Ἔργον
Σωφρόνιος Ἱεροσολύμων – Τριῴδιον (Νόθος)
Αναστάσιμη υμνολογία και αναφορές στη Σαμαρείτιδα
Αναφορές στο εκούσιο πάθος, τη συνανάσταση του Αδάμ, τη συνάντηση με τη Σαμαρείτιδα και τις εμφανίσεις στους μαθητές μετά την Ανάσταση.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Αναστάσιμη υμνολογία και αναφορές στη Σαμαρείτιδα
Αναφορές στο εκούσιο πάθος, τη συνανάσταση του Αδάμ, τη συνάντηση με τη Σαμαρείτιδα και τις εμφανίσεις στους μαθητές μετά την Ανάσταση.
Ὑμνῶ σε· ἀκοὴν γὰρ, Κύριε. Ἀνῆλθες ἐν σταυρῷ, Κύριε, δυναστείαν διεζωσμένος, καὶ κατελθὼν εὔσπλαγχνε μετὰ ψυχῆς μέχρι τοῦ ᾅδου, ψυχὰς αἰωνίων δεσμῶν ἔλυσας, καὶ σεαυτῷ, οἰκτίρμον, συνανέστησας. Συντρίψας τοὺς μοχλοὺς, Κύριε, καὶ τὰς πύλας φρικτῶς τοῦ ᾅδου ἰσχύϊ σου, Δέσποτα, ἐκένωσας αὐτοῦ τὸν πλοῦτον· διὸ τὴν πολλήν σου συγκατάβασιν καὶ τὴν σεπτὴν ἀνάστασιν δοξάζομεν.
Μυρίσαι τὸ σεπτὸν σῶμά σου ἐν τῷ τάφῳ ἦλθον γυναῖκες· εὑροῦσαι δὲ ἄγγελον καθήμενον ἐπὶ τοῦ τάφου, Χριστὲ, δειλιῶσαι κατεπλάγησαν· μεθ’ ὧν ὑμνολογοῦμέν σου τὴν ἔγερσιν. Ἁγίων ὑπὲρ νοῦν τὸν Ἅγιον ἀπεκύησας, Θεοτόκε, ἁγιασμὸν λύτρωσιν καὶ ἄφεσιν ἁμαρτημάτων πιστοῖς μεσιτείᾳ σου παρέχοντα τοῖς τὴν αὐτοῦ δοξάζουσιν ἀνάστασιν.
Τῷ δόγματι τῷ τυραννικῷ. Ἀνύψωσας φύσιν τῶν βροτῶν, Χριστὲ, τῇ ἐν σταυρῷ σου ἀνυψώσει, καὶ τὸν ἐξ ὕψους πεσόντα Ἐχθρὸν εἰς χάος ἀπέῤῥιψας, καὶ ταφεὶς ἐξηγέρθης σκυλεύσας τὸν θάνατον. Συνέτριψας ᾅδου τοὺς μοχλοὺς, καὶ τοὺς πεπεδημένους ἐν ἀνδρείᾳ, Χριστὲ, δεσμώτας ἐγείρεις, τὴν σὴν δοξάζοντας δύναμιν, καὶ τὴν ἐκ τοῦ μνημείου τριήμερον ἔγερσιν.
Ὡς ἔβλεψε πάλαι σε χορὸς ἁγίων ἀποστόλων ἐκ τοῦ τάφου ἐγηγερμένον ἐν δόξῃ, Χριστὲ, θυμηδίας ἔμπλεος γεγονὼς, Εὐλογεῖτε, ἐβόα, τὸν Κύριον. Τὸ πένθος σοι, Ἄχραντε ἁγνὴ, ἐτράπη εἰς χαρὰν, ἡνίκα εἶδες τὸν σὸν Υἱὸν καὶ Δεσπότην Χριστὸν ἐκ νεκρῶν τριήμερον ἀναστάντα ἐν δόξῃ, καὶ κόσμον φωτίσαντα.
Ἡ τὸν πρὸ ἡλίου. Ὤφθης μέσον δύο λῃστῶν ἐσταυρωμένος, πολυέλεε· κατατεθεὶς ἐν λάκκῳ κατωτάτῳ δὲ τοὺς ἐν σκότει καὶ ἐν σκιᾷ θανάτου ἐξανέστησας, ὑμνολογοῦντας, εὔσπλαγχνε, τὴν σὴν τριήμερον ἀνάστασιν.
Θάνατος ἀνθρώπων οὐκ ἔτι κυριεύει, καθὼς γέγραπται, ἀφ’ οὗ Χριστὸς ἀνέστη ὁ ἀθάνατος, τὰ τοῦ ᾅδου ἀποκενώσας ἄπληστα βασίλεια· ἀγαλλιάσθω ἅπασα ἡ οἰκουμένη ἑορτάζουσα. Ἔφη μυροφόροις ὁ ἄγγελος ἀστράπτων πρὸ τοῦ μνήματος, Τὸν ἐν νεκροῖς ἐλεύθερον τί κλαίετε ἐκζητοῦσαι;
Καθὼς προεῖπεν ἤδη ἐξεγήγερται· ἄπιτε ἔνθεν χαίρουσαι, καὶ ἀποστόλοις ἀπαγγείλατε. Ὤφθης πλατυτέρα, Παρθένε, οὐρανῶν Θεὸν χωρήσασα, τὸν ὑπὸ σοῦ τεχθέντα ἀγαθότητι, καὶ θανάτῳ ἀθανασίαν πᾶσι δωρησάμενον· ὃν εὐσεβῶς δοξάζοντες, σὲ κατὰ χρέος μακαρίζομεν.
Ἰνδάλματος χρυσοῦ. Θεὸς ὢν ἀγαθὸς, κατηξίωσας καὶ ἄνθρωπος χρηματίσαι, καὶ σταυρωθῆναι ἐπὶ ξύλου ἐθελουσίως, εἰς σωτηρίαν τῶν ἀναβοώντων πάντοτε· Ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις. Ἐν λάκκῳ Ἰωσὴφ κατωτάτῳ σε κατέθετο ἐνειλήσας ἐν ὀθονίοις τε καὶ σμύρνῃ καὶ ἐν ἀλόῃ· ἀλλ’ ἐξανέστης σώζων τοὺς πιστῶς κραυγάζοντας· Ἡ οὐσιωθεῖσα, κ. τ. λ.
Ὡράθης μαθηταῖς, παντοδύναμε, ἐκ τάφου ἐγηγερμένος, καὶ τούτοις ἔφης, Πορεύεσθε εἰς τὸν κόσμον, κηρύξατέ μου τὴν οἰκονομίαν κράζοντες· Ἡ οὐσιωθεῖσα, κ. τ. λ. Ἁγίασον ἡμῶν, παναγία Θεονύμφευτε, τὰς καρδίας, ἡ κατιδοῦσα τὸν πανάγιον Θεὸν Λόγον ἐγηγερμένον, καὶ ἐν εὐφροσύνῃ κράζουσα. Ἡ οὐσιωθεῖσα, κ. τ. λ.
Ἀπορεῖ πᾶσα γλῶσσα. Μόνον ἐπάγη, Σῶτερ, ἐπὶ γῆς ὁ σταυρός σου, τὸ τοῦ θανάτου ὅλον οἰκητήριον ἐκ βάθρων ἐσαλεύθη· οἱ δὲ ἐν σκιᾷ καθήμενοι τῇ τοῦ θανάτου, δεσμῶν ὄντως ἐλύθησαν πάντες, Δόξα, ἀναβοῶντες, τῷ κράτει τῆς δυναστείας σου.
