Ἔργον
Σωφρόνιος Ἱεροσολύμων – Τριῴδιον (Νόθος)
Μαρτυρικά και αποστολικά τροπάρια της περιόδου των νηστειών
Εγκωμιαστικοί ύμνοι για τους αποστόλους και τους μάρτυρες, εσχατολογικές αναφορές και προτροπές προς πνευματική άσκηση.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Μαρτυρικά και αποστολικά τροπάρια της περιόδου των νηστειών
Εγκωμιαστικοί ύμνοι για τους αποστόλους και τους μάρτυρες, εσχατολογικές αναφορές και προτροπές προς πνευματική άσκηση.
Ἐν πελάγει τοῦ βίου. Ὑπερέβητε ὅρους σαρκὸς, ἀθληταὶ, πολλῇ ὑπομονῇ ὑπενεγκόντες τιμωρίας πόνους· διὸ ἄπαντα πόνον καὶ θλίψιν κουφίζετε τῶν ὑμᾶς ἀνυμνολογούντων. Μυριάσιν ἀγγέλων στρατὸς ἡνώθη ἁγίων ἀθλητῶν, καὶ ἱκετεύει τὸν πανάγαθον Θεὸν, ἐγκλημάτων μυρίων ἡμᾶς ἐκλυτρώσασθαι, ἡμερῶν τεσσαρακοντάδι.
Νεκρωθεὶς καὶ ἐν τάφῳ, Χριστὲ, ὑπνώσας, ἀνέστησας νεκρούς· καὶ τοῖς ἐν πίστει τεθνεῶσι νέμεις ἀγαθότητος πλούτῳ, Σῶτερ, τὴν ἀνάπαυσιν, μετὰ πάντων τῶν σῶν ἁγίων. Ὁ Θεοῦ Θεὸς Λόγος ζητῶν θεῶσαι τὸν ἄνθρωπον, ἁγνὴ, ἐκ σοῦ σαρκοῦται καὶ βροτὸς ὁρᾶται· ὂν ἀπαύστως δυσώπει εὑρεῖν ἡμᾶς ἔλεος ἐν καιρῷ τῆς ἀπολογίας.
Τῇ εἰκόνι τῇ χρυσῇ. Στολισθέντες, ἀθληταὶ, τὴν ἀφθαρσίαν ἐνθέως τῇ ἀπεκδύσει τῆς φθειρομένης σαρκὸς, τῷ δι’ ἡμᾶς σάρκα ἐξ ἀφθόρου προσλαβόντι γυναικὸς, νῦν παρίστασθε φαιδρόν· διό με ἐνδύσατε περιβολὴν ἱερὰν, γεγυμνωμένον κακῶς.
Ἐγκρατῶς πολιτευθεὶς, τῶν ἀθλοφόρων ὁ δῆμος, τῆς ἐγκρατείας ἡμᾶς τὸ στάδιον ἐνδυναμοῦ τρέχειν ἀκωλύτως, ὡς κηρύξας τὸν Χριστὸν ἐν σταδίῳ ἀνδρικῶς, καὶ παρεστὼς βήματι στεφηφορῶν ἐν φωτὶ μετὰ ἀγγέλων Χριστοῦ.
Ἱκεσίαις ὁ Θεὸς τῶν σῶν ἁγίων μαρτύρων, τοὺς κοιμηθέντας πιστοὺς οἰκέτας σου, τοῦ παραδείσου πολίτας δεῖξον, καὶ φωτὸς τοῦ νοητοῦ καταξίωσον αὐτοὺς ἀπαύστως τοῦ βοᾷν σοι, Εὖ, ὁ Θεός. Σὲ τὴν μόνην ἀγαθὴν ἐκδυσωποῦμεν, Παρθένε· κεκακωμένους ἡμᾶς ἀγάθυνον, καὶ ἐκτενῶς τὸν Χριστὸν δυσώπει, φύσει ὄντα ἀγαθὸν, ἐγκρατείας τὸν καιρὸν, τὰ ἀγαθὰ πράττοντας, ἀποπληρῶσαι ἡμᾶς, ὑμνολογοῦντας αὐτόν.
