Ἔργον
Σωφρόνιος Ἱεροσολύμων – Τριῴδιον (Νόθος)
Εκτενής υμνολογία της Αναστάσεως και της καθόδου στον Άδη
Σειρά αναστάσιμων τροπαρίων και θεοτοκίων που δοξολογούν τον θρίαμβο κατά του θανάτου, τον κενό τάφο και τη νίκη του Χριστού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εκτενής υμνολογία της Αναστάσεως και της καθόδου στον Άδη
Σειρά αναστάσιμων τροπαρίων και θεοτοκίων που δοξολογούν τον θρίαμβο κατά του θανάτου, τον κενό τάφο και τη νίκη του Χριστού.
Ἡσαΐα, χόρευε. Ὁ Χριστὸς ἐγήγερται καταλύσας κράτος τοῦ Ἐχθροῦ· εὐφραίνεσθε, οὐρανοὶ, χόρευε, ἡ γῆ, οὐκέτι ὁ θάνατος βασιλεύει· οὓς γὰρ πονηρῷ κράτει ἐδέσμευσεν, ἀφῃρέθη θείῳ νεύματι. Γυναικῶν κατάλογος μυροφόρων τάφον τῆς ζωῆς προέφθασεν ἐν σπουδῇ μύρα ἐμφανῶς κομίζων μυρίσαι σε τὸν τῶν μύρων θεῖον μυρισμόν· ἐξαναστάντα δὲ κατιδών σε ἐμεγάλυνε.
Δεκτὴ ἢν ἐποίησεν ὁ Δεσπότης Κύριος ἐστὶν ἡμέρα περιφανὴς καὶ περικαλλής· ἐν ταύτῃ χορεύσωμεν, ἐκβοῶντες, Δέσποτα Χριστὲ, σῶσον τοὺς δούλους σου, τοὺς ἐν πίστει προσκυνοῦντάς σε. Παρθενίας κάλλεσιν ὡραιώθης, ἄχραντε ἁγνὴ, τεκοῦσα τὸν ποιητὴν πάντων καὶ Θεὸν, τὸν ᾅδην σκυλεύσαντα καὶ τοῖς νεκροῖς νέμοντα ζωὴν, οὗ τὴν ἀνάστασιν θεοφρόνως ἑορτάζομεν.
Τμηθεῖσα τμᾶται. Μωϋσῆς ἐτύπου πάλαι σου, Χριστὲ, τὴν θείαν σταύρωσιν, τὸν ὄφιν ἀνυψῶν· καὶ γὰρ σταυρωθεὶς ἀνέῳξας ἡμῖν τοῦ παραδείσου πύλας· τεθεὶς δὲ ὥσπερ νεκρὸς ἐν τῷ μνήματι νεκροὺς συνανέστησας, καὶ ᾅδην ἐγύμνωσας.
Χριστὸς ἀνέστη· ᾄσωμεν, λαοὶ, καὶ μεγαλύνωμεν τὸ ὄνομα αὐτοῦ, καὶ χορεύσωμεν, καὶ ψάλωμεν αὐτῷ πιστῶς ὡς νικητῇ τοῦ ᾅδου· καὶ βοήσωμεν λαμπρῶς, Ἐξεγήγερται ὁ Κύριος, ἅπαντες φαιδρῶς ἑορτάσωμεν. Ἀγαλλιάσθω ἅπασα ἡ γῆ, Χριστὸς ἐγήγερται ζωώσας τοὺς νεκρούς· μυροφόροις τε τό· Χαίρετε, βοᾷ αὐταῖς ἐμφανισθεὶς τὸ πρῶτον, Ἄπιτε, παρεγγυῶν νῦν τοῖς φίλοις μου τὴν θείαν μου ἔγερσιν σπουδαίως κηρύξατε.
Χαῖρε, χωρίον τοῦ Δημιουργοῦ, χαῖρε, παράδεισε Κυρίου λογικὲ, χαῖρε, οὐρανὲ καὶ θρόνε καὶ σκηνὴ ἐν ᾗ Ποιητὴς σκηνώσας, τὸ τοῦ ᾅδου ἀμειδὲς, ἁγνὴ, σκήνωμα, σκυλεύσας ἀνέστησεν ἐκεῖ τοὺς καθεύδοντας.
Κύριος ὢν πάντων καὶ κτίστης Θεός. Σταύρωσιν ὑπέστης θελήσει, Χριστὲ, καὶ ὀνείδη, ὅπως ἡμῶν πάντων ἄρῃς τὸ ὄνειδος καὶ κατῆλθες ἐν τάφῳ ὡς θνητοὺς ἀνιστῶν καταφθαρέντας· δόξα τῇ παντοδυνάμῳ σου ἐξουσίᾳ, πολυέλεε.
Νῦν ἐβασίλευσεν ὁ Κύριος, τὸ πικρὸν τοῦ τυραννοῦντος κράτος καταβαλὼν κραταιῶς, καὶ τοῦ ᾅδου βασίλεια σαφῶς σκυλεύσας, καὶ δεσμίους ἐξάξας ἀπὸ τοῦ αἰῶνος κράζοντας, Δόξα, Δέσποτα, τῷ κράτει σου. Αὕτη, καθὼς βοᾷ Δαβὶδ ἐν Ψαλμοῖς, ἀληθῶς ἡ φωταυγὴς ἡμέρα τοῦ Πάσχα πέφυκεν, ἢν ὁ πάντων ἐποίησε Θεός· χορεύσωμεν ἐν ἀγαλλιάσει σὺν ταῖς οὐρανίαις τάξεσι, καὶ Χριστὸν δοξολογήσωμεν.
Δέσποινα τῶν πάντων ὑπάρχουσα, ὡς τεκοῦσα τοῦ παντὸς τὸν Κτίστην, θεοχαρίτωτε, ὁπηνίκα ἑώρακας αὐτὸν ἐκ τάφου ἐγερθέντα ἐπλήσθης θείας χαρμονῆς δοξάζουσα τὴν αὐτοῦ μεγαλειότητα.
Προκατιδὼν ὁ προφήτης. Λαμπροφορείτω ἡ κτίσις· Κύριος ἐκ νεκρῶν ἐξεγήγερται, καὶ πᾶσαν συνεξήγειρε κτίσιν ἑαυτῷ, κενώσας γαστέρα καὶ ταμιεῖα ᾅδου καὶ θανάτου σθένει θεϊκῷ, ὃν ἐν πίστει καὶ πόθῳ δοξάσωμεν.
Ὦ ἱερώτατον Πάσχα παντὸς τοῦ κόσμου καθάρσιον, Λόγε Θεοῦ καὶ δύναμις, δίδου καθαρῶς μετέχειν σου ἡμᾶς τοὺς εἰλικρινεῖ σε γνώμῃ εὐσεβῶς δοξάζοντας ἀεὶ ἐκ νεκρῶν ἀναστάντα τριήμερον. Μύρα σὺν δάκρυσι πάλαι γυναῖκες θεῖαι κομίζουσαι, καθήμενον τῷ μνήματι εἶδον προφανῶς ἀσώματον βοῶντα ἄγγελον ταύταις· Παύσασθε πικρῶς δακρύουσαι· καὶ γὰρ ὁ Χριστὸς καὶ Θεὸς ἐξεγήγερται.
