Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Βίος Μαρίας τῆς Αἰγυπτίας (Νόθος)

Σωφρόνιος Ἱεροσολύμων

Ο πρότερος βίος και η μεταστροφή στα Ιεροσόλυμα

Η αφήγηση της Οσίας για τον έκλυτο βίο της στην Αλεξάνδρεια, το ταξίδι στα Ιεροσόλυμα, την αδυναμία προσκύνησης του Τιμίου Σταυρού και τη σωτήρια ικεσία προς τη Θεοτόκο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 4 από 7

Ταῦτα εἰπόντος καὶ ἕτερα πλείονα τοῦ ἀββᾶ Ζωσιμᾶ, ἐγείρασα αὐτὸν ἡ γυνή, ἔφησε πρὸς αὐτόν, Αἰσχύνομαι, ἀββᾶ μου, εἰπεῖν σοι τὴν αἰσχύνην τῶν ἔργων μου, συγχώρησόν μοι διὰ τὸν Κύριον· πλὴν ἐπείπερ γυμνόν μου τὸ σῶμα τεθέασαι. ἀπογυμνώσω σοι καὶ τὰς πράξεις μου, ἵνα γνῶς πόσης αἰσχύνης καὶ ἐντροπῆς ἡ ψυχή μου πεπλήρωται. Οὐ γάρ, ὥσπερ ὑπέλαβες, τοῦ μὴ καυχᾶσθαι ἕνεκεν τὰ κατ’ ἐμαυτὴν οὐκ ἤθελον ἐξηγήσασθαι (τί γὰρ καὶ ἔχω καυχήσασθαι) σκεῦος ἐκλογῆς τοῦ διαβόλου γειναμένη; οἶδα δὲ ὅμως ὅτι ἐὰν ἀπάρξωμαι τῆς κατ’ ἐμαυτὴν ἐξηγήσεως, φεύγῃς ἀπ’ ἐμοῦ, ὡς φεύγῃ τις ἀπὸ ὄφεως, μὴ φέρων ἀκοῦσαι τοῖς ὠσὶν ἅπερ ἄτοπα πέπραχα· λέγω δὲ ὅμως μὴ σιωπῶσα μηδέν, ἐξορκοῦσά σε πρότερον μὴ διαλιπεῖν ὑπὲρ ἐμοῦ προσευχόμενον, ὅπως εὕροιμι ἔλεος ἐν τῇ ὥρᾳ τῆς κρίσεως.

Τοῦ δὲ γέροντος ἀκατασχέτως δακρύοντος. ἤρξατο ἡ γυνὴ τῆς καθ’ ἑαυτὴν διηγήσεως, οὕτως εἰποῦσα· Ἐγώ, ἀδελφέ, πατρίδα μὲν ἔσχον τὴν Αἴγυπτον· ζώντων δὲ τῶν γονέων μου δωδέκατον ἔτος ἀνύουσα, τὴν πρὸς ἐκείνους στοργὴν ἀθετήσασα, ἐγεινάμην εἰς Ἀλεξάνδρειαν· καὶ ὅπως μὲν τὴν ἀρχήν, τὴν ἐμαυτῆς παρθενίαν διέφθορα, καὶ πῶς ἀκρατῶς καὶ ἀκορέστως εἶχον περὶ τὸ πάθος τῆς μίξεως, αἰσχύνομαι ἐννοεῖν· τοῦτο γὰρ νῦν εἰπεῖν ὑπάρχει σεμνότερον, ὃ δὲ συντόμως ἐρῶ, ἵνα τὸ ἐμπαθές μου γνῷς καὶ φιλήδονον, δέκα ἑπτὰ καὶ πρὸς ἐνιαυτούς, συγχώρησον, διετέλεσα δημόσιον προκειμένη τῆς ἀσωτίας ὑπέκκαυμα, οὐ δόσεώς τινος, μὰ τὴν ἀλήθειαν, ἕνεκεν· οὐδὲ γάρ τινων διδόναι πολλάκις θελόντων ἐλάμβανον. Τοῦτο δὲ ἐπενόησα, ἵνα πλείστους ποιήσω προσέχειν μοι, δῶρον ἐκτελοῦσα τὸ ἐμοὶ καταθύμιον· μηδὲ γὰρ νομίσῃς με ὡς εὐποροῦσαν μὴ δέχεσθαι· προσαιτοῦσα διέζων, καὶ πολλάκις στύππιον νήθουσα, ἐπιθυμίαν δὲ εἶχον ἀκόρεστον καὶ ἀκατάσχετον ἔρωτα τῷ ἐν βορβόρῳ κυλίεσθαι· καὶ τοῦτό μοι τὸ ζῇν ἦν τε καὶ ἐλογίζετο τὸ διαπαντὸς ἐκτελεῖν τὴν ὕβριν τῆς φύσεως.

