Ἔργον
Σωφρόνιος Ἱεροσολύμων – Τριῴδιον (Νόθος)
Κατανυκτικά, μαρτυρικά και νεκρώσιμα τριώδια
Ωδές και τροπάρια με επίκεντρο τον Σταυρό, την τιμή της Θεοτόκου, τους αγώνες των μαρτύρων και ικεσίες υπέρ των κεκοιμημένων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Κατανυκτικά, μαρτυρικά και νεκρώσιμα τριώδια
Ωδές και τροπάρια με επίκεντρο τον Σταυρό, την τιμή της Θεοτόκου, τους αγώνες των μαρτύρων και ικεσίες υπέρ των κεκοιμημένων.
Ἀσεβεῖς οὐκ ὄψονται. Ἑκουσίως, Δέσποτα, ὑψώθης ἐν σταυρῷ, καὶ κατέῤῥαξας τὸν ἐχθρὸν ἑκουσίως· ὅθεν κατεῤῥαγμένον με ἡδονῶν εἰς βάραθρα, εὐσπλαγχνίᾳ σου διόρθωσον. Σκοτισθέντα πάθεσιν ἀτόποις τὴν ψυχὴν, φωταγώγησον, Ἰησοῦ, ὁ σκοτίσας ἥλιον, σταυρῷ τεινόμενος καὶ φωτίσας, Ἥλιε, οἰκουμένης τὰ πληρώματα.
Τὸ νηστείας πέλαγος ἐκπλεῦσαι γαληνῶς καταξίωσόν με, Χριστὲ, κατευνάζων κύματα τῆς διανοίας μου· καὶ τῆς ἀναστάσεως εἰς λιμένα με καθόρμισον. Τὴν ἁγνὴν ἁγνεύοντι τιμήσωμεν νοΐ· καλλονὴν τὴν τοῦ Ἰακὼβ ταῖς ἐνθέοις πράξεσι καλλυνόμενοι, εὐσεβῶς ὑμνήσωμεν, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ. Σταυρῷ προσπαγεὶς δι’ εὐσπλαγχνίαν, λῃστῇ τὸν παράδεισον ἀνέῳξας· νῦν δὲ λῃστευθέντα με, δαίμονος δεινότητι καὶ τῇ ψυχῇ ὁλόσωμον πληγὴν δεξάμενον, ἰάτρευσον ἀνοίξας μοι πύλας τὰς τῆς μετανοίας τῇ σῇ φιλανθρωπίᾳ.
Νηστείᾳ λεπτύνωμεν τὴν σάρκα, ψυχὴν προσευχαῖς καταπιάνωμεν, πένητας ἐκθρέψωμεν, πλοῦτον μὴ κενούμενον ἐν οὐρανοῖς ὠνούμενοι, καὶ ἀνακράζοντες· Τὸν Κύριον ὑμνεῖτε, τὰ ἔργα, καὶ ὑπερυψοῦτε. Τῷ πάθει σου κτίσις ἐκλονήθη, σταυρῷ σε θεασαμένη καθηλωμένον, Σῶτερ ὑπεράγαθε· ὅθεν ἱκετεύω σε, ταῖς προσβολαῖς κλονούμενον ἀεὶ τοῦ ὄφεως, στερέωσον τὸν νοῦν μου, οἰκτίρμων, σοῦ τῶν θελημάτων ἐν ἀῤῥαγεῖ τῇ πέτρᾳ.
Ἡ πύλη Θεοῦ ἡ κεκλεισμένη, ἣν μόνος διώδευσεν ὁ Κύριος, ἴθυνον πρὸς τρίβους με θείας, καὶ διάνοιξον τῆς σωτηρίας πύλας μοι, θεοχαρίτωτε· πρὸς σὲ γὰρ καταφεύγω, Παρθένε, μόνη προστασία τοῦ γένους τῶν ἀνθρώπων.
Λίθος ἀχειρότμητος ὄρους ἐξ ἀλαξεύτου. Λίθον σε τμηθέντα προεῖδεν ὄρους προφήτης ἐκ Παρθένου, Σῶτερ, διαῤῥήξαντα πέτρας τῇ σῇ σταυρώσει· διὰ βαρούμενον ἀναισθησίας λίθῳ με, ὡς πανοικτίρμων, ἐλευθέρωσον.
Νήστευσον κακίας, ψυχή μου, θείᾳ ἀγάπῃ ἐντρυφῶσα· θύρας ἀναπέτασον πάσαις καλῶν εἰδέαις, ἐναποφράττουσα τῆς πονηρίας εἴσοδον, δι’ ἐγκρατείας καὶ δεήσεως. Ἐμὲ τὸν κατάκριτον σῶσον, ὁ κατακρίνας τῳ σταυρῷ σου, Δέσποτα Σῶτερ, μοῦ τὴν ἔχθραν· καὶ μὴ γεέννῃ δείξῃς ὑπεύθυνον τὸν πληγωθέντα πάθεσι, καὶ ἁμαρτίαις ἀμαυρούμενον.
