Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Τριῴδιον (Νόθος)

Σωφρόνιος Ἱεροσολύμων

Παραβολές, Έγερση του Λαζάρου και απαρχή της Μεγάλης Εβδομάδος

Υμνολογική προετοιμασία για το Πάθος, με αναφορές στην παραβολή του πλουσίου και του Λαζάρου, την είσοδο στα Ιεροσόλυμα, τον πάγκαλο Ιωσήφ, τις δέκα παρθένους και την πόρνη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 5 από 9

ᾨδὴν ἐπινίκιον. Τὰ πάθη νεκρώσωμεν δι’ ἐγκρατείας, τὸ πνεῦμα ζωώσωμεν δι’ ἐνθέων πράξεων, ὅπως ὀψώμεθα Χριστοῦ τὸ πάθος τὸ σεπτὸν καθαρωτάτῳ νοΐ. Ἀσπλάγχνου ζηλώσαντα πλουσίου τρόπους, Χριστὲ πολυεύσπλαγχνε, ἱκετεύω σύνταξον Λαζάρῳ πένητι, λυτρούμενός με τῆς φλογὸς καὶ τοῦ ἀσβέστου πυρός.

Ἐκ πάντων ἐνήστευσα κατορθωμάτων, εἰς κόρον ἀπήλαυσα τῶν σφαλμάτων, Κύριε· νῦν οὖν πεινῶντά με σωτηριώδους καὶ σεπτῆς ἔμπλησον βρώσεως. Ἐμὲ τὸν κατάκριτον ἐν καταδίκῃ, πανάχραντε Δέσποινα, ἐῤῥιμμένον ἔργων μου σῶσον, οἰκτείρησον, τὸν πανοικτίρμονα Θεὸν ἀποκυήσασα.

Ὃν φρίττουσιν ἄγγελοι. Ἀκάρπους ἐπλούτησα ὁ τάλας λογισμοὺς, ψυχὴν κατεμόλυνα ἀθέσμοις ἡδοναῖς, καὶ σκότος κυκλοῖ με ἀπογνώσεως· αὔγασόν μοι φέγγος, Θεοτόκε, τῆς μετανοίας. Ὡς πάλαι ἐφώτισας τυφλὸν ἐκ γενετῆς, ψυχήν μου καταύγασον μὴ βλέπουσαν τὸ φῶς τὸ σὸν, ἐλεῆμον, ἀλλ’ ἐν σκότει δεινῆς λήθης συγχωσθεῖσαν καὶ μερίμναις τοῦ βίου.

Νηστεύσας ἀνέῳξεν Ἠλίας οὐρανὸν, καὶ ὄμβροις κατήρδευσε διψήσασαν τὴν γῆν· νηστεύσωμεν ῥείθροις καταντλούμενοι ψυχικῶν δακρύων ὅπως ἐλεηθῶμεν. Ὡς ἔμψυχος ἄμπελος ἐξήνθησας ἡμῖν τὸν βότρυν τὸν πέπειρον, πηγάσαντα βροτοῖς, Παρθένε, τὸν οἶνον τῆς ἀφέσεως, καὶ τῆς ἁμαρτίας ξηράναντα τὴν μέθην.

Τὴν ζωοδόχον πηγὴν τὴν ἀέναον. Θανατωθεὶς τοῖς πολλοῖς πλημμελήμασι τῆς ἀμελείας ἐν τάφῳ συνέχομαι, λίθον ἀπογνώσεως ἔχων ἐπικείμενον· ὅνπερ διάρας, Χριστὲ, τῷ σῷ ἐλέει, ὥσπερ τὸν Λάζαρον πρὶν ἐξανάστησον.

Τὴν τοῦ πλουσίου ἐκφύγωμεν μίμησιν κατακριθέντος εἰς φλόγα τὴν ἄσβεστον, καὶ Λαζάρου στέρξωμεν τὸ ἐν πόνοις ἔμμονον· ὅπως ἐντεῦθεν ἡμᾶς ἀποδημοῦντας ὁ Ἀβραὰμ ἐν τοῖς κόλποις εἰσδέξηται. Τὴν παθοκτόνον νηστείαν ποθήσωμεν· ταῖς προσευχαῖς ἐπιμόνως σχολάσωμεν, κλαύσωμεν, πενθήσωμεν, καὶ θερμῶς στενάξωμεν· ὅπως ἡμᾶς Ἰησοῦς παρακαλέσῃ, καὶ βασιλείας μετόχους ἐργάσηται.