Ἡ γῆ ἐσείσθη, πέτραι διεῤῥάγησαν φόβῳ, βουνοὶ καὶ ὄρη πάντα ἐσαλεύθησαν, καὶ ἥλιος ἐσβέσθη βλέψας ἐν σταυρῷ κρεμάμενον, μοχλοὶ καὶ πύλαι αἱ σιδηραῖ τοῦ ᾅδου ἐθλάσθησαν, Χριστὲ, ὅτι τῇ ἐκ νεκρῶν σου ἐγέρσει κόσμον συνήγειρας.
Νεκρόν σε βλέψας πάλαι ἐν σταυρῷ ὁ εὐσχήμων Ἀριμαθίας, Δέσποτα, καθεῖλεν ἐκ τοῦ ξύλου, καὶ σινδόνι τότε καθαρᾷ ἐνείλησε, καὶ ἐν μνημείῳ καινῷ πολλῷ σὺν φόβῳ ἀπέθετο σπουδῇ· σὺ δὲ, καθὼς προείπας, ἀνέστης, Λόγε, τριήμερος.
Νομίμων δίχα τέτοκας ἀῤῥήτως τὸν Λόγον, ὃν ὑπ’ ἀνόμων, Δέσποινα πανάμωμε, βουλήσει σταυρωθέντα, καὶ κατατεθέντα μνήματι, καὶ ἐγερθέντα ἐκ τῶν νεκρῶν ὡς εἶδες, ἐπλήσθης χαρμονῆς· τοῦτον ὑπὲρ ἡμῶν δυσωποῦσα τῶν ἀνυμνούντων σε.
Τεμνομένην θάλασσαν ῥάβδῳ πάλιν. Ἀναβὰς εἰς ὕψος αἰχμαλωσίαν τὴν ἐν τῷ ᾅδῃ πάλαι συνεχομένην, ὡς κραταιὸς ἔλαβες, Σῶτερ, καὶ συνανέστησας ἑαυτῷ, τριήμερος ἐκ τοῦ τάφου ἐξαναστὰς, φιλάνθρωπε, ὡς παντοδύναμος.
Νεκρωθέντα πάλαι σε καὶ τεθέντα ἐν τῷ καινῷ μνημείῳ ἰδὼν ὁ ᾅδης, ὅλος νεκρὸς ἔμεινε, Σῶτερ, καὶ ἀνενέργητος· οἱ νεκροὶ δὲ πάντες τῇ σῇ ἐγέρσει τῇ ζωηφόρῳ χαίροντες δεσμῶν ἐλύθησαν. Ἐν νεκροῖς τὸν ζῶντα τί ἐκζητεῖτε, ταῖς μυροφόροις ἔφησε πρὸς τὸ μνῆμα φωτοειδὴς ἄγγελός ποτε ἐπιφαινόμενος· ἀπελθοῦσαι τάχος τοῖς ἀποστόλοις καταμηνῦσαι σπεύσατε τὴν τούτου ἔγερσιν.
Βαβυλωνία κάμινος. Τὸν σταυρωθέντα Κύριον πάλαι θεασάμενος ἥλιος, ἀπέκρυψε τὸ φῶς καὶ αἱ πέτραι ἐσχίσθησαν, τὰ ὄρη ἐκλονήθη, καὶ γῆ ἐτρόμαξε, καὶ οἱ πάλαι θανόντες δεσμῶν ἀπελύθησαν. Ἡνίκα σε ἑώρακεν ᾅδης ὁ παγγέλαστος, Λόγε παντοδύναμε, σαφῶς, πρὸς τοῦτον ἀφικόμενον, ἐτρόμαξε, καὶ πάντας νεκροὺς ἀπέλυσεν, ἀνυμνοῦντας τὸ κράτος καὶ τὴν εὐσπλαγχνίαν σου.
Ὁ Κύριος ἐγήγερται, πάντες ἀλαλάξωμεν, χεῖράς τε κροτήσωμεν πιστῶς, καὶ χοροὺς συστησώμεθα, τὴν τούτου δυναστείαν ἀνακηρύττοντες καὶ βοῶντες, Τὰ ἔργα, ὑμνεῖτε τὸν Κύριον. Συνέλαβες, Πανάμωμε, τὸν πάντα συνέχοντα, τοῦτόν τε ἐκύησας σαρκὶ σκυλεύσαντα τὸν θάνατον θανάτῳ τριημέρῳ· ὃν ἐκδυσώπησον, τῆς ψυχῆς μου τὰ πάθη νεκρῶσαι, καὶ σῶσαί με.
Τὴν ἐν βάτῳ καὶ πυρί. Ὡραιότατε· Χριστὲ, πῶς σου ἔδυ ἐν σταυρῷ τὸ κάλλος τὸ φαεινόν; πῶς ὑφίσταται ἡ γῆ ὁρῶσά σε κρεμάμενον; πῶς τὴν ἄδικον ὑπέμεινες σφαγήν σου; Ὑμνοῦμεν τὴν πολλήν σου καὶ ἄφατον, Κύριε, συγκατάβασιν.
Τριημέρῳ σου ταφῇ ἐσκυλεύθη ὁ Ἐχθρὸς, ἐκ τῶν τοῦ ᾅδου δεσμῶν ἀπελύθησαν νεκροὶ, νενέκρωται ὁ θάνατος, ἐκενώθη τὰ βασίλεια τοῦ ᾅδου· διό σε, ζωοδότα, ἐν ὕμνοις δοξάζοντες μεγαλύνομεν. Ἡ αἰώνιος ζωὴ, πῶς ἐγεύσω δι’ ἡμᾶς θανάτου θέλων, Χριστέ; πῶς κατῆλθες ἐν νεκροῖς ἡ πάντων ἐξανάστασις, καὶ ἐκένωσας τοῦ ᾅδου τὰ ταμεῖα; διό σε εὐχαρίστως ὑμνοῦμεν ἀπαύστως καὶ μεγαλύνομεν.
Ῥῦσαι πόλιν καὶ λαὸν καταφεύγοντα εἰς σὲ, Θεογεννῆτορ ἁγνὴ, ἡ κυήσασα Χριστὸν ἐκ πάσης ἐναντίας ὀργῆς καὶ ἁλώσεως ἐθνῶν ἐπιδρομῆς τε, ὅπως σε κατὰ χρέος ἐν ὕμνοις τιμῶμεν καὶ μεγαλύνωμεν.
Ὡς ὄμβρος ἐπ’ ἄγρωστιν. Ψαλμοῖς ἀλαλάξωμεν, κροτήσωμεν τὰς χεῖρας εὐφροσύνως, ἐκ νεκρῶν ζωοδότης ἐξηγέρθη. Ἀνῆλθες ζωσάμενος, Χριστὲ, ἐν τῷ σταυρῷ σου δυναστείαν, καὶ ἀνέστης ἐκ νεκρῶν, καθὼς προείπας.
Λευχείμων ὁ ἄγγελος ὡράθη γυναιξὶ βοῶν, Ἀνέστη ἡ ἀνάστασις πιστῶν καὶ σωτηρία. Μυρίσαι σε σπεύδουσαι ἀφίκοντο γυναῖκες πρὸς τὸ μνῆμα, ἀναστάντα δὲ ἰδοῦσαι προσεκύνουν. Ὡς ὄρθρος τὸν ἥλιον προφέρουσα, Παρθένε, ἐν ἀγκάλαις ἐξανέτειλας ἡμῖν τοῖς ἐν τῷ σκότει.