Πεῖραν, Παρθένε, μὴ γνοῦσα ἀνδρὸς, τὸν Κύριον τέτοκας, παρθένος μετὰ κύησιν μείνασα φρικτῶς· διό σε ἀληθῶς πάντες Θεοτόκον ἄφθορον ἀεὶ οἱ πιστοὶ ὁμοφρόνως δοξάζομεν.
Τῷ συνδέσμῳ τῆς ἀγάπης. Τῷ σταυρῷ σου τὴν εἰρήνην παρασχόμενος πᾶσι, Κύριε, καταβέβηκας εἰς ᾅδου, καὶ τὸ φῶς τοῖς ἐκεῖσε καταπέμψας πεπεδημένοις, καὶ συνεξήγειρας τούτους τῇ ἐγέρσει σου τῇ τριημέρῳ. Ἐκ χοὸς ὁ διαπλάσας τὸν ἄνθρωπον πάλαι, Δέσποτα, εἰς θανάτου χοῦν κατῆλθες, καὶ δεσμῶν ἀλύτων ἐξήρπασας τοὺς ἀπ’ αἰῶνος νεκροὺς δοξάζοντάς σου τὸ κράτος, Ὕψιστε, καὶ δυναστείαν.
Ἐξ Αἰγύπτου οἱ τῆς πλάνης λυτρωθέντες τὸ Πάσχα σήμερον τὸ φαιδρότατον ἐν πίστει ἐπιτελέσωμεν, καὶ δοξάσωμεν, τὸν ἀναστάντα Χριστὸν τριήμερον, καὶ φωταγωγήσαντα τὴν οἰκουμένην. Τὸ ἀλατόμητον ὄρος, τὴν λυχνίαν καὶ θείαν τράπεζαν, τὴν κιβωτὸν τὴν ἁγίαν, τὴν τοῦ μάννα στάμνον τὴν πάγχρυσον, τοῦ βασιλέως τὸν ὑψηλότατον θρόνον ἀνυμνοῦμέν σε, Θεοκυῆτορ.
Ἄβυσσος ἐσχάτη ἁμαρτημάτων. Πάλαι σου τὸ πάθος προδιετύπου σαφῶς Ἰσαάκ ὡς ἀρνίον γὰρ ἐθελουσίως, Θεὲ τῶν ὅλων, ἐτύθης, εἰς κόσμου παντελῆ ἀπολύτρωσιν. Τέτρωται ὁ ᾅδης πλευρὰν τρωθέντος σου, Δέσποτα, καὶ ἀπέλυσε τοὺς πρὶν δεσμῶτας, μετὰ ψυχῆς κατιδών σε ἐν τοῖς καταχθονίοις γινόμενον.
Μύρα σοι γυναίων ὡς τεθνηκότι κομίζει χορός· ἀλλὰ βλέψας σε ἐγηγερμένον τοῖς ἱεροῖς ἀποστόλοις συνέχαιρε δοξάζων σε, Κύριε. Ἅγιον ἁγίων, ὑπεραγία, τεκοῦσα Θεὸν, τοῦτον θνήξαντα ἐθελουσίως καὶ ἐκ νεκρῶν ἀναστάντα ἰδοῦσα, εὐφροσύνης πεπλήρωσαι.
Οἱ παῖδες ἐν Βαβυλῶνι Ὅτε σε ἥλιος εἶδε σταυρῷ κρεμάμενον, Ἥλιε, ἐσκοτίσθη, καὶ γῆ ἐσαλεύθη, καὶ πέτραι ἐσχίσθησαν, καὶ οἱ νεκροὶ ἀνέστησαν ἐκ τῶν τάφων ὑμνοῦντές σε. Προσομιλῶν τοῖς ἐν ᾅδη μετὰ ψυχῆς, ὁ Θεὸς ἡμῶν, συνεγείρεις νεκροὺς τῇ ἐγέρσει τῇ φρικτῇ σου κραυγάζοντας, Εὐλογητὸς εἶ, Κύριε ὁ Θεός.
Τὰς ἀρετὰς ὡς χιτῶνας ἀμφιασθῶμεν ἀστράπτοντες τῇ ἡμέρᾳ, πιστοὶ, τῇ τοῦ Πάσχα, καὶ λαμπρῶς ἐκβοήσωμεν· Εὐλογητὸς εἶ, Κύριε ὁ Θεός. Τὸν νικητὴν τοῦ θανάτου καὶ σὸν Υἱὸν καὶ Θεὸν ἡμῶν κατιδοῦσα, ἁγνὴ, ἐγερθέντα ἐκ τοῦ τάφου ἐκραύγαζε· Εὐλογητὸς εἶ, Κύριε ὁ Θεός.
Νόμων πατρῴων οἱ μακαριστοί. Σταυροῦσαι θέλων, ὑπεράγαθε, καὶ ἐν καινῷ μνημείῳ ἄπνους κατάκεισαι, καὶ νεκροῖς ἐμπνέεις, Δέσποτα, ζωὴν, ζωὴ ὑπάρχων, καὶ συνεγείρεις κόσμον ἑαυτῷ ἐξεγερθεὶς, ἀνυμνοῦντα τὸ κράτος σου καὶ φόβῳ μελῳδοῦντα· Τὸν Κύριον ὑμνεῖτε, τὰ ἔργα.
Ἐν κατωτάτῳ λάκκῳ, Κύριε, σοῦ καταβάντος, πᾶσα φύσις ἀνήνεκται τῶν ἀνθρώπων, καὶ λελύτρωται καθείρξεως ζοφώδους ὑμνολογοῦσά σου τὴν εὐσπλαγχνίαν τὴν πολλὴν, καὶ τὴν ἄπειρον δύναμιν, καὶ φόβῳ μελῳδοῦσα· Τὸν Κύριον ὑμνεῖτε.
Πάσχα τὸ θεῖον καὶ σεβάσμιον, Πάσχα σωτηριῶδες, Πάσχα μακάριον ἑορτάσωμεν γηθόμενοι· καὶ ὕμνον εὐχαρίστως τῷ ζωοδότῃ καὶ καινοποιῷ ἡμῶν Θεῷ ἐπινίκιον ᾄσωμεν συμφώνως μελῳδοῦντες· Τὸν Κύριον ὑμνεῖτε. Χαῖρε, πεσόντων ἐπανόρθωσις, χαῖρε, κατάρας λύσις, θεοχαρίτωτε, χαῖρε, πύλη ἀδιόδευτε, χαῖρε, φωτὸς νεφέλη, χαῖρε, τεκοῦσα κόσμῳ τὴν σωτήριον χαρὰν, χαῖρε, γῆ ἀγεώργητε, χαῖρε, βοώντων σκέπη, τὸν Κύριον ὑμνεῖτε.
Ξενίας Δεσποτικῆς καὶ ἀθανάτου. Κατέῤῥαξας τὸν Ἐχθρὸν ὑψούμενος ἐπὶ ξύλου, κατῆλθες ἐν τῷ ᾅδῃ καὶ πάντας τοὺς ἐκεῖ δεσμώτας ὄντας ἐξήγειρας, ἰσχὺν ἀπονεκρώσας, Λόγε, τοῦ θανάτου, καὶ κράτος τῇ ἐξουσίᾳ σου.
