Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Τριῴδιον (Νόθος)

Σωφρόνιος Ἱεροσολύμων

Υμνολογία της Αναλήψεως και προσδοκία του Αγίου Πνεύματος

Ύμνοι για την ένδοξη άνοδο του Σωτήρος στους ουρανούς, τη δοξολογία των αγγελικών ταγμάτων και την ικεσία για την κατάπεμψη του Παρακλήτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 9 από 9

Τὴν θείαν ἐννοήσας σου κένωσιν. Ἡ πρὶν τῇ ἁμαρτίᾳ κατάκριτος φύσις ἡμῶν, Παμβασιλεῦ, τῇ σῇ προσλήψει ἠλέηται, ὑμνολογοῦσά σου φόβῳ τὴν ἔγερσιν καὶ θείαν ἀνάληψιν. Θαμβεῖται ἀσωμάτων τὰ τάγματα κατανοοῦντά σε, Χριστὲ, φορέσαντα σῶμα γήϊνον, καὶ ἐπιβάντα νεφέλῃ, καὶ πρὸς τοὺς οὐρανοὺς ἀνερχόμενον.

Ἰδοῦσαι ἐρυθρὰ τὰ ἱμάτια τὰ σὰ, Χριστὲ παμβασιλεῦ, τῇ σῇ ἀνόδῳ ἐξέστησαν αἱ τῶν ἀγγέλων δυνάμεις, καὶ φόβῳ καὶ χαρᾷ προσεκύνησαν. Κροτήσωμεν τὰς χεῖρας· ὁ Κύριος ἐξεγερθεὶς ἐκ τῶν νεκρῶν πρὸς οὐρανοὺς ἀνελήλυθεν, ὑποταγέντων ἀγγέλων αὐτῷ ὡς Ποιητῇ καὶ Θεῷ ἡμῶν.

Ἡσαΐα, χόρευε. Ἱερὰν πανήγυριν πᾶσα κτίσις ἄγει ἐμφανῶς, τῇ ἀναλήψει τῇ σῇ, Λόγε καὶ Θεὲ, ἐν ᾗ προσενήνοχας τῷ Πατρί σου ἥνπερ ἐξ ἡμῶν φύσιν ἀνέλαβες ὑπὲρ λόγον, ἀναλλοίωτε. Ὡς Θεὸς συνέτριψας πύλας ᾄδου, Σῶτερ, καὶ μοχλοὺς, καὶ ἀναστὰς ἐκ νεκρῶν πρὸς τοὺς οὐρανοὺς αὔριον ἀνέρχεσαι, τῶν ταγμάτων τῶν ἀγγελικῶν, Πύλας διάρατε, ἐκβοώντων μετ’ ἐκπλήξεως.

Σοῦ τὴν θείαν ἄνοδον θαυμαζόντων θείων μαθητῶν, ἐπέστησαν ἐμφανῶς ἄγγελοι αὐτοῖς, βοῶντες, Ὃν βλέπετε ἀνιόντα εἰς τοὺς οὐρανοὺς, οὗτος ἐλεύσεται μετὰ δόξης κρῖναι ἅπαντας. Ἣν, Χριστὲ, δεδώρησαι πρὸς τὰ ἄνω πάλαι ἀνιὼν εἰρήνην τοῖς μαθηταῖς, ταύτην καὶ ἡμῖν πλουσίως κατάπεμψον ἐν ἀγάπῃ πάντας συντηρῶν, ὅπως συμφώνως σε τὸν Σωτῆρα μεγαλύνωμεν.

Φωτοφόρον ὄχημα τοῦ ἡλίου σὺ τοῦ νοητοῦ γεγένησαι ἀληθῶς, ἄχραντε, ἁγνὴ, δι’ οὗ οἱ καθήμενοι ἐν τῷ σκότει ἔβλεψαν τὸ φῶς τῆς ἐπιγνώσεως, κατὰ χρέος σε δοξάζοντες.

Ἀσεβεῖς οὐκ ὄψονται τὴν δόξαν. Ἀναλαμβανόμενος ἐκ γῆς πρὸς οὐρανοὺς, οὓς οὐκ ἔλιπες τῷ Πατρὶ συνεδρεύων, Δέσποτα, καὶ τῷ Πνεύματι, μαθητὰς εὐλόγησας ἀνυμνοῦντάς σε, φιλάνθρωπε. Ἀσωμάτων τάξεις σε ὡς εἶδον, Ἰησοῦ, μετὰ σώματος οὐρανοῖς ἐπιβάντα, χαίρουσαι κατεπλήττοντο τὴν πολλήν σου, Κύριε, πρὸς ἀνθρώπους συγκατάβασιν.

Τὴν ληφθεῖσαν, Δέσποτα, οὐσίαν ἐξ ἡμῶν ἐν τῷ θρόνῳ τῷ πατρικῷ ἐνιδρύσας, Κύριε, κατεκάλλυνας, μεθ’ ἧς μέλλεις ἔρχεσθαι κρῖναι κόσμον, παντοδύναμε. Τὴν ἁγνὴν ἁγνεύοντι τιμήσωμεν νοῒ, καλλονὴν τὴν Ἰακὼβ ταῖς ἐνθέοις πράξεσι καλλυνόμενοι, εὐσεβῶς ὑμνήσωμεν ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν.