Τὸν ὑπ’ ἀγγέλων ἀσιγήτως. Δῆμος παράνομος Ἑβραίων ἐπὶ ξύλου σε ἐσταύρωσε, τὴν διὰ ξύλου τοῖς βροτοῖς γενομένην βλάβην, Δέσποτα, ἰώμενον ἐνθέως· ὅθεν φωναῖς χαριστηρίοις ἀεί σε ὑμνοῦμεν. Ἴσος Πατρὶ, Χριστὲ, καὶ Πνεύματι πεφυκὼς σταυρὸν ὑπέμεινας, καὶ λογισθεὶς ἐν τοῖς νεκροῖς τὰ βασίλεια ἐκένωσας τοῦ ᾅδου παραδόξως, καὶ ἀναστὰς συνήγειρας ἑαυτῷ πᾶσαν κτίσιν. ᾌδη παμφάγε, ποῦ τὸ κέντρου σου; ποῦ σου, θάνατε, τὸ νῖκος; τῷ ἀναστάντι ἐκ νεκρῶν τεθανάτωσαι, νενέκρωσαι τῷ μόνῳ ζωοδότῃ· ὃν σὺν Πατρὶ καὶ Πνεύματι οἱ πιστοὶ προσκυνοῦμεν.
Ἵνα θεώσῃ τὸ ἀνθρώπινον, ὁ Θεὸς ἄνθρωπος γέγονεν, ἐκ σοῦ, πανάμωμε ἁγνή· ὃν ἐκ τάφου ὡραιότατον κατεῖδες προελθόντα ὡς νικητὴν τοῦ ᾅδου, καὶ χαρμονῆς ἐπληρώθης.
Ἐν Σιναίῳ τῷ ὄρει κατεῖδέ σε. Ὡς ἀμνὸς πρὸς σφαγὴν ἤχθης, Δέσποτα, ἑκουσίως, Ἰησοῦ, οὐκ ἐρίζων, οὐ κράζων, ὡς γέγραπται· τῷ θανάτῳ σου ἡμᾶς, Λόγε, ἀθανατίζων τοὺς ὑμνολογοῦντάς σου πάθος ἄχραντον, καὶ τὴν ἐκ τοῦ ᾅδου φρικτὴν ἀναβίωσιν.
Συντριβέντας ἡμᾶς ἐκαινούργησας, Ἰησοῦ παμβασιλεῦ, τῇ σεπτῇ καὶ φρικτῇ ἀναστάσει σου· μαθηταῖς δὲ ὁραθεὶς τὴν εἰρήνην σου τούτοις παρέσχου, φιλάνθρωπε· ἣν ἡμῖν δώρησαι τοῖς ὑμνολογοῦσι τὴν σὴν θείαν ἔγερσιν.
Ἡ σεπτὴ μυροφόρων συνάθροισις παρεγένετο σπουδῇ πρὸς τὸ ἅγιον, Δέσποτα, μνῆμά σου, τοῦ μυρίσαι σε, Χριστέ· ἐν λευκοῖς δὲ κατεῖδον καθήμενον ἄγγελον, ταύταις φθεγγόμενον· Τί μετὰ νεκρῶν τὴν ζωὴν βλέπειν θέλετε;
Φωτοδότην ἐκύησας Κύριον πύλη οὖσα τοῦ φωτὸς, ἐκ τάφου ἀστράψαντα βλέψασα ἐπληρώθης χαρμονῆς· ἀλλ’ αὐτὸν ἐκδυσώπει πένθος μοι δωρήσασθαι, Κόρη, χαρμόσυνον, πρόξενον, σεμνὴ, τῆς ἐκεῖ παρακλήσεως.
Τὸ κατάσκιον ὄρος ὁ Ἀμβακούμ. Ἀποῤῥήτῳ ἑνώσει ὁμοιωθεὶς τοῖς ἀνθρώποις, ὁ μόνος ὑπερούσιος σταυρὸν σαρκὶ ὑπέμεινας, καὶ ἐλογίσθης ἐν τοῖς νεκροῖς, καὶ τριήμερος ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων. Ἰησοῦ ὁ Θεός μου, ὕδωρ ζωῆς χρηματίζων, βαδίζεις κοπιῶν ἐν σαρκὶ, πρὸς τῇ πηγῇ· καθέζῃ δὲ, καὶ Σαμαρείτιδι γυναικὶ τῆς σοφίας σου τὸ νᾶμα μυστικῶς ἐπιχέεις.
Νοσημάτων ποικίλων τοὺς προσιόντας σοι, Λόγε, καθαίρων τῇ προστάξει σου, σταυρὸν ἑκὼν ὑπέμεινας· καὶ ἐν μνημείῳ κατατεθεὶς, ἐξανέστησας τὴν φύσιν τῶν ἀνθρώπων φθαρεῖσαν. Ἐπὶ σὲ ἡ σοφία Πατρὸς ἀνάρχου κατῆλθεν, ὡς ὑετὸς ἐπὶ πόκον, ἁγνὴ καὶ σαρκωθεῖσα δίχα τροπῆς, ὁδοὺς ζωῆς ἔδειξεν ἡμῖν τοῖς εἰδόσι σε μητέρα μετὰ τόκον παρθένον.
Τὸν ἐν φλογὶ τοῖς παισὶ τῶν Ἑβραίων. Σὺ ἐν σταυρῷ ὑψωθεὶς, τῶν ἀνθρώπων πᾶσαν τὴν φύσιν συνανύψωσας, Λόγε, καὶ τεθεὶς ἐν μνήματι τοὺς ἐν τάφοις ὑπνοῦντας ἤγειρας τῇ θείᾳ ἐγέρσει σου, οἰκτίρμον. Ἱεριχὼ καὶ Σαλὴμ τὰ πλησίον μετὰ ὑδάτων ἐπελθὼν πρὸς τὸ φρέαρ Ἰακὼβ ἀφίκετο ἡ πηγὴ τῆς σοφίας, ὕδωρ σωτηρίας Σαμαρείτιδι νέμων.
Σὺ ὁ τυφλοὺς ὀμματώσας τῷ λόγῳ, καὶ παραλύτους τῇ προστάξει σου σφίγξας, καὶ νεκρὸς τριήμερος ἀνατείλας ἐκ τάφου, τὴν νενεκρωμένην ἀνάστησον ψυχήν μου. Κόσμου παντὸς σωτηρία, Παρθένε, γεγενημένη, κοσμικῶν με σκανδάλων καὶ παθῶν τοῦ σώματος καὶ τῆς αἰωνιζούσης λύτρωσαι γεέννης, ὅπως ὑμνολογῶ σε.
Σὲ τὴν ἀκατάφλεκτον βάτον. Ὕψωσας παλάμας ἐν ξύλῳ τῆς κακῶς ἐκταθείσης τοῦ προπάτορος χειρὸς πρὸς ξύλου βρῶσιν ἀναστέλλων τὴν βλάβην, Χριστὲ πολυέλεε. Ῥήματι παράλυτον σφίγξας καὶ χωλοὺς ἀνορθώσας, ἐσταυρώθης, Ἰησοῦ, καὶ ἐξανέστης, μαθηταῖς ἐν ἡμέραις πολλαῖς ὀπτανόμενος.
