Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Τριῴδιον (Νόθος)

Σωφρόνιος Ἱεροσολύμων

Σταυρώσιμοι κανόνες και ύμνοι για το μέσον της Νηστείας

Υμνολογία αφιερωμένη στο πάθος του Κυρίου, το ζωοποιό ξύλο του Σταυρού και την πνευματική πορεία κατά την περίοδο των νηστειών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 3 από 9

Ἁρματηλάτην Φαραὼ ἐβύθισας. Ἡ φωτοφόρος τοῦ σταυροῦ προσκύνησις πᾶσιν ἐπέφανεν, ἡλιακὴν αἴγλην σωτηρίας πέμπουσα, καὶ πάντας καταυγάζουσα τοὺς παθῶν ἀμαυρώσει κεκρατημένους· συνδράμωμεν, τοῦτον καθαρῶς ἀσπασώμεθα.

Τῇ τῆς νηστείας καθαρθέντες χάριτι, καθαρωτάτῳ νοῒ, τῷ καθαρῷ μόνῳ δεῦτε ἐκβοήσωμεν φωνὴν εὐχαριστήριον· Σὺ τὸ αἷμά σου, Λόγε, ἡμῶν εἰς λύτρον ἐξέχεας, καὶ τῷ σῷ σταυρῷ ἁγιάζεις ἡμᾶς. Συμποδισθεὶς ταῖς προσβολαῖς τοῦ ὄφεως, πτῶμα ἐξαίσιον διὰ παντὸς κεῖμαι· Σῶτερ ὁ τὴν ἔκπτωσιν τῶν πρωτοπλάστων πάθει σου καὶ σταυρῷ ἀνορθώσας, ἀνόρθωσον καὶ ὁδήγησόν σου πρὸς θελημάτων ἐκπλήρωσιν.

Παρισταμένη τῷ σταυρῷ σου, Κύριε, ἡ ἀπειρόγαμος, καὶ τὰς ἐν σοὶ τρώσεις καθορῶσα, Δέσποτα, τιτρωσκομένη ἔλεγεν· Οἴμοι! τέκνον, ὠδῖνας ἀποφυγοῦσα τῷ τόκῳ σου, νῦν ὀδυνηρῶς κατατρύχομαι.

Ἑπταπλασίως κάμινον. Τὸν ἰοβόλον πάθεσι καὶ ψυχὴν καὶ διάνοιαν τετραυματισμένην κεκτημένον, Κύριε, ἐλέησον, οἴκτειρον, τῷ σταυρῷ θεράπευσον, καὶ ταῖς ἐκ πλευρᾶς σου κενωθείσαις ῥανίσι· προθύμως ἵνα ψάλλω· Ἱερεῖς, εὐλογεῖτε Κύριον.

Ἐπὶ τοῦ ὄρους πάλαι σε Μωϋσῆς προετύπωσε, χεῖρας ἀνυψῶν καὶ Ἀμαλὴκ τροπούμενος, σταυρὲ πανσεβάσμιε, ὃν προσκυνοῦντες σήμερον, τρέπομεν δαιμόνων τὰ ἀλλόφυλα στίφη, καὶ φόβῳ μελῳδοῦμεν· Ἱερεῖς, εὐλογεῖτε.

Ὑπὸ παθῶν κλονούμενον, ὑπ’ ἐχθρῶν σκελιζόμενον, ὑπὸ συνηθείας πονηρᾶς ἑλκόμενον, οἰκτείρησον, εὔσπλαγχνε, τῷ σῷ σταυρῷ θωράκισον· ὅπως μελῳδῶ ἐν ἀκλονήτῳ καρδίᾳ· Οἱ παῖδες, εὐλογεῖτε. Ὀδυνηρὰ στενάζουσα, μητρικῶς ἀλαλάζουσα, καὶ τὴν ἐκ τῶν σπλάγχνων συνοχὴν μὴ φέρουσα, σταυρῷ ἐνητένιζες τῷ ἐκ τῆς σῆς τεχθέντι γαστρὸς, Τέκνον, ἐκβοῶσα, τί τὸ ὅραμα τοῦτο; πῶς πάσχεις ὁ τῇ φύσει ἀπαθής; Πάντως θέλων τὸ γένος τῶν ἀνθρώπων παθῶν ἐλευθερῶσαι.