Σὺ ἀναστὰς τὴν Σιὼν ᾠκτείρησας, ζωοδότα, σὺν μαθηταῖς ἡμέραις ἐν πλείοσιν ὀφθείς· καὶ τούτοις συναυλιζόμενος κηρύττειν σε Θεὸν εἰς τὰ ἔθνη ἐν ετείλω, καὶ πάντων Σωτῆρα Κύριον. Ὦ Πάσχα, πᾶσι πιστοῖς παρεκτικὸν θυμηδίας· ὦ Θεοῦ Πατρὸς Λόγε, δι’ οὗ ἐκ τῆς φθορᾶς ἡμεῖς πάντες ἐλυτρώθημεν οἱ σὲ δοξολογοῦντες πόθῳ, κοινωνοὺς ἡμᾶς δεῖξον τῆς βασιλείας σου.
Παρθένος ἐν γυναιξὶ Θεὸν τεκοῦσα ἐφάνης· ὃν ἔπτηξεν ὁ ᾅδης καὶ θάνατος, ἁγνὴ, τοῦτον ἀεὶ καθικέτευε, παντοίων κακῶν καὶ κινδύνων λυτρωθῆναι τοὺς πίστει σε μεγαλύνοντας.
Νεύσει σου πρὸς γεώδη. Ξύλῳ τὴν διὰ ξύλου ἐξαφανίσας κακίαν, τοὺς ξύλῳ τεθνήξαντας θανάτῳ σου ἐζώωσας, Πάσχα ἄμωμον καὶ θεῖον, Λόγε τοῦ Θεοῦ Ἰησοῦ παντοδύναμε. Δεῦτε ἐν εὐφροσύνῃ περιχορεύσωμεν πάντες, Χριστὸς ἐξεγήγερται, τὸ ζοφερὸν βασίλειον ὄντως τοῦ ᾅδου κενώσας καὶ τοῖς τεθνεῶσι πηγάσας ἀνάστασιν.
Ὄρθριαι πρὸς τὸ μνῆμα αἱ μυροφόροι ἐλθοῦσαι, ἀγγέλους τεθέανται λαμπρότητι ἀστράπτοντας· ὅθεν φόβῳ συσχεθεῖσαι τὴν τοῦ Λυτρωτοῦ ἐδιδάσκοντο ἔγερσιν. Χαῖρε, εὐλογημένη Θεοχαρίτωτε, μόνη ἀγγέλων εὐπρέπεια, ἀνθρώπων ἡ βοήθεια, χαίροις ἡ τὰς τοῦ θανάτου πύλας τῇ κυήσει τῇ σῇ ἀποκλείσασα.
Ὁ κατ’ ἀρχὰς τοὺς οὐρανούς. Ὁ διατείνας οὐρανοὺς, ἐθελουσίως παλάμας ἐπὶ ξύλου ἔτεινας, Σῶτερ· τεθεὶς δὲ νεκρὸς ἐν τάφῳ, Δέσποτα, ἐζωοποίησας νεκροὺς, καὶ τῇ σεπτῇ σου ἐγέρσει πάντας τοὺς βροτοὺς συνεξανέστησας.
Ὡς καθαρώτατος ἀμνὸς ἐθελουσίως ἐσφάγης, ἑκουσίως τὸν παρακοῇ Ἐχθροῦ συμβουλῇ ἀθλίως θνήξαντα ἀνακαλούμενος, Χριστὲ, καὶ παραδείσου πολίτην θείοις οἰκτιρμοῖς ἀπεργαζόμενος. Αὕτη ἡμέρα ἑορτῆς καὶ πανηγύρεώς ἐστιν ἐν ᾗ πᾶσα κτίσις εὐσεβῶς χορεύει χαρᾷ, καὶ χαίρει πνεύματι καὶ ἑορτάζει καὶ βοᾷ· ὁ ἐκ νεκρῶν ἀνατείλας, Πάσχα τὸ σεπτὸν, Κύριε, δόξα σοι.
Σὲ, Παναγία, οἱ πιστοὶ χαρμονικῶς ἀνυμνοῦμεν τὸν τῶν ὅλων τέξασαν Θεὸν, τὸν πᾶσι χαρὰν ἐκ τάφου λάμψαντα, καὶ ἀφθαρσίαν καὶ ζωὴν, καὶ καθελόντα τὸ κράτος καὶ τὴν δυναστείαν τοῦ ἀλάστορος.
Ὁ πατρικοὺς κόλπους μὴ λιπών. Ἀναρτηθεὶς ξύλῳ τοῦ σταυροῦ ἐθελουσίως, Ἰησοῦ φιλάνθρωπε, τὰς ἀρχὰς παρεδειγμάτισας πάσας τοῦ ἀλάστορος, καὶ ζωὴν τῷ κόσμῳ ἐπήγασας. Πύλας χαλκᾶς ᾅδου καθελὼν, καὶ τοῦ θανάτου τὰ δεσμὰ συντρίψας, Χριστὲ, τοὺς δεσμίους ἠλευθέρωσας πάντας τῇ δυνάμει σου, καὶ ἀνέστης, Λόγε, τριήμερος.
Λευχειμονοῦντες ταῖς ἀρεταῖς τῇ λαμπροφόρῳ ἑορτῇ χορεύσωμεν, Πάσχα μέγα καὶ σωτήριον, Πάσχα ἡ ἀνάκλησις καὶ ζωὴ τοῦ κόσμου καὶ λύτρωσις. Ἡ τοῦ Θεοῦ ἄσπιλος ἀμνὰς ὃν ἐσωμάτωσας ἀμνὸν καὶ Κύριον, ἐκ νεκρῶν ὁρῶσα σήμερον κόσμῳ ἀνατείλαντα, χαρμονῆς πληροῦσαι, πανάμωμε.
Κύριε, ὁ Θεός μου, ἐκ νυκτὸς ὄρθρος. Κύριε, ὁ Θεός μου, ὁ σταυρῷ ᾅδην αἰχμαλωτεύσας, ὑμνῶ σου τὴν σταύρωσιν, τιμῶ τὴν ἀνάστασιν, δι’ ἧς τῆς φθορᾶς ἐλυτρώθην, καὶ τὴν ἀφθαρσίαν ἐπλούτησα. Κύριε, ὁ Θεός μου, ὁ νεκρὸς τριήμερος χρηματίσας, παθῶν με νεκρώσεως, Χριστὲ, ἐλευθέρωσον, καὶ τὴν νεκρωθεῖσαν ψυχήν μου τῇ σῇ ἀγαθότητι ζώωσον.
Κύριε, ὁ Θεός μου, ὁ τὰς μυροφόρους χαρᾶς ἐμπλήσας φανεὶς, καὶ τὸ, Χαίρετε, ταύταις προσφθεγξάμενος, θυμηδίας ἔμπλησον θείας τὴν κεκακωμένην καρδίαν μου. Κύριε, ὁ Θεός μου, ὁ τὰς κλεῖς μὴ λύσας τῆς παρθενίας τῆς ἀπειρογάμως σε τεκούσης Θεόπαιδος, ταῖς αὐτῆς ἁγίαις πρεσβείαις λῦσον τὰ δεσμὰ τῶν πταισμάτων μου.
Ναυτιῶντα σάλῳ τῶν βιωτικῶν. Προετύπου πάλαι, Σῶτερ, Ἰωνᾶς τὴν ταφήν σου, τοῦ κήτους τριήμερος τὴν γαστέρα ἀδιαφθόρως οἰκήσας, δοξάζων σε λάκκῳ κατωτάτῳ· προσκλεισθεὶς γὰρ, Λόγε, ἐξανέστης ἐκ νεκρῶν τριήμερος.
