Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Βίος Μαρίας τῆς Αἰγυπτίας (Νόθος)

Σωφρόνιος Ἱεροσολύμων

Το μοναστήρι του Ιορδάνη και ο αναχωρητικός κανόνας

Η ένταξη του Ζωσιμά στη νέα αδελφότητα, η περιγραφή του αυστηρού τυπικού της Μεγάλης Τεσσαρακοστής και η έξοδος των μοναχών στην έρημο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 2 από 7

Αὐτίκα γοῦν ὁ γέρων, ἀκολουθῶν τῷ κελεύσματι, ἐξίησι τοῦ μοναστηρίου, ἐν ᾧ ἐκπαιδόθεν ἐμόνασε· καὶ καταλαβὼν Ἰορδάνην τὸν ἐν ποταμοῖς ἁγιώτατον, ὁδηγεῖται ὑπὸ τοῦ κελεύσαντος αὐτὸν εἰς ἐκεῖνο τὸ μοναστήριον, εἰς ὃ ὁ Θεὸς αὐτὸν γενέσθαι παρεκελεύσατο.

Κρούσας τοίνυν τῇ χειρὶ τὴν θύραν [τῆς αὐλῆς] ἐντυγχάνει πρῶτον μοναχῷ τῷ τὴν θύραν φυλάττοντι· ἐκεῖνος δὲ αὐτὸν μηνύει πρὸς τὸν ἡγούμενον· ὁ δὲ τοῦτον δεξάμενος, σχῆμά τε καὶ ἦθος εὐλαβείας θεασάμενος, βαλόντα τὴν συνήθη τοῖς μοναχοῖς μετάνοιαν καὶ λαβόντα εὐχήν, ἠρώτησεν αὐτόν· Πόθεν, ἀδελφέ, παραγέγονας, καὶ τίνος ἕνεκα πρὸς τοὺς ταπεινοὺς ἐλήλυθας γέροντας;

Ὁ δὲ Ζωσιμᾶς ἀπεκρίνατο, Τὸ μὲν πόθεν, λέγειν οὐκ ἀναγκαῖόν μοι· ὠφελείας δὲ χάριν, ὦ Πάτερ, ἐλήλυθα· ἀκήκοα γὰρ περὶ ὑμῶν ἔνδοξα καὶ ἀξιέπαινα, δυνάμενα ψυχὴν προσοικειῶσαι Χριστῷ τῷ Θεῷ ἡμῶν. Εἶπε δὲ πρὸς αὐτὸν ὁ ἡγούμενος, Ὁ Θεός, ἀδελφέ, ὁ μόνος ἰώμενος τὴν ἀνθρωπίνην ἀσθένειαν, αὐτὸς καὶ σὲ καὶ ἡμᾶς διδάξει τὰ θεῖα θελήματα, καὶ ὁδηγήσει εἰς τὸ ποιεῖν τὰ προσήκοντα· ἄνθρωπος γὰρ ἄνθρωπον ὠφελῆσαι οὐ δύναται, εἰ μὴ ἕκαστος ἑαυτῷ προσέχοι διαπαντὸς καὶ νήφοντι τῷ νῷ τὸ δέον ἐργάζοιτο. Θεὸν κεκτημένος τῶν πραττομένων συλλήπτορα. Πλὴν ἐπείπερ, ὡς ἔφης, ἡ ἀγάπη τοῦ Θεοῦ θεάσασθαι ὑμᾶς τοὺς ταπεινοὺς κεκίνηκεν γέροντας, μεῖνον μεθ’ ἡμῶν εἴπερ τούτου παραγέγονας ἕνεκα, καὶ πάντας ἡμᾶς διαθρέψει, τῇ τοῦ Πνεύματος χάριτι, ὁ ποιμὴν ὁ καλός, ὁ δοὺς τὴν ψυχὴν αὐτοῦ λύτρον ὑπὲρ ἡμῶν, καὶ τὰ ἴδια πρόβατα καλῶν ἐξ ὀνόματος. Ταῦτα εἰπόντος τοῦ ἡγουμένου τῷ Ζωσιμᾷ, βαλὼν αὖθις μετάνοιαν, καὶ αἰτήσας εὐχήν, καὶ ἐπειπών, Ἀμήν, ἔμεινεν εἰς ἐκεῖνο τὸ μοναστήριον.

