Ἔργον
Σωφρόνιος Ἱεροσολύμων – Τριῴδιον (Νόθος)
Αναστάσιμοι κανόνες και ύμνοι του Πάσχα
Πασχάλιοι ύμνοι, ειρμοί και κανόνες που εγκωμιάζουν την κάθοδο στον Άδη, τη λύτρωση των δεσμωτών και το χαρμόσυνο άγγελμα στις μυροφόρους.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Αναστάσιμοι κανόνες και ύμνοι του Πάσχα
Πασχάλιοι ύμνοι, ειρμοί και κανόνες που εγκωμιάζουν την κάθοδο στον Άδη, τη λύτρωση των δεσμωτών και το χαρμόσυνο άγγελμα στις μυροφόρους.
Ἐν βυθῷ κατέστρωσέ ποτε. Ἐν κυμβάλοις νῦν Δαυϊτικοῖς ὕμνον ἐπινίκιον τῷ Λυτρωτῇ εὐχαριστοῦντες ᾄσωμεν· εἷλε γὰρ τὸν θάνατον, ἀπολύτρωσιν καὶ ζωὴν χαρισάμενος τοῖς πεπεδημένοις ἀπὸ τοῦ αἰῶνος, ὡς φιλάνθρωπος.
Ἐν νεκροῖς ὀφθεὶς μετὰ ψυχῆς, νέκρωσιν ἑκούσιον ὁ τῇ σαρκὶ, Χριστὲ, καταδεξάμενος, ψυχὰς ἠλευθέρωσας, καὶ συνήγειρας, καὶ φωτὶ κατελάμπρυνας, μόνε ζωοδότα, Πάσχα τὸ σεπτὸν καὶ καθαρτήριον. Ὁ τυθεὶς ἀμνὸς ὑπὲρ ἡμῶν, Πάσχα τὸ σωτήριον ἐκ τῶν νεκρῶν ἀναβιώσας σήμερον, ᾅδην ᾐχμαλώτευσεν, ἀφελόμενος οὒς δεσμώτας κατέπιε κράζοντας·
Μεγάλη, μόνε Λυτρωτὰ, ἡ δυναστεία σου. Ὁ παρθένον δείξας σε ἁγνὴν καὶ μετὰ τὴν κύησιν, ἐκ τῶν νεκρῶν ἐξαναστὰς τριήμερος τὴν κτίσιν ἐφαίδρυνεν, ἀπειρόγαμε παναγία Θεόνυμφε, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται.
Ἐξήνθησεν ἡ ἔρημος ὡσεὶ κρίνον, Κύριε. Ἐξάξας ἐν ἀνδρεία πεπεδημένους, Κύριε, τῇ ὑπὸ γῆν καθόδῳ σου ἀλαζόνα παραπικραίνοντα, ἐθανάτωσας ὄφιν τῷ θανάτῳ σου. Ἡμέρα ἣν ἐποίησεν ὁ οἰκτίρμων Κύριος, αὕτη ὑπάρχει· πνεύματι καὶ καρδίᾳ ἀγαλλιώμενοι, ἐν αὐτῇ εὐφρανθῶμεν καὶ χορεύσωμεν.
Διώκτου τυραννίδος λελυτρωμένοι αἵματι τοῦ καθαροῦ ἀμώμου τε ἱερείου, νῦν συστησώμεθα ἑορτὴν ἐν αἰνέσει ἀλαλάζοντες. Τὸ Χαῖρε, σοὶ προσνέμει ἐκ τάφου λάμψας Κύριος· σοὶ γὰρ καὶ μόνῃ, ἄχραντε, πρέπει, χαρίτωτε, ἡ τῆς Εὔας τὴν λύπην ἀφανίσασα.
Ἐλήλυθας ἐκ Παρθένου. Ἐκ τάφου σε ἀνατείλαντα ἥλιον ἄδυτον, ἀστέρες πολύφωτοι οἱ μαθηταὶ θεασάμενοι, πᾶσαν τὴν ὑφήλιον τῇ τοῦ κηρύγματος αἴγλῃ κατεφώτισαν. Χορεύσωμεν ἑορτὴν συστησάμενοι πνεύματι· ἀνέστη ὁ Κύριος, Πάσχα τὸ θεῖον εὐφρόσυνον χάριν παρεχόμενος τοῖς τὴν αὐτοῦ προσκυνοῦσι συγκατάβασιν.
Μηνύουσαι τὴν σεπτήν σου γυναῖκες ἀνάστασιν, τοῖς φίλοις σου, Δέσποτα, περιχαρῶς τοῦτο ἔλεγον, Ἴδομεν τὸν Κύριον, καὶ πρωτοδότως τὸ, Χαῖρε, ἀπειλήφαμεν. Συγχαίρει σοι γυναικῶν μυροφόρων, πανάμωμε, χορὸς ἁγιώτατος, ἐξαναστάντα θεώμενος Λόγον ὅν ἐκύησας ὑπὲρ αἰτίαν καὶ λόγον.
Ὁ τοῦ φωτὸς χορηγός. Ὁ φωτὸς χορηγὸς ὑπὸ τὴν γῆν μετὰ ψυχῆς γέγονε, καὶ τοὺς ἐκεῖ δεσμώτας ἐξάξας ἀνέστη κραταιῶς, τὴν ἀθανασίαν πιστοῖς χαρισάμενος. Συνενεκρούμην σοι χθὲς νενεκρωμένῳ δι’ ἐμὲ, Κύριε· σήμερον δὲ συζωοποιοῦμαι, ζωὴν ἀληθινὴν ἔχων σε καὶ Πάσχα ψυχῆς καθαρτήριον.