Λυτρωτὰ τοῦ παντός. Χερουβὶμ ἐπὶ ὤμων ὀχούμενος ἀνελήφθης ἐν δόξῃ, ὁρώντων σε τῶν μαθητῶν σου, Κύριε, καὶ βοώντων ἀπαύστως, Πάντα τὰ ἔργα Κυρίου, εὐλογεῖτε τὸν Κύριον. Εὐλογῶν μαθητὰς ἀνεφέρετο εἰς τὸ ὕψος Χριστὸς, τὸν Παράκλητον τούτοις ἐκπέμψαι ψάλλουσι καὶ συμφώνως βοῶσι, Πάντα τὰ ἔργα Κυρίου, εὐλογεῖτε τὸν Κύριον.

Καθελὼν τὸ τῆς ἔχθρας μεσότοιχον τοὺς θνητοὺς τῷ Πατρί σου κατήλλαξας, καὶ ἀνελθὼν ἀνήγαγες ἢν προσείληφας σάρκα, ἄναρχε Λόγε ὑπεράνω ἀρχῶν καὶ δυνάμεων. Τὸ κοινὸν τῶν πιστῶν ἱλαστήριον, τὴν ἑτοίμην ἀνθρώπων βοήθειαν, τὴν πρὸς τὸν Κτίστην γέφυραν τὴν μετάγουσαν πάντας πρὸς σωτηρίαν, τοῦ Θεοῦ τὴν Μητέρα δοξάσωμεν.

Εὕα μὲν τῷ τῆς παρακοῆς νοσήματι. Ἐξ ὄρους, Χριστὲ, τῶν Ἐλαιῶν νεφέλη σε ὥσπερ θρόνος καθυπέλαβε, πάντων τῶν θείων μαθητῶν σου ὁρώντων, καὶ ἐν τρόμῳ βοώντων σοι, Μὴ λίπῃς ὀρφανοὺς οὓς ἠγάπησας δι’ εὐσπλαγχνίαν ἀδιήγητον.

Κατῆλθες τὸ πρὶν ἄνευ σαρκὸς, ἀνέρχῃ δὲ σῶμα φέρων, ὃ προσείληφας· φόβῳ δὲ πύλαι οὐρανῶν σοι ἀνοίγονται· καὶ νόες οὐράνιοι ὁρῶντες καταπλήττονται, Δέσποτα, τὴν δι’ ἡμᾶς σου συγκατάβασιν. Τί ἵστασθε βλέποντες ὑμεῖς τὴν ἄνοδον τὴν φρικώδη; πάλαι ἔφησαν ἄγγελοι θείοις ἀποστόλοις· Ὃν τρόπον θεωρεῖτε, ἐλεύσεται καὶ πάλιν ἐπὶ γῆς κρῖναι ἅπαντας, ὁ μετὰ δόξης ἀνερχόμενος.

Συνοῦσα τοῖς θείοις μαθηταῖς ἡ Πάναγνος καὶ ὁρῶσα ὃν ἐγέννησε γῆθεν ὑψούμενον ἐβόα· Ἀνέρχῃ πρὸς Πατέρα συνάναρχον, τῆς δόξης σου πληρώσας τὰ σύμπαντα, δεδοξασμένε μόνε Κύριε.

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον. Πληρώσας τὰ ἐπὶ γῆς τῆς δόξης σου, ἀνελήφθης μετὰ δόξης ἀφράστου, καὶ τῷ Πατρί· προσηγάγου τὴν σάρκα ἣν ἐξ ἡμῶν διὰ σπλάγχνα ἐφόρεσας, καὶ ὕμνησαν οὐρανῶν αἱ δυνάμεις σε, μόνε φιλάνθρωπε.

Ἐπάρθητε, ἐπουράνιοι πύλαι, καὶ εἰσδέξασθε Θεὸν σαρκοφόρον, αἱ νοεραὶ ἀνεβόων δυνάμεις ταῖς πυθομέναις, Τίς οὗτος ὃν λέγετε; καὶ αἴνεσιν ὡς Ποιητῇ τῶν ἁπάντων ἀπαύστως προσάξατε. Τὴν ἄνοδον τὴν φρικτὴν θεώμενοι οἱ τοῦ Λόγου μαθηταὶ ἀνεβόων· Πέμψον ἡμῖν τὸ πανάγιον Πνεῦμα, καὶ ὀρφανοὺς μὴ ἐάσῃς τοὺς δούλους σου γινώσκοντάς σε ἀληθῆ καὶ Θεὸν καὶ βροτὸν, ἀναμάρτητε.

Ἐθέωσας τῶν βροτῶν τὴν οὐσίαν, ἀποῤῥήτως γεννηθεὶς ἐκ Παρθένου, ὁ τοῦ Πατρὸς ὁμοούσιος Λόγος, καὶ ἀνελήφθης ἐν δόξῃ δωρούμενος εἰρήνην σοῦ τοῖς μαθηταῖς, καὶ τῷ κόσμῳ τὸ πλούσιον ἔλεος.