Ἔφριξε πᾶσα ἀκοή. Ἐγγόνους πάλαι Ἰακὼβ εὐλογῶν προδιετύπου τρανότατα σταυρὸν τὸν τίμιον· δι’ οὗ, οἰκτίρμον, ἡμᾶς εὐλόγησον, ἁγιασμοῦ παρεκτικὴν χάριν παρεχόμενος τοῖς προσκυνοῦσιν αὐτὸν, καὶ τὸν πάντων Λυτρωτὴν σὲ δοξάζουσι.

Νηστείας ὕδατι πιστοὶ, καθαρθέντες καὶ ψυχὴν καὶ διάνοιαν, τὸ ζωοδώρητον καὶ θεῖον ξύλον περιπτυξώμεθα· πρόκειται πᾶσιν ἐμφανῶς, βρύον θείαν ἄφεσιν, καὶ φῶς οὐράνιον, καὶ ζωὴν, καὶ ἀληθῆ ἀγαλλίασιν. Κριτήν σε οἶδα φοβερὸν ἐλευσόμενον ἐν δόξῃ θεότητος, πάντων τὰ κρύφια ἐλέγχειν τότε μέλλοντα, Κύριε· διό σοι κράζω, ἀγαθέ· Ἥμαρτον, συγχώρησον, μὴ θριαμβεύσῃς μου τὰ πολλὰ καὶ χαλεπὰ πλημμελήματα.

Τὸν ἄρνα πάλαι ἡ ἀμνὰς, θεωρήσασα σταυρῷ καθηλούμενον, καὶ σκοτιζόμενον ἡλίου φέγγος, κλαίουσα ἔλεγεν· Ἥλιε δόξης Ἰησοῦ, ἔδυς θανατούμενος· ἀλλὰ ἀνάτειλον τῆς ἐγέρσεως τὸ φῶς τοῖς ποθοῦσί σε.

Ὅτι ἐγώ εἰμι Θεὸς, ὁ πάλαι τὸν Ἰσραήλ. Μέσον τῆς κτίσεως, ὃν καθυπέμεινας σταυρὸν, Μεσσία, Λόγε Θεοῦ, τῷ τῆς νηστείας σήμερον μεσασμῷ, πιστῶς προσκυνοῦμεν, αἰτούμενοι κατιδεῖν καὶ τὴν ἀνάστασιν τὴν σήν.

Ῥάβδῳ δυνάμεως προτυπωθείσῃ τῷ Μωϋσῇ τὴν θάλασσαν τῶν παθῶν διατεμόντες, φθάσωμεν πρὸς τὴν γῆν τῆς ἐπαγγελίας· καὶ μάννα τοῦ νοητοῦ ἐμφορηθῶμεν διαψιλῶς. Τίς μὴ θρηνήσῃ σε, τίς μὴ πενθήσῃ σε, ψυχὴ, ποθοῦσαν τὰ πονηρὰ, οὐκ ἐκζητοῦσαν πόθῳ τὰ ἀγαθὰ, δικαίου κριτοῦ δὲ καταφρονοῦσαν ἀεὶ, μακροθυμοῦντος ἐπὶ σοί;

Σάρκα γενόμενον ἀναλλοιώτως τὸν Χριστὸν, Παρθένε, κυοφορεῖς· ὃν ἐκτενῶς ἱκέτευε, σαρκικῶν παθῶν ἀπαλλάξαι τοὺς προσκυνοῦντας σαρκὶ ὃν καθυπέμεινε σταυρόν.

Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ. Ὁ συσσείσας θεμέλια πάσης τῆς γῆς ὡς Θεὸς, ὑψωθεὶς ἐν ξύλῳ, ἄσειστον πᾶσιν ἐδωρήσω πιστοῖς ἔρεισμα, Κύριε, τὸ σωτήριον ὅπλον τοῦ σταυροῦ σου· ὅνπερ προσκυνοῦντες, σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ἀπαστράπτον θεώμενοι ὑπὲρ ἡλίου βολὰς, τοῦ σταυροῦ τὸ ξύλον, δεῦτε νηστείᾳ ἀστραπτόμενοι νῦν ἀσπασώμεθα, ἀρυόμενοι χάριν φωτοφόρον, σκότος ἐκμειοῦσαν τῶν ὑπερυψούντων Χριστὸν εἰς τοὺς αἰῶνας. Ὕδωρ ζῶν τὸ ἀλλόμενον εἰς αἰωνίαν ζωὴν σὺ ὑπάρχων, Λόγε, αἷμα καὶ ὕδωρ ἐκ πλευρᾶς ἐν σταυρῷ ἔβλυσας, Δέσποτα, ἁμαρτίας χειμάῤῥους ἀναστέλλων· ὅθεν δυσωπῶ σε, ξήρανον παθῶν μου τὰς πονηρὰς ἐκβλύσεις.