Εἶδε δὲ γέροντας πράξει καὶ θεωρίᾳ ἐκλάμποντας [καὶ τῷ πνεύματι ζέοντας], καὶ τῷ Κυρίῳ δουλεύοντας· ψαλμῳδία γὰρ ἦν ἀκατάπαυστος, στάσιν ἔχουσα παννύχιον· καὶ ἐν χερσὶν εἶχον ἀεὶ τὸ ἐργόχειρον, καὶ οἱ ψαλμοὶ ἐπὶ στόματος. Λόγος γὰρ ἀργὸς οὐκ ἐπολιτεύετο, φροντὶς πραγμάτων παρ’ ἐκείνοις οὐκ ἐχρημάτιζε, πρόσοδοί τε δι’ ἔτους ἀριθμούμεναί [τε καὶ συναγόμεναι] καὶ μέριμναι βιωτικοῖς μόχθοις ἁρμόζουσαι, οὐδὲ ὀνόματι παρ’ αὐτοῖς ἐγνωρίζοντο· ἀλλ’ ἓν ἦν [καὶ πρῶτον] καὶ μόνον τὸ σπουδαζόμενον πᾶσι, τὸ ἕκαστον αὐτῶν νεκρὸν εἶναι τῷ σώματι, ὡς ἅπαξ τῷ κόσμῳ καὶ τοῖς ἐν κόσμῳ ἅπασιν ἀποθανόντα, καὶ μὴ ὑπάρχοντα. Τροφὴν δὲ εἶχον ἀδάπανον, τὰ θεόπνευστα λόγια· ἔτρεφον δὲ καὶ τὸ σῶμα τοῖς ἀναγκαίοις μόνοις, ἄρτῳ καὶ ὕδατι, ὡς ἕκαστον εἶναι πρὸς τὴν θείαν ἀγάπην διάπυρον.

Ταῦτα Ζωσιμᾶς, ὡς εἶκεν, θεώμενος ᾠκοδομεῖτο λίαν ἐπεκτεινόμενος πρὸς τὰ ἔμπροσθεν, ἀεί τε συναύξων τὸν δρόμον τὸν ἴδιον, καὶ συνεργάτας εὑρὼν καλῶς τὸν θεῖον νεουργοῦντας παράδεισον. Ἡμερῶν δὲ διελθουσῶν ἱκανῶν, ἤγγισεν ὁ καιρὸς καθ’ ὃν ἱερὰς νηστείας ἐκτελεῖν Χριστιανοῖς παραδέδοται, προκαθαίρουσι ἑαυτοὺς εἰς τὴν τοῦ θείου πάθους καὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ προσκύνησιν.

Τῆς δὲ πύλης τοῦ μοναστηρίου ἀνοιγομένης μηδέποτε, ἀλλὰ ἀεὶ κεκλεισμένης καὶ ποιούσης τρῖς μοναχοῖς τὴν ἄσκησιν ἀνενόχλητον· οὐδὲ γὰρ ἦν ἀνοῖξαι, εἰ μή που μοναχὸς διά τινα χρείαν ἀναγκαίαν παρέβαλλεν· ἕρημος γὰρ ἦν ὁ τόπος, καὶ τοῖς ἐκ γειτόνων πλείοσι μοναχοῖς οὐκ ἀνεπίβατος δὲ μόνον ἀλλὰ καὶ ἄγνωστος. Κανὼν δέ τις οὗτος ἐν τῷ μοναστηρίῳ [ἄνωθεν] ἐφυλάττετο, δι’ ὅν, οἶμαι, Θεὸς καὶ Ζωσιμᾶν εἰς ἐκεῖνο τὸ μοναστήριον ἤγαγεν. Τίς δὲ ὁ κανών, καὶ πῶς ἐφυλάττετο, ἔνθεν ἐρῶ· Τῇ Κυριακῇ, ἐξ ἧς πρώτη τῶν νηστειῶν ἑβδομὰς ὀνομάζεσθαι εἴωθεν, ἐτελεῖτο δηλαδὴ ἡ θεία μυσταγωγία κατὰ τὸ σύνηθες, καὶ τῶν ἀχράντων ἐκείνων ἕκαστος καὶ ζωοποιῶν μυστηρίων ἐγίνετο μέτοχος· καὶ τροφῆς μικρᾶς, ὡς ἔθος ἦν, μετελάμβανον. Μετὰ τοῦτο συνήγοντο πάντες εἰς τὸ εὐκτήριον, καὶ γενομένης εὐχῆς ἐκτενοῦς καὶ γονυκλισίας ἐφ’ ἱκανόν, ἠσπάζοντο ἀλλήλους οἱ γέροντες, καὶ τὸν ἡγούμενον, περιπτυσσόμενος ἕκαστος, βάλλων μετάνοιαν. ᾐτεῖτο λαβεῖν εὐχὴν καὶ ἔχειν πρὸς τὸν προκείμενον ἀγῶνα συναγωνιστὴν καὶ ἔμπειρον.