Φεῖσαί μου, Χριστὲ, ὅτ’ ἂν ἔλθῃς κρῖναι τὸν κόσμον μοτὰ δόξης· λῦσον τὴν ἀχλὺν τῶν παθῶν μου, ταῖς ἱκεσίαις τῆς κυησάσης σε, καὶ κληρονόμον ποίησον τῆς οὐρανίου βασιλείας σου.
Παῖδες Ἑβραίων ἐν καμίνῳ. Ὄμβροις ἐσβέσατε αἱμάτων, παναοίδιμοι, τὴν φλόγα τῆς ἀπάτης· τοῦ πυρὸς οὖν ἡμᾶς τοῦ μέλλοντος πρεσβείαις ταῖς πρὸς Θεὸν λυτρώσασθε τοῦ ἀσβέστου εἰς αἰῶνας. Στόματα φράξαντες λεόντων, τῶν βασάνων τε πυρὰν ὑπενεγκόντες, ἀθλοφόροι, τρυφὴν τὴν κρείττονα κληροῦσθε· ἧσπερ τυχεῖν δεήθητε καὶ ἡμᾶς εἰς τοὺς αἰῶνας.
Ὅλῳ φωτὶ περιλαμφθέντες τῷ τοῦ πνεύματος, γενναῖοι ἀθλοφόροι, μεταστάσει πιστοῖς τὴν ἄνεσιν αἰτεῖσθε, καὶ παραδείσου εἴσοδον, καὶ ζωῆς τὴν μετουσίαν. Ὕμνον προσάγω σοι, Παρθένε· μὴ παρίδῃς με κακοῖς κεκρατημένον, ἀλλὰ δίδου, ἁγνὴ, διόρθωσιν ταχεῖαν, διὰ νηστείας πάσης τε ἀγωγῆς ἀγαθοτρόπως.
Νικηταὶ τυράννου καὶ φλογὸς τῇ χάριτι. Τῶν βασάνων εἴδη ἀσθενείᾳ σώματος ὑπενεγκόντες, ἰατροὶ νοσούντων, ἀθλοφόροι ὤφθητε· ὅθεν κραυγάζω, τὴν ἐμὴν νοσοῦσαν ψυχὴν ἰατρεύσατε, χρόνῳ τῆς νηστείας διὰ τῆς μετανοίας.
Οἵμοι! πῶς παρῆλθον πᾶσαι αἱ ἡμέραι μου ἐν ἀμελείᾳ; καὶ ἰδοὺ τὸ τέλος φθάνει ἀτελείωτον κακὸν λαβεῖν με· οἱ καλῶς τὸν δρόμον τελέσαντες μάρτυρες, τέλος ἀγαθόν μοι γενέσθαι δυσωπεῖτε. Σταλαγμοῖς αἱμάτων, τὴν πυρὰν ἐσβέσατε τῆς ἀθεῒας, θεῖοι ἀθλοφόροι, καὶ τοῖς ἐκδημήσασι τοῦδε τοῦ βίου ἐξαιτεῖσθε ὄντως τὴν θείαν ἀνάπαυσιν καὶ τῶν πεπραγμένων λύσιν παρὰ Κυρίου.
Ἰεζεκιήλ σε πύλην ἀδιόδευτον, ἁγνὴ, προεῖδε· μετανοίας πύλας πᾶσιν ὑπανοίγουσαν ἀπεγνωσμένοις· ὅθεν δυσωπῶ σε, τρίβους μοι ὑπόδειξον τὰς πρὸς τὰς ἐκεῖσε φερούσας καταπαύσεις.
Ὅρους παρῆλθες τῆς φύσεως, τὸν Δημιουργόν. Ὄφθητε, θεῖοι ὡς ἄνθρακες, ὕλην πονηρᾶς ἀθεΐας συμφλέγοντες· καὶ ξίφει καρτερίας, στίφη συγκόπτοντες δαιμόνων, ἀθλοφόροι, φωταγωγοὶ τῶν καρδιῶν ἡμῶν. Σκότος νοητὸν μετοικίσθητε, γενναῖοι ἀθλοφόροι· διὸ φωτίσατε τὴν ταπεινὴν ψυχήν μου ἐσκοτισμένην πλημμελήμασιν.