Ἴδε, Σαμαρεῖτις γυνή σε προελθοῦσα ἀντλῆσαι, καὶ τὸ ὕδωρ τῆς ζωῆς ἐκ σοῦ λαβοῦσα, ἐκορέσθη, Χριστὲ ὁ Θεὸς, ἀνυμνοῦσά σε. Ὤ τῶν ὑπὲρ νοῦν σου θαυμάτων, παναγία Παρθένε· σὺ γὰρ τέτοκας Θεὸν σεσαρκωμένον, τὸν τῇ θείᾳ ἐγέρσει αὐτοῦ πάντας σώσαντα.
Ὡς εἶδεν Ἡσαΐας. Δεσμούμενος, οἰκτίρμον, καὶ ἑκουσίως ξύλῳ προσηλούμενος, τὸν δεθέντα πάλαι ταῖς παραβάσεσι λυτροῦσαι· τεθεὶς δὲ τάφῳ τοὺς ἐν τάφοις ἀφυπνώσαντας νεκροὺς ἤγειρας ὑμνοῦντας τὴν σὴν φρικτὴν ἀνάστασιν.
Ὁ Κύριος ἀνέστη ἐκ τῶν νεκρῶν, ὡς ἔφησε τριήμερος, καὶ τοῖς ἀποστόλοις συναλιζόμενος ἐβόα, Εἰς πάντα κόσμον ἀπελθόντες, διαγγείλατε τρανῶς ἅπερ καθορᾶτε μεγάλα μου θαυμάσια. Ξενίζεται καρδία καὶ ἀκοὴ, Σῶτερ, τὴν εὐσπλαγχνίαν σου καὶ οἰκονομίαν καὶ συγκατάβασιν· σαρκὶ γὰρ ἐν γῇ βαδίζων Σαμαρείτιδι αἰτούσῃ γυναικὶ ὕδωρ ζῶν παρέσχες ἐνθέου ἐπιγνώσεως.
Ἁγία Θεοτόκε, τὸν ἐν ἁγίοις ἅγιον κυήσασα Λόγον προανάρχου Πατρὸς ἐκλάμψαντα, δυσώπει αὐτὸν ἀπαύστως ἁγιάσαι καὶ φωτίσαι τὰς ἡμῶν ψυχὰς καὶ καρδίας τῶν πίστει ἀνυμνούντων σε.
Ἀστέκτῳ πυρὶ ἑνωθέντες. Σταυρῷ ὑψωθεὶς ἑκουσίως πᾶσαν συνανύψωσας ἀνθρώπων τὴν οὐσίαν· ἐν νεκροῖς δὲ ζωὴ ὑπάρχων λογισθεὶς ἐζώωσας ὑμνοῦντας, Σῶτερ, τὴν οἰκονομίαν σου, καὶ τὴν μετὰ δόξης ἀνάστασιν, οἰκτίρμον.
Ὁ κόσμος χαρᾷ ἑορτάζει ἐν τῇ παναγίᾳ σου ἐγέρσει, ζωοδότα, ἐν ᾗ πᾶσαν τὴν δυναστείαν ᾅδου κατεπάτησας, καὶ θανάτου κέντρον, Λόγε, ἐναπήμβλυνας, καὶ τὴν ἀφθαρσίαν ἐπήγασας ἀνθρώποις. Ἰδοῦσα γυνὴ Σαμαρεῖτις κεκοπιακότα σε, οἰκτίρμον, καὶ ζητοῦντα ὕδωρ πιεῖν ἀθανασίας, κομίζεται νάματα, ἐκβοῶσα, Δός μοι τὸ ζῶν ὕδωρ, Κύριε, ὅπως μὴ διψήσω εἰς τὸν αἰῶνα χρόνον.
Οἶκος τοῦ Θεοῦ ἐγνωρίσθης, πάναγνε Παρθένε Θεοτόκε, τούτῳ σάρκα ὑπὲρ λόγον ἐμψυχουμένην ἐκ τῶν σῶν δανείσασα παναχράντων, Κόρη, αἱμάτων πανάμωμε· ὅθεν σε τιμῶμεν εἰς πάντας τοὺς αἰῶνας.
Ἐν νόμου σκιᾷ καὶ γράμματι. Θαμβεῖται ὁρῶν ἐν ξύλῳ ταθέντα, Χριστὲ, σὲ ἥλιος, κλονεῖται τὰ στοιχεῖα, καὶ σαλεύεται πᾶσα ἡ γῆ, καὶ διαῤῥήγνυνται πέτραι, καὶ ᾅδης κάτωθεν τοὺς ἀπ’ αἰῶνος δεσμίους ἀπολύει ἀνυμνοῦντάς σε.
Ἐτέθης, Χριστὲ, ἐν τάφῳ, ἡ ζωὴ καὶ ἡ ἀνάστασις, ἀνέστης δὲ ἐν δόξῃ, ἐν ἡμέραις πλείοσι τοῖς σοῖς συναλιζόμενος φίλοις, καὶ τούτους κήρυκας εἰς πάντα κόσμον ἐκπέμπων τῆς φρικτῆς οἰκονομίας σου. Ὁδούς μοι ζωῆς δεικνύων, Ἰησοῦ, ἐν συμπαθείᾳ πολλῇ, βαδίζεις καὶ καθέζῃ πρὸς τὸ φρέαρ, Δέσποτα Χριστὲ, καὶ γυναικὶ αἰτουμένῃ ἀθανασίας κρουνοὺς προσεπιπέμπεις ὑμνούσῃ τὴν πολλήν σου συγκατάβασιν.
Σαρκοῦται ἐκ σοῦ Χριστὸς ὑπὲρ λόγον, Λόγος ὑπάρχων Πατρὸς, ἁγία Θεοτόκε, καὶ σταυροῦται θέλων δι’ ἡμᾶς, καὶ τριημέρῳ ἐγέρσει κόσμου τὰ πέρατα καταφωτίζει· μεθ’ οὗ σε κατὰ χρέος μεγαλύνομεν.
Τριστάτας κραταιούς. Δεσμεύσας τοῦ Ἐχθροῦ τὸ ὀλέθριον κράτος, οἷς ὑπέστης δι’ ἡμᾶς, φιλάνθρωπε, δεσμοῖς τῷ σταυρῷ σου εἰρήνευσας, Κύριε, τὰ διεστῶτα, καὶ τῆς ἔχθρας διέλυσας τὸ μεσότοιχον· ὅθεν ὑμνοῦμέν σε.
Ὁ Κύριος, καθὼς πρὸ τοῦ πάθους προεῖπεν ἐξανέστη, κραταιῶς σκυλεύσας ὡς Θεὸς τὰ τοῦ ᾅδου βασίλεια, ἅπαντάς τε συνεγείρας τοὺς ἐκεῖσε καθεύδοντας, ἀπ’ αἰῶνος αὐτὸν μεγαλύνοντας. Ξενίζοντα μορφῇ καὶ τῷ σχήματι βλέψας μυροφόρων ὁ χορὸς τὸν θεῖον λειτουργὸν, παρ’ αὐτοῦ ἐδιδάσκετο· Ἥδη ὁ Χριστὸς ἀνέστη, ἀπελθοῦσαι κηρύξατε μαθηταῖς ἀθυμοῦσι καὶ κλαίουσιν.
Ἀνέστειλεν, ἁγνὴ, ὡς νυμφίος ὡραῖος ἐκ νεκρῶν ὁ ἐκ τῶν σῶν λαγόνων σαρκωθεὶς ὑπὲρ νοῦν ἀγαθότητι· ὅθεν σὺν τοῖς ἀποστόλοις κατιδοῦσα ἐδόξαζες τὴν τριήμερον τούτου ἀνάστασιν.
Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε. Τὰς ἀχράντους ἐκτείνας παλάμας σου ἐν σταυρῷ ἑκουσίως, μακρόθυμε, ἐνηγκαλίσω ἅπαντας, καὶ χειρὸς ἐλυτρώσω τοῦ ἀλλοτρίου· διὰ τοῦτό σε φόβῳ δοξάζομεν. Ὡς ἐτέθης βουλήσει ἐν μνήματι, οἱ καθεύδοντες ἐν μνήμασι τῇ ἐκ νεκρῶν ἐγέρσει σου συνηγέρθησαν· φόβῳ ἀναβοῶντες, Εὐλογεῖτε, τὰ ἔργα Κυρίου, τὸν Κύριον.
Θαυμαστὰ καὶ παράδοξα πράγματα, καὶ τυφλοὺς ὀμματοῦντα τῷ ῥήματι, δῆμος Ἑβραίων βλέψας σε κατακρίνει θανάτῳ ζωὴν τῶν ὅλων χρηματίζοντα, εὔσπλαγχνε Κύριε. Ἐν ἡμέραις, Χριστὲ, τεσσαράκοντα τοῖς σεπτοῖς καὶ σοφοῖς ἀποστόλοις σου σαφῶς συναλιζόμενος, ἐπιστώσω τὴν θείαν οἰκονομίαν, δι’ ἧς ἔσωσας κόσμον ὑμνοῦντά σε.
Ὡς φρικτός σου ὁ τόκος, πανάμωμε! δι’ οὗ πάντες φρικτοῦ κατακρίματος λελυτρωμένοι κράζομεν· Χαῖρε, πάντων ἡ σωτηρία· χαῖρε, κόσμου παντὸς ἡ ἀνάκλησις.
Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι. Ἡπλώθης θελήσει ἐν σταυρῷ, καὶ ἥλιος θεωρῶν σε, ὑπεράγαθε, φόβῳ συνέστειλεν ἀκτῖνας· ἐσείσθησαν τῆς γῆς τὰ θεμέλια, καὶ πέτραι διεσχίσθησαν, Δέσποτα, καὶ τοῦ ναοῦ τὸ καταπέτασμα.
Μυρίσας σε πάλαι Ἰωσὴφ, σινδόνι τε ἐνειλήσας, ἐναπέθετο τάφῳ καινῷ· ζωὴ δὲ πάντων ὑπάρχων ἐξανέστης τριήμερος, κενώσας τοῦ ᾅδου βασίλεια θείᾳ δυνάμει, παντοδύναμε. Ὡράθης ἐκ τάφου ἀναστὰς τριήμερος ἀποστόλοις, καὶ ἐβόησας· Ἄπιτε, φίλοι μαθηταί μου, κηρύξατε ἐν πᾶσι τοῖς ἔθνεσιν ἃ ἴδετε, καὶ ἔγνωτε θαύματα τῆς ὑπὲρ λόγον δυναστείας μου.
Νεκροῖς τὸν ἐμπνέοντα ζωὴν ὡς ἔβλεψας ἐκ τοῦ τάφου, παναμώμητε, ἐγηγερμένον μετὰ δόξης, ἐπλήσθης θυμηδίας κραυγάζουσα· Υἱέ μου καὶ Θεὲ, μεγαλύνω σου τὴν ὑπὲρ λόγον συγκατάβασιν.
Ὅτι ἐγώ εἰμι ὁ Θεὸς ὁ Λόγος. Ὕψωσε σταύρωσιν τὴν σὴν εἰκονίζων Μωϋσῆς τὸν ὄφιν, μόνε Θεὲ παμβασιλεῦ, ὁ σταυρωθεὶς δι’ ἡμᾶς, καὶ ὄφεως δυσμενοῦς ἰοβόλον ἀφελὼν ἐξ ἀνθρώπων κακίαν, καὶ συντρίψας κάραν τὴν ὀλέθριον.
Μύρα σὺν δάκρυσι φέρουσαι ἔδραμον πρὸς τὸ θεῖον μνῆμα, αἱ μυροφόροι ἐν σπουδῇ ὄρθρου βαθέος, καθὼς ὁ Θεηγόρος φησὶ, καὶ ἀστράπτοντα μορφῇ καὶ στολῇ κατιδοῦσαι νεανίαν φόβῳ κατεπλήττοντο. Νόσους ἰώμενον, λόγῳ παραλύτους ἀνορθοῦντα, Λόγε, καὶ ἀνιστῶντα τοὺς νεκροὺς ὁ τῶν Ἑβραίων λαός σε κατακρίνει θανεῖν· ἀλλ’ ἀνέστης ὡς Θεὸς κραταιὸς ἐν δυνάμει, τὸ τοῦ ᾅδου καθελὼν βασίλειον.
Ὤφθη σαρκούμενος, πάναγνε, ἀῤῥήτως ἐκ τῶν σῶν αἱμάτων ὁ ὑπερούσιος Θεὸς, καὶ λογισθεὶς ἐν νεκροῖς πάντων ὑπάρχων ζωὴ ἐξανέστη κραταιῶς· ὃν ἰδοῦσα ἐπλήσθης θυμηδίας τοῦτον μεγαλύνουσα.
Ἐν πυρὶ φλογὸς παρίστανταί σοι. Διαῤῥήξας τὸ χειρόγραφον τοῦ Ἀδὰμ τῷ σταυρῷ, Κύριε, τὴν εὐλογίαν νῦν ἐπήγασας ἡμῖν, κατάρα ἑκουσίως, Χριστὲ, γεγενημένος· διό σε εὐλογοῦμεν ἀεὶ εἰς πάντας τοὺς αἰῶνας.
Ἴδεν δῆμος ἀναστάντα σε ἱερῶν μαθητῶν, Κύριε, καὶ θυμηδίας ἐπληρώθη μυστικῆς· πρὸς οὓς ἐβόας· Γνόντες Θεόν με ζωοδότην, πορεύεσθε, κηρύξατέ με ἁπάντων βασιλέα. Ἀνυμνοῦμέν σου τὴν σταύρωσιν τὴν σεπτὴν, Ἰησοῦ εὔσπλαγχνε· δοξολογοῦμεν τὴν ταφὴν καὶ τὴν φρικτὴν ἀνάστασιν ἐν πίστει, δι’ ἧς ἐκ τῶν τοῦ ᾄδου ἐλύθημεν ἀλύτων δεσμῶν, Χριστὲ Θεὲ τῶν ὅλων.
Ἰησοῦν ὃν ἐσωμάτωσας ὑπὲρ λόγον, ἁγνὴ Δέσποινα, ἐγηγερμένον κατιδοῦσα ἐκ νεκρῶν ἐβόας, Τί ὡραῖον τὸ κάλλος σου, Υἱέ μου, δι’ οὗ πρὸς τὸ ἀρχαῖον Ἀδὰμ νῦν ἐπανῆλθε κάλλος.
Ὅτι ἐποίησέ μοι μεγάλα. Ὡς ἤρθης ἐπὶ ξύλου προσηλούμενος τοῦ σταυροῦ, φωστῆρες ἐναπέκρυψαν τὸ φῶς, καὶ ἐσείετο ἡ γῆ, καὶ οἱ ἐν ᾅδου τῶν δεσμῶν ἐλευθεροῦντο, Σῶτερ. Συντρίψας τοῦ θανάτου πύλας, Λόγε, καὶ τοὺς μοχλοὺς, ἀνέστης μετὰ δόξης, κραταιῶς οὕσπερ πρὶν εἶχεν δεσμώτας, ὡς Θεὸν δοξολογοῦντάς σε.