Βακτηρευόμενοι καὶ στηριζόμενοι σταυρῷ φάγωμεν τὸ καθαρὸν Πάσχα, τὰς πικρίδας σαρκὸς τῶν ἡδονῶν ἐκ τῆς διανοίας ἡμῶν ἀπελαύνοντες. Ἡ βασιλὶς τοῦ παντὸς τὸν Βασιλέα τοῦ παντὸς τέξασα, ὡς ἐκ παστοῦ τοῦτον τῆς γαστρός σου ὡραῖον ὁρῶσα τάφου προελθόντα, ἀγάλλου καὶ χόρευε.
Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος. Λαμπροφόρος ἡμέρα ἐγέρσεως, πάντες λαμπροφόροι ψυχαῖς χρηματίσωμεν· ὁ Λυτρωτὴς ἐγήγερται, τὰ τοῦ ᾅδου κενώσας βασίλεια. Ἱερῶν γυναικῶν ὁ κατάλογος, βλέψας τὴν ζωὴν ἐκ νεκρῶν ἀνατείλασαν, τοῖς μαθηταῖς συνέχαιρε, καὶ τὸ Πάσχα τὸ θεῖον ἑόρταζεν.
Ἀπεπαύθη τῆς λύπης τὰ δάκρυα· ὁ χαροποιὸς Ἰησοῦς γὰρ ἐγήγερται, συνεξεγείρας ἅπασαν τῶν βροτῶν τὴν οὐσίαν ὡς εὔσπλαγχνος. Παρθενίας τὰς πύλας οὐκ ἤνοιξας, μνήματος σφραγίδας οὐκ ἔλυσας, Δέσποτα, ἐξαναστὰς τριήμερος, ὁ βουλήσει τὸ πᾶν ἐργαζόμενος.
Ἀντίθεον πρόσταγμα. Διώκτης ὀλέθριος ἐξηφανίσθη· τοῦ ᾅδου κεκένωται τὸ ἀφεγγὲς βασίλειον· Χριστὸς γὰρ τὸ ἄχρονον φῶς καὶ ἀνόλεθρον ἤστραψεν· ἀνέτειλε, χαρᾶς τὴν οἰκουμένην πληρώσας σήμερον. Κρουνοὺς ἐπαφῆκάς μοι ἀθανασίας, πλευρὰν ὀρυττόμενος καὶ χεῖρας, ὑπεράγαθε· θανάτῳ δὲ θάνατον, Σῶτερ, ἐνέκρωσας, καὶ συνεξανέστησας νεκροὺς τῇ σῇ ἐγέρσει, ὁ ὑπερένδοξος.
Κλαιούσαις ἐβόησας ταῖς μυροφόροις, Χριστὲ, Ἐξεγήγερμαι· τὸν θρῆνον ἀποῤῥίψατε, τοῖς φίλοις μου εἴπατε, καθυπαντῆσαί μοι καὶ τὴν ἐπινίκιον ᾠδὴν ἀναφωνῆσαι τῇ δυναστείᾳ μου. Παρθένον τηρήσας σε μετὰ τὸν τόκον, ὁ πάντα βουλήματι τῷ θείῳ ἐργαζόμενος, ὡράθη ὡς ἄνθρωπος, θεοχαρίτωτε, πᾶσι τὴν ἀνάστασιν διδοὺς, ὡς εὐεργέτης καὶ ὑπερένδοξος.
Τὸν ἐν καμίνῳ τοῦ πυρός. Ὡς ἐκ παστάδος φωταυγὴς καὶ ὡραῖος, Ἰησοῦ, νυμφίος ὤφθης, ὁ καινίσας τῷ τάφῳ τὴν ἀφθαρσίαν ἡμῖν· νεκρώσας φύλακας, ζωώσας δὲ τοὺς πεπιστευκότας εἰς σὲ τὸν ζωοδότην. Ἀθανατίσθητε ὑμεῖς τῷ θανάτῳ μου, τοῖς σοῖς ἐβόας φίλοις· καὶ τὸ Πάσχα τὸ μέγα ταῖς πατριαῖς τῶν ἐθνῶν μεγάλως λαμπρῶς τε κηρύξατε, ἵνα γνῶσι πάντες Χριστὸν νικοποιόν με.
Ζήσεσθε, φίλοι μαθηταὶ, ἐν ἐμοί· καὶ γὰρ ἐγὼ ζωὴ ὑπάρχων ἐξανέστην ἐν δόξῃ, καθὼς ὁρᾶτε ὑμεῖς· ἐβόας, Σαλπίσατε σάλπιγγι ἐν ἀγαλλιάσει ψυχῆς εἰς τοὺς αἰῶνας. Ἐγηγερμένον ἐκ νεκρῶν ἡ Παρθένος τὸν Υἱὸν θεασαμένη, Ὡραιώθης, ἐβόα, ζωοποιέ μου Υἱὲ, θανάτῳ νεκρώσας τὸν θάνατον· ὅθεν σε δοξάζει συμφώνως πᾶσα κτίσις.
Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον. Ὁμοιωθεὶς κατὰ πάντα ἁμαρτήματος δίχα ἀνθρώποις, Ἰησοῦ παμβασιλεῦ, θνήσκεις καὶ τάφῳ κατάκεισαι· μὴ φθορᾶς μετασχὼν δὲ ἀνίστασαι, καινίζων τοῖς πιστοῖς ἀφθαρσίας εἰσόδους τῇ θείᾳ ἀναστάσει σου.
Αὕτη ἡμῶν ἡ ἡμέρα ἣν ἐποίησεν ὄντως ὁ Κύριος, ποιήσας ἐν αὐτῇ ἔνδοξά τε καὶ ἀπόῤῥητα· ἐν αὐτῇ εὐφρανθῶμεν, καὶ κράξωμεν μεγάλῃ τῇ φωνῇ, Τὸ σεβάσμιον Πάσχα ἡμῶν ἐτύθης, Κύριε. Τί μετὰ μύρων ζητεῖτε τὸ πολύτιμον μύρον; Τοῦ ᾅδου τὸ δυσῶδες ἀφελὼν, λύσιν δεσμώταις διέπνευσε, καὶ ἀνέστη ἐν δόξῃ· ἐμπλήσθητε χαρᾶς, ταῖς γυναιξὶν ὁ ἀστράπτων τῷ τάφῳ ἄγγελος ἀνεβόησεν.