Τοῦτον τοίνυν βιώσης μου τὸν τρόπον, ὁρῶ ἔν τινι καιρῷ τοῦ θέρους ἀνδρῶν Λιβύων καὶ Αἰγυπτίων ὄχλον πολύν, τρεχόντων ὡς ἐπὶ θάλασσαν· ἠρώτησά τέ τινα τὸν τότε παρατυχόντα μοι, Ποῦ σπουδάζουσιν ἄρα οἱ ἄνδρες οὗτοι οἱ τρέχοντες; Ὃ δὲ ἀπεκρίνατο λέγων· Εἰς Ἱεροσόλυμα πάντες ἀνέρχονται, τῆς Ὑψώσεως ἕνεκεν τοῦ τιμίου σταυροῦ, ἥτις μετ’ ὀλίγας ἡμέρας εἴωθε γίνεσθαι. Ἔφην τε πρὸς ἐκεῖνον ἐγώ, Ἆρά γε λαμβάνουσι κἀμὲ σὺν αὑτοῖς, εἴπερ ἀκολουθῆσαι θελήσω; Ὁ δὲ πρός με, Ἐὰν ἔχεις τὸν ναῦλόν σου καὶ τὴν δαπάνην, οὐδεὶς ὁ κωλύων σε. Εἶπον δὲ πρὸς αὐτόν· Ὄντως, ἀδελφέ, ναῦλον [καὶ] δαπάνην οὐ κέκτημαι· ἀπέρχομαι δὲ κἀγώ, καὶ ἀνέρχομαι εἰς ἓν τῶν πλοιαρίων ὧν ἐμισθώσαντο, καὶ θρέψαι με ἔχουσι κἂν μὴ θέλουσι· σῶμα γὰρ ἔχω, ἀντὶ ναύλου λαμβάνουσι. Διὰ τοῦτο δὲ ἤθελον ἀπελθεῖν (ἀββᾶ μου, συγχώρησον), ἵνα σχῶ πολλοὺς ἐραστὰς ἐν ἑτοίμῳ τοῦ πάθους μου. Εἶπόν σοι, ἀββᾶ Ζωσιμᾶ, μὴ ἀναγκάσῃς εἰπεῖν σοι τὴν ἀσχημοσύνην μου· φρίττω γάρ, οἶδεν ὁ Κύριος, μολύνουσα καὶ σὲ καὶ τὸν ἀέρα τοῖς λόγοις μου.

Ὁ δὲ Ζωσιμᾶς δάκρυσι βρέχων τὸ ἔδαφος, πρὸς αὐτὴν ἀπεκρίνατο· Λέγε διὰ τὸν Κύριον, ὦ μῆτέρ μου, λέγε, καὶ μὴ ἐγκόψῃς τὸν [εἱρμὸν] τῆς τοιαύτης ἐπωφελοῦς διηγήσεως. Ἡ δὲ αὗθις ἀναλαβοῦσα τοῖς προτέροις ῥήμασι, προστέθεικε ταῦτα·