Τῆς παρθενίας τὸ θεῖον κειμήλιον, τῶν προπατόρων τὴν μόνην ἀνόρθωσιν, τὴν πηγὴν τὴν βρύουσαν εὐσπλαγχνίας ἄβυσσον, τὴν καλλονὴν Ἰακὼβ, τὴν Θεοτόκον, οἱ δι’ αὐτῆς σεσωσμένοι ὑμνήσωμεν.

Ὅτι ἐγώ εἰμι Θεὸς ὁ μάννα ἐπομβρίσας. Θέλων ἐπτώχευσας ὁ φύσει πλούσιος, Χριστὲ, ἐπείνασας νηστεύσας ὁ ἐμπιπλῶν πᾶν ζῶον· διό με κόρεσον πεινῶντά σου τὴν χάριν, καὶ δεῖξον τῆς ἐκεῖ τραπέζης, Λόγε, κοινωνόν.

Παῖδας στομώσασα, δυνατωτέρους τοῦ πυρός ποτε ἐν Βαβυλῶνι ἐργάσατο νηστεία· αὐτοὺς ζηλώσασα, ψυχή μου, μὴ ῥᾳθύμει· καὶ πῦρ τῶν ἡδονῶν Πνεύματος σβέσεις δροσισμῷ. Λάζαρον πτωχόν με ἁμαρτιῶν δεῖξον, Χριστὲ, καὶ σκόρπισον τὸν πλοῦτον ὅνπερ κακῶς συνῆξα τῶν ἀμυθήτων μου πταισμάτων, ἐλεῆμον, καὶ δός μοι λογισμὸν ἐπιστροφῆς, ὡς ἀγαθός.

Χαῖρε, σοὶ βοῶμεν τῇ δεξαμένῃ τὴν χαρὰν, ἡ κεχαριτωμένη Παρθένε Θεοτόκε· Θεὸν ὃν ἔτεκες δυσώπει λυτρωθῆναι κινδύνων καὶ φθορᾶς τοὺς ἀνυμνοῦντάς σε ἀεί.

Ἐκ φλογὸς ὁσίοις δρόσον. Ἐννοῶν μου τὰ πλήθη τῶν παραπτώσεων, καὶ πληττόμενος κέντρῳ τῆς συνειδήσεως, ὥσπερ ἐν φλογὶ ὀδυνῶμαι ὁ ἄθλιος· οἴκτειρόν με, Λόγε Θεοῦ, τῷ σῷ ἐλέει. Παραβλέψας Λαζάρου τὰ κατορθώματα, τοῦ ἀσπλάγχνου πλουσίου τρόπους ἐζήλωσα, εὔσπλαγχνε Χριστέ· ἐπιστρέψας με οἴκτειρον, ὅπως σε δοξάζω εἰς πάντας τοὺς αἰῶνας.

Ψυχικαῖς ἀσθενείαις περικρατούμενος, καὶ τεθνήξεσθαι μέλλων δι’ ἀπογνώσεως τῆς σῆς, Ἰησοῦ, ἐπισκέψεως δέομαι τῆς ζωοποιούσης τοὺς σὲ προσκαλουμένους. Παναγία Παρθένε, σύ με διάσωσον τῆς ἐμῆς ἀσθενείας· γενοῦ βοήθεια, ἡ τὸν θελητὴν τοῦ ἐλέους κυήσασα, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον. Τὸ πρὶν τὸν ἄνθρωπον τὸν πρωτόπλαστον, γεῦσις πικρὰ δεινῶς τοῦ παραδείσου ἐξέωσε καὶ θανάτου τοῖς βρόχοις ὑπέζευξε· νήστευσον, ὦ ψυχή μου, φεῦγε τὴν μίμησιν, φεῦγε τῆς τρυφῆς τὴν ἡδονὴν τὴν πολυώδυνον.

Εἰς νοῦν λαμβάνων σου τὸ κριτήριον καὶ τῆς φλογὸς τὸ ἄστεκτον, Κριτὰ δικαιότατε, ἐμαυτὸν κατακρίνω πρὸ κρίσεως· δέδοικα γὰρ καὶ τρέμω ἄμετρα πταίσας σοι ὡς ἄλλος οὐδεὶς ἐπὶ τῆς γῆς· διό με οἴκτειρον. Παθῶν ἐκπλύνωμεν ἀμαυρότητα φωτιστικαῖς εὐχαῖς, καὶ ἀρετῶν κλάδους φέροντες ὑπαντῆσαι Χριστῷ ἐπισπεύσωμεν, πώλῳ προσδοκωμένῳ νῦν ἐπιβήσεσθαι ἑτοιμαζομένῳ τε παθεῖν, διὰ τὸ σῶσαι ἡμᾶς.