Νοητὸν ὡς ἁγίασμα, τὸν ἐν ἁγίοις Θεὸν ἀναπαυόμενον τίκτεις, ἁγία Θεομῆτορ ἁγνὴ, πάντα τὰ πέρατα ἁγιάζοντα θείᾳ κυβερνήσει σήμερον, Παρθένε, ξύλου παναγίου ἐν ᾧ σαρκὶ ἐπάγη.

Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τοῦ Ἰσραὴλ, ὁ σταυρῷ σου λύσας τὴν ἀρχαίαν ἀράν· καὶ τοῦτον ἡμῖν δωρησάμενος κραταίωμα καὶ καταφυγὴν, καὶ ἀσφαλῆ κρηπῖδα· δι’ οὗ τοὺς ἐχθροὺς ἡμῶν νῦν κερατιοῦμεν.

Ὅτι σειραῖς συσφίγγομαι τῶν ἀμέτρων μου κακῶν, καὶ τὰς τρίβους σου τὰς σωτηρίους, Χριστὲ, ἑκὼν ἐπιγνῶναι οὐ βούλομαι· τῷ σῷ με ἐπίστρεψον σταυρῷ, τὴν πώρωσίν μου λύων, δι’ ἄφατον ἔλεος τῆς σῆς εὐσπλαγχνίας.

Τὴν Φαρισαίου ἔπαρσιν μιμησάμενος κακῶς, κατηνέχθην πτῶμα χαλεπὸν καὶ δεινὸν, καὶ κεῖμαι ἐχθρῶν καταπάτημα· ἀλλ’ οἴκτειρον, σῶσόν με, Χριστὲ, ὁ ἑαυτὸν δι’ οἶκτον ταπεινώσας, ὕψιστε Βασιλεῦ τῆς δόξης. Αἱ γενεαί σε ἅπασαι μακαρίζουσιν, ἁγνή· Ἰησοῦς γὰρ μόνος ὁ τεχθεὶς ἐκ τῆς σῆς νηδύος, αὐτὸς ὡς ἐπίστασαι ἐποίησε, Κόρη, μετὰ σοῦ, Παρθένε μεγαλεῖα· ὃν δυσώπει σώζεσθαι πόλιν καὶ λαόν σου.

Κύριος ὢν πάντων καὶ Κτίστης. Κύριος ὢν πάντων καὶ Κτίστης Θεὸς, μέσον γῆς ἐπὶ σταυροῦ ὑψώθης· πρὸς ἑαυτὸν ἀνυψῶν τῶν ἀνθρώπων πεσοῦσαν οὐσίαν κακίστῃ τοῦ Ἐχθροῦ συμβουλίᾳ· ὅθεν σε πιστῶς δοξάζομεν, τῷ σῷ πάθει στερεούμενοι.

Καθάραντες αἰσθήσεις νηστείας φωτὶ, τοῦ σταυροῦ ταῖς νοηταῖς ἀκτῖσι πλουσιωτάτως, πιστοὶ, αὐγασθῶμεν· καὶ τοῦτον ἐμφανῶς προκείμενον σήμερον ὁρῶντες, χείλεσιν ἁγνοῖς καὶ στόματι καὶ καρδίᾳ προσκυνήσωμεν.

Τόπον οὗ ἔστησαν οἱ πόδες Χριστοῦ, προσκυνήσωμεν σταυρὸν τὸν θεῖον, πέτρᾳ Χριστοῦ ἐντολῶν στηριχθῆναι τοὺς πόδας αἰτοῦντες ψυχῆς ἡμῶν, καὶ κατευθυνθῆναι ταύτης διαβήματα ὁδὸν εἰς εἰρήνην θείᾳ χάριτι. Κόρης ἐξ ἀνάνδρου προῆλθες, Χριστὲ, προσλαβόμενος ἐκ ταύτης σάρκα ἔννουν καὶ ἔμψυχον, καὶ σταυρῷ σου Ἐχθρὸν ἀφανίσας, φθαρεῖσαν τῶν βροτῶν τὴν οὐσίαν πάλιν ὡς Θεὸς ἐκαίνισας· διὸ δόξαν σοι προσφέρομεν.