Ἐκεῖνος τοίνυν ὁ νεανίας, ἀκούσας τὸ αἰσχρὸν τῶν ῥημάτων, γελῶν ἀνεχώρησεν· ἐγὼ δὲ ῥίψασα τὴν ἠλεκάτην ἥνπερ ἐβάσταζον (ταύτην γὰρ συμβέβηκε διὰ χρόνου βαστάζειν με), τρέχω πρὸς θάλασσαν, ἔνθα τοὺς τρέχοντας ἔβλεπον τρέχοντας· καὶ βλέπουσα νέους τινὰς πρὸς τὸν αἰγιαλὸν ἑστῶτας, ὠσεὶ δέκα τὸν ἀριθμὸν ἢ καὶ πλείονας, σφριγῶντας τοῖς σώμασιν ἅμα καὶ τοῖς κινήμασι, καὶ ἱκανούς μοι φανέντας πρὸς τὸ ζητούμενον (ὡς ἔοικε δὲ καὶ ἄλλους συμπλωτῆρας ἀνέβαινον· καὶ γὰρ καὶ ἕτεροι προανελθόντες ἦσαν εἰς τὰ πλοιάρια), ἀναιδῶς δέ, οὕτως ἦν μοι ἔθος, εἰς μέσον αὐτῶν εἰσεπήδησα·

Λάβετε, ἔφην, καί με ὅπου ἀπέρχεσθε· οὐκ ἔχω γὰρ ὑμῖν εὑρεθῆναι ἀδόκιμος· εἶτα ἕτερα εἰποῦσα ῥήματα αἰσχρότερα, ἐκίνησα ἅπαντας εἰς γέλωτα. Οἱ δὲ τὸ πρὸς ἀναίδειαν ἐπαγωγὸν θεασάμενοι, λαβόντες ἀνάγουσί με εἰς ὅπερ εἶχον πλοιάριον ἕτοιμον· κἀκεῖνοι γὰρ ἐν τοσούτῳ παραγεγόνασιν οὗπερ ἂν ἔμενον. Ἐκεῖθεν τοῦ πλοὸς ἀπηρξάμεθα.

Τὰ δὲ ἐντεῦθεν πῶς σοι διηγήσομαι, ἄνθρωπος; ποία γλῶσσα ἐξείποι ἢ ἀκοὴ παραδέξεται τὰ ἐν τῷ πλοίῳ καὶ κατὰ τὴν ὁδοιπορίαν γενόμενα; ἅπερ μὴ θέλοντας ποιεῖν τοὺς ἀθλίους ἠνάγκαζον; Οὐκ ἔστι εἶδος ἀσελγές, ῥητόν τε καὶ ἄῤῥητον, οὗπερ οὐ γέγονα τοῖς ταλαιπώροις διδάσκαλος. Ἐγὼ τοίνυν, ἀββᾶ μου, καταπλήττομαι πῶς ὑπήνεγκεν ἡ θάλασσα τὰς ἐμὰς ἀσωτίας· πῶς οὐκ ἤνοιξεν ἡ γῆ τὸ στόμα, καὶ ζῶσαν εἰς ᾅδου με κατήγαγε, τὴν τοσαύτας ψυχὰς παγιδεύσασαν. Ἀλλ’ ὡς ἔοικεν ὁ Θεὸς τὴν ἐμὴν ἐζήτει μετάνοιαν· οὐ γὰρ θέλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλὰ μένει μακροθυμῶν, τὴν ἐπιστροφὴν ἐκδεχόμενος· οὕτω τοίνυν καὶ μετὰ τοσαύτης σπουδῆς ἀνήλθομεν εἰς Ἱεροσόλυμα· καὶ ὅσας μὲν ἡμέρας πρὸ τῆς ἑορτῆς ἐν τῇ πόλει διέτριψα, τοῖς ὁμοίοις ἐχρησάμην, μᾶλλον δὲ τοῖς χείροσιν· οὐ γὰρ μόνον ἀρκέσθην τοῖς νεανίσκοις, οἷς κατὰ τὴν θάλασσαν εἶχον καὶ κατὰ τὴν ὁδὸν ὑπουργοῦντάς μοι, ἀλλὰ καὶ ἄλλους πολλοὺς ἠχρείωσα, πολίτας τε καὶ ξένους εἰς τοῦτο συλλέγουσα.