Ἐκ σοῦ, Παρθένε θεοχαρίτωτε, τοῖς ἐν νυκτὶ δεινῶν κεκρατημένοις ἀνέτειλεν ὁ φωτὸς καὶ εἰρήνης Χριστὸς χορηγὸς τὴν ἐξ ἀπροσεξίας λύων παράβασιν, καὶ τὴν ἀπολύτρωσιν ἡμῖν σαφῶς δωρούμενος.

Στειρωθέντα μου τὸν νοῦν. Τῇ δυνάμει τοῦ σταυροῦ δυναμώσας μου τὸν νοῦν, ἐξασθενοῦντα προσβολαῖς πονηραῖς πρὸς τὸ θέλημα τὸ σὸν ἴθυνον, Κύριε. Ῥᾳθυμίας νυσταγμῷ ἐπὶ κλίνης ἡδονῶν καθεύδοντά με διανάστησον, Χριστὲ, καὶ τῶν σῶν προσκυνητὴν παθῶν ἀνάδειξον.

Λαμπρυνθέντες τὰς ψυχὰς τῇ νηστείᾳ, καθαροὶ προσυπαντῆσαι ἐπειχθῶμεν Χριστῷ πρὸς τὴν Ἱερουσαλὴμ ἐπιδημοῦντι σαρκί. Τῇ κακίᾳ ἐχθροῦ τὴν ψυχὴν θανατωθεὶς ἐν τάφῳ κεῖμαι ἀμελείας πολλῆς· ἀλλὰ τάχυνον, Χριστὲ, ἐξαναστῆσαί με.

Μὴ φλεχθεῖσα τῷ πυρὶ τῆς θεότητος, ἁγνὴ, κατάφλεξόν μου τὰς ὑλώδεις ὁρμὰς τῶν παθῶν, ὅπως ἀεὶ, Κόρη, δοξάζω σε.

Τὸν ἐν τῇ βάτῳ Μωϋσῆ. Τῆς ταπεινῆς μου ψυχῆς τὸν βαρύτατον λίθον, τῆς δεινῆς ῥᾳθυμίας ἀποκύλισον, Χριστὲ, καὶ ἔγειρόν με τάφου τοῦ τῆς ἀναισθησίας, ἡ ζωὴ τῶν ἁπάντων. Πρὸς Ἰουδαίαν, Χριστὲ, πάλιν ἔρχῃ ζητοῦσαν τῆς ζωῆς σε τὸ ξύλον διὰ ξύλου ἀνελεῖν, ποθῶν ἀθανατίσαι τοὺς τεθανατωμένους τῇ διὰ ξύλου βρώσει.

Θάνατον φίλου τοῖς σοῖς προεδήλωσας φίλοις· διὰ σπλάγχνα ἐλέους ὁ προγνώστης καὶ Θεὸς ὃν ἔμελλες ἐγείρειν ἐκ τάφου τεταρταῖον εἰς σὴν δοξολογίαν. Ἐν σοὶ, Παρθένε ἁγνὴ, τεθεώρηνται ὄντως τοῦ Θεοῦ αἱ πορεῖαι τοῦ φυλάξαντος τὴν σὴν ἁγνείαν μετὰ τόκον ἐσφραγισμένην σαφῶς εἰς πάντας τοὺς αἰῶνας.

Τῶν γηγενῶν τίς ἤκουσε τοιοῦτο; Ὁ Δανιὴλ νηστείᾳ πεφραγμένος ἔφραξε στόματα θηρῶν· τοῦτον ζηλοῦσα, ψυχή μου, τὸν ὠρυόμενον καθάπερ λέοντα ὄφιν, καὶ ἐκζητοῦντα κατάβρωμα ποιῆσαι πᾶσαν ψυχὴν, τῇ τοῦ σταυροῦ συμμαχίᾳ ἀποδίωξον.