Παῖδες Ἑβραίων ἐν καμίνῳ. Πάθος καὶ θάνατον ὑπέστης, καὶ τριήμερος ὡς εἶπας ἐξηγέρθης, καὶ πρὸς τοὺς οὐρανοὺς ἀνῆλθες, μελῳδούντων τῶν μαθητῶν σου, Κύριε ὁ Θεὸς, εὐλογητὸς εἶ. Πνεῦμα ἡμῖν ὡς ἐπηγγείλω τὸ πανάγιον ἀπόστειλον, οἰκτίρμον, οἱ σοφοὶ μαθηταὶ ἐβόων, τὸ σοφίζον καὶ συνετίζον ἅπαντας, τοὺς πίστει σε ὑμνοῦντας.

Χεῖρας κροτήσατε, τὰ ἔθνη, ἀλαλάξατε Θεῷ ἐν εὐφροσύνῃ· ἀνελήφθη ἰδοὺ καὶ κάθηται ἐν δόξῃ ἐν δεξιᾷ ὡς σύνθρονος τοῦ Πατρὸς εἰς τοὺς αἰῶνας. Κόλπους πατρῴους μὴ κενώσας ἐν τοῖς κόλποις σου ὁ Λόγος ἀνεκλίθη, ἀλογίας ἡμᾶς ῥυσάμενος, Παρθένε, τοὺς μελῳδοῦντας, Κύριε ὁ Θεὸς, εὐλογητὸς εἶ.

Ἑπταπλασίως κάμινον. Ὁ μορφωθεὶς, ὡς γέγραπται, ὑπὲρ νοῦν τὸ ἀλλότριον, καὶ διὰ παθῶν πᾶσι πιστοῖς ἀπάθειαν σαφῶς δωρησάμενος, ἀπὸ τῆς γῆς ἀνέρχεται νῦν ἐμφανισθῆναι τοῦ Πατρὸς τῷ προσώπῳ, Ἀγγέλων, Θρόνων, Κυριοτήτων αὐτὸν δοξολογούντων εἰς πάντας.

Λευχειμονοῦντες ἄγγελοι ἀποστόλοις ἐπέστησαν, ἐπαπορουμένοις τῷ καινῷ θεάματι τῆς σῆς ἀναλήψεως, λέγοντες, Ὑμεῖς τί ἀτενίζοντες οὕτως θαμβεῖσθε εἰς τὸ ὕψος; Ἰησοῦς οὗτος πάλιν ἐλεύσεται, ὃν τρόπον ὁρᾶτε, κρῖναι κόσμον.

Πάντα πληρώσας, Κύριε, ὡς Θεὸς ἀδιάστατος, πρὸς τοὺς οὐρανοὺς μετὰ σαρκὸς ἀνέδραμες, καθυποταγέντων σοι ἀγγελικῶν δυνάμεων, καὶ χαρμονικῶς τῶν μαθητῶν ἀνυμνούντων καὶ φόβῳ μελῳδούντων· Ἱερεῖς, εὐλογεῖτε.

Θεοκυῆτορ πάναγνε, τῆς ψυχῆς μου τὰ τραύματα, καὶ τῆς ἁμαρτίας τὰς οὐλὰς ἐξάλειψον, πηγαῖς ἀποσμήχουσα ταῖς ἐκ πλευρᾶς τοῦ τόκου σου καὶ τοῖς ἐξ αὐτῆς ἀποκαθαίρουσα ῥείθροις· πρὸς σὲ γὰρ ἀνακράζω, καὶ πρὸς σὲ καταφεύγω, καὶ σὲ ἐπικαλοῦμαι τὴν μόνην προστασίαν.

Ἔφριξε πᾶσα ἀκοή. Ἄρατε πύλας νοητῶς, ἐπουράνιοι Δυνάμεις· ἀφίξεται ὁ Βασιλεὺς ἡμῶν θνητὴν οὐσίαν ἀναλαβόμενος, καὶ εἰσελεύσεται Θεὸς ὑπάρχων καὶ ἄνθρωπος πρὸς τὸν Πατέρα αὐτοῦ, ἐργασάμενος φρικτὰ καὶ παράδοξα.

Ψάλατε πάντες συνετῶς, ἀλαλάξατε Θεῷ τῷ ποιήσαντι ἔργα παράδοξα, καὶ ἀνελθόντι πρὸς τὰ οὐράνια, καὶ ἀποστόλοις τὸ σεπτὸν Πνεῦμα καταπέμψαντι, τὸ ἁγιάζον ἡμᾶς τοὺς δοξάζοντας αὐτοῦ τὴν θεότητα. Λέλυται ᾅδης σῇ ταφῇ, καὶ ἀνάστασις ἀνθρώποις δεδώρηται τῇ ἀναστάσει σου, καὶ κατηυγάσθη γῆ καὶ οὐράνια τῇ ἀναλήψει σου, Χριστὲ, μόνε ἀναλλοίωτε καὶ παντοδύναμε, ὁ δοτὴρ τῶν ἀγαθῶν καὶ Σωτὴρ ἡμῶν.

