Ὁ δὲ Ζωσιμᾶς ἀπεκρίνατο, Τὸ μὲν πόθεν, λέγειν οὐκ ἀναγκαῖόν μοι· ὠφελείας δὲ χάριν, ὦ Πάτερ, ἐλήλυθα· ἀκήκοα γὰρ περὶ ὑμῶν ἔνδοξα καὶ ἀξιέπαινα, δυνάμενα ψυχὴν προσοικειῶσαι Χριστῷ τῷ Θεῷ ἡμῶν. Εἶπε δὲ πρὸς αὐτὸν ὁ ἡγούμενος, Ὁ Θεός, ἀδελφέ, ὁ μόνος ἰώμενος τὴν ἀνθρωπίνην ἀσθένειαν, αὐτὸς καὶ σὲ καὶ ἡμᾶς διδάξει τὰ θεῖα θελήματα, καὶ ὁδηγήσει εἰς τὸ ποιεῖν τὰ προσήκοντα· ἄνθρωπος γὰρ ἄνθρωπον ὠφελῆσαι οὐ δύναται, εἰ μὴ ἕκαστος ἑαυτῷ προσέχοι διαπαντὸς καὶ νήφοντι τῷ νῷ τὸ δέον ἐργάζοιτο. Θεὸν κεκτημένος τῶν πραττομένων συλλήπτορα. Πλὴν ἐπείπερ, ὡς ἔφης, ἡ ἀγάπη τοῦ Θεοῦ θεάσασθαι ὑμᾶς τοὺς ταπεινοὺς κεκίνηκεν γέροντας, μεῖνον μεθ’ ἡμῶν εἴπερ τούτου παραγέγονας ἕνεκα, καὶ πάντας ἡμᾶς διαθρέψει, τῇ τοῦ Πνεύματος χάριτι, ὁ ποιμὴν ὁ καλός, ὁ δοὺς τὴν ψυχὴν αὐτοῦ λύτρον ὑπὲρ ἡμῶν, καὶ τὰ ἴδια πρόβατα καλῶν ἐξ ὀνόματος. Ταῦτα εἰπόντος τοῦ ἡγουμένου τῷ Ζωσιμᾷ, βαλὼν αὖθις μετάνοιαν, καὶ αἰτήσας εὐχήν, καὶ ἐπειπών, Ἀμήν, ἔμεινεν εἰς ἐκεῖνο τὸ μοναστήριον.