Ἐν πυρὶ φλογός. Μεγαλώνυμοι Χριστοῦ τοῦ Θεοῦ καὶ σεπτοὶ ἀθληταὶ, ἅπαντας τοὺς κατὰ χρέος μεγαλύνοντας ὑμᾶς, μεγάλων ἐγκλημάτων καὶ τῶν ἐκεῖ βασάνων λυτρώσασθε, ὑμῶν πρὸς αὐτὸν μεγίσταις ἱκεσίαις Ἁγιόλεκτον Χριστοῦ τοῦ Θεοῦ καὶ στεῤῥὸν ἀληθῶς στράτευμα, μαρτύρων δῆμοι, ἁγιάσατε ἡμῶν τὸν νοῦν καὶ τὰς καρδίας, ἐν ταύταις ταῖς ἁγίαις ἡμέραις τῆς νηστείας, ὑμῶν ἁγίαις ἱκεσίαις.
Ῥεῖθρα βλύζουσιν ἀφέσεως τὰ ὑμῶν, ἀθληταὶ, αἵματα καὶ τῶν λειψάνων οἱ σοροὶ θαυμαστικῶς· διὸ τοὺς μεταστάντας τῷ ῥείθρῳ τοῦ ἐλέους δροσίσατε πρεσβείαις ὑμῶν, Χριστοῦ συγκληρονόμοι. Τὸν σταυρὸν Χριστοῦ τὸν τίμιον, Θεοτόκε, ἁγνὴ, βλέψαντας καὶ ἐκ καρδίας προσκυνήσαντας ἡμᾶς, ταῖς σαῖς πρὸς τὸν Δεσπότην ἀξίωσον πρεσβείαις ἰδεῖν καὶ τὰ πάθη τὰ σεπτὰ, παθῶν κεκαθαρμένους.
Ὅτι ἐποίησέ μοι μεγάλα. Ὑπάρχοντες φωστῆρες, ἀπλανεῖς Χριστοῦ ἀθληταὶ, φωτίσατε ἡμῶν τοὺς λογισμοὺς, καὶ νευρώσατε ποιεῖν τὰ φωταυγῆ καὶ καθαρὰ Θεοῦ θελήματα. Ῥομφαῖαι καθορᾶσθαι κατασφάττουσαι δυσμενεῖς, γενναῖοι τοῦ Κυρίου ἀθληταί· ἀλλὰ ῥύσασθε ἡμᾶς ἐκ τῶν βελῶν τοῦ πονηροῦ, ταῖς προστασίαις ὑμῶν.
Ἀνάπαυσον ἐν κόλποις τοῦ πιστοῦ, Χριστὲ, Ἀβραὰμ, τοὺς δούλους σου τοὺς πίστει ἐξ ἡμῶν ἐκδημήσαντας πρὸς σὲ τὸν τοῦ παντὸς Δημιουργὸν καὶ ὑπεράγαθον. Σαρκός μου τὰς κινήσεις ἀπονέκρωσον ἡ Θεὸν σαρκὶ ἀποτεκοῦσα ὑπὲρ νοῦν, καὶ παράσχου φωτισμὸν τῇ διανοίᾳ μου, ἁγνὴ, ὡς ὑπεράγαθος.
Ὁ τὰ ὕδατα πάλαι νεύματι. Τὰς ἡμῶν διανοίας θείῳ ἀρότρῳ νεώσαντες τῆς ἐνθέου νηστείας, ἀρετῶν ἄσταχυν καρποφορήσωμεν· ὅπως μὴ πεινάσωμεν εἰς τὸν αἰῶνα τρυφῶντες· τρυφὴν τὴν ἀδάπανον ἐπαγαλλόμενοι. Πολυχρόνια πάθη ἔνδοθεν φέρων, σκοτίζοντα τὴν ἀθλίαν ψυχήν μου, πρὸς τὴν σὴ, ἄχρονε Λόγε ἀχρόνου Πατρὸς, δύναμιν ἀήττητον συντετριμμένῃ καρδίᾳ προστρέχω καὶ δέομαι, οἴκτειρον, σῶσόν με.
Ἡ καλλίστη νηστεία στρέφει καρδίαν, πιαίνουσα λογισμοῖς θεαρέστοις, καὶ παθῶν ἄβυσσον ἀποξηραίνουσα, ὄμβροις κατανύξεως ἀποκαθαίρει τοὺς πίστει αἴνεσιν προσάγοντας τῷ Παντοκράτορι. Πολυώνυμε Κόρη, χαίροις, ἁγία Παρθένε, Θεοκυῆτορ Μαρία, τῶν πιστῶν καύχημα, κατάρας λύτρωσις, κλίμαξ ἐπουράνιε, ἀκατανόητον θαῦμα, βάτε ἀκατάφλεκτε, γῆ ἀγεώργητε.