Σὺν γυναιξὶ μυροφόροις, σὺν σοφοῖς ἀποστόλοις, ὁρῶσα τὸν Υἱόν σου καὶ Θεὸν ἐγηγερμένον, πανάμωμε, ἐκ νεκρῶν, καθὼς εἶπεν, ἑόρτιον ἀνάλαβε χαρὰν, δυσωποῦσα ἀπαύστως σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁ τὰ ὕδατα πάλαι. Ὁ τὴν γῆν ἐφ’ ὑδάτων πάλαι κρεμάσας, κρεμνᾶται ἐθελουσίως τῷ ξύλῳ· ἐκ πλευρᾶς βρύει δὲ ὕδωρ ἀφέσεως, καὶ τὴν ἀναβλύζουσαν τῇ παραβάσει κακίαν ξηραίνει ὡς εὔσπλαγχνος, ὅτι δεδόξασται.
Ἐκ τῆς γῆς πρὸς τὰ ἄνω ἀνενεχθέντες, τοῦ Πάσχα τῇ λαμπροτάτῃ ἡμέρᾳ, ἐν αὐτῇ σήμερον χοροὺς στησάμενοι, αἶνον ἀναπέμψωμεν τῷ νεκρωτῇ τοῦ θανάτου, μόνῳ βασιλεῖ ἡμῶν, ὅτι δεδόξασται. Τὸ ἀτίμητον μύρον τί μετὰ μύρων, γυναῖκες, ἐπιζητεῖτε; ἐν τάφῳ ὁ φανεὶς ἄγγελος λαμπρῶς ἐβόησεν·
Ἄπιτε, κηρύξατε τοῖς μαθηταῖς, ἐξανέστη, καὶ κατευωδίασε τῆς γῆς τὰ πέρατα. Τὸν Υἱόν σου, Παρθένε, ἐγηγερμένον ἐκ τάφου ὡραῖον κάλλει ὁρῶσα, μαθηταῖς, ἄχραντε, λαμπρῶς συνέχαιρες· ὅθεν σοι κραυγάζομεν· Χαρᾶς ἡ αἰτία, χαῖρε ἡ ἀνεύρεσις, ζωῆς φανέρωσις.
Λαός μου, ὅτι πάντων κυριεύω νεκρῶν καὶ ζώντων. Ὡς Θεὸς καὶ κατάγω καὶ ἀνάγω ἐκ γῆς, καὶ σώζω τοὺς βοῶντας· Σῶσον, Σῶτερ, ὁ σώσας τὸν Ἰσραὴλ ἐκ δουλείας. Τὸ καταπέτασμα ἰδόντες οἱ παράνομοι σχιζόμενον, τῇ σῇ σταυρώσει, Λυτρωτὰ, διεσχίσθησαν ὡς γέγραπται· καὶ μὴ κατανυγέντες, ὄξος πιεῖν προσέφερόν σοι χολῇ μεμιγμένον.
Τὴν ἁμαρτίαν μου ἐζήλωσας ἡλωθεὶς ἐν ξύλῳ, Κύριε· καὶ ἐν τῷ τάφῳ ὡς νεκρὸς ἀφυπνώσας, τοὺς ὑπνώττοντας ἐξήγειρας ἐκ τάφων βλέψαι τὸ φῶς τῆς ἀναστάσεώς σου, Σῶτερ ζωοδότα. Ὧ Πάσχα μέγα καὶ σεβάσμιον τῆς φθορᾶς δι’ οὗ ἐῤῥύσθημεν, καὶ σκοτασμοῦ τῶν ἡδονῶν καὶ δουλείας τοῦ πικροῦ Φαραώ· Θεοῦ Υἱὲ καὶ Λόγε, δίδου ἡμῖν κατατρυφῆσαι τῆς σῆς βασιλείας.
Τὸν γεννηθέντα ἐξ ἁγνῶν σου, ἀεὶ Παρθένε, αἱμάτων Χριστὸν, καὶ σταυρωθέντα ἐν σαρκὶ καὶ ταφέντα καὶ ζωώσαντα τοὺς πάλαι τεθαμμένους δίδου ἡμῖν, εὐΐλατον μητρικῇ παῤῥησίᾳ.
Ὁ ἐκ μὴ ὄντων τὰ πάντα. Ἥλιε δόξης, ἀόρατε Βασιλεῦ, ὁρῶν σε κρεμάμενον, φῶς συνέστειλεν ἥλιος, καὶ ἡ γῆ ἐσείετο, καὶ ἐδονεῖτο τῷ φόβῳ σου ἡ κτίσις. Σήμερον ὤφθη ὡραῖος ὡς ἐκ παστοῦ Χριστὸς πορευόμενος ἐκ τοῦ τάφου ὁ Κύριος, καὶ τὴν ὡραιότητα ἡμῖν τῆς θείας ἐγέρσεως δωρεῖται.
Πάσχα Κυρίου τὸ μέγα καὶ ἱερὸν Χριστός· ἐκ τοῦ τάφου γὰρ δεσμῶν ἐλευθερώθητε ἁμαρτίας σήμερον, τὸν καταλύτην τοῦ ᾅδου ἀνυμνοῦντες. Τὸν σταυρωθέντα, ταφέντα καὶ ἐκ νεκρῶν, καθὼς προεμήνυσεν, ἐγερθέντα τριήμερον, Θεομῆτορ, αἴτησαι, τοῦ διασῶσαι τοὺς δούλους σου, Παρθένε.