Ἡ γῆ πανηγυρίζει, ἑορτάζει ὁ οὐρανὸς τὴν ἔγερσιν τοῦ πάντων Ποιητοῦ, δι’ ἧς ἔσωσεν ἡμᾶς ἐκ τῶν δεσμῶν καὶ τῆς φθορᾶς δοξολογοῦντας αὐτόν. Φωτός σου ταῖς ἀκτῖσι διασκέδασον τῆς ἐμῆς ἀγνοίας, Θεοτόκε, τὴν ἀχλὺν, ὅπως πίστεως φωναῖς ὑμνολογῶ διηνεκῶς τὰ θαυμάσια.
Οὐκ ἐν σοφίᾳ καὶ δυνάμει. Ἀνῆλθες, Λόγε, ἐν σταυρῷ πρὸς ζωὴν ἐπανάγων με· ἐλογχεύθης τὴν πλευρὰν, ἀθανασίας παρέχων μοι κρουνοὺς ἀνυμνοῦντί σου τὴν ἀγαθότητα. Ἵνα ἐγείρῃς τοὺς ἐν τάφοις ὑπνοῦντας, Ἀθάνατε, ἐλογίσθης ἐν νεκροῖς· φθορᾶς δὲ μείνας ἀμέτοχος, ἀνέστης τριήμερος ὡς παντοδύναμος.
Νεκρὸν ἰδοῦσαι τὸν ζωὴν τοῖς νεκροῖς παρεχόμενον μυροφόροι, ἐν σπουδῇ μυρίσαι ἤρχοντο κλαίουσαι· ἐξεγηγερμένον δὲ μαθοῦσαι, ἔχαιρον. Ὁ κατὰ φύσιν τὴν οἰκείαν ὑπάρχων ἀόρατος, καθωράθη σαρκωθεὶς ἐκ σοῦ, πανάμωμε Δέσποινα, καὶ σταυρὸν καὶ θάνατον θέλων ὑπέμεινεν.
Τὸν ἐν τῷ σταυρῷ σαρκὶ προσηλωθέντα. Σταύρωσιν ἑκὼν ὑπέστης, Λόγε, καὶ λογισθεὶς ἐν τοῖς νεκροῖς τριήμερος ἀνέστης, ἀπαθανατίζων τοὺς βροτοὺς, ἐπιγνόντας σου τὴν δυναστείαν. Τί μετὰ νεκρῶν ἐπιζητεῖτε τὸν ζωοδότην καὶ Θεόν;
Ἀνέστη, καθὼς εἶπεν, ἔφη μυροφόροις γυναιξὶν ὁ ἀσώματος φανεὶς ἀστράπτων. Ὤφθης μαθηταῖς ἐγηγερμένος, καὶ ἐπὶ πλείοσιν αὐτοῖς ἡμέραις συνηλίζου, τούτους εἰς τὰ πέρατα τῆς γῆς, Λόγε, κήρυκας ἐξαποστέλλων.
Κύριον Θεὸν ἀποτεκοῦσα τὸν κυριεύοντα, Ἁγνὴ, ζωῆς καὶ τοῦ θανάτου, δεῖξον ἀκυριεύτους ἡμᾶς ἐνεδρεύοντος ἐχθροῦ δολίου.
Ὁ τόκος σου ἄφθορος ἐδείχθη Θεὸς ἐκ λαγόνων σου προελθών. Ὑψώθης σαρκὶ ἐπὶ τοῦ ξύλου, ἐν λάκκῳ ἐτέθης κατωτάτῳ, καὶ ἀνέστης δόξῃ, συνεγείρας ἑαυτῷ πάντα τὸν κόσμον· ὅθεν συμφώνως, εὐεργέτα, ἀνυμνοῦμέν σε.
Ῥαινούσαις τὰ δάκρυα ὡς μύρα ὁ ἄγγελος ἔφη μυροφόροις· Τί τὸν ζῶντα ἐν τάφῳ μετὰ νεκρῶν ἐπιζητεῖτε; ἐξηγέρθη λύσας τοῦ ᾄδου τὰς ὠδῖνας ὡς φιλάνθρωπος. Ἰδόντες Χριστὸν ἐγηγερμένον οἱ θεῖοι ἀπόστολοι, ἐνθέου χαρμονῆς ἐπληροῦντο, ἐπὶ πλείσταις συνεσθίοντες αὐτῷ ἡμέραις, καὶ διδασκόμενοι τὰ σωτήρια καὶ κρείττονα.
Ὡς πύλη φωτὸς ἐκ τῶν ᾅδου κευθμόνων τὸν ἤλιον ἰδοῦσα, ἀνατείλαντα, Κόρη, καὶ φωταγωγήσαντα τὰ πέρατα τοῦ κόσμου, θείας ἐπλήσθης θυμηδίας, παναμώμητε.
Δι’ ἀγάπησιν, οἰκτίρμον, τῆς σῆς εἰκόνος. Ὡς ὑψώθης ἐπὶ ξύλου ἐθελουσίως, γῆ καὶ βουνοὶ καὶ ὄρη ἐσαλεύθησαν τρόμῳ πάσχοντά σε βλέποντα, οἰκτίρμον, μακρόθυμε. Δεδοικώς σου τὴν κατάβασιν, Σῶτερ, ᾅδης οὕσπερ νεκροὺς κατεῖχεν ἀπεδίδου σὺν τάχει ἀνυμνολογοῦντάς σου τὴν ἄφραστον δύναμιν.
Ἡ ἀσύνετος ὁρῶσά σε τῶν Ἑβραίων συναγωγὴ, οἰκτίρμον, τοὺς τυφλοὺς ὀμματοῦντα, ἔκτεινεν, ὑπάρχοντα ζωὴν καὶ ἀνάστασιν. Θεωρήσασα ἐκ τάφου ἐγηγερμένον τὸν σὸν Υἱὸν, Παρθένε, τοῖς αὐτοῦ ἀποστόλοις, ἄχραντε, συνέχαιρες, μεθ’ ὧν σε δοξάζομεν.
Πάντα τὰ ἔργα τοῦ Θεοῦ. Ἐπὶ σταυροῦ σε κατιδὼν λῃστὴς εὐγνώμων, Μνήσθητί μου, ἐκραύγαζε, Δέσποτα, καταπλαγεὶς τὴν πολλὴν δυναστείαν σου, καὶ τὴν ὑπὲρ νοῦν σου φρικτῶν οἰκονομίαν. Ὤφθης, Χριστὲ, ταῖς γυναιξὶ, Χαίρετε, λέγων, συμπαθῶς ὡς φιλάνθρωπος, τῆς Εὔας προφανῶς διαλύων τὴν λύπην, καὶ χαροποιῶν τοὺς βροτοὺς τῇ σῇ ἐγέρσει.
Πάλαι τυφλῷ ἐκ γενετῆς ὡς ἐδωρήσω, φωτοδότα, τὸ φῶς Ἰησοῦ, οὕτως μου τὰ τῆς καρδίας ἄνοιξον ὄμματα, τοῦ κατανοεῖν σου τὸ φῶς τῶν προσταγμάτων. Ῥῦσαι γεέννης με πυρὸς, καὶ αἰωνίου κατακρίσεως, ἄχραντε· κόπασον τῶν λογισμῶν τὸν ἄγριον κλύδωνα, ἴθυνον πρὸς τοὺς γαληνοὺς ζωῆς λιμένας.