Λόγε Θεοῦ, τὴν τεθανατωμένην ταῖς ἀμαρτίαις μου ψυχὴν, καὶ καθειργμένην ἐν τάφῳ τῆς παραβάσεως, ζωοπαρόχῳ σου λόγῳ ἐξαναστήσας προσφέρειν σοι βαΐα τῶν ἀρετῶν, ὡς νικητῇ τοῦ θανάτου καταξίωσον. Ὁ οὐρανὸν ὡς θρόνον κεκτημένος καὶ ὑποπόδιον τὴν γῆν, ὁ τοῦ Θεοῦ Πατρὸς Λόγος, πώλῳ ὀχούμενος, ἐπὶ τὴν πόλιν εἰσέρχεται τὴν ἁγίαν, ἐκ στόματος νηπίων αἶνον τερπνὸν ὡς βασιλεὺς τῶν ἁπάντων καταρτίσασθαι.

Ἐν γυναιξὶ σὺ μόνη ὡραιώθης, ὦ ὑπερθαύμαστε ἁγνὴ, τὸν ὡραιότατον Λόγον ἀποκυήσασα τὸν ὑπὲρ πάντας φανέντα βροτοὺς ὡραῖον· αὐτὸν οὖν ἐκδυσώπει τὸ εἰδεχθὲς καθωραΐσαι, Παρθένε, τῆς καρδίας μου.

Τὴν θείαν ἐννοήσας σου κένωσιν. Ἀκτῖσι τῆς ὑμῶν παρακλήσεως κατῳκισμένους ἐν σκιᾷ ἁμαρτημάτων φωτίσατε τοὺς εὐσεβῶς, φωτοφόροι, ὑμᾶς ἀνευφημοῦντας, ἀπόστολοι. Ἀγάπην συμπαθείᾳ συζεύξαντες πρὸς ἱκεσίαν τῷ Χριστῷ, πιστοὶ, ἐκπέμψαι σπουδάσωμεν, ὅπως ἡμᾶς ἀναστήσῃ ἐκ τάφου τῶν κρυφίων παθῶν ἡμῶν.

Φιλίας σαρκικῆς ἀφειδήσωμεν οἱ νεκρωθέντες τῇ ψυχῇ, καὶ προσφιλεῖς χρηματίσωμεν τοῦ Λυτρωτοῦ, ὅπως ᾅδου φρικτῆς ἡμᾶς λυτρώσηται κρίσεως. Προέφης τοῦ Λαζάρου τὴν κοίμησιν, ὃν μετ’ ὀλίγον ἀνιστῶν, ἐκ θηλαζόντων προσδέξῃ, Χριστὲ, κλαδοφορούντων τὸν αἶνον, τοῦ πάθους σου τοῦ θείου τὰ σύμβολα.

Ἐκ σοῦ τὸ θεῖον ὕδωρ ἀνέβλυσεν ἀθανασίας καὶ ζωῆς, Θεοκυῆτορ πανάμωμε, οὗ οἱ γευόμενοι δίψης, ἁγνὴ, θανατηφόρου ῥυσθήσονται.

Σοὶ τῷ Παντουργῷ. Λίθον τὸν βαρὺν ἐκ τῆς ἐμῆς καρδίας διᾶραι πρεσβεύσατε τὸν πανοικτίρμονα, λίθοι φανέντες τοῦ ἀκρογωνιαίου λίθου, θεηγόροι ἀπόστολοι Κυρίου. Ἄγωμεν, τοῖς σοῖς προανεφώνεις φίλοις· ὁ φίλος μου Λάζαρος ἤδη κεκοίμηται· τοῦτον ἐγείρων, ἐκτρίψω τοῦ θανάτου τὴν ὀλεθροτόκον κακίαν εἰς αἰῶνας.