Φωνήν σοι τὴν τοῦ Γαβριὴλ μετὰ πάντων τῶν ἀγγέλων προσφέρομεν· Χαῖρε, παλάτιον τοῦ βασιλέως τὸ φωτεινότατον· χαῖρε, ἡ γῆν τοῖς οὐρανοῖς, Παρθένε, συνάψασα, δι’ ἧς σωζόμεθα, οἱ εἰδότες σε ἁγνὴν Θεομήτορα.

Σοῦ ἡ τροπαιοῦχος δεξιά. Σοῦ τὴν ἐπὶ γῆς καινοπρεπῆ ἀγνοησάντων ἀγγέλων κατάβασιν, ταύτην ἀναβαίνοντος ἐν οὐρανοῖς μαθητιῶσι λέγοντες, Τίς οὗτος ὑπάρχει ὁ βασιλεὺς τῶν δυνάμεων; Σταύρωσιν ἑκούσιον, Χριστὲ, καθυπομείνας ἀνέστης τριήμερος, αὗθις ἀνελήφθης τε εἰς οὐρανοὺς τῶν μαθητῶν ὁρώντων σε καὶ ἐκπληττομένων τὴν ὑπὲρ νοῦν δυναστείαν σου.

Νέφη τὴν ἐπίβασιν αὐτοῦ παντοδυνάμῳ βουλήσει τιθέμενος, ὁ ἀπερινόητος τῶν Ἐλαιῶν ἐξ ὄρους νῦν ἀνέδραμεν ἄνω πρὸς τὸ ὕψος νεφέλῃ προσεποχούμενος. Τάγματα ἀγγέλων ἀληθῶς ἐπουρανίων, Ἁγνὴ, ὑπερβέβηκας, Λόγον σωματώσασα τὸν τοῦ Πατρός· ὃν ἐκτενῶς ἱκέτευε, πράξεων ἀλόγων ἡμᾶς ῥυσθῆναι, πανάμωμε.

Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ. Τὸν πρὸς τὸν ἀρχίφωτον Πατέρα ἀνελθόντα ἐν δόξῃ, καὶ καταπέμψαντα ἀποστόλοις τὸ Πνεῦμα τὸ ἅγιον ὑμνεῖτε καὶ ὑπερυψοῦτε. ᾌσατε καὶ ψάλατε Κυρίῳ, ἀλαλάξατε, αἱ πατριαὶ τῆς γῆς· ἀνελήφθη ἐν δόξῃ γὰρ σήμερον συνάψας τοῖς ἐπουρανίοις ἡμᾶς εἰς τοὺς αἰῶνας.

Ἄνδρες Γαλιλαῖοι, τὶ ὁρῶντες εἰς τὸ ὕψος ἐν φόβῳ, οὕτως ἑστήκατε; μαθηταῖς οἱ ἀσώματοι ἔλεγον· Ὃν τρόπον βλέπετε, καὶ πάλιν Χριστὸς ἐν δόξῃ ἥξει. Ἡ ἀγεωργήτως ἐκβλαστήσασα τὸν οὐράνιον στάχυν, τὸν διατρέφοντα θεϊκῇ δυναστείᾳ τὰ σύμπαντα, Παρθένε, ἔμπλησον πεινῶσαν τὴν ταπεινὴν ψυχήν μου.

Τύπος τῆς ἀγνῆς λοχείας σου. Πάθος καὶ σταυρὸν καὶ θάνατον ὑπὲρ ἡμῶν ὑπέστης, ὁ ὑπεράγαθος, καὶ ἐξαναστὰς θεοπρεπῶς ἀνελήλυθας πρὸς τὸν ἄναρχον, Λόγε, Πατέρα σου· διό σου προσκυνοῦμεν τὴν ἀκατάληπτον θεότητα.

Κράζει Μωϋσῆς ἐν Πνεύματι, Ἀγγελικαὶ δυνάμεις ἐνισχυσάτωσαν τῷ παμβασιλεῖ σωματικῶς ἀναβαίνοντι ἀπὸ γῆς πρὸς τὰ ἄνω βασίλεια, καὶ θρόνῳ καθιστῶντι τῷ πατρικῷ φύσιν τὴν ἔκπτωτον. Πύλαι, νοητῶς ἐπάρθητε προφητικῶς ἐβόα Δαυῒδ ἐν Πνεύματι· ὁ μονογενὴς Υἱὸς Θεοῦ ἐβασίλευσεν ἐπὶ πάντα τὰ ἔθνη, καὶ ἄνεισι σαρκὶ πρὸς τὸν Πατέρα, ὃν κατερχόμενος οὐκ ἔλιπεν.

Ὅτι Ἐγώ εἰμι ὁ ἐν θαλάσσῃ. Συναλιζόμενος ἐν τεσσαράκοντα τοῖς μαθηταῖς ἡμέραις, μετὰ τὴν θείαν ἐκ τάφου, Σῶτερ, ἀνάστασιν, καὶ τὸ Πνεῦμα τὸ θεῖον συνθέμενος αὐτοῖς ἐξαποστέλλειν, ἐν φωναῖς ἀνελήφθης, ἐν δόξῃ ἐπ’ ὤμοις Χερουβικοῖς φρικτῶς ἐποχούμενος.