Χορευέτω πᾶσα κτίσις τῇ τοῦ Πάσχα ἡμέρᾳ· ἐν ταύτῃ ἀνέστης γὰρ ἐκ τοῦ τάφου, ὁ παντοδύναμος λύσας τὸν θάνατον, καὶ τοῖς ἀπ’ αἰῶνος κοιμηθεῖσιν θείαν ἀπολύτρωσιν, Χριστὲ, δεδώρησαι. Μυροφόροι κόραι ὄρθρου πρὸς τὸ μνῆμα σπουδαίως ἀφίκοντο, βλέψαι ἐπιζητοῦσαι τὸν ζωοδότην· κατεῖδον δὲ ἄγγελον ταύταις ἐκβοῶντα· Ἐξανέστη ὁ Δημιουργὸς, λοιπὸν μὴ κλαίετε.
Ὁ τεχθεὶς ἀσπόρως, Κόρη, ἐξ ἀφθόρου σου μήτρας, τεθεὶς ἐν τῷ μνήματι ἑκουσίως· διαφθορὰν οὐ τεθέαται, ἄχραντε· τοὺς καταφθαρέντας δὲ ζωώσας, θείᾳ δυναστείᾳ ἑαυτῷ συνήγειρεν.
Κάμινον παῖδες πυρίφλεκτον. Σὲ παρανόμων Ἑβραίων ὁ δῆμος τὸν νομοδότην ἐσταύρωσεν, ἀμνημονήσας τῶν σῶν θαυμασίων, Χριστὲ, ὁ ὑπερυψούμενος τῶν πατέρων Θεός. Ἀγαλλομένῃ ψυχῇ τῇ τοῦ Πάσχα περιχορεύσωμεν σήμερον ἑορτασίμῳ ἡμέρᾳ, καὶ κράξωμεν· Ὁ ὑπερυψούμενος.
Ὄλβιος τάφος ὁ σὲ, πλουτοδότα, σωματικῶς εἰσδεξάμενος, τὸν τριημέρῳ ἐγέρσει πλουτήσαντα ἡμᾶς πτωχεύσαντας, καὶ ἀθλίως, Λόγε, τεθνήξαντας. Σὲ μακαρίζει ὁ κόσμος, Παρθένε, Λόγον μακάριον τέξασαν, τὸν μακαρίους βροτοὺς ἐργασάμενον αὐτῷ πειθαρχήσαντας, Θεομῆτορ κόρη πανάμωμε.
Ἄφλεκτος πυρὶ ἐν Σινᾷ προσομιλῶν. Πέτραι τὴν πέτραν τῆς ζωῆς ὅτε κατεῖδον πέτρας ἀρθεῖσαν ὕπερθεν ἐν τῷ Κρανίῳ διεῤῥάγησαν, καὶ ἥλιος τὰς αὐγὰς ἐναποκρύψας σκοτασμὸν βοῶν ἐνδέδυται· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε.
Ὥσπερ νυμφίον ἐκ παστοῦ σε προελθόντα, ἐκ τάφου ὡραιότατον τῶν ἀποστόλων δῆμος ἔβλεψε, καὶ Πάσχα ταῖς πατριαῖς συνεορτάζων τῶν ἐθνῶν βοῶν διήγγελλε· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε. Τί μετὰ μύρων ὡς θνητὸν τὸν ζωοδότην ζητεῖτε; ἐξεγήγερται ᾅδου κενώσας τὰ βασίλεια, ἐβόα ταῖς γυναιξὶν ἀπὸ τοῦ τάφου μελῳδῶν ἅγιος ἄγγελος.
Τῶν μυροφόρων ὁ χορὸς, Θεοκυῆτορ, τῇ τοῦ Υἱοῦ σου σήμερον ἐξαναστάσει συγχορεύει σοι, καὶ πᾶσα ἡ νοητὴ καὶ ὁρωμένη ἀληθῶς κτίσις κραυγάζουσα.
Μὴ τῆς φθορᾶς διαπείρας κυοφορίαν. Εὐαγγελίζου, ἡ κτίσις, Χριστοῦ τὴν ἔγερσιν, ὅσος ὁρώμενος κόσμος τε καὶ ἀόρατος· χεῖρας κροτήσατε καὶ κράξατε συμφώνως, ὁ Κύριος ἀνέστη κενώσας τοῦ θανάτου τὰ ταμιεῖα καὶ τὰ βασίλεια.
Αὕτη ἐστὶν ἡμέρα τῆς ἀναστάσεως· ἥνπερ ἐποίησε μόνος ὁ Παντοδύναμος· ταύτῃ χορεύσωμεν, ὁρῶντες τῶν ἀνθρώπων τὴν ἔκπτωτον οὐσίαν ἀπαθανατισθεῖσαν, καὶ τὸ πρῶτον κάλλος φορέσασαν. Ὁ ἀναστὰς ἐκ τοῦ τάφου, Λόγε, τριήμερος τὴν νεκρωθεῖσαν ψυχήν μου τοῖς πλημμελήμασιν ἔγειρον, ζώωσον, κατεύθυνον πρὸς τρίβους τῶν θείων ἐντολῶν σου, ὅπως σου κατὰ χρέος μεγαλύνω τὴν ἀγαθότητα.
Ἐν τῇ τοῦ Πάσχα ἡμέρᾳ φαιδρῶς χορεύσωμεν, καὶ τῇ Παρθένῳ τὸ, Χαῖρε, λαμπρῶς βοήσωμεν· αὕτη γὰρ πρόξενος ἡμῖν τῆς σωτηρίας καὶ τῆς ἀθανασίας ἐγένετο τῆς θείας τὸν τῶν ὅλων Θεὸν κυήσασα.
Ἐν καμίνῳ παῖδες Ἰσραήλ. Τῷ σταυρῷ σου λύσας τὴν ἀρὰν ἐτέθης ἐν μνημείῳ, καὶ ᾅδου τὸ ζοφερώτατον, Χριστὲ, ὡς δυνατὸς καθεῖλες βασίλειον, καὶ ἀνέστης πᾶσαν τὴν κτίσιν σαυτῷ συναναστήσας· ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ἀναβάντος σου ἐν τῷ σταυρῷ ὁ ἥλιος ἐσβέσθη· εἰς ᾅδου δὲ καταβάντος σου φῶς ἔλαμψε ψυχαῖς, ἐν σκότει, φιλάνθρωπε, ὑπαρχούσαις ποιμαινομέναις ὑπὸ πικροῦ θανάτου· ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Δεδεμένον λῦσόν με, Χριστὲ, σειραῖς ἁμαρτημάτων, καὶ λάμψον μοι μετανοίας θείαν ἔλλαμψιν, Σῶτερ, ὁ σκότους ῥυσάμενος τοὺς ἀνθρώπους τοῦ αἰωνίου τῇ σῇ, Χριστὲ, ἐγέρσει, ἣν ὑμνολογοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ἐν ἀγκάλαις φέρουσα Χριστὸν ἐκ σοῦ σωματωθέντα, Παρθένε, αὐτὸν δυσώπει ἐ[να]γκαλίσασθαι κἀμὲ, νῦν περιπλανώμενον ἀνοδίαις πάσαις τοῦ βίου, καὶ πταίσμασι μυρίοις συναντῶντα γνώμῃ, ῥᾳθύμῳ καθ’ ἑκάστην.