Πρᾶοι τὴν ψυχὴν καὶ ταπεινοὶ τὴν γνώμην γενόμενοι χάριτι, ὑποδεξώμεθα πρᾶον τὸν πάντων ἐρχόμενον Δεσπότην, τὴν ἀλαζονείαν τοῦ πονηροῦ συντρίψαι. Πύλην σε φωτὸς πεφωτισμένος βλέπει προφήτης, πανάμωμε· τὸν φωτοδότην γὰρ τίκτεις ἀφράστως ἡμῖν ὁμοιωθέντα, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ἡσαΐα, χόρευε. Τῆς φιλίας ῥῦσαί με τοῦ δολίου, Δέσποτα Χριστὲ, ὁ φίλους σου τοὺς σοφοὺς λέξας μαθητάς· μεθ’ ὧν ἀφικόμενος ἐξεγείρεις φίλον σου πιστὸν, Σῶτερ, τὸν Λάζαρον, εὐχαρίστως ἀνυμνοῦντά σε. Συμπληρώσει, Κύριε, τῆς νηστείας πλήρωσον ἡμῶν καρδίαν τε καὶ τὸν νοῦν, εὔσπλαγχνε, χαρᾶς ταῖς τῶν ἀποστόλων σου ἱκεσίαις τῶν εἰλικρινῶς ἠγαπηκότων σε τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Ὀδωδὼς τοῖς ἕλκεσι τῆς κακίας τάφον κατοικῶ τῆς ῥᾳθυμίας, Χριστέ· ὅθεν σοι βοῶ, Ἀνάστησον, σῶσόν με, ὅπως κἀγὼ κλάδοις ἀρετῶν καθυπαντήσω σοι, ἀνακράζων, Ὡσαννᾶ τῷ Θεῷ. Ἐν δυσὶ θελήμασι καὶ οὐσίαις τέτοκας ἡμῖν Υἱὸν τὸν μονογενῆ, Κόρη, τοῦ Πατρὸς γενόμενον ἄνθρωπον, ἵνα ἡμᾶς δείξῃ κοινωνοὺς φύσεως, ἄχραντε, θειοτέρας ὁ ὑπέρθεος.

Ἀνάτειλόν μοι, Κύριε. Ἐπὶ σταυροῦ, Κύριε, ὑπνώσας μεταβέβληκας εἰς ὕπνον, Δέσποτα, τὸν θάνατον· «Λάζαρος γὰρ, ἐβόας, ὁ φίλος κεκοίμηται· ἀλλὰ ἀπελεύσομαι ἐξυπνίσαι νῦν αὐτόν.» Σῶν προφητῶν κηρύγματα πληρῶν προφητευόμενα, προφητοκτόνῳ πόλει, Κύριε, οἰκτίρμων παρεγένου, κτανθῆναι θελήματι, τὸν ἀποκτανθέντα με διασώζων τῆς φθορᾶς.

Οἱ σῶμα τὸ δυσήνιον τῷ λόγῳ ὑποτάξαντες δι’ ἐγκρατείας καὶ δεήσεως μονασταὶ καὶ μιγάδες, Χριστῷ ὑπαντήσατε πώλῳ ἐπιβαίνοντι, ἐρχομένῳ τε παθεῖν. Ῥᾳνίσι τοῦ ἐλέους σου κατάρδευσον, πανάμωμε, τὴν ἐκτακεῖσάν μου διάνοιαν φλογμῷ τῆς ἁμαρτίας, καὶ τὸν ἐσβεσμένον μου τῆς καρδίας ἄναψον λύχνον, πύλη τοῦ φωτός.

Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ. Τὴν Ἀνάστασιν καὶ Ζωὴν ἔχουσαι, γυναῖκες, προσφιλῆ, τί ἀποδύρεσθε πικρῶς; παραγίνεται καὶ ζωώσει τὸν γνήσιον φίλον, τῇ αὐτοῦ ἀναστάσει τὴν ἔγερσιν πάντων προμηνύων ὁ μόνος εὐεργέτης.

Καταγώγια μοναστῶν, ἀνοίχθητε ὡς ἄρνες λογικοὶ, τῷ ἀρχιποίμενι Χριστῷ ἀπαντῆσαι ὡς κλαδηφόροι, προέρχεται θέλων ὡς ἀρνίον σφαγῆναι ὁ Κύριος, ὅπως τὴν τοῦ λύκου ὀλέσῃ τυραννίδα. Ἐρχομένου πρὸς Βηθφαγῆ κρότου σου ποδῶν ὁ δυσμενὴς ᾔσθετο ᾄδης, καὶ ποδῶν τοῦ Λαζάρου ἥπτετο λέγων· Εἰ μέλλει φωνεῖν σε ἡ Ζωὴ, μὴ μελλήσῃς, ἀλλ’ ἔξελθε, ἔγνων τὴν ἐμὴν γὰρ κατάλυσιν ἐν τάχει.

Ἱεραί σε τῶν προφητῶν κηρύττουσι φωναὶ συμβολικῶς, πύλην ἐξ ἧς τοῖς ἐν σκότει καὶ σκιᾷ καθημένοις ἀνέτειλεν ἥλιος, Παρθένε, ὁ μόνος φωτοδότης.