Νόμων πατρῴων οἱ μακαριστοὶ. Μέσης ἡμέρας σταυρουμένου σου, μέσον τῆς γῆς βουλήσει κόσμου τὰ πέρατα, μέσου φάρυγγος τοῦ δράκοντος ἐξήρπασας, οἰκτίρμον· διὸ ἐν μέσῃ θείων ἑβδομάδι νηστειῶν προσκυνοῦντες κραυγάζομεν τὸν τίμιον σταυρόν σου· Τὸν Κύριον ὑμῶν, τὰ ἔργα, εὐλογεῖτε.

Χαρᾶς σημεῖον ὅπλον, ἄῤῥηκτον τῆς Ἐκκλησίας τεῖχος, μαρτύρων καύχημα, ἀποστόλων ἐγκαλλώπισμα, ἀρχιερέων σθένος ἐνδυναμώσας τὴν ἐξασθενοῦσάν μου ψυχὴν προσκυνεῖν σε ἀξίωσον, ἐνθέως μελῳδοῦντα τὸν Κύριον.

Θρηνῶ καὶ κλαίω καὶ ὀδύρομαι, ὅτ’ ἂν εἰς νοῦν μου λάβω τὸ δικαστήριον τὸ ἀδέκαστον, μακρόθυμε, κατάκριτος ὑπάρχων· διό μου φεῖσαι, καὶ τὸν ἐπικείμενον κλοιὸν τῆς ψυχῆς μου ἐλάφρυνον, ἵνα χαίρων κραυγάζω· Τὸν Κύριον ὑμῶν, τὰ ἔργα, εὐλογεῖτε.

Ἐτύπου βάτος τὸ μυστήριον τοῦ ὑπὲρ νοῦν σου τόκου, Κόρη πανάμωμε· ὡς ἐκείνη γὰρ διέμεινας, ἄφλεκτος πῦρ τεκοῦσα, Χριστὸν Σωτῆρα τὸν ἀνυψωθέντα ἐν σταυρῷ, ὂν δυσώπει ῥυσθῆναί με πυρὸς ἀναβοῶντα τὸν Κύριον.

Ἀπορεῖ πᾶσα γλῶσσα. Ὁ Ἐλισσαῖος πάλαι ποταμοῦ τὴν ἀξίνην ἀνέλκων ξύλῳ, σὲ τὸ ζωοδώρητον ἐτύπου, σταυρὲ, ξύλον, δι’ οὗ ἐκ βυθοῦ ἀνείλκυσε Χριστὸς τὰ ἔθνη εἰδωλικῆς μανία, ἐν σοὶ προσηλωθείς· ὅθεν σὲ προσκυνοῦντες τὸ κράτος αὐτοῦ δοξάζομεν.

Ἡλίου σέλας, Σῶτερ, μετεβλήθη εἰς σκότος τῇ σῇ σταυρώσει· φέγγος τε σελήνης ἐμειώθη, καὶ στοιχεῖα τρόμῳ ἠλλοιώθη ἅπαντα· διὸ βοῶ σοι, ἀλλοιωθέντα σκότει παθῶν τὸν λογισμὸν, Λόγε, σῇ δεξιᾷ ἀλλοιώσας, φώτισον, σῶσόν με.

Τῷ μώλωπί σου ἴασαι ψυχῆς μου τὰ πάθη, πλευρᾶς σου τρώσει παῦσον ἐπωδύνους μου τὰς τρώσεις τῶν δαιμόνων· ἥλοις σου, Χριστὲ, ἐξήλωσον τὰς ἐνηδόνους καὶ ἐμπαθεῖς ὀρέξεις, διδούς μοι ἀπαθῶς πάθη σου τὰ σεπτὰ προσκυνῆσαι καὶ τὴν ἀνάστασιν.

Ὡραῖον κάλλει τέτοκεν ὡραῖά σε, Κόρη, ὃν καθορῶσα, κάλλος ἐν τῷ πάσχειν οὐδὲ εἶδος κεκτημένον, Σῶτερ, θρηνῳδοῦσα ἔλεγεν· Ἐκπλήττομαί σου τὴν ὑπὲρ νοῦν, Υἱέ μου, ταπείνωσιν, δι’ ἧς σώζεις ταπεινωθεῖσαν τὴν φύσιν τῆς ἀνθρωπότητος.