Πύλας ἐπάρατε, γνῶτε παράδοξα, νοεραὶ δυνάμεις ταῖς ἀνωτέραις ἐβόων, ὁ βασιλεὺς τοῦ παντὸς σῶμα γήϊνον φέρων ἀνῆλθε πρὸς ἡμᾶς εἰς προανάπαυσιν αὐτοῦ, τοὺς ἀνθρώπους θεώσας δι’ εὐσπλαγχνίαν πολλὴν καὶ ἄμετρον ἔλεος.

Ἀποκρυβὴν αὐτοῦ σκότος ὁ θέμενος τῇ ἀσωμάτῳ φύσει, ἐπὶ πτερύγων ἀνέμων ὁ ἐπιβαίνων Θεὸς, σαρκωθεὶς ἐκ Παρθένου νεφέλης φωτεινῆς, διὰ νεφέλης ἀπὸ γῆς πρὸς τὸ ὕψος ἀνῆλθεν, ὁρώντων μαθητῶν τὴν ἔνδοξον ἄνοδον.

Ἡ ἀγεώργητος γῆ ἡ βλαστήσασα τὸν τοῦ παντὸς τροφέα τὸν ὑπανοίγοντα χεῖρα, καὶ εὐδοκίᾳ αὐτοῦ ἐμπιπλῶντα πᾶν ζῶον ἰσχύϊ θεϊκῇ, στήριξον ἄρτῳ ζωτικῷ παρειμένας καρδίας τῷ κόρῳ τῶν δυσχερῶν ἡμῶν παραπτώσεων.

Ἰνδάλματος χρυσοῦ. Τὴν φύσιν τοῦ Ἀδὰμ προσλαβόμενος, καὶ ταύτην θεώσας, Λόγε, πρὸς τὸν ἀρχίφωτον ἀνήγαγές σου Πατέρα, καταπλαγείσης πάσης ἀσωμάτων τάξεως, καὶ ἀναβοώσης, Ὑμνείτω τὸν Κύριον, πᾶσα ἡ κτίσις.

Ἠλίας προτυπῶν τὴν φρικώδη σου ἀνάβασιν, ζωοδότα, θείῳ ἐν Πνεύματι ἐδείχθη ἁρματηλάτης, καὶ πρὸς τὸ ὕψος ὅλος ἀπὸ γῆς ἐφέρετο, μέλπων σοι τῷ Κτίστῃ, Ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις καὶ ὑπερυψούτω. Αἰνέσατε Θεὸν, ἀλαλάξατε, τὰ ἔθνη, κροτεῖτε χεῖρας, συμφώνως ψάλατε, ἐν δόξῃ Χριστὸς ἀνῆλθεν, ὁ βασιλεύων· ὅθεν πρὸς ἡμᾶς ἐλήλυθε σῶσαι τοὺς βοῶντας· Ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις.

Κυρίως σε, Ἁγνὴ, καταγγέλλοντες δοξάζομεν Θεοτόκον· σὺ γὰρ τὸν ἕνα ἀπεκύησας τῆς Τριάδος σεσαρκωμένον· ὃν σὺν τῷ Πατρὶ καὶ Πνεύματι μελῳδοῦμεν· Ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις.

Ἀπορεῖ πᾶσα γλῶσσα. Ὁ μετὰ δόξης ἄρτι ἐπιβαίνων νεφέλῃ, τίς ἆρα πέλει, ἔφησαν ἀνώτεραι αἱ τάξεις ταῖς βοώσαις· Πύλας νοητὰς διάρατε· Θεὸς ὁ μόνος τὰ ἐπὶ γῆς συνάψας σεπτῶς τοῖς οὐρανοῖς, τούτῳ μεγαλωσύνην καὶ δόξαν φόβῳ προσάξωμεν.

Ἡ ἀπωσθεῖσα φύσις ἐν Ἐδὲμ καθορᾶται ἐν τοῖς ὑψίστοις θρόνῳ πατρικῷ ἐνιδρυμένη παραδόξως, καὶ προσκυνουμένη πάντοτε ὑπὸ Ἀγγέλων, ὑπ’ Ἀρχαγγέλων, Θρόνων, Δυνάμεων, Ἀρχῶν· δόξα τῷ εὐδοκήσαντι οὕτως μόνῳ Θεῷ ἡμῶν.

Ὁρᾶτε, ἔφης, Λόγε, μαθηταῖς λυπουμένοις τῇ σῇ ἀνόδῳ· κάθησθε προσμένοντες ἐν πίστει ἕως ἔλθῃ θεῖος πρὸς ὑμᾶς Παράκλητος ἐκ τῶν ὑψίστων, τῶν χαρισμάτων πάντων ἡ ἄφθονος πηγή· οὗτος ὑμᾶς διδάξει τὰ πάντα ὡς ὑπεράγαθος.

Τὸ στερέωμα τῶν ἐπὶ σοὶ πεποιθότων. Τὴν κατάκριτον καὶ παραβάσει φθαρεῖσαν ἀνήγαγες, Δέσποτα, φύσιν ἀνθρώπων ὑπεράνω τῶν ἀγγέλων, ὡς εὔσπλαγχνος. Ἀνελήλυθας πρὸς οὐρανὸν μετὰ δόξης, ὑμνούντων σε, Κύριε, τῶν ἀσωμάτων ὡς τῶν ὅλων Ποιητὴν καὶ Θεὸν αὐτῶν.