Λίθος ἀχειρότμητος ὄρους. Ἔτεινας παλάμας ἐν ξύλῳ, τῆς πρὸς τῆς βρώσεως τὸ ξύλον, Δέσποτα, χειρὸς ἐκταθείσης τὴν ψυχοφθόρον βλάβην ἰώμενος· ὅθεν τὴν ἀκατάληπτον οἰκονομίαν σου δοξάζομεν. Πύλας καὶ μοχλοὺς τοῦ θανάτου τῇ καταβάσει σου συντρίψας, ᾅδου τὰ βασίλεια πάντα τῇ σῇ δυνάμει, Σῶτερ, ἐκένωσας, καὶ ἀναστὰς τριήμερος τὴν οἰκουμένην κατελάμπρυνας.
Ἔφης ὀπτανόμενος, Σῶτερ, τοῖς σοῖς ἁγίοις ἀποστόλοις μετὰ τὴν ἀνάστασιν· Κόσμον διαδραμόντες πίστει κηρύξατε ἃ ἐν ἐμοὶ κατίδετε φρικτὰ καὶ ἄῤῥητα θαυμάσια. Ἴδες τὸν Χριστὸν ἐγερθέντα μετὰ γυναίων μυροφόρων, καὶ μεταβαλοῦσα τὸν θρῆνον εἰς εὐφροσύνην τοῦτον ἐδόξαζες, ὅθεν μεγαλοφώνως σε, Θεοκυῆτορ, μεγαλύνομεν.
Ἐξέστη τὰ σύμπαντα. Δεσμούμενος, Δέσποτα, καὶ ξύλῳ προσηλούμενος, ἔλυσας δεσμῶν με ἁμαρτίας, καὶ τῇ ἀγάπῃ τῇ σῇ προσήλωσας ὅθεν εὐχαρίστως σου ὑμνῶ τὴν μεγαλειότητα καὶ τὴν ἄφραστον δύναμιν. Ὁ πάλαι κατάκριτος Ἀδὰμ ἐπιφανέντος σου, Σῶτερ, ἐν τῷ ᾅδῃ, ἀπελύθη τῆς καταδίκης τῶν τοῦ θανάτου δεσμῶν· Δόξα τῇ πολλῇ σου, ἐκβοῶν, Λόγε, ἀγαθότητι, Ἰησοῦ πολυέλεε.
Ξενίζων ὀπτάνεται ταῖς γυναιξὶν ὁ ἅγγελος ἔνδον καθεζόμενος τοῦ τάφου, καὶ προσεφώνει, Τίνα ἀφίκεσθε ὄρθριαι ζητοῦσαι; ὁ Χριστὸς ἤδη ἐξεγήγερται θανατώσας τὸν θάνατον. Ἁγία πανάμωμε, τὸν ἐν ἁγίοις Ἅγιον ἐπαναπαυόμενον τεκοῦσα, τοῦτον ὡς εἶδες ἐκ τάφου λάμψαντα καθάπερ νυμφίον ἐκ παστοῦ, ὕμνοις ἐμεγάλυνες τὴν αὐτοῦ συγκατάβασιν.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ. Τὴν ἐν τῷ Ἀδὰμ ἀμαυρωθεῖσαν, φιλάνθρωπε, φύσιν ἀνακτώμενος, ἔτεινας παλάμας σου ξύλῳ προσηλούμενος, καὶ τὴν πλευρὰν τὴν ἄχραντον ἐξορυττόμενος· διό σου τὴν πολλὴν εὐσπλαγχνίαν ἀνυμνολογοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ὡς ἔβλεψε κάτω σε ὁ ᾅδης σκυλεύοντα τούτου τὰ βασίλεια, οὓς πάλαι κατέπιε, φόβῳ σου νεκρούμενος, νεκροὺς ἐδίδου ἅπαντας, Λόγε, κραυγάζοντας, Τὸν Κύριον ὑμνεῖτε, τὰ ἔργα. Θρηνούσαις ἐβόα μυροφόροις τῷ λίθῳ καθήμενος ὁ ἄγγελος· Δρόμῳ ἀπαγγείλατε μαθηταῖς τὴν ἔγερσιν τοῦ ζωοδότου ἤδη γὰρ ὄντως ἐγήγερται, τοῦ ᾅδου καθελὼν τυραννίδα, καὶ τοῦ διαβόλου συντρίψας τὴν κακίαν.
Ἕνα μὲν δοξάζω τῇ οὐσίᾳ Τριάδα, κηρύττω τρισὶ προσώποις δὲ τὴν μίαν θεότητα, Πατέρα τὸν ἄναρχον, Υἱὸν, καὶ Πνεῦμα ἅγιον· βοῶν ἑκάστοτε, Τὸν Κύριον ὑμνεῖτε, τὰ ἔργα. Ὡς ὤφθη Θεὸς ἐκ σοῦ, Παρθένε, μὴ λύσας τῆς παρθενίας ὅλως σήμαντρα, οὕτως ἐξεγήγερται λίθου τὰ σφραγίσματα καταλιπὼν ἀσάλευτα, ὃν κατιδοῦσα χαρᾶς ἐπλήσθης εὐλογοῦσα τὴν τούτου θείαν δυναστείαν εἰς πάντας τοὺς αἰῶνας.
Ἅπας γηγενής. Ἄνω ἀνελθὼν εἰς ὕψος, μακρόθυμε, ἐθελουσίως σταυροῦ, εἵλκυσας τὸν ἄνθρωπον ἐκ τῶν βαράθρων τῆς ἀπωλείας πρὸς φῶς· κατατεθεὶς δὲ μνήματι ζωὴ ὑπάρχων, Χριστὲ, τοὺς ἐν τάφοις ἤγειρας καθεύδοντας, τῇ σεπτῇ καὶ ἐνδόξῳ ἐγέρσει σου.
Μύρα σοι χορὸς γυναίων ἐκόμιζε τῷ τῆς ζωῆς χορηγῷ· καὶ κατανοήσας σε ἐγηγερμένον, εὐηγγελίσατο τοῖς μαθηταῖς τὴν ἔγερσίν σου συνηγμένοις ὁμοῦ καὶ πενθοῦσιν, οἵτινες ἰδόντες σε, φωτισμοῦ καὶ χαρᾶς ἐπληρώθησαν.
Ἥλιε Χριστὲ, ἐν ᾅδῃ γενόμενος μετὰ ψυχῆς ὡς Θεὸς, τοῖς ἐκεῖ καθεύδουσι πεπεδημένοις ἐκ τοῦ αἰῶνος τὸ φῶς τὸ σὸν φαιδρῶς ἐπέλαμψας· καὶ ἐξανέστησας τῇ ἁγίᾳ τούτους ἀναστάσει σου, ἀνυμνοῦντας τὴν σὴν συγκατάβασιν.
Νεύματι τὸ πᾶν, Παρθένε, τὸν φέροντα Θεὸν ἐκύησας, ἄνθρωπον γενόμενον δι’ εὐσπλαγχνίαν, Θεοχαρίτωτε· ὂν ἐκτενῶς ἱκέτευε φωταγωγῆσαι ἡμῶν τὰς καρδίας, τῶν μακαριζόντων σε ὡς ἁγνὴν ἀληθῶς Θεομήτορα.