Τούτων δὲ γενομένων ἡ θύρα τοῦ μοναστηρίου ἠνοίγετο, καὶ ψάλλοντες συμφώνως τό, Κύριος φωτισμός μου καὶ Σωτήρ μου, τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσομαι; καὶ τὰ ἑξῆς τοῦ ψαλμοῦ, ἐξήεσαν ἅπαντες τοῦ μοναστηρίου· ἕνα τινὰ πολλάκις ἢ δεύτερον φύλακα τοῦ μοναστηρίου καταλιμπάνοντες, οὐχ ἵνα φυλάξειε τὰ ἔνδοθεν ἀποκείμενα (οὐ δὲ γὰρ ἦν τι παρ’ ἐκείνοις κλέπταις εὐάλωτον), ἀλλ’ ἵνα μὴ τὸ εὐκτήριον ἀλειτούργητον καταλείψειεν. Ἕκαστος δὲ αὐτὸν ἐπεσίτιζεν, ὥσπερ ἠδύνατο καὶ ὥσπερ ἐβούλετο· ὁ μὲν γὰρ ἄρτον ἐκόμιζε τῇ χρείᾳ τοῦ σώματος σύμμετρον, ὁ δὲ ἰσχάδας, ἄλλος φοίνικας, ἕτερος ὄσπρια βραχέντα ἐν ὕδατι, ἄλλος δὲ οὐδέν, εἰ μὴ τὸ σῶμα ἴδιον καὶ τὸ ῥάκιον ὃ περιεβέβλητο, ἐτρέφετο καὶ ὁσάκις ἡ φύσις ἠνάγκαζε ταῖς φυομέναις βοτάναις κατὰ τὴν ἔρημον. Κανὼν δὲ ἦν ἑκάστῳ αὐτῶν καὶ νόμος οὗτος παρ’ αὐτοῖς φυλαττόμενος ἀπαράβατος, τὸ μὴ γινώσκειν ἕτερος ἕτερον, πῶς ἐγκρατεύεται, ἢ πῶς διάγει ὁ ἕτερος.

Τὸν γὰρ Ἰορδάνην εὐθὺς περαιούμενοι, μακρὰν ἀπ’ ἀλλήλων ἕκαστος ἐχωρίζετο, καὶ πολλὴν εἶχε τὴν ἔρημον, καὶ οὐδεὶς παρέβαλλε πρὸς τὸν ἕτερον· ἀλλὰ καὶ εἴπερ εἷς ἐξ αὐτῶν ἐθεάσατο μακρόθεν ἕτερον ἐπ’ ἐκεῖνον ἐρχόμενον, εὐθέως ἐξέκλινε τοῦ κατ’ εὐθεῖαν πορεύεσθαι, καὶ ἐφ’ ἕτερον μέρος ἐγίνετο, ἑαυτῷ δὲ ἔζη καὶ τῷ Θεῷ, ψάλλων διαπαντὸς καὶ τροφῆς ἐπιχείρου γευόμενος.