Βαβυλωνία κάμινος. Ταῖς βλαβεραῖς τοῦ ὄφεως πλάναις ἐξελκόμενος, Σῶτερ, δελεάζομαι δεινῶς, καθ’ ἡμέραν τῷ ἄλγει μου προστιθέμενος ἄλγος· διὸ κραυγάζω σοι, ἰατρὲ τῶν νοσούντων, ἐπίστρεψον, σῶσόν με. Νενηστευκὼς ἀνέστησε παῖδα Σουμανίτιδος πάλαι δυναμούμενος σαφῶς Ἐλισσαῖος τῷ Πνεύματι· ἡμεῖς δὲ νεκρωθέντες ταῖς ἡδοναῖς τῶν παθῶν, ζωηφόρῳ νηστείᾳ, πιστοὶ, ἀναζήσωμεν.
Τοὺς Νινευΐτας ἔσωσας, Κύριε φιλάνθρωπε, πάλαι μεταγνόντας ἐν κλαυθμῷ καὶ νηστείᾳ ὡς εὔσπλαγχνος· καὶ ἡμᾶς τῷ ἐλέει τῷ σῷ οἰκτείρησον, ἀποροῦντας δι’ ἔργων ἐξομολογεῖσθαί σου. Ἡ μετὰ τόκον ἄφθονος μείνασα, πανάμωμε, λύτρωσαι, δεόμεθα, ἁγνὴ, καταφθορᾶς τοὺς δούλους σου, πιστῶς τοὺς μελῳδοῦντας ἐν ὁμονοίᾳ ψυχῆς· Εὐλογεῖτε, τὰ ἔργα Κυρίου, τὸν Κύριον.
Καινὸν τὸ θαῦμα καὶ θεοπρεπές. Κρατῆρα θεῖον πλήσασα νυνὶ κατανύξεως ἡ τῆς νηστείας χάρις σαφῶς συγκαλεῖται, ἅπαντας πιστοὺς ἐκβοῶσα μετ’ εὐφροσύνης· Δεῦτε, ἀπολαύσατε, τὴν μέθην παθῶν ἀποβαλόντες, ἵνα μελλούσης ἀξιωθείητε ἀπολαύσεως.
Ἐγγὺς ἡ κρίσις· πρόσεχε, ψυχὴ, συνειδήσεως ἐπιμελοῦ, καὶ πράττε καλῶς τά σε ἀκατάκριτον ἀεὶ συντηροῦντα· εἰ ἑαυτοὺς γὰρ ὧδε ἀνακρίνομεν, οὐδ’ ὅλως ἐκεῖ κατακριθῶμεν ἄνευ μαρτύρων, ἔνθα ὑπεύθυνοι κατακρίνονται.
Ἀρχαὶ, Δυνάμεις, Θρόνοι, Χερουβὶμ, Κυριότητες, καὶ Ἐξουσίαι, καὶ Σεραφὶμ, Ἄγγελοι, Ἀρχάγγελοι, Θεὸν δυσωπεῖτε τῶν νηστειῶν τὸν χρόνον διανύσαι ἡμᾶς τὸ τούτου εὐάρεστον ποιοῦντας, ἵνα ὡς δοῦλοι εὐαρεστήσαντες δόξης τύχωμεν.
Μετὰ μαρτύρων, μετὰ προφητῶν τὴν τεκοῦσάν σε, μετὰ ὁσίων πάντων, Χριστὲ, δυσωποῦσαν πρόσδεξαι ἀεὶ ὑπὲρ δούλων παροργισάντων σε τὸν εὐδιάλλακτον, καὶ μόνον Δεσπότην καὶ Σωτῆρα, ᾧ ἀσωμάτων τάξεις παρίστανται τρέμουσαι.
Πρόσεχε, γῆ καὶ οὐρανέ. Ἀδιαλείπτοις προσευχαῖς καὶ ἐγκρατείᾳ καὶ θεωρίᾳ πτερώσωμεν τὰς ψυχὰς πρὸς θεῖον ἔρωτα. Τῆς ἀκρασίας τὸν κρυμὸν διεκφυγόντες θαλφθῶμεν πάντες τῆς ἐγκρατείας φωτὶ ἐν θείῳ Πνεύματι.