Ἔθου πρὸς ἡμᾶς. Βήματι κριτὸς, ὁ κριτὴς, Πιλάτου παρέστηκας, φέρων ἐμπτυσμοὺς καὶ ῥαπισμοὺς καὶ καταβὰς εἰς ᾅδην ἐῤῥάπισας τούτου τὸ βασίλειον, ἐξαναστήσας πάλαι οὓς κατέπιεν. Πάσχα ἑορτῶν ἑορτὴ λαμπρὰ καὶ πανήγυρις πασῶν πανηγύρεων, πιστοὶ, τῷ νικητῇ τοῦ ᾅδου βοήσωμεν, Εἰργάσω παράδοξα ἡμᾶς ζωώσας· δόξα τῇ δυνάμει σου.
Χαίρει μαθητῶν ὁ χορὸς ἰδὼν τὸν διδάσκαλον, θάνατον θανάτῳ ἀληθῶς καταβαλόντα, καὶ τὰ βασίλεια τοῦ ᾅδου κενώσαντα καὶ ἀναστάντα τάφου, καθὼς ἔφησεν. Μόνη γυναικῶν τοκετὸν παράδοξον ἔσχηκας, μόνη καθορᾷς ἐκ τῶν νεκρῶν ἐγηγερμένον, Κόρη πανάμωμε, τὸν μόνον Θεὸν ἡμῶν, ὃν ἐκδυσώπει σῶσαι τὰς ψυχὰς ἡμῶν.
Ἐπὶ τῆς γῆς ὁ ἀόρατος ὤφθης. Ἐπὶ σταυροῦ ἑκουσίως ὑπνώσας τοὺς ἐν νεκροῖς ἀκουσίως ὑπνοῦντας μετὰ ψυχῆς ἐν αὐτοῖς καταβὰς, φιλάνθρωπε, κραταιῶς συνεξανέστησας. Μετὰ νεκρῶν μὴ ζητεῖτε τὸν ζῶντα· μετὰ κλαυθμῶν τὴν παράκλησιν πάντων βλέψαι μὴ θέλετε, ὁ ἀστράπτων ἄγγελος μυροφόροις ἀπεφθέγγετο.
Τῶν μαθητῶν ἐκ νεκρῶν σε ὁ δῆμος ἑωρακὼς ἀναλάμψαντα, Λόγε, χαρᾶς πεπλήρωται καὶ κροτεῖ ἐν Πνεύματι Πάσχα θεῖον καὶ σωτήριον. Ὃν ἐκ τῶν σῶν παναγίων αἱμάτων ὑπερφυῶς ἐσωμάτωσας Λόγον, ἀναβιώσαντα ἐκ νεκρῶν τριήμερον ἐθεάσω, Μητροπάρθενε.
Ἄβυσσος ἐσχάτη ἁμαρτιῶν. ᾌσατε καὶ ψάλατε τῷ Θεῷ ἑλόντι πάθει τὸν ἁπάντων πολέμιον, καὶ πανηγυρίσατε λαοὶ, φυλαὶ καὶ γλῶσσαι τῆς γῆς, καὶ κροτήσατε· Ἐξανέστη ὁ Κύριος. Τέτρωται τῇ λόγχῃ σου ὁ ἐχθρὸς, καὶ ἡ φλογίνη ῥομφαία νῶτα δίδωσι τοῖς τὴν σὴν ἀνάστασιν εὐσεβῶς καταγγέλλουσι, καὶ ὑμνοῦσί σε, Ἰησοῦ ὑπεράγαθε.
Σήμερον τὴν ἔγερσιν ἀληθῶς αὐτὴν ἑορτάζομεν τοῦ Δεσπότου τῆς κτίσεως ἐν αὐτῇ· τὸν κόσμον γὰρ ἑαυτῷ συνανέστησε, καὶ ἐνέκρωσε νεκρωθεὶς τὸν πολέμιον. Πάναγνε, ἡ μόνη τῷ πλαστουργῷ καὶ τοῖς ἀνθρώποις ὑπὲρ νοῦν μεσιτεύσασα, τὸν Υἱόν σου ἵλεων τοῖς ἐπταικόσι δούλοις σου καὶ ὑπέρμαχον χρηματίσαι δυσώπησον.
Τρεῖς παῖδες ἐν καμίνῳ. Κροτήσατε, ἔθνη, ψαλμικῶς χεῖρας σήμερον, ἐξανέστη ὁ Χριστὸς συνεξεγείρας νεκροὺς, μεγαλοφώνως βοῶντας· Εὐλογητὸς εἶ, ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν. Στησώμεθα χορείαν μυστικῶς ἀλαλάζοντες τῇ τοῦ Πάσχα ἑορτῇ καὶ ἀνακράξωμεν· Ὁ τὰ μεγάλα ποιήσας εἰς ἀπολύτρωσιν ἡμῶν, εὐλογητὸς εἷ, Χριστέ.
Γυναῖκες ἀπὸ θέας γραφικῶς δεῦτε σήμερον, τῇ Σιὼν εὐαγγελίσασθε τὴν ἔγερσιν τοῦ ἐκ Παρθένου τεχθέντος, καὶ τῶν ὠδίνων τῶν πικρῶν τὴν Εὔαν λύσαντος. Νεφέλη, φωτοφόρε, ὁ οἰκήσας τὴν μήτραν σου· ὑπὲρ λόγον μέγας ἥλιος, Παρθένε Χριστὲ, ἐξανατείλας τοῦ τάφου, πᾶσαν ἐφώτισε τὴν γῆν θείαις λαμπρότησιν.
Ἀστέκτῳ πυρὶ ἑνωθέντες. Ἀκάνθαις στεφθεὶς ἑκουσίως πρόῤῥιζον τὴν ἄκανθαν τῆς πλάνης ἀποτέμνεις, ἐν μνημείῳ κατακλεισθεὶς δὲ πάντας τοὺς ἐν μνήματι ἐξεγείρεις, Πάσχα κροτοῦντας αἰώνιον, ἄναρχε ἀνάρχου Πατρὸς Υἱὲ καὶ Λόγε.