Ἐπὶ τῆς θείας φυλακῆς. Ἁγιασμοῦ παρεκτικὴν χάριν δωρούμενος ἡμῖν, ἅγιε σταυρὲ, ἀποστόλων καύχημα καὶ στήριγμα, πρόκεισαι εἰς προσκύνησιν σήμερον πάσῃ τῇ οἰκουμένῃ, τὸν τῆς νηστείας καιρὸν κατευμαρίζων ἡμῖν.

Σκιογραφούσας τὸν σταυρὸν χεῖρας ἐκτείνας, Ἀμαλὴκ ἔτρεψε Μωϋσῆς· ὃν τυποῦντες, χεῖρας ἐκπετάσωμεν, νηστείαις καὶ δεήσεσι, στίφος ὅπως τρέψωμεν δαιμόνων ἐκπολεμούντων ἡμᾶς διὰ παντὸς φθονερῶς. Θείῳ ἀρότρῳ τοῦ σταυροῦ κατενεώσατε τὴν γῆν, θεῖοι μαθηταὶ, καρποφόρον ταύτην ἀναδείξαντες, βλαστάνουσαν εὐσέβειαν· ὅθεν ὑμᾶς φωναῖς αἰτησίοις ἀνευφημοῦμεν, ἀεὶ Χριστὸν δοξάζοντες.

Μῆτερ Θεοῦ τοῦ ἀγαθοῦ, ἀγάθυνόν μου τὴν ψυχήν· ἣν ὁ Πονηρὸς συνηθείᾳ πονηρᾷ ἐκάκωσεν, ἀθλίως δελεάσας με, ὅπως ὡς σωτηρίας αἰτίαν ὑμνολογῶ σε ἀεὶ τὴν πολυύμνητον.

Αὕτη ἡ κλητὴ καὶ ἁγία. Χαίροις, ὁ σταυρὸς ὁ τριμερὴς καὶ θεῖος, ἐν ᾧ ὁ εἷς τῆς Τριάδος σάρκα φορέσας ἐπάγη, ἐμπαγέντας ἡμᾶς ἀσεβείας εἰς βυθὸν λυτρωσάμενος, ὃν ὑπερυψοῦμεν. Σθένος τὸν σταυρὸν κραταιὸν κεκτημένοι, τοὺς δεινῇ δυναστείᾳ τοῦ Πονηροῦ δουλωθέντας ἠλευθέρωσαν οἱ τοῦ Λόγου μαθηταὶ ἀνακράζοντες· Σὲ ὑπερυψοῦμεν, Χριστέ.

Οἵμοι ! τί φρικῶδες τὸ βῆμα ἐκεῖνο, ἐν ᾧ, Λόγε, καθίσας, τὰ πεπραγμένα κρυφῇ μοι φανερώσεις, Χριστὲ, στηλιτεύων τὴν ἀναισθησίαν μου! ἀλλὰ φεῖσαι ὢν συμπαθὴς, φεῖσαί μου τότε. Κόλπων οὐκ ἐκστὰς τῶν πατρῴων, ἐν κόλποις ἀνεκλίθης Παρθένου, ἐπ’ ἀνακλήσει τοῦ γένους οὗ ἐφόρεσας διὰ σπλάγχνα, Χριστὲ, τὸ ὁμοίωμα· ὅθεν σε ὑμνοῦμεν.

Φωτίζου, φωτίζου. Φαιδρύνου, φωτίζου, ἡ Ἐκκλησία τοῦ Χριστοῦ, τοῦ σταυροῦ ταῖς ἀκτῖσιν, ὃν φέρεις προκείμενον πάντων εἰς προσκύνησιν· σὺ δὲ πληθὺς πᾶσα τῶν δαιμόνων, σκότους πλησθεῖσα ἀπόδραθι. Κράτος ἐγκρατείας ὁ θεῖος πέφυκε σταυρὸς, συνεργὸς ἀγρυπνούντων, νηστευτῶν ἐνίσχυσις, πολεμουμένων ὑπέρμαχος· τοῦτον, πιστοὶ, πόθῳ συνελθόντες, περιχαρῶς προσκυνήσωμεν.