Ἅλατι θείων ἀρετῶν τὴν σηπεδόνα τῆς ἁμαρτίας ἀποβαλοῦσα, ψυχὴ, Θεῷ κολλήθητι. Ἐπανεπαύσατο Χριστὸς ἐν σοὶ τῇ μόνῃ εὐλογημένῃ, καὶ σάρκα τὴν ἑαυτοῦ ἐκ σοῦ ἐφόρεσεν.
Τὸν ὑπ’ ἀγγέλων ἀσιγήτως. Ἐν ἀποκρύφῳ ἐνεδρεύων καθ’ ἡμέραν ὁ παμπόνηρος ἐπιζητεῖ με συλλαβεῖν καὶ κατάβρωμα ποιήσασθαι· αὐτοῦ με τῆς κακίας ῥῦσαι, Σῶτερ, ὁ σώσας τὸν Ἰωνᾶν ἐκ τοῦ κήτους. Διὰ νηστείας καθαιρόμενοι ἀρετῶν ὄρει προσέλθωμεν, καὶ ἀκουσόμεθα τρανῶς τί λαλήσει ἐν ἡμῖν ὁ Θεός· λαλήσει γὰρ εἰρήνην, καὶ φωτισμὸν, καὶ ἴασιν ψυχικῶν συντριμμάτων.
Ἁμαρτημάτων ἀμαυρότησι καθεκάστην ἐκτυφλούμενος, ἀδυνατῶ κατανοεῖν τὰ θαυμάσιά σου, Κύριε· διό μου τῆς καρδίας τοὺς ὀφθαλμοὺς διάνοιξον, Ἰησοῦ φωτοδότα. Τῶν οἰκτιρμῶν σου ταῖς ῥανίσιν ἀεὶ, Παρθένε ἀμόλυντε, τοὺς μολυσμοὺς τοὺς ἐμπαθεῖς τῆς καρδίας μου ἀπόπλυνον, δακρύων ὀχετούς μοι παρεκτικοὺς καθάρσεως ψυχικῆς δωρουμένη.
Σὲ τὴν ἀκατάφλεκτον βάτον. Φλόγα τοῦ πυρὸς τοῦ ἀστέκτου κατὰ νοῦν κεκτημένοι, θερμοτάτῳ λογισμῷ τῆς μετανοίας, τῷ πυρὶ νῦν προσέλθωμεν πάθη φλογίζοντι. Στόματος νηστεύοντος πάλαι πυρακτούμενος λόγος ἐξελθὼν ζηλωτικῶς κλονεῖ στοιχεῖα· τοῦτον ζήλου, ψυχὴ, καὶ καλῶς πολιτεύθητι.
Βῆμα τὸ φρικτὸν ἐννοοῦσα, παναθλία ψυχή μου, τὰς πορείας σου ἀεὶ πρὸς θελημάτων ἀποπλήρωσιν τοῦ Λυτρωτοῦ διευτρέπιζε. Τὴν ἐσκοτισμένην ψυχήν μου ἡδονῶν ἐπικλύσει, φωταγώγησον, ἁγνὴ, ἡ φῶς τεκοῦσα, ἵνα πόθῳ καὶ πίστει ἀεὶ μεγαλύνω σε.
Οὐρανίης ἀψίδος. Κατακρίνας τὴν ἔχθραν ἐν τῷ σταυρῷ ἔτεινας, Δικαιοκρίτα, παλάμας· νῦν δὲ κατάκριτον ὄντα με πταίσμασι σῶσον τὸν ἄσωτον, Σῶτερ, τὸν παραπικράναντά σε τὸν φιλάνθρωπον. Τὴν κτηνώδη ποθήσας παθοποιὸν βίωσιν, σοῦ τῶν ἐντολῶν ἐμακρύνθην, Σῶτερ πανάγαθε, ξένοις δουλούμενος καὶ ἀκαθάρτοις πολίταις· νῦν δὲ ἐπιστρέφοντα δέξαι με, εὔσπλαγχνε.
Μογιλάλου ὡς πάλαι τὰς ἀκοὰς ἤνοιξας, ἄνοιξον ψυχῆς μου τὰ ὦτα γνώμῃ κωφεύοντα, καὶ ἐνωτίζεσθαί σου τὸν σωτήριον λόγον, Ἰησοῦ, ἀξίωσον, μόνε φιλάνθρωπε. Ἡ σωτήριος πύλη, ἡ πρὸς Θεὸν γέφυρα, τῶν ἁμαρτωλῶν ἡ προστάτις, πάναγνε Δέσποινα, περιστατούμενον ταῖς συμφοραῖς με τοῦ βίου, καὶ κλυδωνιζόμενον, Κόρη, κυβέρνησον.