Ἤλγησαν πόνους προφέροντες οἱ πανευκλεεῖς ἀθλοφόροι τοῦ σώματος, καὶ νῦν τοῖς μεταστάσει πιστοῖς τὴν ἄπονον, ἄχραντε, ἀνάπαυσιν αἰτοῦνται, καὶ παραδείσου τὴν ἀπόλαυσιν. Φάνηθι, ἄχραντε Δέσποινα, θεῖος συνεργὸς τοῖς ἀχρείοις οἰκέταις σου, καιρῷ τῆς ἐγκρατείας τὰς προσευχὰς ἡμῶν προσάγουσα Κυρίῳ τῷ τῶν αἰώνων βασιλεύοντι.
ᾎσμα ἀναπέμψωμεν, λαοί. Ἔχων ὡς Θεὸς τὸ συμπαθὲς, μετανοοῦντα δέξαι με τὸν δαπανήσαντα τὸν βίον μου ἀσώτως· βοῶ σοι τὸ Ἥμαρτον, κατηγόρων οὐ χρῄζω, τὴν αἰσχύνην τῶν ἔργων προφέρων. Βρῶσιν λελοιπὼς ἀγγελικὴν, παρωμοιώθην κτήνεσιν, ἐν τῷ σιτίζεσθαι τὴν μοχθηρὰν κακίαν· ἀλλ’ οὖν ἐπιστρέφοντα δέξαι με ὥσπερ ἕνα τῶν μισθίων, οὐράνιε Πάτερ.
Νύκτα ἡδονῶν τὴν ἐκ τρυφῆς προσγινομένην ἅπαντες πιστοὶ ἀφέμενοι, φωτὶ τῆς ἐγκρατείας σπουδαίως προσέλθωμεν, ἵνα τῆς φωτοφόρου εὐωχίας καταξιωθῶμεν. Χαίροις, ὁ πανάγιος ναὸς, ὁ πόκος ὁ θεόδροσος, ἐσφραγισμένη πηγὴ τοῦ ἀθανάτου ῥείθρου, τὴν ποίμνην σου, Δέσποινα, φύλαττε ἐκ παντοίων πολεμίων ἀπολιορκήτως.
Οἱ θεορήμονες παῖδες ἐν καμίνῳ. Ἐκδαπανήσας οὐσίαν τὴν πατρῴαν μετὰ πορνῶν, ἐξεβλήθην τῶν προαυλίων τῆς χάριτος· ἀλλὰ δέξαι με, Πάτερ, δι’ ἄμετρον ἔλεος. Ἐν φαιδροτάτῃ νηστείᾳ φωταυγείαις τῶν προσευχῶν λαμπρυνθέντες, φωτοειδεῖς χρηματίσωμεν, ὅπως τῆς ἁμαρτίας τὸ σκότος ἐκφύγωμεν.
Ἐκδυσωπεῖ σε χορὸς τῶν ἀσωμάτων· τὰ Χερουβὶμ ἱκετεύει, καὶ τῶν ἁγίων τὰ τάγματα· τὰς ψυχὰς ἡμῶν σῶσον, Χριστὲ πολυέλεε. Τὸν ἀγεώργητον βότρυν συλλαβοῦσα, ἐσκοτισμένον με μέθῃ τῆς ἁμαρτίας σωφρόνισον, Θεοτόκε Παρθένε, ἐλπὶς τῶν ψυχῶν ἡμῶν.
Τὸν προδηλωθέντα ἐν ὄρει τῷ νομοθέτῃ. Τὸν ἀπὸ τῆς σῆς μακρυνθέντα, Πάτερ, ἀγάπης, καὶ ἐθελουσίως ὁρμαῖς ἡδονῶν δουλωθέντα, ἐπιστρέφοντα ὡς τὸν ἄσωτον δέξαι· μόνος γὰρ ὑπάρξεις πολυέλεος. Ἄκαρπος ἐδείχθην συκῆ, μόνην τὴν κακίαν γεωργῶν ὁ ἄθλιος, τὸ πῦρ μοι προξενοῦσαν· σὺ οὖν, Κύριε, καρποφόρον με δεῖξον, πράξεις ἀγαθὰς καρποφοροῦντά σοι.
Νήστευσον, ψυχή μου, κακίας καὶ ῥᾳθυμίας, κράτησον ὀργῆς καὶ θυμοῦ, καὶ πάσης ἁμαρτίας· Ἰησοῦς γὰρ τοιαύτην θέλει νηστείαν ὁ φιλανθρωπότατος Σωτὴρ ἡμῶν. Ἡ ἀνερμηνεύτως τεκοῦσα τὸν Θεὸν Λόγον, τὸν καθαίροντα Πνεύματι κόσμου τὰς ἁμαρτίας, ὑπὲρ δούλων σου δυσωποῦσα μὴ παύσῃ τοῦτον, Θεοτόκε, τοῦ σωθῆναι ἡμᾶς.