Θεμέλιοι θεῖοι τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, ἑδρασμῷ εὐσεβείας, πάντας συντηρήσατε, καὶ ἐπὶ πέτραν στηρίξατε τὴν ἀῤῥαγῆ τοῦ ἐκλεξαμένου ὑμᾶς, ἀπόστολοι ἔνδοξοι. Χαρὰν συλλαβοῦσα τοῦ ἀρχαγγέλου τῇ φωνῇ, τῆς ἐμῆς νῦν καρδίας τὴν λύπην ἀφάνισον τὴν ψυχοφθόρον, καὶ δίδου, ἁγνὴ, χαροποιὸν πένθος, ὅπως εὕρω ἐκεῖ τὴν θείαν παράκλησιν.

Παῖδες εὐαγεῖς ἐν τῇ καμίνῳ. Πάθος σου τοῦ ἀπαθοῦς ὁρῶσα ἡ κτίσις συνέπασχε, μακρόθυμε· ἥλιος ἐσβέννυτο, πέτραι διεῤῥήγνυντο, πᾶσα γῆ ἐσείετο φόβῳ κραυγάζουσα· Τὸν Κύριον ὑμνεῖτε, τὰ ἔργα. Θηρίοις δεινοῖς τοῖς τοῦ καλάμου, Θεοτόκε μου οἰκτίρμων, ἐπιτίμησον, ἔνδον με συνθλίβουσι, Σῶτερ, ὁ τὴν ἄτιμον ὑπενεγκὼν τυπτόμενος ὕβριν καλάμῳ, Χριστὲ, τιμῆσαι προελόμενος πάντας τοὺς ἀτιμασθέντας τῇ πάλαι παραβάσει.

Εἰς νοῦν τὸ φρικτόν σου ὅτ’ ἂν λάβω, κριτὰ δικαιότατε, κριτήριον, τρέμω καὶ ἐξίσταμαι, φρίττω καὶ ὀδύρομαι, κατανοῶν τὰ ἔργα μου δίκης ἐπάξια· διό σου τὴν πολλὴν εὐσπλαγχνίαν, Σῶτερ, μὴ νικήσῃ τὸ πλῆθος τῶν κακῶν μου.

Τεκοῦσά σε ἄνευθεν ὠδίνων, ὀδύνας τῇ σῇ σταυρώσει καθυφίσταμαι, φλέγοντας τὰ σπλάγχνα μου· ἥλοις γὰρ προσήλωσαι τὴν σὴν πλευρὰν, μακρόθυμε, ἐξορυττόμενος, ἡ πάναγνος ἐβόα Παρθένος· ἣν ὡς Θεοτόκον, συμφώνως ἀνυμνοῦμεν.

Ἅπαξ γηγενὴς σκιρτάτω τῷ Πνεύματι. Ξύλῳ τοῦ σταυροῦ τὴν φλόγα ἐμάρανας τῆς ἁμαρτίας, Χριστέ· χεῖρας πεπαρμένος δὲ χειρὸς ἐῤῥύσω τοῦ πολεμήτορος τὸν ἀκρατῶς ἐκτείναντα χεῖρας πρὸς βρῶσιν καρποῦ· οὗπερ μόνου φεύγειν τὴν μετάληψιν ἀπεφήνω, Χριστὲ πολυέλεε.

Πάθος σου, Χριστὲ, τὸ πᾶσιν ἀπάθειαν βροτοῖς πηγάσαν φαιδρῶς βλέψαι καταξίωσον ἐν ἀπαθείᾳ τοὺς προσκυνοῦντας πιστῶς τὸν σὸν σταυρὸν τὸν τίμιον, τὰς ἁμαρτίας ἡμῶν παραβλέπων, καὶ τῆς ἀναστάσεως ἀληθεῖς σου υἱοὺς ἐργαζόμενος.

Ὕψωσας ἡμᾶς πεσόντας εἰς βάραθρα τῇ ἀνυψώσει σου· ἔλυσας τὸν πόλεμον, καὶ τῷ Πατρί σου ἡμᾶς κατήλλαξας ὑπὲρ ἡμῶν τὸ αἷμά σου καταβαλλόμενος, εὐεργέτα· ὅθεν σε δοξάζομεν, ὡς Θεὸν Λυτρωτὴν τῶν ψυχῶν ἡμῶν.

Μόνη τοῦ Θεοῦ Σοφίαν κυήσασα τὴν ἐνυπόστατον, σόφισόν με, δέομαι, τοῦ τῆς κακίας διαφυγεῖν σοφιστοῦ ἐπιβολὰς καὶ ἔνεδρα καὶ πανουργεύματα, Θεοτόκε Κόρη ἀπειρόγαμε, κραταιὸν τῶν πιστῶν καταφύγιον,