Ἄπιτε ὑμεῖς εἰς τὰ ἔθνη πάντα, ἀποστόλοις ἀνεβόα ὁ Δεσπότης· διαγγέλλοντες τὴν ἐκ τάφου φρικώδη μου ἔγερσιν, καὶ τοῦ ᾄδου ὄντως παντελῆ καθαίρεσιν, ὅπως τε θανόντων καὶ ζώντων βασιλεύω. Χαίρετε, βοᾷς μυροφόροις σοῦ, τοὺς ἱεροὺς κρατούσαις πόδας, ὧν τὸν κρότον ὁ προμήτωρ πρὶν ἐφοβήθη, καὶ εὐαγγελιστρίας ἀποστόλοις ταύτας δεικνύεις, Ὁ Κύριος ἀνέστη, λεγούσας, καὶ ζῇ εἰς τοὺς αἰῶνας.
Χαίρεις χαρμονῇ ἀνεικάστῳ βλέπουσα, Παρθένε Θεοτόκε, τὸν Υἱόν σου ὡς πρωτότοκον ἐκ γαστρός σου· οὕτω καὶ πρωτότοκον ἐκ νεκρῶν νῦν δόξῃ θείᾳ ἀνερχόμενον, πρῶτον τὰ τοῦ ᾅδου κενώσαντα ταμιεῖα.
Ἐν νόμῳ σκιὰν καὶ γράμματι, Τὴν ξύλῳ ποτὲ βλαστήσασαν φθορὰν ξύλῳ ἰάτρευσας, ἐν τάφῳ συγκλεισθεὶς δὲ τοὺς ἐν τάφοις ἤγειρας νεκρούς· Πάσχα τὸ μέγα καὶ θεῖον, Λόγε ἀνάρχου Πατρὸς, ὁ τοὺς βροτοὺς συμπολίτας τῶν ἀγγέλων ἐργασάμενος.
Κλαιούσαις ποτὲ ἐβόα γυναιξὶν ὁ θεῖος ἄγγελος, Χαρὰν ἀναλαβοῦσαι ἀποστόλοις σπεύσατε εἰπεῖν, ὡς ὁ Δεσπότης ἀνέστη, καὶ νῦν προάγει ὑμᾶς εἰς Γαλιλαίαν, ὡς εἶπεν πρὸ τοῦ πάθους ὁ φιλάνθρωπος. Ἀγάλλον, ἡ γῆ, ἀγάλλου, οὐρανὲ, βροτοὶ σκιρτήσατε, ὁ Κύριος ἀνέστη, κατεπόθη θάνατος· λοιπὸν οἱ ἐν δεσμοῖς ἀπ’ αἰῶνος ἠλευθερώθησαν, Πάσχα κροτοῦντες τὸ μέγα τὸ φαιδρόν τε καὶ χαρμόσυνον.
Τὸ θρῆνος, Ἁγνὴ, μετῆλθέ σοι λοιπὸν εἰς ἀγαλλίαμα· ἰδοὺ γὰρ ὁ Υἱός σου καὶ Δεσπότης πάντων καὶ Θεὸς, ὂν ἐν σταυρῷ κατενόεις κάλλος μὴ ἔχοντα, ἐγηγερμένος ὡραῖος πᾶσαν κτίσιν ἐκαλλώπισεν.
Εὐφραίνεται ἐπὶ σοί. Εὐφραίνεσθε, οὐρανοὶ, ἀγαλλιάσθω δὲ ἡ γῆ ἅπασα, ἐκ τῶν νεκρῶν σήμερον πάντων ἡ ζωὴ γὰρ ἐγείρεται. Ἠμαύρωται ὁ Ἐχθρὸς τῇ ἐπιλάμψει σου, Χριστὲ ἥλιε· εἶδον δὲ φῶς ἄδυτον οἱ πρὶν ἐν τῷ σκότει καθήμενοι.
Δουλείας τοῦ νοητοῦ ἀπαλλαγέντες Φαραὼ σήμερον Πάσχα Θεοῦ ἅγιον ἁγιαστικῶς ἑορτάσωμεν. Εὐφραίνου, Μῆτερ ἁγνὴ, τὴν εὐφροσύνην τοῦ παντὸς βλέπουσα, τὸ κατηφὲς λύσασαν ᾅδου, καὶ βροτοὺς ἀναπλάσασαν.
Ἐπαρθέντας ἰδοῦσα ἡ Ἐκκλησία. Ἐπὶ ξύλου ὥσπερ ἄμπελος, Ζωοδότα, ἀναρτηθεὶς, ἐπήγασας οἶνον σωτηρίας πάντας τὸν εὐφραίνοντα· διό σοι κραυγάζομεν· Δόξα τῇ δυνάμει σου, Κύριε. Πύλαι ᾅδου σοι ἠνοίγησαν, Σῶτερ, φόβῳ· καὶ πυλωροί σε βλέψαντες περιβεβλημένον στολὴν ἐκδικήσεως ἐξέστησαν, ἔφριξαν, καὶ ἀπὸ προσώπου σου ἔφυγον.
Μετὰ μύρων σε γυναῖκες τὸ θεῖον μύρον ἐπιζητοῦσαι ὄρθριαι ἦλθον πρὸς τὸ μνῆμα· ἄγγελον εὑροῦσαι δὲ τὴν σὴν καταγγέλλοντα ἔγερσιν, Σῶτερ, κατεπλάγησαν. Ἐπαρθέντα σε ἐν ξύλῳ ἰδοῦσα, Λόγε, ἡ σὲ τεκοῦσα, ἔστενε, τάφῳ δὲ τεθέντα καὶ νεκροὺς ἐγείραντα, εὐφραίνεται βλέπουσα· ἢν ὡς Θεοτόκον δοξάζομεν.