Τύπος τῆς ἁγνῆς λοχείας σου. Ἴδεν ἤλιος σταυρούμενον μέσον λῃστῶν σε, Λόγε Ἥλιε ἄδυτε, καὶ ἐσκότασεν· ὄρη, βουνοί τε καὶ θάλασσα ἐκλονήθησαν· ᾅδης ἐτρόμαξεν, δεσμίους ἀπολύσας οὕσπερ κατεῖχεν ἀνυνοῦντάς σε.
Ὤφθης ὥσπερ μέγας ἥλιος ὑπὸ τὴν γῆν μὲ δύνας, ἐξανατείλας δὲ ἄδυτος, Σῶτερ, ἐκ τῶν νεκρῶ καὶ κατηύγασας· ἀκαταπαύστως μεγαλύνομεν. Σῶτερ Ἰησοῦ, ὁ θάνατον τῷ σῷ θανάτῳ λύσας, ἐξαναστήσας δὲ πάντας τοὺς ἐκεῖ κατεχομένους, Ἀνάστησον κατωτάτου με λάκκου, κραυγάζω σοι, παθῶν θανατηφόρων καὶ ἁμαρτίας ἐκλυτρούμενος.
Ἦλθον μυροφόροι κλαίουσαι ἐπὶ τὸ μνῆμα ὄρθρου, καὶ μὴ εὑροῦσαί σε, ἴδον ἐν λευκοῖς προσκαθεζόμενον ἄγγελον, καὶ βοῶντα· Ἠγέρθη ὁ Κύριος, σπεύσατε ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ τὴν ἔγερσιν. Φρίττει πᾶσα κτίσις, Δέσποινα, τὸ ὑπὲρ νοῦν μυστήριον τῆς λοχείας σου· τίκτεις γὰρ Θεὸν Ἐμμανουὴλ, χρηματίσαντα δι’ ἡμᾶς παναμώμητε, ἄνθρωπον, τὸν λύσαντα θανάτου τὴν δυναστείαν τῷ σταυρῷ αὐτοῦ.
Ὃν φρίττουσιν ἄγγελοι. Θρηνεῖ πᾶσα κτίσις σου τὸ πάθος, ἀγαθέ· ὁ ἥλιος σβέννυται σοῦ δύναντος σταυρῷ, καὶ οἱ ἐν τῷ σκότει καθειργμένοι ποτὲ μέγα φῶς ὁρῶσιν ὑμνοῦντές σε, οἰκτίρμον. Ἐτρόμαξεν ᾅδης σε ἰδὼν μετὰ ψυχῆς πρὸς τοῦτον, γενόμενον Χριστὲ παμβασιλεῦ, καὶ τοὺς ἀπ’ αἰῶνος ἀπεδίδου νεκροὺς ἀνυμνολογοῦντας τὴν σὴν φιλανθρωπίαν.
Ὡράθης τοῦ μνήματος, Χριστὲ, ἐξαναστὰς φερούσαις ἀρώματα ταῖς θείαις γυναιξί· καὶ τούτων τὸν θρῆνον μετεποίησας, παράκλησις πάντων ὑπάρχων εἰς αἰῶνας. Ἰδοῦσα ὃν ἔτεκες Θεὸν ἐκ τῶν νεκρῶν χαρᾶς ὤφθης ἔμπλεος, Παρθένε Μαριάμ· αὐτὸν οὖν δυσώπει, πᾶσαν λύπην, ἁγνὴ, τῆς ἡμῶν καρδίας τελείως ἀπαλεῖψαι.
Τὴν φωτοφόρον. Ὡς κατεῖδεν ἐν ξύλῳ ἐθελουσίως τεθέντα, ὁ εὐγνωμότατος λῃστὴς, Μνήσθητί μου, ἐβόα, ἡνίκα ἔλθῃς, Ἰησοῦ, ἐν τῇ βασιλείᾳ σου, καὶ γέγονε παραδείσου οἰκήτωρ πίστει μόνῃ ἀληθεῖ δικαιωθείς. Σὲ κατιδὼν ἐνεκρώθη ἐν τοῖς νεκροῖς, Σῶτερ, ᾅδης· καὶ ἀπεδίδου τοὺς νεκροὺς οὓς κατέπιε πάλαι, δοξολογοῦντάς σου, Χριστὲ, τὴν ἄῤῥητον δύναμιν, τὸ ἔλεος, τὴν πολλὴν εὐσπλαγχνίαν· δι’ ἧς σῶσον καὶ ἡμᾶς, παμβασιλεῦ.
Ἦλθον κομίζουσαι μύρα ἐπὶ τὸ μνῆμα γυναῖκες, καὶ κατιδοῦσαί σε, Χριστὲ, ἐκ νεκρῶν ἐγερθέντα, χαρᾶς ἐπλήσθησαν πολλῆς, καὶ ἀποστόλοις σου ἀπήγγειλαν ὡς ἠγέρθης ἐκ τάφου, συνεγείρας κόσμον ὅλον ἑαυτῷ.
Θαύματος ὑπερφυῶς ἡ δροσοβόλος. Θάνατον ἐθελουσίως κατεδέξω ἀνυψούμενος σαρκὶ ἐν ξύλῳ, καὶ ὁρῶν σε ἥλιος ἀπεσβέσθη, καὶ τοῦ ναοῦ ἡ φαιδρότης διεῤῥάγη, παντοδύναμε· διό σε ὑμνοῦμεν, ἀναμέλποντες· Εὐλογείτω ἡ κτίσις.
Ἔβλεψαν οἱ ἐν σκιᾷ πάλαι θανάτου καθεζόμενοι ἄδυτον φέγγος, ἐν αὐτοῖς σου, Κύριε, καταβάντος μετὰ ψυχῆς· καὶ δεσμῶν τῶν αἰωνίων ἀπελύθησαν, μεγάλως ὑμνοῦντές σε, καὶ λέγοντες· Εὐλογείτω ἡ κτίσις. Ὄρθριαι πρὸς τὸ μνημεῖον ἀπελθοῦσαι ἐξαστράπτοντα ἄγγελον εἶδον αἱ γυναῖκες, λέγοντα· Ἐξανέστη ὁ Λυτρωτὴς, τί τὸν ζῶντα ἐν νεκροῖς ἔτι λογίζεσθε; ἐμπλησθεῖσαι χαρᾶς ἀναβοήσατε· Εὐλογείτω ἡ κτίσις.
Νέκρωσιν, Ἁγνὴ, ὁ σὸς τοῦ ᾅδου ἐργασάμενος Υἱὸς, Παρθένε, ἐκ νεκρῶν ἐγήγερται· ὃν δυσώπει φθοροποιοῦ ἁμαρτίας λυτρωθῆναι καὶ κολάσεως πάντας τοὺς ἐν πίστει ἀναμέλποντας· Εὐλογείτω ἡ κτίσις.
Μυστήριον ξένον ὁρῶ καὶ παράδοξον. Ἰώμενος τοῦ πρωτοπλάστου τὸ ἄλγημα ἤλγησας κρεμάμενος, Σῶτερ, ἐθελουσίως ἐν ξύλῳ, τεθεὶς δὲ ἐν τάφῳ ἑκὼν, τοὺς ὑπνοῦντας συνανέστησας σαυτῷ, ἀνυμνοῦντας τὴν φρικτὴν οἰκονομίαν σου.