Ὅτι ἐποίησέ μοι μεγάλα. Ἰδοὺ, προανεφώνεις, ἀναβαίνομεν, Ἰησοῦ, πρὸς πόλιν τὴν ἁγίαν καὶ χερσὶ μιαιφόνων ἀληθῶς παραδοθήσομαι σταυρῷ ἀποκτανθῆναι σαρκί. Θανάτου θέλων, Λόγε, ἐξαρπάσαι φίλον τὸν σὸν, σαρκὶ θανατωθῆναι δι’ ἡμᾶς κατεπείγῃ ἑκοντὶ, ἀθανατίζων τοὺς βροτοὺς, μόνε ἀθάνατε.

Βαΐα σωφροσύνης ἐπισείσωμεν τῷ Χριστῷ, ἐν πώλῳ μετριάζοντι σαρκὶ, καὶ προσείπωμεν αὐτῷ ἐπὶ τὸ πάθος· Ὁ ἐλθὼν εὐλογητὸς εἶ, Σωτήρ. Φρικτή σου ἡ λοχεία, Θεοτόκε Μῆτερ Χριστοῦ· διό σε μακαρίζομεν πιστῶς γενεαὶ τῶν γενεῶν, δοξολογοῦντές σε, ἁγνὴ, εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἑπταπλασίως κάμινον. Τότε ἐμοὶ γνωσθήσεσθε μαθηταὶ, Σῶτερ, ἔλεξας, ὅτε ἐντολῶν ἐκπληρωταὶ γενήσεσθε ἐμῶν ὥσπερ ἔφησα· ἐθελοντὶ ἐρχόμενος πάθος πάθος πρὸς σεπτὸν, δι’ οὗ ἀπάθειαν πᾶς τις κομίσεται κραυγάζων, Ἱερεῖς, ἀνυμνεῖτε.

Ἐν ἑαυτοῖς ταπείνωσιν ἀληθῆ περιφέροντες, τὸν ταπεινωθέντα με Θεὸν μιμήσασθε, τοῖς φίλοις ἐβόησας, πάθος, Χριστὲ, πρὸς θεῖον μολών. Ὁ οὖν ὑψηλὸς θέλων γενέσθαι καὶ πρῶτος, τῶν πάντων δοῦλος ἔστω τῇ προθέσει, κραυγάζων· Λαὸς ὑπερυψοῦτε Χριστὸν εἰς πάντας τοὺς αἰῶνας.

Ῥῦπον παθῶν τοῦ σώματος καὶ ψυχῆς ἐκκαθάρωμεν, καὶ τῷ καθαρῷ ἀκολουθῆσαι σπεύσωμεν, πρὸς πάθος ἀπάθειαν παρασχόμενον πᾶσι βροτοῖς σπεύδοντι Χριστῷ, ᾧ μελῳδεῖ πᾶσα κτίσις, Οἱ παῖδες, εὐλογεῖτε. Ἄνευ ὠδίνων τέτοκας τὸν τὴν Εὔαν ῥυσάμενον ἐκ τῶν ὀδυνῶν, ὧν ἡδονῇ τῆς βρώσεως κλαπεῖσα ἐκέκτητο, Θεοκυῆτορ Δέσποινα· ὃν ἐθελοντὶ πρὸς τὸ μακάριον πάθος ἐρχόμενον ὁρῶσα, ὀδυνᾶσαι καὶ μέλπεις, Λαὸν ὑπὸ Χριστὸν, κ. τ. λ.

Ἐξέστη ἐπὶ τοῦτο οὐρανός. Ἰδόντες τὸν ὁμαίμονα Ἰωσὴφ πρὸς πατρὸς, ἀδελφοὶ, ἀφικόμενον φθόνῳ δεινῷ λάκκῳ καταφέρουσι, καὶ μακρὰν ἀπεμπολοῦσι φέροντα πάθους τὴν εἰκόνα τοῦ ἀπαθοῦς Χριστοῦ τοῦ βασιλέως, ὃν μαθητὴς δολίως ἀπεμπωλῆσαι ἑτοιμάζεται.