ᾌσωμεν τῷ Κυρίῳ, τῷ ποιήσαντι θαυμαστὰ τέρατα ἐν Ἐρυθρᾷ θαλάσσῃ, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται. Διὰ τοῦ τιμίου σταυροῦ, Κύριε, τῆς τοῦ ξύλου ἅπαντες ἐῤῥύσθημεν κατάρας· διό σου δοξάζομεν τὴν ἀγαθότητα.
Ὁ σταυρωθεὶς βουλήσει ἐξεγήγερται, τὰ ταμεῖα ἄπαντα σκυλεύσας τοῦ θανάτου, Χριστὸς ὁ Θεὸς ἡμῶν· αὐτὸν δοξάσωμεν. Ξένῃ μορφῇ ἰδοῦσαι ἐξαστράπτοντα μυροφόροι ἄγγελον, τὴν θείαν ἐμυοῦντο τοῦ Χριστοῦ ἀνάστασιν χαρᾶς πληρούμεναι.
Ἀνατολὴ, Παρθένε, ἐχρημάτισας τοῦ Ἡλίου, ἄχραντε, τοῦ τῆς δικαιοσύνης, δι’ οὗ ἐξ ἀγνωσίας σκότους ἐῤῥύσθημεν.
Τὸν Ποιητὴν τῆς κτίσεως ὃν φρίττουσιν ἄγγελοι ὑμνεῖτε, λαοὶ, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Θεὸν σαρκὶ σταυρούμενον ὁ ἥλιος βλέψας ἐσκοτίζετο, καὶ γῆ ἐσαλεύθη, καὶ ἐῤῥήγνυντο πέτραι. Ἐκ τῶν νεκρῶν τριήμερος Χριστὸς ἐξηγέρθη, καὶ συνήγειρε πάντας τοὺς ἐν σκότει θανάτου καθημένους.
Ὤφθης μετὰ τὴν ἔγερσιν τοῖς σοῖς ἀποστόλοις, καὶ ἐπλήρωσας τούτους εὐφροσύνης, οἰκτίρμον ἀνεικάστου. Πατέρα τὸν παναίτιον, Λόγον συναΐδιον, καὶ Πνεῦμα Θεοῦ ἄκτιστον, Τριάδα ὑμνήσωμεν ἀπαύστως. Ῥῦσαι ἡμᾶς κολάσεως καὶ τῆς αἰωνίου κατακρίσεως, τούς σε ἀνυμνοῦντας, ἁγνὴ Θεογεννῆτορ.
Σὲ τὴν μακαρίαν ἐν γυναιξὶν καὶ εὐλογημένην τοῦ Θεοῦ. Ἔτεινας παλάμας ἐπὶ σταυροῦ, τὸν κατατεινόμενόν με πολλαῖς μεθοδείαις τοῦ Πλάνου, οἰκτίρμον, ἀνακτώμενος. Πύλας τοῦ θανάτου καὶ τοὺς μοχλοὺς λύσας, ἐκ νεκρῶν τριήμερος ἐξανέστης, ἡ πάντων, οἰκτίρμον, ἐξανάστασις.
Ἔβλυσας νεκροῖς τὴν ὄντως ζωὴν, καὶ ἐξαναστὰς τριήμερος ἀνελήφθης ἐν δόξῃ, ὁρώντων τῶν σεπτῶν μαθητῶν. Ἵλεων ἡμῖν ἀπέργασαι, ἄχραντε Παρθένε, τὸν σὸν Υἱὸν καὶ Θεὸν τὸν ἁπάντων τοῖς πίστει ἀνυμνοῦσί σε.
Ὅτι ἐγώ εἰμι Θεὸς ὁ [κατὸ] σάρκα. Ὥσπερ ἀνύψωσε πάλαι τὸν ὄφιν Μωϋσῆς, οἰκτίρμον, οὕτω σὺ ἐπὶ τοῦ ξύλου ἀνυψώθης, τοῦ ἀλάστορος Ἐχθροῦ τὴν ἰοβόλον κακίαν ἀποῤῥαπίζων, καὶ διασώζων ἡμᾶς. Δόξα τῇ δόξῃ σου, δεδοξασμένε Ἰησοῦ· τεθεὶς γὰρ ἐν μνημείῳ ὡς νεκρὸς ἐθελουσίως, ἐξανέστης ὡς Θεὸς, συνεγείρας τὸν κόσμον τῇ σῇ ἐγέρσει ὡς παντοδύναμος.
Ἤδη ἐγήγερται ὁ Ζωοδότης ἐκ νεκρῶν, ἐβόα γυναιξὶ πάλαι ὁ ἄγγελος ἀστράπτων· Μὴ θρηνεῖτε οὖν λοιπὸν, ἀλλὰ τοῖς ἀποστόλοις τὴν τούτου ἔγερσιν ἀπαγγείλατε. Ἅγιε Κύριε, ὁ γεννηθεὶς ἐκ τῆς ἁγνῆς Παρθένου, σταυρωθείς τε καὶ ταφεὶς ἐθελουσίως, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, ταῖς αὐτῆς ἱκεσίαις τὰ σὰ ἐλέη πᾶσι κατάπεμψον.
Τὸν τοῦ παντὸς Δημιουργὸν καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν, ἱερεῖς, ὑμνεῖτε, λαὸς, ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ὑμνολογοῦμέν σου, Χριστὲ, τὴν τριήμερον ἀνάστασιν, καὶ τὴν φαεινοτάτην ἀνάληψιν ἐν πίστει ἀεὶ δοξολογοῦμεν.
Τὸν σταυρωθέντα δι’ ἡμᾶς καὶ νεκρὸν τεθέντα μνήματι, καὶ τῇ τούτου ἐγέρσει φωτίσαντα τὸν κόσμον Χριστὸν ὑπερυψοῦμεν. Ἥλιε ἄδυτε Χριστὲ, ὁ ταφεὶς καὶ ἀναστὰς ἐκ νεκρῶν, φωταγώγησον πάντων ἡμῶν τὰς διανοίας δοξάζειν σε ἀπαύστως.
Ἱκετηρίαν τῷ ἐκ σοῦ σαρκωθέντι Λόγῳ ποίησον, Θεοτόκε Παρθένε, ἡμᾶς ὅπως οἰκτείρῃ τοὺς τεταπεινωμένους.
Μεγαλύνομεν, Χριστὲ, τὴν σὴν Πανάχραντον. Ὡς ἀμνὸς ἐπὶ σφαγὴν προσήχθης, Δέσποτα Χριστὲ ὁ Θεὸς, καὶ τοῖς τραύμασί σου οἷς ἑκουσίως ὑπέστης, τῶν δαιμόνων πᾶσαν πονηρὰν πληθὺν ἐτραυμάτισας. Συνετρίβησαν μοχλοὶ τῇ παρουσίᾳ σου τοῦ ᾅδου, Χριστὲ, καὶ ἀνέστησαν οἱ ἀπ’ αἰῶνος θανόντες, ἀνυμνοῦντές σε τὸν νικητὴν καὶ πάντων δεσπόζοντα.
Ἡ ἁγία σου, Χριστὲ, ἐκ τάφου ἔγερσις ὑπάρχει ζωή· ἡ ἀναλκὴς δὲ διηνεκὴς εὐφροσύνη, ἢν ἐν πίστει ἅπαντες ἡμεῖς νῦν προεορτάζομεν. Φῶς ἡμῖν τὸ ἐκ φωτὸς, Παρθένε ἄχραντε, ἐκύησας, καὶ ἐμείωσας τῆς ἀθεΐας τὸ σκότος· ὅθεν πάντες πίστεως φωναῖς ἀνυμνολογοῦμέν σε.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.