Ἑπταπλασίως κάμινον. Τῷ ἀκοιμήτῳ ὄμματι ἐπιβλέψας με οἴκτειρον, τῷ τῆς ῥᾳθυμίας νυσταγμῷ κρατούμενον καὶ ὕπνῳ δουλεύοντα τῶν ἡδονῶν ἐν κλίνῃ παθῶν, ὁ ἐπὶ σταυροῦ τὴν κεφαλήν σου προσκλίνας, καὶ θέλων ἀφυπνώσας καὶ τὴν νύκτα μειώσας, Χριστὲ, τῆς ἁμαρτίας φῶς ὢν δικαιοσύνης.
Πλουτοποιοῖς χαρίσμασι κοσμισθεὶς ἐκ βαπτίσματος, μᾶλλον τὴν πενίαν τῶν καλῶν ἠγάπησα· καὶ ξένος γεγένημαι τῶν ἀρετῶν ὁ τάλας ἐγώ· χώραν εἰς μακρὰν ἀποδημήσας κακίας· διό με ἐπιστρέψας ἐναγκάλισαι, Σῶτερ, τῷ σῷ σταυρῷ τειχίσας εἰς πάντας τοὺς αἰῶνας.
Μέθην παθῶν ἀπόῤῥιψον, καὶ δακρύων ἐκζήτησον τὸν καθαρτικὸν, διὰ νηστείας οἶνον, ψυχὴ, καρδίαν εὐφραίνοντα, καὶ ἡδονὰς μαραίνοντα, καὶ τὰς τῆς σαρκὸς ἀποτεφροῦντα καμίνους· καὶ σπεῦσον τῷ παγέντι διὰ σὲ ἐπὶ ξύλου Χριστῷ συσταυρωθῆναι καὶ ζῆσαι εἰς αἰῶνας.
Θεογεννῆτορ πάναγνε, τῆς ψυχῆς μου τὰ τραύματα, καὶ τῆς ἁμαρτίας τὰς οὐλὰς ἐξάλειψον πηγαῖς ἀποσμήχουσα ταῖς ἐκ πλευρᾶς τοῦ τόκου σου, καὶ τοῖς ἐξ αὐτῆς ἀποκαθαίρουσα ῥείθροις· πρὸς σὲ γὰρ ἀνακράζω, καὶ πρὸς σὲ καταφεύγω, καὶ σὲ ἐπικαλοῦμαι τὴν κεχαριτωμένην.
Ἐξέστη ἐπὶ τοῦτο ὁ οὐρανός. Ὁρῶν σε ἡπλωμένον ἐπὶ σταυροῦ τὰς ἀκτῖνας συνέστειλεν ἥλιος, πᾶσα δὲ γῆ τρόμῳ ἐκλονήθη, παμβασιλεῦ, ἐθελουσίως βλέπουσα πάσχοντα τὸν φύσει σε ἀπαθῆ· διό σε ἱκετεύω τὰ πάθη τῆς ψυχῆς μου ὡς ἰατρὸς, Χριστὲ, θεράπευσον.
Ὁδοὺς σωτηριώδεις καταλιπὼν, τὰς εἰς ᾅδην φερούσας διώδευσα σκότος δεινὸν ἔχων περικύκλῳ τὰς ἡδονὰς, καὶ τῶν παθῶν τὸν ὄλισθον, καὶ τὴν καταιγίδα τῶν λογισμῶν· διό σε ἱκετεύω, τῷ σῷ σταυρῷ με σῶσον, Χριστὲ, ὡς μόνος πολυέλεος.
Χειμῶνι συνεχόμενος λογισμῶν καὶ παθῶν τρικυμίαις ποντούμενος, καὶ ἡδονῶν σάλῳ χειμαζόμενος χαλεπῶς, τὸ τῆς νηστείας πέλαγος ἔφθασα τὸ πρᾶον καὶ γαληνόν· ἐν ᾧ με κυβερνήσας τῷ σῷ σταυρῷ, οἰκτίρμον, πρὸς σωτηρίαν ἐγκαθόρμισον.
Συνέλαβες, Παρθένε, δίχα σπορᾶς τὸν τὰ σύμπαντα δημιουργήσαντα Λόγον Θεοῦ, ἄνευ θελημάτων τῶν τῆς σαρκός· ἄνευ φθορᾶς δὲ τέτοκας, ἄνευθεν ὠδίνων τῶν μητρικῶν· διό σε Θεοτόκον καὶ γλώσσῃ καὶ καρδίᾳ ὁμολογοῦντες μεγαλύνομεν.
Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου. Ἐγκρατείᾳ ζήσαντες οἱ πεφωτισμένοι Χριστοῦ ἀπόστολοι, ἐγκρατείας τὸν καιρὸν ἡμῖν μεσιτείᾳ θείᾳ εὐμαρίζουσιν. Δωδεκάχορδον ὄργανον μέλος ἐκελάδησε τὸ σωτήριον, μαθητῶν χορὸς ὁ ἔνθεος, πονηρὰ συγχέων μελῳδήματα.
Ἐπομβρίαις τοῦ Πνεύματος πᾶσαν τὴν ὑφήλιον κατηρδεύσατε, τὸν αὐχμὸν ἀποδιώξαντες τῆς πολυθεΐας παμμακάριστοι. Ταπεινώσασα σῶσόν με τὸν ὑψηλοφρόνως πολιτευόμενον, ἡ τεκοῦσα τὸν ὑψώσαντα τοὺς κατεῤῥαγμένους, Κόρη πάναγνε.
Τὸν ἄναρχον. Ὡς ἄνθρακες τοῦ πυρὸς τοῦ ἀΰλου συμφλέξατε τὰ ὑλώδη μου πάθη, ἀνάπτοντές μοι νῦν τὸν ἔρωτα τῆς θείας, ἀπόστολοι, ἀγάπης. Τὰς σάλπιγγας τὰς εὐήχους τοῦ λόγου τιμήσωμεν, δι’ ὧν πέπτωκε τείχη ἀνίδρυτα ἐχθροῦ, καὶ τῆς θεογνωσίας ἡδράσθησαν ἐπάλξεις.
Ἰνδάλματα ἐμπαθῆ τῆς ψυχῆς μου συντρίψατε, οἱ ναούς τε καὶ στήλας συντρίψαντες ἐχθροῦ, ἀπόστολοι Κυρίου, ναοὶ ἡγιασμένοι. Ἐχώρησας τὸν ἀχώρητον, φύσει ἐβάστασας τὸν βαστάζοντα πάντα· ἐθήλασας, ἁγνὴ, τὸν τρέφοντα τὴν κτίσιν, Χριστὸν τὸν ζωοδότην.
Κυρίως Θεοτόκον σε ὁμολογοῦντες. Πηγαὶ τοῦ σωτηρίου νάματος δειχθέντες, τὴν ἐκτακεῖσαν ψυχήν μου, ἀπόστολοι, τῆς ἁμαρτίας τῷ δίψει καταδροσίσατε. Ὡς ἅλες τῶν νοστίμων ὄντες διδαγμάτων, τὴν σηπεδόνα ψυχῆς μου ξηράνατε, καὶ τῆς ἀγνοίας τὸ σκότος ἀποδιώξατε.
Νηχόμενον πελάγει τῷ τῆς ἀμελείας, καὶ ὑποβρύχιον ἤδη γενόμενον, σῇ δεξιᾷ ὡς τὸν Πέτρον σῶσον, φιλάνθρωπε. Χαρὰν ὡς τετοκυῖα, πένθος μοι παράσχου, δι’ οὗ τὴν θείαν παράκλησιν, Δέσποινα, ἐν τῇ μελλούσῃ ἡμέρᾳ εὑρεῖν δυνήσομαι.
Ὁ φωτίσας τῇ ἐλλάμψει. Ὁ ἐκτείνας οὐρανὸν ὡσεὶ δέῤῥιν, ἐξέτεινας τὰς παλάμας ἐν σταυρῷ, Ἰησοῦ ὑπεράγαθε· διὸ ἱκετεύω σε κατατεινόμενου ἐχθροῦ με ταῖς ἐπηρείαις οἰκτείρησον. Ἀφύπνωσας ἐν σταυρῷ ἑκουσίως, φιλάνθρωπε, ἐγρήγορσιν σωτηρίας ἡμῖν παρεχόμενος τοῖς κειμένοις, Κύριε, ἐν κατωτάτῳ ἀπωλείας· ὅθεν σε πίστει δοξάζομεν.