Ὡς ἔβλεψε πάλαι χορὸς ἀποστόλων σε ἀναστάντα, Κύριε, φόβῳ τε καὶ χαρᾷ προσεκύνει· πρὸς οὓς ἀνεβόας, Ἰδοὺ αἱ ἐκβάσεις τῶν ῥημάτων μου· μὴ οὖν σκυθρωπάζετε ὑμεῖς, ἀλλ’ ἐπαγάλλεσθε. Σινδόνι σε, Σῶτερ, εἰλήσας κατέθετο Ἰωσὴφ ὁ δίκαιος πόθῳ ἐν καινοτάτῳ μνημείῳ· πύλας δὲ τοῦ ᾅδου σαφῶς καὶ μοχλοὺς συντρίψας ἤγειρας νεκροὺς, οὓς ὁ θάνατος ἰσχύσας πρὶν κατέπιεν.
Ἠγάλλοντο αἱ μυροφόροι ἀκούσασαι τοῦ Χριστοῦ τὴν ἔγερσιν, ὅθεν τοῖς ἀποστόλοις ἐβόων· Δράμετε σπουδαίως, ἰδοὺ μὴ λυπεῖσθε, ἀλλὰ χαίρετε ὑμεῖς· ἐξηγέρθη ἐκ νεκρῶν ὁ πάντων Κύριος. Φαιδρότατον ὅλον ἐν κάλλει ἀσύγκριτον, ὡς νυμφίον βλέψασα, Κόρη, ἐκ τῆς τοῦ τάφου παστάδος Χριστὸν ἀναστάντα, χαρᾶς ἐπληρώθης· ὃν ἱκέτευε φθορᾶς καὶ κολάσεως ῥυσθῆναι τοὺς ὑμνοῦντάς σε.
Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα. Δόξα τῷ Χριστῷ τὸν Ἐχθρὸν καθελόντι, καὶ σκυλεύσαντι ᾅδην τῇ πρὸς αὐτὸν καταβάσει, καὶ ζωώσαντι τοὺς βροτοὺς οὕσπερ ἰσχύσας κατέπιεν ἀνυμνολογοῦντας αὐτὸν εἰς τοὺς αἰῶνας.
Ἴδε, γυναιξὶ μυροφόροις ἐβόα ὁ φανεὶς ἐξαστράπτων τόπος, ἐν ᾧ κατετέθη ὁ τὸν θάνατον, καὶ τὸν ᾅδην καθελὼν τῇ δυνάμει αὐτοῦ· μὴ οὖν ἐν νεκροῖς τὴν ζωὴν ἐπιζητεῖτε. ᾍδης συναντήσας σοι κάτωθεν, Λόγε, ἐπικράνθη μὴ σθένων σοι προσεγγίσαι, καὶ τάχος οὓς κατέπιεν ἀπεδίδου νεκροὺς τῇ κελεύσει σου, ἀνυμνολογοῦντας τὸ σὸν συμφώνως κράτος.
Ἴδες ἐκ νεκρῶν ἀναστάντα, Παρθένε, ὂν σαρκὶ ἀποῤῥήτως ἐκυοφόρησας Λόγον, καὶ χαρᾶς τὴν ψυχὴν ἐπληρώθης, τὴν αὐτοῦ συγκατάβασιν ἀνυμνολογοῦσα εἰς πάντας τοὺς αἰῶνας.
Φωτίζου, φωτίζου. Ὡρῶν ἡμερῶν τε Δημιουργὸς ὢν, Λυτρωτὰ, ἐν ἡμέρᾳ καὶ ὥρᾳ ἕκτῃ ἐπονείδιστον θέλων ὑπέστης, οἰκτίρμον, σταυρὸν, ἵνα ἡμᾶς πάντας ἐκλυτρώσῃς, καὶ καταλλάξῃς, Χριστὲ, τῷ Πατρί. Στενάζων ὁ ᾅδης καθυπαντᾷ σοι, Λυτρωτὰ, καὶ σὺν τάχει δεσμώτας οὓς εἶχεν ἀπέστειλεν, θείαις φωναῖς ἀνυμνοῦντάς σου τὴν ὑπὲρ νοῦν, Λόγε, δυναστείαν καὶ φοβερὰν συγκατάβασιν.
Ἦλθον μετὰ μύρων ὄρθρου βαθέος ἐν σπουδῇ τοῦ μυρίσαι σου σῶμα γυναῖκες τὸ ἄχραντον, καὶ πρὸς αὐτὰς ἔφη ἄγγελος· Ὁ Ἀρχηγὸς τῆς ζωῆς ἠγέρθη, χαρᾶς ἐνθέου πληρώθητε. Φῶς τὸ ἐπιλάμψαν τοῖς καθημένοις ἐν σκιᾷ τοῦ θανάτου, Παρθένε, ἐκ νεκρῶν ὡς ἔβλεψας ἐξανατεῖλαν ὡς ἥλιον σὺν γυναιξὶ πάσαις μυροφόροις ἐδοξολόγεις χορεύουσα.
Τὸ φαεινὸν ἡμῖν ἐξανάτειλον. Δῆμος Ἑβραίων σε τὸν μακρόθυμον, Λόγε, ἐσταύρωσε, δῆμον ἄπειρον καὶ ἔθνη ἅπαντα τῇ σῇ σταυρώσει σώζοντα, φιλάνθρωπε Χριστὲ, ὁ Θεὸς ἡμῶν. Οὐ παρεσάλευσας λίθου σήμαντρα τῇ ἀναστάσει σου, ὡς οὐκ ἤνοιξας ἐν τῇ γεννήσει σου τῆς παρθενίας κλεῖθρα τῆς τεκούσης σε, Χριστὲ, ὁ Θεὸς ἡμῶν.
Ξένῳ τῷ σχήματι θεασάμεναι θείως ἀστράπτοντα τὸν ἀσώματον γυναῖκες ἔκθαμβοι γεγενημέναι ἤκουον· Μὴ κλαίετε, ἀνέστη ὁ Κύριος. Ἅγιον Κύριον τῶν δυνάμεων, ἄχραντε, τέτοκας, τὸν κενώσαντα ᾅδου βασίλεια Θεογεννῆτορ, καὶ συναναστήσαντα ἀνθρώπου τὸ φύραμα.
Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ. Τὸν ἐθελουσίως σταυρωθέντα καὶ τεθέντα ἐν τάφῳ, καὶ καταργήσαντα τοῦ θανάτου τὸ κράτος Χριστὸν τὸν Θεόν. Ὤφθης γυναιξὶν ἐγηγερμένος ἐκ τοῦ μνήματος, Σῶτερ, εὐαγγελιστρίας ἀποστείλας αὐτὰς ἀποστόλοις σου· διό σε ἀνυμνολογοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Θάνατον, Χριστὲ, τῷ σῷ θανάτῳ θανατώσας ἀνέστης, καὶ ἀθανάτου σου τοὺς θανόντας ζωῆς κατηξίωσας· διό σε ἀνυμνολογοῦμεν εἰς πάντας τοὺς αἰῶνας. Ἔφης μαθηταῖς ἐγηγερμένος· Εἰς τὸν σύμπαντα κόσμον κηρῦξαι σπεύσατε τὴν ἐμὴν δυναστείαν, ἐξαίροντες τὸ σκότος τῆς πολυθεΐας φωτὶ τῆς ἀληθείας.
Ὡς τῶν οὐρανῶν ὑψηλοτέρα, καὶ Χερουβὶμ ὑπερτέρα τιμιωτέρα τε, παναγία Παρθένε, τῆς κτίσεως, δυσώπει ὑπὲρ τῶν ἐν πίστει ἀεί σε δοξαζόντων.