Οὕτω τοίνυν ἁπάσας τὰς ἡμέρας τῆς νηστείας διατελοῦντες, ὑπέστρεφον εἰς τὸ μοναστήριον, ἐν τῇ Κυριακῇ τῇ πρὸ τοῦ ζωοποιοῦ τοῦ Σωτῆρος ἐκ νεκρῶν ἀναστάσεως, ἣν ἑορτὴν προεόρτιον μετὰ βαΐων ἑορτάζειν ἡ Ἐκκλησία παρέλαβεν. Ὑπέστρεφε δὲ ἕκαστος ἔχων τοῦ ἰδίου σκοποῦ γεώργιον, τὴν ἰδίαν συνείδησιν, γινώσκουσαν ὅπως εἰργάσατο καὶ ποίων πόνων σπέρματα κατεβάλετο· καὶ οὐδεὶς ἠρώτα τοπαράπαν τὸν ἕτερον, πῶς ἢ τίνα τρόπον τὸν προκείμενον ἀγῶνα διήθλησεν. Οὗτος μὲν ἦν ὁ τοῦ μοναστηρίου κανών, καὶ οὕτω καλῶς ἐκτελούμενος.

Ἕκαστος γὰρ αὐτῶν ἐν τῇ ἐρήμῳ γινόμενος, ὑπ’ ἀθλοθέτῃ τῷ Θεῷ καθ’ ἑαυτὸν ἀγωνιζόμενος, τοῦ μὴ ἀρέσκειν ἀνθρώποις καὶ κατ’ ἐπίδειξιν ἐγκρατεύεσθαι [ἐλευθερούμενος]· τὰ γὰρ δι’ ἀνθρώπους γινόμενα καὶ πρὸς τὸ ἀρέσκειν ἀνθρώποις τελούμενα, μὴ ὅτι γε εἰπεῖν οὐδὲν ὠφελοῦσι τὸν πράττοντα, ἀλλὰ καὶ πολλῆς γίνονται ζημίας τῷ ποιοῦντι παραίτια.

Τότε τοίνυν ὁ Ζωσιμᾶς τῷ συνήθει νόμῳ τοῦ μοναστηρίου τὸν Ἰορδάνην ἐπέρασε, μικρά τινα κομισάμενος ἐφόδια πρὸς τὴν χρείαν τοῦ σώματος, καὶ αὐτὸ τὸ ῥάκος ὅπερ ἠμφίεστο. Καὶ τὸν μὲν κανόνα διετέλει, τὴν ἕρημον διερχόμενος, καὶ καιρὸν τροφῆς ἐποιεῖτο τὴν ἀνάγκην τῆς φύσεως· ἐκάθευδε δὲ νυκτὸς εἰς τὴν γῆν ὀλίγον κατακλινόμενος καὶ ὕπνου μετρίου γευόμενος, ὅπου δ’ ἂν αὐτὸν ὁ τῆς ἑσπέρας χρόνος κατέλαβεν· ὄρθρου δὲ πάλιν βαθέως τοῦ βαδίζειν πάλιν ἀπήρχετο, ἔχων ἀεὶ τῆς κινήσεως τὸν τόνον ἀνένδοτον. Εἰς ἐπιθυμίαν δὲ ἦλθεν, ὡς ἔλεγε, γενέσθαι κατὰ τὴν [ἐνδότερον] ἔρημον [ἐλπίσας .... εὑρεῖν τινα Πατέρα κατ’ αὐτὴν] διατρίβοντα, δυνάμενον αὐτὸν συμβαλέσθαι πρὸς τὸ ποθούμενον· καὶ δὴ συντόνως τὴν ὁδοιπορίαν διήνυεν, ὡς ἐπί τι σπεύδων περιφανὲς καὶ πρόδηλον καταγώγιον. Εἴκοσι δὲ ἡμερῶν ὁδὸν διανύσας, ἕως ὅτε ὁ τῆς ἕκτης ὥρας ἦλθε καιρός, ἕστη τῆς ὁδοιπορίας μικρόν, καὶ βλέψας πρὸς ἀνατολάς, ἐτέλει τὴν συνήθη εὐχήν· εἰώθει γὰρ τεταγμένους τῆς ἡμέρας καιρούς, ἐγκόπτειν μὲν τῆς ὁδοιπορίας τὸ σύντονον, καὶ μικρὸν τοῦ κόπου διαναπαύεσθαι, ἑστὼς δὲ ψάλλειν καὶ γόνυ κλίνειν, καὶ οὕτω προσεύχεσθαι.