Σὺ, Κύριέ μου, φῶς εἰς τὸν κόσμον. Σὺ, Κύριε, χερσὶν ὁ ποιήσας τὸν ἄνθρωπον, ἐξέτεινας ἐπὶ ξύλου τὰς ἀχράντους σου χεῖρας, πλευρὰν ἐξορυττόμενος. Σὺ, Κύριε, ταφεὶς ὡς νεκρὸς ἐν τῷ μνήματι, ἐνέθαψας τὴν κακίαν τοῦ νεκρώσαντος κόσμον, καὶ πάντας ἐξανέστησαν.
Ὦ πάσχα ἱερὸν καὶ σεπτὸν καὶ σωτήριον ὦ ἔνθεος εὐφροσύνη, διὰ σοῦ τοῖς ἀγγέλοις οἱ γήϊνοι συνήφθημεν. Συνέλαβες Χριστὸν καὶ ἀφθόρως ἐκύησας, πανάμωμε, τὸν τοῦ ᾅδου τὴν ἰσχὺν καθελόντα, καὶ σώσαντα τὸν ἄνθρωπον.
Θύσω σοι μετὰ φωνῆς. Βρώσει με τῇ τοῦ ξύλου κλαπέντα καὶ θνήξαντα, τῇ τοῦ Ἐχθροῦ συμβουλίᾳ ὑψωθεὶς ἐν ξύλῳ ἀνεκαλέσω, καὶ πεσόντα εἰς φθορὰν ἀφθαρσίᾳ ἐτίμησας. Σινδόνι ἐνειληθεὶς ταφῇ παραδέδοσαι· καὶ διαῤῥήξας τοῦ ᾅδου θείᾳ δυναστείᾳ τὰ σπάργανα, ἐξανέστης ὡς Θεὸς, ζωοδότα, τοῦ μνήματος.
Κύριον τοῦ παντὸς, κυριώνυμε, τέτοκας, τὸν καθελόντα τὸ κῦρος τοῦ θανάτου, πᾶσί τε τοῖς ἀνθρώποις παρασχόντα ἀθανασίαν καὶ ἀπολύτρωσιν.
Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι παῖδες. Ζωῆς τὴν Πέτραν προσηλωθεῖσαν ξύλῳ τῷ τοῦ σταυροῦ, πέτραι καθορῶσαι πάλαι φόβῳ πολλῷ διεῤῥάγησαν, καὶ ἥλιος τὸ φῶς ἀπέκρυψε, καὶ τὰ τῆς γῆς ἐσείσθη θεμέλια. Ἐπανακλήσει τῶν πεπτωκότων ἀνακέκλησαι οἷα βασιλεὺς, ἐν τάφῳ στρατιωτῶν φυλαττόντων σε, φιλάνθρωπε.
Εὐλογημένος ἐν τῷ ναῷ τῆς δόξης σου, Κύριε. ᾍδου ταμιείων πεπεδημένους ἐξήρπασας, Λόγε, τοῦ Πατρὸς δυνάμει παντουργικῇ, καὶ βοῶντας ἐξανέστησας· Εὐλογημένος εἶ. Ἐγηγερμένον ἐκ τῶν νεκρῶν τὸν ζωῆς Κύριον, Κόρη, κατιδοῦσα χαίρεις συμμαθηταῖς σὺν αὐτοῖς τε μέλπεις πάντοτε· Εὐλογημένος εἶ, Κύριε.
Χεῖρας ἐκπετάσας Δανιήλ. Ὕψωσας παλάμας ἐν σταυρῷ, καὶ τὰ θεμέλια τῆς γῆς ἐδόνησας· τοὺς δὲ τὴν ἔκπτωσιν, Δέσποτα, διὰ ξύλου ὑπομείναντας πρὸς ἑαυτὸν χαρμονικῶς βοῶντας εἵλκυσαι· Εὐλογεῖτε, πάντα. Λάκκῳ σε κατέθεντο νεκρὸν νεκροῦντα θάνατον, ζωοποιοῦντα δὲ οὓς ἀπενέκρωσε δήγματι ἰοβόλῳ ὁ ἀρχέκακος, Λόγε Θεοῦ μονογενής· διὸ βοῶμέν σοι, Εὐλογεῖτε.
Πάσχα ἡ χαρμόσυνος ἡμῖν ἡμέρα ἔλαμψεν, ἐν ᾗ ἐσχήκαμεν τὴν ἀπολύτρωσιν ἅπαντες οἱ δουλείᾳ συνεχόμενοι τοῦ πολεμήτορος Ἐχθροῦ· ὅθεν κραυγάζομεν Εὐλογεῖτε, πάντα. Ὁ πᾶσι τὸ εἶναι παρασχὼν αἰτίαν ἔσχηκέ σε τῆς σαρκώσεως, καὶ προελήλυθεν ἄφθορος ἐξ ἀφθόρου τῆς νηδύος σου ὁ ἀφθαρσίαν τοῖς νεκροῖς ἐμπνέων μέλπουσιν·
Εὐλογεῖτε, πάντα.
Λίθος ἀχειρότμητος ὄρους. Ξύλου με καρπῷ, συμβουλίᾳ τραυματισθέντα τοῦ Βελίαρ, σὺ τραυματισθεὶς ἐπὶ ξύλου, Χριστὲ, ἰάσω· καὶ τῆς κατάρας με κατάρα ὑπὲρ ἡμῶν γενόμενος, Λόγε, ἠλευθέρωσας. Τὸν ζωοποιοῦντα τὰ πάντα ἐν τοῖς νεκροῖς πῶς ἐκζητεῖτε; λύσας τοῦ θανάτου τὸ κράτος, καθὼς προεῖπεν, νῦν ἐξεγήγερται, ταῖς μυροφόροις ἔλεγεν ὁ ἐξαστράπτων θεῖος ἄγγελος.