Τὴν ζωοδόχον πηγὴν τὴν ἀέναον. Ἀγαλλιάσθω ἡ γῆ πᾶσα σήμερον, καὶ εὐφροσύνην νεφέλαι ῥανάτωσαν· ὁ τῆς δόξης Κύριος σταυρωθεὶς ἐγήγερται, φθορᾶς θανάτου ἡμᾶς ἐλευθερώσας, καὶ ἀφθαρσίᾳ λαμπρύνας ὡς εὔσπλαγχνος.
Μύρα ποτὲ κομιζούσαις σὺν δάκρυσι ταῖς ἱεραῖς γυναιξὶν ἀπεφθέγγετο ὁ ἀστράπτων ἄγγελος φαιδρῶς· Ἐν τῷ μνήματι μετὰ νεκρῶν τὴν ζωὴν τί ἐκζητεῖτε; Ἰδοὺ ἀνέστη φωτίσας τὰ σύμπαντα. Ἡ φωταυγὴς τοῦ Θεοῦ ἡμῶν ἔγερσις ὑπὲρ ἡλίου αὐγὰς καταλάμπουσα, τοὺς πιστοὺς ἐν Πνεύματι εἰς αἰῶνας ἅπαντας φωταγωγεῖ, ὁδηγεῖ πρὸς σωτηρίαν, ἣν καθαρῷ λογισμῷ ἑορτάσωμεν.
Νενεκρωμένους ἡμᾶς παραπτώμασιν ἡ τὴν ζωὴν τὴν αἰώνιον τέξασα, Θεοτόκε, ζώωσον, καὶ ποιεῖν εὐόδωσον τὰ πρὸς ζωὴν ἀληθῶς καθοδηγοῦντα, ὅπως πιστῶς σε ἀεὶ μεγαλύνωμεν.
Τὸν ἐν καμίνῳ τοῦ πυρός. Τὸν ὑψωθέντα ἐν σταυρῷ καὶ ταφέντα ἐν σαρκὶ ἐθελουσίως, καὶ συντρίψαντα πύλας τὰς σιδηρᾶς καὶ μοχλοὺς τοῦ ᾅδου, δοξάσωμεν Κύριον τὸν ἐξαναστάντα τριήμερον ἐκ τάφου. Ἀγαλλιάσθω, οὐρανὸς, εὐφραινέσθω καὶ ἡ γῆ, σὺν τοῖς ἀνθρώποις· ὁ Χριστὸς ἐξανέστη, καὶ τοῖς αὑτοῦ μαθηταῖς ἐφάνη, οἷς συναλιζόμενος, τούτων εὐφροσύνης ἐπλήρου τὰς καρδίας.
Δακρυροούσαις γυναιξὶ τὴν χαρὰν ὁ ζωοδότης ἐπεφώνει ἁψαμέναις τῶν τούτου ἱερωτάτων ποδῶν, ὧν πάλαι τὸν κρότον πεφόβηται ἡ προμήτωρ Εὔα ἔνδον τοῦ παραδείσου. Ἱερωτάταις σε φωναῖς τὴν μητέρα τοῦ Θεοῦ δοξολογοῦμεν, ὡς τῶν ἄνω ταγμάτων ἁγιωτέραν σαφῶς, καὶ θείαν γέφυραν μετάγουσαν πρὸς ὑπερκοσμίους βροτοὺς χοροστασίας.
Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον. Ὢ τῆς Ἑβραίων ἀνοίας ! πῶς ἐν ξύλῳ ἀδίκως θανεῖν καταδικάζουσι Χριστὸν δίκαιον μόνον ὑπάρχοντα, καὶ νεκροῖς τοῖς ἐν ᾅδῃ ἐμπνέοντα ζωὴν θεαρχικῶς; Οὗ τὴν θείαν τιμῶντες ὑμνοῦμεν ἐξανάστασιν.
Σφραγίδων ἐπικειμένων ἐξανέστης τοῦ τάφου, ἡ πάντων ἐξανάστασις, Χριστὲ, καὶ μαθηταῖς πεφανέρωσαι, τὰ ἀπόῤῥητα τούτους διδάσκων, καὶ, Πορεύεσθε, βοῶν, εἰς τὸν σύμπαντα κόσμον κηρύττοντες τὴν δόξαν μου.
Ἡ τῆς ἐγέρσεως αὕτη παναγία ἡμέρα παράκλησις ὑπάρχουσα ψυχῶν, καὶ εὐφροσύνη χαρμόσυνος, τοὺς πιστοὺς συγκαλεῖται ἐνθέως ἑορτάζειν καὶ βοᾷν· Ὁ Πατὴρ, ὁ Υἱός τε καὶ θεῖον Πνεῦμα, δόξα σοι. Φωτοκυῆτορ Παρθένε, τῷ φωτί σου τῷ θείῳ καταύγασον ἡμῶν τοὺς λογισμοὺς καὶ τὰς καρδίας πρεσβείαις σου· τῶν παθῶν τὴν ὀμίχλην σκεδάζουσα, καὶ πάντας κοινωνοὺς ἀνεσπέρου ἡμέρας ἐργαζομένη χάριτι.
Προσέχετε, λαός μου, τὸν νόμον. Χειρί σου ὁ ποιήσας τὸν ἄνθρωπον, τὰς χεῖρας προσήλωσαι, Παντοδύναμε, ἐπὶ τοῦ ξύλου, τῆς τοῦ Ἐχθροῦ χειρὸς ἡμᾶς ἐκλυτρούμενος. Ῥαπίσας τὸ τοῦ ᾅδου ἀφώτιστον, Χριστὲ, δεσμωτήριον, οὓς ἐκέκτητο εἷλες δεσμώτας, καὶ σεαυτῷ ὡς δυνατὸς ἐξανέστησας.
Ἰδόντες σε, Χριστὲ, προσεκύνησαν ἐκ τάφου τριήμερον οἱ ἀπόστολοι ἐγηγερμένον, καὶ πανταχοῦ τὴν σὴν ἐκήρυξαν ἔγερσιν. Στενάζουσαι καὶ δάκρυα ῥαίνουσαι τὸν τάφον τὸν ἅγιον κατελάμβανον θεῖαι γυναῖκες, καὶ ἐδιδάσκοντο Χριστοῦ τὴν ἀνάστασιν.
Τὸν πάντων συνοχέα συνέλαβες πανάμωμε Δέσποινα, τὸν συντρίψαντα ᾅδου τὰς πύλας, καὶ ἀναστάντα καθὼς εἶπεν τριήμερον.
Τὸν ἐν τῇ βάτῳ Μωϋσῇ. Ἐν τῷ σταυρῷ ὑψωθεὶς συνανύψωσας κόσμον, καὶ τεθεὶς ἐν μνημείῳ τοὺς μνήμασι, Σῶτερ, ὑπνοῦντας ἐξεγείρεις, τὴν σὴν δοξολογοῦντας μεγάλην εὐσπλαγχνίαν. Σὺ κατελθὼν ἐν νεκροῖς ἀπενέκρωσας ᾅδην, καὶ συνέτριψας πύλας τοῦ θανάτου καὶ μοχλοὺς, καὶ τοὺς πεπεδημένους ἐξάγεις ἐν ἀνδρείᾳ, ἡ πάντων σωτηρία.