Τοῦ πάθους σου τὴν ἡμέραν ἰδεῖν καταξίωσον, τοὺς δούλους σου φωτισθέντας νηστείας φαιδρότησι, καὶ τὴν ζωοφόρον σου, Σῶτερ, ἀνάστασιν, ὑμνοῦντας τὸ κράτος τῆς βασιλείας σου. Ὁρῶσά σε ἠρτημένον σταυρῷ ἡ πανάμωμος ἠλάλαζε τετρωμένη τὰ σπλάγχνα, καὶ ἔλεγε διὰ σπλάγχνα·
Κύριε, σῶν οἰκτιρμῶν παθεῖν ἠνέσχου, πᾶσι παρέχων ἀπάθειαν.
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος. Ἤμβλυνας τοῦ πονηροῦ, Σῶτερ, τὰ κέντρα, καθηλούμενος ἥλοις, ἐν ξύλῳ ἀκανθῶν διάδημα ἀνεδήσω χλευαστικῶς, ἐκριζῶν τῆς παραβάσεως τὴν ἄκανθαν· διὸ ἀνυμνοῦντες ἀναμέλπομεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον.
Ἥπλωσας ἐπὶ σταυροῦ, Χριστὲ, παλάμας, τὸ ἀνθρώπινον ἐπισυνάγων πρὸς τὴν σὴν ἐπίγνωσιν· καὶ λόγχῃ τὴν σὴν πλευρὰν κεντηθῆναι κατεδέξω, ἀναβλύσας ἡμῖν πηγὴν φωτισμοῦ τοῖς ἀναμέλπουσιν· Εὐλογείτω ἡ κτίσις πᾶσα.
Ῥείθροις εὐσπλαγχνίας σου, οἰκτίρμον, ἀποκάθαρόν μου τὴν καρδίαν ἁμαρτίας δήγματι σπιλωθεῖσαν· καὶ ποταμοὺς κατανύξεως πηγάζειν με ἀξίωσον, Χριστὲ Ἰησοῦ, ἵνα κραυγάζω σοι· Εὐλογείτω ἡ κτίσις πᾶσα. Στάμνον σε τὸ μάννα κεκτημένην τῆς θεότητος ἔγνωμεν, Κόρη, κιβωτὸν καὶ τράπεζαν καὶ λυχνίαν, θρόνον Θεοῦ καὶ παλάτιον καὶ γέφυραν μετάγουσαν πρὸς θείαν ζωὴν ἀναμέλποντας· Εὐλογείτω ἡ κτίσις πᾶσα.
Τύπος τῆς ἁγνῆς λοχείας σου. Εἶδεν Ἠλίου τὸν Κύριον ἐν λεπτοτάτῃ αὔρᾳ λεπτύνας πρότερον σάρκα νηστειῶν καὶ προσευχῶν ἐπιδόσεσιν· ὃν ζηλοῦσα, ψυχή μου, ἀπόῤῥιψον τῶν ἡδονῶν τὸ πάχος, ὅπως θεάσῃ τὸν ποθούμενον.
Ξύλῳ ἀνυψώσας πρότερον ὁ Μωϋσῆς τὸν ὄφιν, Σῶτερ, ἐτύπου σου τὴν ἀνύψωσιν τὴν ἐν σταυρῷ, ὑπεράγαθε, ἰοβόλου κακίας τοῦ ὄφεως δι’ οὗ ἀπελυτρώσω πάντα τὰ ἔθνη προσκυνοῦντά σε. Τάφῳ ῥᾳθυμίας κείμενος ἐπιβαροῦντα ἔχω λίθον πωρώσεως, τὸν ἀείζωον μὴ συνιὼν, Σῶτερ, λόγον σου, καὶ τοῦ φόβου σου μὴ αἰσθανόμενος· οἰκτείρησόν με, σῶσον τῷ σῷ ἐλέει, πολυέλεε.
Πάντων ὑπερτέρα, Δέσποινα, τῆς τῶν παθῶν κακίας δεῖξον ὑπέρτερον, τὸν δοξάζοντα παναληθῆ Θεοτόκον σε καὶ ὑμνοῦντα τὸν τόκον σου, ἄχραντε, τὸν ἀκαταληψίᾳ, θεοχαρίτωτε, νοούμενον.
Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο. Ἡ ὑπέρφωτος ὁμήγυρις τῶν θείων σου μαρτύρων, πολυέλεε, ἐν τῷ φωτί σου τῷ ἀδύτῳ νῦν περιπολεῖ· αὐτῶν ἱκεσίαις φωτισμὸν καὶ ἱλασμὸν ἁμαρτιῶν πᾶσι παράσχου ἡμῖν. Ὡς ὡραῖος ὁ καιρὸς ὃν ἡμῖν δέδωκας τῆς ἐγκρατείας, Κύριε, ἐν ᾧ οἴκτειρον τὰς ψυχὰς ἡμῶν ὡς ἀγαθὸς, εὐχαῖς τῶν ἁγίων ἀθλητῶν τῶν τὰ ὡραῖα καὶ σεπτὰ στερξάντων πάθη σου.
Διελθόντας πολυώδυνον κλυδώνιον τοῦ βίου τοὺς οἰκέτας σου ἐγκαθόρμισον εἰς λιμένα, Δέσποτα, ζωῆς, βοᾷν μετὰ πάντων ἐκλεκτῶν· Εὐλογητὸς εἶ, ὁ Θεός. Ἡ τοῦ νόμου τὸν δοτῆρα, Ἀειπάρθενε, κυήσασα ἱκέτευε τὰς ἀνομίας ὑπεξᾶραι πάντων ἐν καιρῷ τῆς νυν ἐνεστώσης τοῖς καλῶς προαιρουμένοις ἐξασκεῖν θείας νηστείας σπουδῇ.
Ἐκ φλογὸς τοῖς ὁσίοις δρόσον. Τῶν ἁγίων μαρτύρων τὰ κατορθώματα, ἐπουράνιοι νόες ὑπερεθαύμασαν· τούτων προσευχαῖς τὰ ἐλέη σου, Δέσποτα, ἐν ἡμῖν πλουσίως θαυμάστωσον, οἰκτίρμον. Οἱ τὸ πῦρ θείᾳ δρόσῳ καταπατήσαντες, ἀθληταὶ τοῦ Κυρίου ἀξιοθαύμαστοι, ῥύσασθε ἡμᾶς τοῦ πυρὸς τοῦ κολάζοντος ταῖς πρὸς τὸν Δεσπότην θερμαῖς ὑμῶν πρεσβείαις.
Ὑπεράγαθε Σῶτερ, τοὺς ἐκδημήσαντας ἐξ ἡμῶν ὀρθοδόξους, ζωῆς ἀξίωσον τῆς ἐν οὐρανῷ καὶ ἁγίας λαμπρότητος, ταῖς τῶν παναγίων μαρτύρων ἱκεσίαις. Ἱκεσίαις οἰκτίρμον τῆς κυησάσης σε καὶ ἁγίων μαρτύρων καὶ ἀποστόλων σου, φώτισον ἡμῶν τὰς ψυχὰς, τοῦ δοξάζειν σε ἐν ἀγαλλιάσει ψυχῆς εἰς τοὺς αἰῶνας.
Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον. Ὡς φῶς νηστείας ἡ χάρις λάμπουσα, ἔργα φωτὸς προτρέπεται τελεῖν τοὺς ἐχέφρονας· ἐν αὐτῇ φωτισθῆναι σπουδάσωμεν, ὅπως τὰ φωτοφόρα πάθη ὀψώμεθα τοῦ τὰ σκοτεινὰ πάθη Ἀδὰμ πάθεσι λύσαντος.
Σαφῶς ὡς ἥλιος ἀνατείλαντες πᾶσαν τὴν γῆν ἀκτῖσιν εὐσεβείας οἱ μάρτυρες, καὶ λαμπάσι θαυμάτων ἐφώτισαν, καὶ τῆς πολυθεΐας σκότος ἠφάνισαν· ὧν ταῖς ἱκεσίαις, ὁ Θεὸς, ἡμᾶς ἐλέησον. Ἡ σὴ φθασάτω χρηστότης, Κύριε, τοὺς ἐξ ἡμῶν φρικώδει μεταστάντας κελεύσει σου, κυκλωσάτω αὐτούς σου τὸ ἔλεος καὶ καθοδηγησάτω πρὸς τὰ σκηνώματα τὰ καταυγαζόμενα φωτὶ, τῷ τοῦ προσώπου σου.
Φωνῇ ἀγγέλου βουλῆς τὸν Ἄγγελον τῆς τοῦ Πατρὸς ἀῤῥήτως, Θεοτόκε, ἐκύησας· τὰς φωνὰς οὖν τῶν δούλων σου πρόσδεξαι, ἅσπερ τῷ τῆς νηστείας χρόνῳ προσάγομεν· καὶ ταύτας προσάγαγε Θεῷ ὥσπερ θυμίαμα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.