Ὅτι Θεὸς ἐγώ εἰμι. Υἱοθετήσας με διὰ λουτροῦ βαπτίσματος ὁ ὑπεράγαθος Πατὴρ, πλούτῳ παντοίων κατεκόσμησε καλῶν· ἀλλ’ ἐδούλευσα θέλων τοῖς ἀκάρποις λογισμοῖς, ὅθεν ἐπτώχευσα. Ἵλεως, ἵλεως, ἵλεως ἔσο, Κύριε· κρῖνον τὴν κρίσιν μου ἐμοὶ, δικαιοκρίτα, τὸν μικρόν μου στεναγμὸν διὰ ἔλεος μέγα προσδεχόμενος, Χριστὲ, καὶ μὴ παρίδῃς με.
Ἀποδυσάμενοι τὸ δυσαχθὲς χιτώνιον τῆς ἀκρασίας, τὴν φαιδρὰν τῆς ἐγκρατείας ἐνδυσώμεθα στολὴν, καὶ λαμπροὶ γεγονότες τὴν λαμπρὰν τοῦ Λυτρωτοῦ φθάσωμεν ἔγερσιν. Σῶσόν με, σῶσόν με, ἡ τὸν Σωτῆρα τέξασα· ἴδε τὴν θλίψιν μου, ἁγνὴ, ἢν ἡ πληθὺς τῶν ἀμετρήτων μου κακῶν ἐμποιεῖ καθ’ ἡμέραν τῇ ἀθλίᾳ μου ψυχῇ ἐξ ἀπογνώσεως.
Ὃν φρίττουσιν ἄγγελοι. Θρηνῶ καὶ ὀδύρομαι, τὴν ὥραν ἐννοῶν καθ’ ἥν παραστήσομαι τῷ θρόνῳ τῷ φρικτῷ, εὐθύνας ὑφέξων τῶν πολλῶν μου κακῶν, ὧνπερ ἐν ἀγνοίᾳ ἐτέλεσα καὶ γνώσει. Μωϋσῆ, καθαρτήριον νηστείαν εὑρηκὼς, Θεὸν κατενόησε τὸν μόνον καθαρόν· ψυχή μου, νηστείᾳ καθαρίσθητι, ἵνα πλησιάσῃς Χριστῷ τῷ φιλανθρώπῳ.
Νηστείαν ποθήσωμεν μητέρα ἀρετῶν· τρυφὴν βδελυξώμεθα γεννήτριαν παθῶν· καὶ κράξωμεν, Πάτερ ὁ ἐν τοῖς οὐρανοῖς, σῶσον ἡμᾶς, σῶσον εὐχαῖς τῶν σῶν ἁγίων. Κριτὴν ὃν ἐγέννησας, Παρθένε Μαριὰμ, δυσώπει, ἐν ὥρᾳ με τῆς κρίσεως, ἁγνὴ, οἰκτεῖραι καὶ σῶσαι τὸν κατάκριτον, μόνη προστασία τοῦ γένους τῶν ἀνθρώπων.
Τὴν φωτοφόρον νεφέλην. Εἰς ἁμαρτίας πελάγη εἰς ἀπογνώσεως βάθη, εἰς τρικυμίας λογισμῶν, καὶ παθῶν καταιγίδας περιπεσὼν ἀναβοῶ, ἐλέους ἡ ἄβυσσος, βοήθει μοι, καὶ τῇ σῇ εὐσπλαγχνίᾳ ὄμβρισόν μοι ἱλασμὸν ἁμαρτιῶν.
Διὰ νηστείας τὸ σῶμα, δι’ ἐγκρατείας τὸ πνεῦμα, διὰ δακρύων τὴν ψυχὴν, ἐκκαθάρωμεν, πιστοὶ, καὶ καθαροὶ τῷ καθαρῷ λαμπρῶς ὑπαντήσωμεν, ὀψόμενοι τὰ σωτήρια πάθη, ἃ ὑπέστη δι’ ἡμᾶς ὁ ἀπαθής. Ὡς ὁ τελώνης στενάζω, ὥσπερ ἡ πόρνη δακρύω, ὡς ὁ λῃστὴς ἀναβοῶ, Μνήσθητί μου, οἰκτίρμων· ὡς ὁ τυφλὸς, Υἱὲ Δαβὶδ, κραυγάζω σοι, ἄνοιξον τῆς ψυχῆς μου ὀφθαλμοὺς πηρωθέντας τῇ κακίᾳ τοῦ δολίου πτερνιστοῦ.
Τὸ ἀλατόμητον ὅρος, τὴν ἀδιόδευτον πύλην, τὴν ἀνωτέραν οὐρανῶν καὶ τῆς κτίσεως πάσης, τὴν καλλονὴν τοῦ Ἰακὼβ, τὴν στάμνον τὴν πάγχρυσον, καὶ γέφυραν καὶ Μητέρα τοῦ Κτίστου, τὴν Παρθένον μακαρίσωμεν, λαοί.