Τὸν Παράκλητον, τῆς ἀληθείας τὸ Πνεῦμα, ἀπέστειλας, Δέσποτα, τοῖς μαθηταῖς σου, ἀνελθὼν εἰς οὐρανοὺς, ὑπεράγαθε. Σωματούμενος ἐκ σοῦ προῆλθεν ὁ Λόγος, τὴν ἔκπτωσιν, ἄχραντε, τῶν προπατόρων διὰ σπλάγχνα οἰκτιρμῶν ἀνορθούμενος.

Ἀστέκτῳ πυρὶ ἑνωθέντες. Πᾶσαν ὁ Θεὸς ἐκπληρώσας τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν ἀνελήφθης, καθορώντων τῶν μαθητῶν σου, καὶ φόβῳ βοώντων σοι, Εὐλογεῖτε, πάντα τὰ ἔργα, τὸν Κύριον. Ἄνδρες ἀληθῶς Γαλιλαῖοι, τί ἐνατενίζετε οὕτω τῷ Δεσπότῃ πρὸς οὐρανοὺς ἀνερχομένῳ, ἔλεγον οἱ ἄγγελοι;

Ὃν ὁρᾶτε, πάλιν οὗτος μέλλει ἔρχεσθαι κρῖναι πᾶσαν κτίσιν, κριτὴς πάντων ὑπάρχων. Πνεῦμα τὸ εὐθὲς, Πνεῦμα θεῖον, Πνεῦμα τὸ συνόν σοι ἀμερίστως, ὡς ὑπέσχου, πέμψον ἡμῖν, ὁ ταῖς νεφέλαις δόξῃ ἐποχούμενος, Θεοῦ Λόγε, θεῖοι ἀπόστολοι ἔκραζον, ὅπως σε ὑμνῶμεν εἰς πάντας τοὺς αἰῶνας.

Ἐκ σοῦ τοῦ Θεοῦ ἡ σοφία οἶκον ἑαυτῇ δομησαμένη ἐσαρκώθη, ἀποῤῥήτῳ συγκαταβάσει, Κόρη ἀπειρόγαμε· σὺ γὰρ μόνη πάντων γενεῶν ἐκλέλεξαι ἄφθορος ἀφθόρου εἰς κατοικίαν Λόγου.

Καινὸν θαῦμα καὶ θεοπρεπές. Ὁ μετὰ δόξης ἐν ἀλαλαγμῷ ἀνερχόμενος, ὡς ὁ προφήτης πάλαι φησὶν, οὗτος πάντων Κύριός ἐστι καὶ Δεσπότης· ψάλατε, ἔθνη, τούτῳ ἐν πίστει ψάλατε, καὶ τρόμῳ αὐτὸν δοξολογεῖτε τὸν ἐργασάμενον ἀνεξιχνίαστα καὶ ἀπόῤῥητα.

Κατηφιῶσιν ἔφη μαθηταῖς, Οὐ χωρίζομαι εἰς τὸν αἰῶνα ὅλως ὑμῶν, εἰ καὶ πρὸς τὸν πέμψαντα Πατέρα ὑπάγω· ἄπιτε, κόσμον ὅλον μαθητεύσατε γινώσκειν Θεὸν ἀληθινόν με, τὸν ἐργασάμενον ἃ ἐθεάσασθε καὶ ἠκούσατε.

Εἰρήνην πᾶσιν ἔφησας, Χριστὲ, καὶ νεφέλη σε ὑπολαβοῦσα αὖθις φωτὸς, πάντων καθορώντων, ἀπὸ γῆς ἀνυψώθης· καὶ ἀνελθὼν ἐπέκεινα ἐκάθισας ἁπάσης Ἀρχῆς καὶ Ἐξουσίας· διὸ ὑμνοῦμεν τὴν πολυύμνητον δυναστείαν σου.

Φωτὸς δοχεῖον φαίνει σε, ἁγνὴ, ὁ ἐκ σοῦ ἀτρέπτως σαρκωθεὶς ἀῤῥήτως Θεός· ἐν σταυρῷ ὑψώσας τοῦ Ἀδὰμ τὴν οὐσίαν, καὶ ἐν νεκροῖς πρωτότοκος γενόμενος, καὶ μένων Θεὸς ἐν τοῖς ὑψίστοις, ἅμα Πατρί τε καὶ θείῳ Πνεύματι δοξαζόμενος.

Ὁ καθήμενος ἐν δόξῃ. Ὁ ἀπρόσιτος τὴν φύσιν, προσιτός μοι γενόμενος, ὦς ἐμὲ φορέσας, ὅλην μου τὴν φύσιν ἐλάμπρυνε, καὶ τῇ αὑτοῦ ἀναλήψει ἀνεβίβασεν ὑπεράνω ἁπάσης ἀρχῆς καὶ δυνάμεως. Διφρελάτης ὁ Ἠλίας τὸν αἰθέρα διήρχετο, προτυπῶν σου πάλαι, Λόγε τοῦ Θεοῦ, τὴν ἀνάληψιν· ὡς γὰρ ἐν ἅρματι, Σῶτερ, ἐποχούμενος, τῇ νεφέλῃ πρὸς τοὺς πατρικοὺς κόλπους ἔφθασας.

