φωτίσατε, τοῦ Ἡλίου τῆς δόξης μύσται, καὶ ἀκτῖνες ὑπάρχοντες θεόπται.

Ἀπὸ παθῶν ἐγκρατεύου, καὶ σώζῃ, ψυχὴ ταλαίπωρε· ἀποχὴ γὰρ βρωμάτων νηστεία, ἀπρόσδεκτος τοῖς ὀρθῶς ἐκζητοῦσι, εἰ μὴ καὶ σφαλμάτων διόρθωσις ὑπάρχῃ. Βάτον πυρὶ καιομένην Μωσῆς σε πρὶν ἐθεώρει, θεομῆτορ Παρθένε· διό μου κατάσβεσον τῶν παθῶν τὰς καμίνους, καὶ πυρὸς γεέννης ἐξάρπασον, καὶ σῶσον.

Ἐν Σιναίῳ τῷ ὄρει κατεῖδέ σε. Ποταμοὶ γεγονότες, ἀπόστολοι, τῆς πηγῆς τῆς νοητῆς, καὶ τὸ ὕδωρ τὸ ζῶν εὐπορήσαντες ἐν καρδίᾳ καθαρᾷ, τῆς ἐμῆς ἁμαρτίας τὰ ῥεῖθρα ξηράνατε ταῖς προσευχαῖς ὑμῶν, καὶ πρὸς σωτηρίας ὁδὸν ὁδηγήσατε.

Ἁμαρτίας χειμάζει κλυδώνιον τὴν ἀθλίαν μου ψυχήν· δεξιὰν ὡς τῷ Πέτρῳ μοι ἔκτεινον, κυβερνῆτα ἀγαθέ· μὴ βυθός με καλύψῃ ὁ τῆς ἀπογνώσεως· βρῶμα μὴ γένωμαι κήτους ψυχοφθόρου, Χριστὲ πολυέλεε. Ἀποστόλων χορὸς ἱκετεύει σε, Ἰησοῦ παμβασιλεῦ· δυσωπεῖ σε ἀγγέλων τὰ τάγματα· διὰ πλῆθος οἰκτιρμῶν τῷ λαῷ σου παράσχου κακῶν ἀπολύτρωσιν, βίου διόρθωσιν, καὶ τῆς βασιλείας τῆς σῆς τὴν οἰκείωσιν.

Παρθενία καὶ τόκος συνέδραμεν ὑπὲρ φύσιν ἐπὶ σοὶ, κιβωτὲ τοῦ σεπτοῦ ἁγιάσματος, Μητροπάρθενε ἁγνή· διὸ πίστει βοῶ σοι, ὅλον με ἁγίασον· ὅλον ἐκλύτρωσαι πάσης ἀσελγείας παθῶν τῶν θλιβόντων με.