Τὸ στερέωμα τῶν ἐπὶ σοὶ πεποιθότων. Συσταυρούμενοι τῷ δι’ ἡμᾶς σταυρωθέντι, νεκρώσωμεν ἅπαντα σαρκὸς τὰ μέλη ἐν νηστείαις καὶ εὐχαῖς καὶ δεήσεσιν. Ὁ τὴν ἄκανθαν τῆς ἁμαρτίας ἐκτίλας, σταυρώσει σου, Κύριε, τοὺς ἀκανθώδεις λογισμοὺς τῆς διανοίας μου ἔκτιλον.
Καθοπλίσαντες τὰς διανοίας νηστείᾳ, τρεψώμεθα ἔκφυλα δαιμόνων στίφη, τῇ δυνάμει τοῦ σταυροῦ τειχιζόμενοι. Σωματούμενος ἐκ σοῦ προῆλθεν ὁ Λόγος, τὴν ἔκπτωσιν, ἄχραντε, τῶν προπατόρων διὰ σπλάγχνα οἰκτιρμῶν ἀνορθούμενος.
Ἀστέκτῳ πυρὶ ἑνωθέντες. Σταυρῷ τὰς ἀρχὰς θριαμβεύσας, καὶ τὰς ἐξουσίας τὰς τοῦ σκότους, φωτοδότα, ὅτ’ ἂν ἔλθῃς μετ’ ἐξουσίας κρῖναι κόσμον ἅπαντα, μὴ τὰ ἐμὰ, Λόγε, θριαμβεύσῃς κρύφια, ἵνα τὴν πολλήν σου δοξάζω εὐσπλαγχνίαν.
Κριτὸς ὁ κριτὴς, πρὸ βημάτων ἕστης κατακρίνων τὴν ἔχθραν τῷ σταυρῷ σου, μακρόθυμε δικαιοκρίτα· διὸ κατακρίσεως αἰωνίου ῥῦσαι τοὺς φόβῳ κραυγάζοντας· σὲ ὑπερυψοῦμεν, Χριστὲ, εἰς τέλος. Νηστείας πυρὶ στομωθέντες παῖδες εὐσεβεῖς, τὴν ἐπηρμένην πάλαι φλόγα θείᾳ δρόσῳ ἔσβεσαν· ὄντως καὶ ἡμεῖς νηστεύοντες τὰς καμίνους πάντων παθῶν κατασβέσωμεν, ὅπως τῆς γεέννης ἐκφύγωμεν τὴν φλόγα.
Ἐκ σοῦ τοῦ Θεοῦ ἡ σοφία, οἶκον ἑαυτῇ δομησαμένη ἐσαρκώθη, ἀποῤῥήτῳ συγκαταβάσει, κόρη ἀπειρόγαμε· σὺ γὰρ μόνη πάντων γενεῶν ἐκλέλεξαι, ἄφθαρτος ἀφθάρτου εἰς κατοικίαν Λόγου.
Ἐν νόμου σκιᾷ καὶ γράμματι τύπον κατίδωμεν. Τὸν ὄφιν Μωϋσῆς ἐν ξύλῳ ἀνυψῶν, σὲ προετύπου, Χριστὲ, σταυρῷ ἐθελουσίως ὑψωθέντα, καὶ τοῦ Πονηροῦ τὴν ἰοβόλον κακίαν ἀποῤῥαπίσαντα, πρὸς ἑαυτὸν δὲ τοὺς βροτοὺς ἀνελκύσαντα, φιλάνθρωπε.
Πυρί με τοῦ σοῦ καθάρισον φόβου, ἀνάπτων μου τῇ ψυχῇ τὴν θείαν σου ἀγάπην, καὶ σταυρῷ τειχίζων με τῷ σῷ, ὃν ἐξηπάτησε δόλῳ ὁ παλαιὸς πτερνιστὴς, ταῖς ἡδοναῖς ἀμαυρώσας τὴν ἐμὴν, Χριστὲ, διάνοιαν. Αἰσχρῶν λογισμῶν καὶ πράξεων φαύλων νηστεύσωμεν, ἀδελφοί· ἁγνίσωμεν καρδίαν, πτερωθῶμεν θείαις ἀρεταῖς, καὶ χαμαιζήλου κακίας ὁρμὰς ἐκκλίνωμεν, ἵνα τὸ Πάσχα τὸ μέγα λαμπροφόροι θεασώμεθα.
Ἐκ σοῦ τὴν ἡμῶν πτωχείαν, Παρθένε, θέλων ἐφόρεσεν ὁ πλούσιος τῇ φύσει· ὁρατὸς δὲ γέγονεν ἡμῖν ὁ ἀοράτως τοῖς ἄνω χοροῖς ὑμνούμενος, τὴν συντριβεῖσαν εἰκόνα ἀναπλάττων ἀγαθότητι.
Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος. Νηστείαν, δάκρυα, εὐχὰς, συμπάθειαν, εὐκατάνυκτον ἦθος γνώμην ὀρθὴν, βίου καθαρότητα ἐπιδειξώμεθα, πιστοὶ, ὅπως δόξης ἀπολαύσωμεν. Φωστῆρες φαίνοντες τῷ στερεώματι τῆς σεπτῆς Ἐκκλησίας περιφανῶς ὤφθητε, ἀπόστολοι· διὸ φωτίσατε ἡμῶν τὰς καρδίας θείῳ Πνεύματι.
Ὡς θεῖοι ἄνθρακες προσαναπτόμενοι τῷ πυρὶ τῷ ἀΰλῳ τὰς ἐμπαθεῖς ὕλας καταφλέξατε τῶν καρδιῶν ἡμῶν, σοφοὶ τοῦ Θεοῦ ἡμῶν ἀπόστολοι. Λυχνία ἄσβεστε, νυμφῶν ὁλόφωτε, Σεραφὶμ ὑπερτέρα, Χερουβικὸν ὄχημα, πανάμωμε, ἁμαρτιῶν με χαλεπῶν καὶ κινδύνων ἐλευθέρωσον.
Ἐκ φλογὸς τοῖς ὁσίοις. Μωϋσῆν ἡ νηστεία θεόπτην ἔδειξε, καὶ Ἠλίαν πυρίνῳ ἔλαβεν ἅρματι· σπεῦσον λογισμῶν βλαβερῶν ἐγκρατεύσασθαι, ὅπως χαμαιζήλου, ψυχὴ, ῥυσθῇς ἀπάτης. Ὀλισθαίνων τοῖς χείρουσι προσεπεκτείνομαι, καὶ τῷ μώλωπι τραῦμα ἀεὶ προστίθημι· ἴασαι, Χριστὲ, τὴν λιθώδη μου πώρωσιν ταῖς τῶν ἀποστόλων, οἰκτίρμον, μεσιτίαις.
Οἱ τοῦ κόσμου φωστῆρες οἱ θεαυγέστατοι, τῶν παθῶν ἡμῶν νέφη διασκεδάσατε, καὶ προσκηνητὰς τῆς λαμπρᾶς ἀναστάσεως δείξατε, ὑμνοῦντας τὸν Ἥλιον τῆς δόξης. Γενεαὶ γενεῶν σε, θεομακάριστε, μακαρίζουσι, πάλαι ὡς προεφήτευσας· μόνη γὰρ βροτοῖς τὸν μακάριον τέτοκας Λόγον ἀποῤῥήτως ἐκ σοῦ σωματωθέντα.
Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον. Ὦ Θεὲ καὶ Κύριε πολυέλεε, τὰ τῆς ἐμῆς καρδίας ἀποκάθαρον τραύματα, μετανοίας προσπλάττων μοι φάρμακα· ἥμαρτόν σοι, οἴκτειρον, σῶσόν με, ταῖς τῶν ἀποστόλων σου εὐχαῖς, ὡς πολυέλεος.
Ὁρμαῖς ἀτόποις ἐξηκολούθησα φρενοβλαβῶς, καὶ ὅλος ἐμαυτοῦ ἔξω γέγονα, ἡδονῶν τὸ τραχὺ σιτιζόμενος· καὶ τῆς σωτηριώδους καθυστερουμένας βρώσεως ὁ ἄσωτος· Χριστὲ οἴκτειρον, σῶσόν με. Ψυχὴ κακίας μὴ καθαρεύουσα, καὶ ἡδονῶν σαυτὴν φθοροποιῶν μὴ μακρύνασα, τί ἀκαίρως ἀγάλλῃ νηστεύουσα;
Ταυτὴν γὰρ τὴν νηστείαν οὐκ ἐξελέξατο Κύριος, ὁ μόνος τὴν ἡμῶν θέλων διόρθωσιν. Φωτὶ τῷ θείῳ με φωταγώγησον, ἡ τοῦ φωτὸς, Παρθένε Θεοτόκε, λοχεύτρια· καὶ ψυχῆς μου τὸν ζόφον ἀπέλασον, ὅπως σε μακαρίζω, ἣν μακαρίζουσι πᾶσαι τῶν ἀνθρώπων γενεαὶ, ὡς προεφήτευσας.
Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἴασαί με, Κύριε, καὶ ἰαθήσομαι, τῷ μώλωπί σου τοὺς τῆς ψυχῆς μου ἐκκαθάρας μώλωπας, Σῶτερ, ὁ τὰ πάθη σαρκὶ καταδεξάμενος. Ἀκανθοφορήσασαν καὶ χερσωθεῖσάν μου ψυχὴν παντοίαις παθῶν εἰδέαις, Χριστέ μου, καθάρισον, ὁ στεφθεὶς ἀκάνθαις δι’ ἄκραν ἀγαθότητα.