Μαθητῶν ἀτενιζόντων τὸ φρικτὸν τῆς ἐπάρσεως καὶ ἐκπληττομένων, θεῖοι προσεφθέγγοντο ἄγγελοι· «Ἅνδρες ὑμεῖς Γαλιλαῖοι, καθὼς βλέπετε, οὕτως ἥξει πάλιν ὁ αὐτὸς κρῖναι ἅπαντας.» Ἀναπλάττεις συντριβεῖσαν καὶ φθορᾷ ὑποκύψασαν τὴν βροτείαν φύσιν, ἄχραντε, Θεὸν σωματώσασα, καὶ ὑπὲρ φύσιν τεκοῦσα, ἀπειρόγαμε· ᾧ κραυγάζομεν·

Δόξα, Χριστέ.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ. Ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων νεφέλῃ ἐποχούμενος, νῦν ἀναλαμβάνεται εἰς τὰ ἐπουράνια, ἔνθα ὑπῆρχε πρότερον, καὶ τὸν Παράκλητον ἐκπέμπει μαθηταῖς, ἀνυμνοῦσι καὶ ὑπερυψοῦσιν αὐτὸν εἰς τοὺς αἰῶνας.

Σταυρὸν καὶ ταφὴν καθυπομείνας βουλήσει ἀνέστης, παντοδύναμε, καὶ τοῖς ἀγαπῶσί σε ἐπὶ τεσσαράκοντα ἡμέρας ὀπτανόμενος ἐχαροποίεις αὐτούς· εἶθ’ οὕτω τε αὐτοὺς εὐλογήσας, πρὸς τὸν σὸν Πατέρα ἀνῆλθες μετὰ δόξης.

Μυήσας σαφῶς τὰ ὑπὲρ λόγον, ὁ Λόγος, τοὺς θεολόγους ἀναβέβηκε, πέμψας ὡς ὑπέσχετο ἐπὶ μαθητὰς αὐτοῦ τὸ παντουργὸν καὶ σύνθρονον Πνεῦμα· βοώντων αὐτῷ· Τὸν Κύριον ὑμνεῖτε, τὰ ἔργα, καὶ ὑπερυψοῦτε. Ἡ πύλη Θεοῦ ἡ κεκλεισμένη, ἣν μόνος διώδευσεν ὁ Ὕψιστος, ἴθυνον πρὸς τρίβους με θείας, καὶ διάνοιξον τῆς σωτηρίας πύλας μοι, Θεοχαρίτωτε· πρὸς σὲ γὰρ καταφεύγω, Παρθένε, μόνη προστασία τοῦ γένους τῶν ἀνθρώπων.

Λίθος ἀχειρότμητος ὄρους. Ἕως ἂν ἐνδύσησθε, ἔφης τοῖς μαθηταῖς, σθένος ἐξ ὕψους, κάθησθε ὁμοῦ συνηγμένοι· ἐγὼ γὰρ ἤδη ἀναλαμβάνομαι, καὶ τοῦ Πατρὸς τὸν σύνθρονον ἀποστελῶ ὑμῖν Παράκλητον. Δεῦτε μυστικῶς συνελθόντες πάντες εἰς ὕψος θεωρίας, ὄμμασι κατίδωμεν νοὸς ἀναληφθέντα καὶ καθεζόμενον ἐκ δεξιῶν ὡς σύνθρονον Πατρὸς τὸν Λόγον τὸν ἀΐδιον.

Ἥλιος ἐκ τάφου ὡραῖος ἐξανατείλας ὁ Δεσπότης, ὥσπερ σελασφόρους ἀκτῖνας τῇ οἰκουμένῃ πάσῃ ἐξέλαμψεν τοὺς ἀποστόλους φαίνοντας, καὶ τὴν ἀχλὺν ἀποδιώκοντας. Φεῖσαί μου, Χριστὲ, ὅτ’ ἂν ἔλθῃς κρῖναι τὸν κόσμον μετὰ δόξης, λῦσον τὴν ἀχλὺν τῆς ψυχῆς μου ταῖς ἱκεσίαις τῆς κυησάσης σε· καὶ κληρονόμον ποίησον τῆς οὐρανίου βασιλείας σου.

Πρὸς σὲ ὀρθρίζω τὸν δι’ εὐσπλαγχνίαν. Θανάτου κράτος θείᾳ δυναστείᾳ καθελὼν ἐξανέστης τριήμερος, Χριστέ μου, καὶ πρὸς οὐρανοὺς μετὰ δόξης ἀνῆλθες, τῶν σῶν μαθητῶν ἀνυμνούντων Θεόν σε καὶ φιλάνθρωπον.