Ὦ μακαριώτατον Πάσχα, δι’ οὗ ἐκ γῆς μετεβιβάσθη πᾶσα τῶν ἀνθρώπων ἡ φύσις πρὸς τὴν ἐκεῖθεν μακαριότητα· Πάσχα σεπτὸν καὶ ἄμωμον, σὺ τῶν πιστῶν ἡ ἀπολύτρωσις. Χαῖρε, τῆς χαρᾶς ἡ αἰτία, χαῖρε κατάρας ἀναιρέτις, χαίροις ὀρθοδόξων τὸ κλέος τῶν σὲ ὑμνούντων τὸ καταφύγιον, Θεογεννῆτορ πάναγνε, δι’ ἧς φθορᾶς ἠλευθερώθημεν.
Ἵππον καὶ ἀναβάτην. Ὅλος ἐπιθυμία καὶ ὅλος ὢν γλυκασμὸς, Ἰησοῦ, ἀπεγεύσω χολῆς σταυρῷ κρεμάμενος, τὴν προσγινομένην μοι ἁμαρτίαν, Δέσποτα, πικροτάτην σαφῶς ἰώμενος. Ἤκουσε καὶ εὐφράνθη Σιὼν, ὡς γέγραπται, ἀναστάντος σου, Λόγε· αἱ ταύτης θυγατέρες γὰρ πρῶταί σε τεθέανται καὶ τὸ, Χαῖρε, δέχονται, τῆς κατάρας ἀπολυτρούμεναι.
Δεῦρο, καὶ τὴν κινύραν Δαυῒδ ἀνάκρουσον, συστησώμεθα, λέγων, ἑορτὴν ἀλαλάζοντες· αὕτη ἣν ἐποίησεν ὁ Δεσπότης Κύριος ἡ ἡμέρα τῆς ἀναστάσεως. Χαίροις, εὐλογημένη θεοχαρίτωτε, μετὰ σοῦ ὁ Δεσπότης, ὁ καθελὼν τὸν θάνατον, καὶ λύσας τὸν ἄνθρωπον τῆς κατάρας, Δέσποινα, μεσιτείᾳ σου, Μητροπάρθενε.
Ὅτι ἐγώ εἰμι Θεὸς ὁ σάρκα. Ξύλῳ κατέκρινας τὴν ἁμαρτίαν Ἰησοῦ, καὶ ᾄδην ᾐχμαλώτευσας τεθεὶς ἐν τῷ μνημείῳ, καὶ ἀνέστης ὡς Θεὸς, συνεγείρας τὸν κόσμον δοξολογοῦντα τὴν δυναστείαν σου. Πάντα, κροτήσατε χεῖρας, ἔθνη, ψαλμικῶς, ἀνέστη τὰ βασίλεια κενώσας τοῦ θανάτου ὁ ἀθάνατος Θεὸς, βασιλεύει δὲ γῆν ἐπὶ πᾶσαν ὡς Βασιλεὺς τοῦ παντός.
Πάσχα σωτήριον, Πάσχα ἀνάκλησις ψυχῶν, ἡμέρα εὐφροσύνη; καὶ χαρᾶς αὕτη ὑπάρχει· εὐφρανθῶμεν μυστικῶς καὶ Χριστὸν τὸν τῶν ὅλων Θεὸν Σωτῆρα δοξολογήσωμεν. Ὃν ἐσωμάτωσας Λόγον, πανάμωμε ἁγνὴ, εὐφραίνου, ἐκ νεκρῶν ἐγηγερμένον καθορῶσα, καὶ ἱκέτευε αὐτὸν, τοὺς ἀεί σε τιμῶντας σῶσαι κινδύνων καὶ περιστάσεων.
Ὁ πήξας ἐπ’ οὐδενὸς τὴν γῆν. Φωστῆρες ἐπὶ σταυροῦ σε βλέποντες, Ἥλιε, ἁπλωθέντα γνώμῃ τὸ φῶς συνέστειλαν, γῆ πᾶσα ἐσείσθη, ναοῦ φαιδρότης διεῤῥάγη καὶ τὰ μνημεῖα ἀνεῴχθησαν, καὶ νεκροὶ τῶν τάφων ἀνέστησαν.
Σινδόνι καθαρωτάτῃ φόβῳ εἰλήσας σε Ἰωσὴφ καλύπτει, Λόγε, ἐν μνήματι τὸν προσεπενδύοντα ἀεὶ τὸν οὐρανὸν νεφέλαις, καὶ τοῦ προπάτορος ἐνθάψαντος πᾶσαν ἁμαρτίαν, φιλάνθρωπε. Τὸν λίθον ἀποκυλίσας ἀπὸ τοῦ μνήματος, γυναιξὶν ἐβόα ὁ θεῖος ἄγγελος, Τίνα μετὰ μύρων ὡς θνητὸν ἀφίκεσθε ζητοῦσαι; ὁ ζωοδότης ἐξεγήγερται, θείας θυμηδίας ἐμπλήσθητε.
Ἐκ τάφου ὡς ἐκ παστοῦ νυμφίον, Πανάμωμε, τὸν Χριστὸν ὁρῶσα ἐκπορευόμενον ὅλον ὡραιότατον σαφῶς, χαρὰν ἀναλαβοῦσα τοῖς μαθηταῖς συνέχαιρες λέγουσα· Ἀνέστη ὁ Κύριος.