Ῥῦσαι τῆς κακίας με τοῦ πολεμήτορος, ἐπίστρεψόν με τὸν πλανηθέντα, καὶ ἐκδαπανήσαντα πάντα μου τὸν βίον ἀσώτως, πολυέλεε. Νέον ἀπεκύησας ὡς βρέφος, ἄχραντε, τὸν Πλαστουργόν μου, ὃν ἐκδυσώπει· πεπαλαιωμένον με ἐν πολλῇ κακίᾳ ἀνακαινίσαι, Δέσποινα.
Σοὶ τῷ Παντουργῷ. Ἥπλωσας σταυρῷ τὰς, Χριστὲ, παλάμας, χειρὸς τοῦ προπάτορος τὸ ἀκρατὲς ἀναιρῶν, ξύλῳ δὲ ξύλου ἰάσω τὴν κατάραν· ὅθεν σε ὑμνοῦμεν εἰς πάντα. Σοὶ τῷ θελητῇ τῆς σωτηρίας, Λόγε, προσπίπτω· θελήματα τὰ πονηρότατα παῦσον ἐν τάχει ἐκ τῆς ἐμῆς καρδίας, ὁ σταυρὸν καὶ πάθη θελήσει ὑπομείνας.
Ἄσωτον ζωὴν διεστραμμένον βίον ποθήσας ἠμαύρωμαι ἐγὼ ὁ ἄσωτος· λάμψον ἀκτῖνα ἐπιστροφῆς μοι, Λόγε, ὁ ἡλίου φέγγος τῷ πάσχειν ἀμαυρώσας. Παῦσον τῆς ἐμῆς πολυωδύνου πᾶσαν καρδίας τὴν κάκωσιν, Μαρία, Μῆτερ Θεοῦ, θραῦσον δαιμόνων τὰ βέλη καὶ τὰ τόξα, τῶν ἐκπολεμούντων τὴν ταπεινὴν ψυχήν μου.
Ἡσαΐα, χόρευε· ἡ Παρθένος ἔσχεν ἐν γαστρί. Τὴν λιθώδη πώρωσιν τῆς ψυχῆς μου, εὔσπλαγχνε Χριστὲ, ἁπάλυνον, καὶ πηγὴν δός μοι, ἀγαθὲ, θείας κατανύξεως· ὁ ἐκ πλευρᾶς βλύσας μοι ζωὴν, τῆς ἁμαρτίας μου τοὺς χειμάῤῥους ἀναστέλλουσαν.
Ἐμαυτὸν ἀπέῤῥιψα εἰς τὰ βάθη τῶν ἁμαρτιῶν, τὰ ὕψη καταλιπὼν τὰ τῶν ἀρετῶν· ἀλλ’ ἕλκυσον σῶσόν με, ὁ ἀνελθὼν ἐπὶ τοῦ σταυροῦ, καὶ τὸ ἀνθρώπινον ἀνελκύσας πρὸς σὲ, Κύριε. Γλυκασμὸς ὢν, Κύριε, καὶ ἡδύτης, ὡς Δημιουργὸς, χολῆς ἐγεύσω, Χριστέ· ὄξος γὰρ πιὼν, ὑπάρξασαν ἔκπτωσιν τοῖς ἐξ Ἀδὰμ σὺ ἐπανορθοῖς· ὅθεν ὑμνοῦμέν σε οἱ σωθέντες σοῖς παθήμασι.
Παναγία Δέσποινα, ἡ ἐλπίς μου καὶ καταφυγὴ, τὰ τραύματα τῆς ἐμῆς ἴασαι ψυχῆς· τὸν νοῦν μου εἰρήνευσον, ἵνα κἀγὼ χαίρων ἀνυμνῶ τὰ μεγαλεῖά σου, Θεοτόκε ἀειπάρθενε.
Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης. Αἱμάτων ἠρδεύσατε σταγόσι τῶν εὐσεβῶν καρδίας· δυσσεβούντων δὲ τὰς παρατάξεις, περιφανῶς ἐν αὐτοῖς ἐπνίξατε, ἀθλοφόροι ἀξιάγαστοι. Δοξάσαντες μέλεσιν οἰκείοις τὸν τοῦ παντὸς Δεσπότην, νῦν δοξάζεσθε ἀδιαλείπτως, δόξα πιστῶν, ἀθληταὶ, ὑπάρχοντες, καὶ μεγάλοι ἀντιλήπτορες.