Ἡμᾶς μὴ λίπῃς ὀρφανοὺς, οἰκτίρμον· ὡς ὑπέσχου δὲ πέμψον τὸ ἅγιόν σου Πνεῦμα, οἱ σοὶ μαθηταὶ, Λυτρωτὰ, προσεφώνουν, ἡνίκα ἐκ γῆς ἀνερχόμενον ἴδον σε, φιλάνθρωπε. Ἰδοὺ τὸ Πνεῦμα μέλλει κατιέναι ἐπὶ γῆς νῦν ἐν γλώσσαις πυρίναις, ὅπως δείξῃ πυρίνους σαφῶς τοὺς πηλίνους τοῦ Λόγου σεπτοὺς μαθητὰς, καταγγέλλοντας τοῦτον ὡς φιλάνθρωπον.

Βροτείαν φύσιν ἐκ τῆς ἀπειράνδρου ἐνδυσάμενος, Λόγε, δι’ ἄκραν εὐσπλαγχνίαν, βεβαίαν ἡμῖν ταύτην δέδωκας σκέπην καὶ τεῖχος ἀεὶ, τοῖς εἰδόσι Θεόν σε καὶ φιλάνθρωπον.

Νόμων πατρῴων οἱ μακαριστοί. Τὰ διεστῶτα ἀγαθότητι ἐπισυνάψας, Λόγε πανυπεράγαθε, καὶ πατάξας τὸν πολέμιον τῷ πάθει τῆς σαρκός σου, πρὸς τὸν Πατέρα, ὅνπερ οὐ κατέλιπές ποτε, μετὰ δόξης ἀνέδραμες, τῶν μαθητῶν βοώντων, Τὸν Κύριον ὑμνεῖτε, τὰ ἔργα.

Κατελεήσας οὓς ἠγάπησας κεκακωμένους, Σῶτερ, ἐχθροῦ δεινότητι, Ἐλαιῶν ἐξ ὄρους, Δέσποτα, βλεπόντων ἀνελήφθης τῶν μαθητῶν σου, πῶς μετὰ σαρκὸς, θαυμαζόντων, σὲ νεφέλη ὑπέλαβε, χερουβικὸς ὡς θρόνος· διό σε σὺν αὐτοῖς εὐλογοῦμεν.

Οὐ καταλείψω ὀρφανοὺς ὑμᾶς, υἱοὶ καὶ κληρονόμοι τῆς βασιλείας μου· ἀνελθὼν δὲ τὸν Παράκλητον ἀποστελῶ ἐξ ὕψους, ὑμᾶς μυοῦντα τὰ ὑπὲρ κατάληψιν καὶ νοῦν, καὶ πυρίνους δεικνύοντα μεθέξει τοὺς πηλίνους, ἐβόας μαθηταῖς σου, οἰκτίρμον· ὅθεν σὺν αὐτοῖς σε ὑμνοῦμεν εἰς αἰῶνας.

Νομίμων δίχα, Κόρη, φύσεων τὸν νομοδότην τίκτεις νόμου ἐξαίροντα τὸ σκιῶδες, καὶ τῆς χάριτος δωρούμενον τὸ φέγγος· διὸ τῷ νόμῳ τῷ τῆς ἁμαρτίας με, ἁγνὴ, χαλεπῶς νῦν τροπούμενον ἐλευθέρωσον, ψάλλειν, Τὸν Κύριον ὑμνεῖτε, τὰ ἔργα.

Ἀπορεῖ πᾶσα γλῶσσα. Ἠπορημένην καὶ κεκακωμένην τὴν κτίσιν κατηλέησας, μόνος ὡς ὑπάρχων ἐλεήμων καὶ οἰκτίρμων· σάρκα ἀνθρωπίνην εἴληφας, καὶ διὰ πάθους τὸν ἰσχυρὸν δεσμεύσας ἀνέδραμες, Χριστὲ, ἄνω πρὸς τὸν Πατέρα, πληρώσας δόξης τὰ σύμπαντα.

Τί ἀθυμεῖτε; τί δὲ ἐκθαμβεῖσθε; ἐβόων τοῖς ἀποστόλοις ἄγγελοι ἱστάμενοι σὺν τούτοις ἐν τῷ ὄρει· οὗτος Ἰησοῦς ὃν βλέπετε ἀναληφθέντα, οὕτως ἐν δόξῃ πάλιν ἐλεύσεται πολλῇ, κρῖναι τὴν οἰκουμένην, καὶ πᾶσι νεῖμαι τὰ ἄξια.

Ὁ τὴν εἰρήνην δοὺς τοῖς ἱεροῖς μαθηταῖς σου, τῷ Πνεύματί σου πάντας εὐλογήσας, οἰκτίρμον Θεοῦ Λόγε, ἐκ τοῦ πονηροῦ συντήρησον [ἡμᾶς] ἀπαρατρώτους· ὅπως τὸ σὸν ποιήσαντες θέλημα, Χριστὲ, πάντες τῆς βασιλείας σου ἅμα ἀξιωθείημεν.

Φωτὸς δοχεῖον πᾶσαν τοῦ φωτίσαντος κτίσιν ἐδείχθης μόνη, ἄχραντε πανάμωμε Μαρία Θεοτόκε· ὅθεν δυσωπῶ σε, φώτισον τὴν σκοτισθεῖσαν ταῖς ἡδοναῖς τοῦ βίου ἀθλίαν μου ψυχὴν, ὅπως ὡς ἐν ἡμέρᾳ ταῖς θείοις τρίβοις πορεύσωμαι.