Ὡρῶν καὶ ἡμερῶν τε Δημιουργὲ, ἀγνοεῖν τὴν ἡμέραν προέφησας τῆς τοῦ παντὸς κόσμου συντελείας τοῖς μαθηταῖς· ὅρους ἡμῖν τιθέμενος μετριοφροσύνης, Λόγε Θεοῦ, δι’ ἧς ἀνυψωθέντες, τοῦ πλάνου τὰς ἐπάρσεις σῇ δυναστείᾳ ταπεινοῦμεν ἀεί.

Σταυρώσωμεν τὰ μέλη δι’ ἀληθοῦς ἐγκρατείας, Χριστῷ συσταυρούμενοι, καὶ ἡδονῶν φύγωμεν τὸ βάρος τὸ δυσαχθὲς, καὶ ἐντολῶν γινώμεθα θείων τοῦ Σωτῆρος ἐκπληρωταὶ, ἵνα ἐν τῇ μελλούσῃ τῆς κρίσεως ἡμέρᾳ, τῆς κατακρίσεως ῥυσθείημεν.

Ἣν πάλαι κατηράσω, Λόγε, συκῆν ἁμαρτίας δηλοῦσαν τὸ ἄκαρπον.

Ἐν βυθῷ κατέστρωσέ ποτε. Συνελθόντες δεῦτε τῷ Χριστῷ πάντες συνανέλθωμεν, τῶν Ἐλαιῶν ἐπὶ τὸ ὄρος σήμερον, κἀκεῖ ἀκουσόμεθα οἷα φθέγγεται τοῖς αὐτὸν ἀγαπήσασι, περὶ τῆς δευτέρας τούτους ἐκδιδάσκων ἐπελεύσεως.

Ἐν ἐλαίῳ ἔργων ἀγαθῶν πάντες ἑτοιμάσωμεν τὰς ψυχικὰς λαμπάδας· ὁ νυμφίος γὰρ ἐξαίφνης ἐφίσταται· μὴ ἀνέτοιμοι εὑρεθῶμεν, ἀνόνητα κρούοντες τὴν θύραν, καὶ μὴ συμπαθείας ἀξιούμενοι. Προπορεύονταί σου μαθηταί, πάθος πρὸς ἑκούσιον, Λόγε Θεοῦ, σὲ καθορῶντες σπεύδοντα· Ἰούδας ὁ δόλιος εὐτρεπίζεται τοῖς ἀνόμοις προδοῦναί σε· οὗ τῆς ἀπονοίας πάντας καὶ πωρώσεως ἐξάρπασον.

Τὸν Υἱὸν καὶ Λόγον τοῦ Πατρὸς, ὅνπερ ἐσωμάτωσας σῶν ἐξ ἁγνῶν αἱμάτων, Κόρη Δέσποινα, πρὸς τὸ πάθος σπεύδοντα ὃ εὐδόκησεν ὑπομεῖναι, ὡς εὔσπλαγχνος βλέπουσα τιτρώσκῃ, τούτου μακρόθυμον δοξάζουσα.

Δεῦτε, λαοὶ, ᾄσωμεν. Τὸ πονηρὸν ἄρτι συνήχθη συνέδριον, καὶ πονηρὰ βουλεύεται τοῦ θανατῶσαί σε τὴν ζωὴν τῶν ἁπάντων, Ἰούδαν συνεργάτην, Χριστὲ, λαβόμενον. Ἡ τοῦ λεπροῦ πάλαι σκηνὴ ἱλαστήριον τὸν ἱλασμὸν χωρήσασα πάντων γεγένηται· ὃν εὑροῦσα ἡ πόρνη μυρίων ὀφλημάτων λύσιν κομίζεται.

Νόμους τοὺς σοὺς μὴ συντηρήσας ὁ δείλαιος, φιλαργυρήσας ὤλετο, καὶ παραδοῦναί σε φονευταῖς ἐνθυμεῖται Ἰούδας τὴν ἀγχόνην ἀντικληρούμενος. Πῶς δι’ ἡμᾶς ἔρχῃ παθεῖν, ὑπεράγαθε; Πῶς παραστῆναι βήματι ὡς κριθησόμενος τοῦ Πιλάτου ἀνέχῃ;

Ἀμέτρητος ὁ πλοῦτος τῆς εὐσπλαγχνίας σου. Αἱ περὶ σοῦ πάλαι, Παρθένε, ᾀδόμεναι τῶν θεηγόρων ἄχραντε ῥήσεις πεπλήρωνται· καὶ γὰρ ἔτεκες Λόγον σαρκὶ θελουσίως πάθη δεξάμενον.