Ἐν λάκκῳ ἐτέθης κατωτάτῳ· τοῖς οὖν πιστῶς θανοῦσιν, ὦ Θεοῦ Λόγε, πᾶσι παράσχου, τῶν ἱερῶν ἀθλητῶν δεήσεσι, τῶν πταισμάτων τὴν συγχώρησιν. Ἵνα σε φωναῖς διαπρυσίοις ἀνευφημῶμεν, Κόρη· τὰς φωνὰς ἡμῶν ταύτας δεχθῆναι, καὶ ἱλασμὸν ὀφλημάτων αἴτησαι, ὡς Υἱόν σου ἱκετεύουσα.
Νέοι τρεῖς ἐν Βαβυλῶνι. Τίνι στέργουσα τὰ βάθη τῶν ἀλόγων ἀληθῶς ψυχὴ ἐξωμοίωσαι; Τίνα ὑπερβάλλοντα ἔσχες; Ἐν ἁμαρτίαις βόησον τῷ Χριστῷ, Σῶσόν με, ἀγαθέ. Ἅγιοι, τὸν ἐν ἁγίοις αἰτήσασθε ἐκτενῶς ἐπαναπαυόμενον ταύταις ταῖς ἁγίαις ἡμέραις καθαγιάσαι πάντων τῶν εὐσεβῶν τὰ φρονήματα.
Ὕψιστε, ὁ ἐν ἐλέει πλούσιος καὶ ἀγαθὸς, τοῖς δούλοις σου ἄφεσιν τοῖς προκοιμηθεῖσι παράσχου, χοροῖς ἁγίων τούτους συναριθμῶν ὡς φιλάνθρωπος. Τέτοκας νομίμων δίχα, φύσεως τὸν πλαστουργὸν, γενόμενον ἄνθρωπον, ἄχραντε· αὐτὸν οὖν δυσώπει, τὰς ἀνομίας παραβλέψαι ἡμῶν, ὡς φιλάνθρωπον.
Λυτρωτὰ τοῦ παντός. Ἀπτοήτῳ χωροῦντες φρονήματι πρὸς ἐπίπονα σκάμματα, μάρτυρες, πόνους σαρκὸς ὑπέστητε, καὶ πρὸς ἄπονον λῆξιν μετοικισθέντες, πάντα πόνον καρδίας κουφίζετε. Οἱ τὰ ἄνω φθαρτοῖς ἀλλαξάμενοι σαρκικοῖς με φθειρόμενον πάθεσι, διὰ νηστείας σώσατε καὶ εὐχῶν ἐμμελείας, μάρτυρες θεῖοι, τὸν τῶν ὅλων Θεὸν ἱκετεύοντες.
Ἱκεσίαις, Χριστὲ, τῶν μαρτύρων σου, τὰ ἐλέη σου πᾶσι κατάπεμψον, καὶ τοῖς πρὸς σὲ τὴν εὔσπλαγχνον, μεταστάσει τοῦ βίου λύσιν παράσχου ὀφλημάτων καὶ θείαν ἀνάπαυσιν. Ὡς τεκοῦσα Θεὸν ἀναμάρτητον, τὰς ἡμῶν ἁμαρτίας ἐξάλειψον ταῖς μητρικαῖς πρεσβείαις σου, Θεοτόκε, καὶ σῶζε ἀναβοῶντας· Εὐλογεῖτε, τὰ ἔργα, τὸν Κύριον.
Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι. Στηρίξαντες πέτρᾳ νοητῇ τὸ φρόνημα, ἀθλοφόροι, ἀπαράτρεπτοι πάσαις Ἐχθροῦ ταῖς πανουργίαις ἐμείνατε· διό με τρεπόμενον πρὸς πάθη ψυχοφθόρα στηρίξατε ταῖς πρὸς τὸ Θεῖον παρακλήσεσιν.
Ἡ θεία καὶ ὄντως φωταυγὴς ὁμήγυρις τῶν μαρτύρων, καθικέτευε τὸν ὑπεράγαθον Δεσπότην, καιρῷ τῆς ἐγκρατείας συγχώρησιν πταισμάτων ἡμῖν πᾶσι δωρήσασθαι, καὶ αἰωνίαν ἀγαλλίασιν. Φιλάνθρωπε μόνε ἀγαθὲ, τοὺς δούλους σου ἐπ’ ἐλπίδι ἀναστάσεως κεκοιμημένους. αἰωνίου φωτὸς καὶ ἀνεσπέρου ἀξίωσον μετέχειν, καὶ τρυφῆς ἀπολαύσεως, ἵνα σε πόθῳ μεγαλύνωμεν.
Φωτὸς οἰκητήριον ἡ σὴ γεγένηται παναγία Μήτηρ Δέσποινα· ὅθεν πιστῶς ἀναβοῶ σοι, τὰς κόρας τῆς ψυχῆς μου καταύγασον, καὶ τρίβον τὴν εὐθεῖαν ὑπόδειξον τῷ σε γνησίως μακαρίζοντι.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.