Ὤφθης τοῖς σοῖς μαθηταῖς ἐν πολλοῖς τεκμηρίοις, ἐφ’ ἡμέρας, οἰκτίρμον, τεσσαράκοντα, αὐτοῖς πιστούμενος, κηρύξαι εἰς ἅπαντα τὸν κόσμον Θεὸν ἐγηγερμένον. Σὺ εἶ ἡ πάντων ζωὴ, σὺ νεκρῶν καὶ τῶν ζώντων ἡ παράκλησις, Λόγε, καὶ χαρὰ καὶ φωτισμὸς ὁ λάμψας ἐκ Παρθένου, καὶ ἀναστὰς ἐκ τάφου εἰς πάντων σωτηρίαν.
Τῶν γηγενῶν τίς ἤκουσε τοιοῦτον; Ὁ σταυρωθεὶς τριήμερος ἀνέστης, καθὼς προεῖπες, ἐκ νεκρῶν, συναναστήσας τὸν κόσμον τῇ ἀναστάσει σου· καὶ γυναιξὶ μυροφόροις πρώταις ἐφάνης φθεγξάμενος τὸ, Χαῖρε, πάντων χαρὰ τῶν ἐκ ψυχῆς σε ποθούντων, πολυέλεε.
Νῦν ἡ φθορὰ ἠφάνισται· Χριστὸς γὰρ ἡ ἀφθαρσία καὶ ζωὴ ἐκ τῶν νεκρῶν ἐξηγέρθη, καὶ συναλίζεται τοῖς ἑαυτοῦ ἀποστόλοις, διδάσκων τούτους τὰ κρείττονα καὶ θεῖα, καὶ προσφωνῶν· Ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθε.
Μύρα ποτὲ σὺν δάκρυσι φερούσαις ἄγγελος ἔφη γυναιξὶ, Μετὰ νεκρῶν τί ζητεῖτε τὸν ζῶντα; Σήμερον καθὼς προεῖπεν ἠγέρθη, οὐκ ἔστιν ὧδε, κενώσας τὰ μνημεῖα, καὶ τοῖς νεκροῖς ἀθανασίαν ἐμπνεύσας ὡς φιλάνθρωπος.
Ἐκ τῶν νεκρῶν ἰδοῦσα, Θεοτόκε, τὸν σὸν Υἱόν τε καὶ Θεὸν, ἐγηγερμένον, ἐπλήσθης χαρᾶς, ὑπάρχουσα πάντων αἰτία χαρᾶς τε καὶ εὐφροσύνης· διό σε χαρμοσύνως πᾶσα ψυχὴ ὑμνολογεῖ καὶ δοξάζει, Ἀειπάρθενε.
Ἐξήνθησεν ἡ ἔρημος ὡσεὶ κρῖνον, Κύριε. Ἡ κτίσις θεωροῦσά σε ἐπὶ ξύλου πάσχοντα ἐθελουσίως, Δέσποτα, ἠλλοιώθη καὶ ἐκυμαίνετο, καὶ νεκροὶ ἐκ τῶν τάφων ἐξανίσταντο. Γενόμενον ἐν ᾅδῃ σε, ζωοδότα Κύριε, μετὰ ψυχῆς ὡς ἔβλεψεν ὁ παμφάγος θάνατος ἔπτηξεν, ἀπολύων δεσμώτας οὓς κατέπιεν.
Ἐπλήσθη πᾶσα κτίσις χαρᾶς, οἰκτίρμον Κύριε, ἐν νεκρῶν ἐγέρσει σου· ἐν γὰρ ταύτῃ κόσμον συνήγειρας, καθελὼν τοῦ θανάτου τὰ βασίλεια. Ῥομφαία τὴν ψυχήν σου, Ἁγνὴ, διῆλθεν, ἄχραντε, ὅτε Χριστὸν σταυρούμενον ἐθεάσω· χαρᾶς ἐπλήσθης δὲ ἐγερθέντα ἐκ τάφου τοῦτον βλέψασα.
Κάμινός ποτε πυρὸς ἐν Βαβυλῶνι. Θνήσκεις ἐν σταυρῷ ζωὴ ὑπάρχων πάντων, καὶ ὡς νεκρὸς ἄπνους ἐν μνήματι ἐτέθης, μακρόθυμε· καὶ τριήμερος ἐγήγερσαι εἰς κόσμου ἐξανάστασιν· ὅθεν ἐν εὐφροσύνῃ δοξολογοῦμεν τὸ κράτος σου.
Ἤκουσε Σιὼν τὴν ἔγερσιν Κυρίου, καὶ εὐφροσύνης νῦν πεπλήρωται· θυγατέρες ταύτης δὲ προφανῶς ἠγαλλιάσαντο, καὶ μαθηταῖς ἐκήρυττον λέγουσαι· Μὴ λυπεῖσθε, ὁ ζωοδότης ἐγήγερται. Ὄρθριαι σπουδῇ γενόμεναι γυναῖκες ἐπὶ τὸν τάφον παρεγένοντο, καὶ ἔνδον προκύψασαι, ἐν λευκοῖς ἔβλεψαν ἄγγελον· καὶ φόβῳ συνεχόμεναι ἤκουον· Μὴ φοβεῖσθε, ὄντως ἀνέστη ὁ Κύριος.
Σὲ τὴν φωτεινὴν νεφέλην τοῦ ἥλιου τοῦ νοητοῦ, Θεοχαρίτωτε, ὑμνοῦντες δοξάζομεν· τὰς καρδίας ἡμῶν φώτισον, τὸν σκοτασμὸν διώκουσα πάντα τῆς ῥᾳθυμίας καὶ τῶν παθῶν, Θεονύμφευτε.
Ἀνάρχου Γεννήτορος. Ὡς εἶδέ σε ἥλιος, δικαιοσύνης Ἥλιε, ἐν σταυρῷ ἡπλωμένον, τὸ φῶς συνέστειλε, πέτραι δὲ ἐῤῥήγνυντο φόβῳ, ᾅδης νεκροὺς τάχος ἀπεδίδου ὑμνοῦντας τὸ κράτος σου, Ζωοδότα παντοδύναμε. Τοῦ ᾅδου τὴν ἄπληστον γαστέρα ὁ Ὑπέρθεος παραδόξως κενώσας ὡς παντοδύναμος, ἤδη ἐξανέστη ἐν δόξῃ, καὶ μαθηταῖς θείοις καθωράθη· αὐτὸν προσκυνήσωμεν σὺν Πατρὶ καὶ θείῳ Πνεύματι Ἠγέρθη ὁ Κύριος, ταῖς μυροφόροις ἔφησεν ὁ φανεὶς ἐν τῷ τάφῳ ἅγιος ἄγγελος· Ἄπιτε, καὶ εἴπετε τοῦτο τοῖς μαθηταῖς ἐν τῇ Γαλιλαίᾳ πενθοῦσι καὶ κλαίουσι, τοῦ αὐτὸν ἐκεῖ θεάσασθαι.
Ῥυσθῆναι, Πανάμωμε, ἐκ πειρασμῶν, καὶ θλίψεων, καὶ παθῶν καταιγίδος, καὶ ἀμαυρώσεως, καὶ τῶν πολυπλόκων παγίδων τοῦ Πονηροῦ, δυσώπει ἀπαύστως Χριστὸν τὸν Θεὸν ἡμῶν, τῶν ἀεί σε μακαριζόντων.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.