Τὴν θείαν ἐννοήσας σου κένωσιν. Τὸν ὄφιν ἐπὶ ξύλου ἐνέκρωσας, καὶ λογισθεὶς ἐν τοῖς νεκροῖς, ὁ ἐν νεκροῖς ὢν ἐλεύθερος, ἐλευθερίαν παρέσχες δεσμώταις τοῖς ἐκεῖσε ὑπάρχουσιν. Ὁ Κύριος σαφῶς ἐβασίλευσεν, ἀγαλλιάσθω πᾶσα γῇ, οὐ κυριεύει ὁ θάνατος, οὐ βασιλεύει ὁ ᾅδης· οὓς εἶχε γὰρ δεσμίους ἐξήμεσεν.
Γυναῖκες μετὰ μύρων θεόφρονες τί ἐν τῷ τάφῳ, ὡς θνητὸν, Χριστὸν ζητεῖτε; ἐγήγερται, τὸ τοῦ θανάτου δυσῶδες ἐνθάψας, καὶ πιστοὺς εὐωδίασε. Χριστὸν τὸν προελθόντα ἐκ μήτρας σου, καὶ παρθενίας μηδαμῶς σφραγῖδας λύσαντα, ἄχραντε, καὶ ἀναστάντα ἐν δόξῃ δυσώπει εἰρηνεῦσαι τὰ σύμπαντα.
Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ὤρυξαν τὰς χεῖράς σου, Σῶτερ, καὶ πόδας σου οἱ θεοκτόνοι, ἐπὶ σταυροῦ σε φθόνῳ ἀναρτήσαντες, καὶ χολὴν καὶ ὄξος ποτίσαντες, μακρόθυμε. Ἡ ζωὴ ἐν μνήματι πῶς κατατίθεται; πνοὴν ὁ πᾶσι βροτοῖς παρέχων ἄπνους πῶς γνωρίζεται; τοῖς νεκροῖς ἐμπνέων ζωὴν καὶ ἀπολύτρωσιν;
Πάσχα τὸ μακάριον δι’ οὗ ἀνήλθομεν ἐκ γῆς κευθμόνων, Πάσχα δουλείας δι’ οὗ ἐλυτρώθημεν, καὶ ἐπαγγελίας πρὸς γῆν διεβιβάσθημεν. Χαίροις, ἀπειρόγαμε καὶ παντευλόγητε, κατάρας λύσις, δι’ ἧς ὁ κόσμος ἀνέστη τοῦ πτώματος, καὶ τοῦ ζωοδότου δοξάζει τὴν ἀνάστασιν.
Μαινομένην κλύδωνι. Σταυρωθεὶς ἀνέῳξας κεκλεισμένον τῇ παρακοῇ, Ἰησοῦ Χριστέ μου, τὸν παράδεισον, καὶ ἀναστὰς πάντας πιστοὺς συνανέστησας. Ἔθεντο ἐν λάκκῳ σε κατωτάτῳ ἄφωνον νεκρὸν, τὸν νεκροῖς ἐμπνέοντα ἀνάστασιν, Ζωοδότα, καὶ τοὺς ἐν ᾅδῃ ζωώσαντα.
Γυναιξὶν ἐβόησε θρηνωδούσαις ἄγγελός ποτε· Ὁ Χριστὸς ἐγήγερται· πορεύθητε, ἀποστόλοις τούτου τὴν ἔγερσιν εἴπατε. Χαῖρε, σοὶ προσφθέγγεται ὡς αἰτίᾳ οὔσῃ τῆς χαρᾶς, ἀναστὰς, Παρθένε, ἐκ τοῦ μνήματος ὁ Δεσπότης, ὅν ὑπὲρ πάντων ἱκέτευε.
Ὁ ὑπερυψούμενος τῶν πατέρων Κύριος. Ὁ ἀπερινόητος σάρκα ἐνδυσάμενος σταυρὸν κατεδέξατο, καὶ θάνατον ὤλεσε θανάτῳ τοὺς θανόντας βουληθεὶς ἀθανατίσαι. Πάσχα ἡ πανήγυρις πάντες ἑορτάσωμεν, Χριστὸς ἐκ τοῦ μνήματος ἠγέρθη τριήμερος, φωτίζων τοὺς βοῶντας· Ὁ Θεὸς, εὐλογητὸς εἶ.
Γύναι, τί τοῖς δάκρυσι πικρῶς νῦν συγκέχυσαι; Χριστὸς ἀπεφθέγγετο πλησίον τοῦ μνήματος τῇ Κόρῃ μελῳδούσῃ· Ὁ Θεὸς, εὐλογητὸς εἶ. Μόνη πρὸ τῶν ἄλλων σε γυναικῶν τεθέαται, Χριστὲ, ἐκ τοῦ μνήματος ὡραίως ἀστράψαντα, ἡ μόνη παναγία ἐπακούσασα τὸ, Χαῖρε.
Σοὶ τῷ παντουργῷ. Σὲ τὸν παντουργὸν ἀναρτηθέντα ξύλῳ χολὴν οἱ παράνομοι ἐχθροὶ ἐπότιζον, μέλι ἐκ πέτρας θηλάσαντες, διψῶντες πάλαι ἐν ἐρήμῳ τῇ σῇ, Χριστὲ, προστάξει. Νέκρωσιν, Χριστὲ, ἐπὶ σταυροῦ ὑπέστης, τεθεὶς δὲ ἐν μνήματι νεκρὸς τριήμερος πάντας ἐγείρεις νεκροὺς ἀπ’ αἰῶνος, ἀνυμνολογοῦντας τὴν σὴν φιλανθρωπίαν.
Δεῦτε, μυστικῶς ἀλαλαγμῷ ἐν Θεῷ τὰς χεῖρας κροτήσωμεν, καὶ μελῳδήσωμεν, Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε. Χαίρεις ἐκ νεκρῶν τὸν Κτίστην κατιδοῦσα, Ἁγνὴ, ἐγειρόμενον, καὶ πᾶσι νέμοντα χάριν ζωήν τε, καὶ τὴν ἐλευθερίαν τοῖς ὁμολογοῦσιν αὐτὸν Θεὸν τῶν ὅλων.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.