Ὅτε δὲ ἔφθασεν ἡ ἁγία τῆς ὑψώσεως τοῦ σταυροῦ ἑορτή, ἐγὼ μὲν καθὰ καὶ τὸ πρὶν περιήειν ψυχὰς νέων ἀγρεύουσα. Ἔβλεπον δὲ ὄρθρου βαθέος πάντας εἰς τὴν ἐκκλησίαν συντρέχοντας, καὶ ἀπίημι κἀγὼ τρέχουσα σὺν τοῖς τρέχουσιν. Ἦλθον οὖν σὺν αὐτοῖς εἰς τὰ τοῦ οἴκου προαύλια· καὶ ὅτε ἦλθεν ἡ ὥρα τῆς θείας ὑψώσεως, ὤθουν καὶ ἀντωθούμην βιαζομένη τὴν εἴσοδον, συνελθεῖν τῷ ὄχλῳ σπουδάζουσα.

Καὶ ἕως μὲν τῆς θύρας, δι’ ἧς λοιπὸν εἰς αὐτὸν τὸν ναόν τις ἐγένετο, ἐν ᾧ τὸ ζωοποιὸν ξύλον ἐδείκνυτο, σὺν μόχθῳ πολλῷ καὶ θλίψει προσήγγιζον ἡ ταλαίπωρος. Ὅτε δὲ τὴν φλιὰν τῆς θύρας ἐπάτησα, οἱ μὲν ἅλλοι πάντες ἀκωλύτως εἰσῄεσαν, ἐμὲ δὲ θεία τις ἐκώλυσεν δύναμις, μὴ συγχωροῦσα τὴν εἴσοδον εἰσελθεῖν. Αὖθις γὰρ ἀντωθούμην (καὶ ἀντεπεμπόμην), καὶ μόνη πάλιν ὡρώμην ἑστῶσα εἰς τὰ προαύλια. Νομίσασα γὰρ ἐκ γυναικείας ἀδυναμίας τοῦτο συμβαίνειν, πάλιν ἐμαυτὴν ἑτέροις ἐγκαταμίξασα, ἐβιαζόμην ὡς οἷόν τε παραγκωνιζομένη, καὶ ἐμαυτὴν εἰσωθοῦσα. Ἀλλ’ ἐκοπίων εἰς μάταια· αὗθις γὰρ ἡνίκα τῆς φλιᾶς ὁ ποῦς ἐπέβη ὁ ἄθλιος, τοὺς μὲν ἄλλους ὁ ναὸς εἶχεν μηδενὸς ἐμποδίζοντος, ἐμὲ δὲ μόνην τὴν τάλαιναν οὐκ ἐδέχετο, ἀλλ’ ὥσπερ στρατιωτικῆς πληθύος τεταγμένης εἰς τοῦτο, τῆς ἐμοὶ προσταχθείσης ἀποκλεῖσαι τὴν εἴσοδον, οὕτω μέ τις ἀθρόα διεκώλυσεν δύναμις, καὶ πάλιν ἱστάμην εἰς τὰ προαύλια.

Τοῦτο τρὶς καὶ τετράκις παθοῦσά τε καὶ ποιήσασα, ἀποκαμοῦσα λοιπόν, καὶ μηκέτι ὠθεῖν καὶ ἀντωθεῖσθαι ἰσχύουσα (ἐγεγόνει γάρ μου τὸ σῶμα ἐκ τῆς βίας κατάκοπον), καὶ ἐνδοῦσα λοιπόν, ἀνεχώρησα, καὶ ἔστην ἐν τῇ γωνίᾳ τῆς αὐλῆς τοῦ ναοῦ· καὶ μόλις ποτὲ ἐν συναισθήσει τῆς αἰτίας, τῆς κωλυούσης με ἰδεῖν τὸ ζωοποιὸν ξύλον, γεγένημαι. Ἤψατο γὰρ τῶν ὀφθαλμῶν τῆς καρδίας μου λόγος σωτήριος, ὑποδεικνύων μοι, ὅτι ὁ βόρβορος τῶν ἔργων μου ἦν, ὁ τὴν εἴσοδον κλείων μοι. Ἠρξάμην δὲ κλαίειν, καὶ ὀδύρεσθαι, καὶ τὸ στῆθός μου τύπτειν, καὶ στεναγμοὺς ἐκ βάθους τῆς καρδίας μου ἀνάγουσα· κλαίουσα δὲ ὁρῶ ἐπάνω τοῦ τόπου ἐν ᾧ ἱστάμην [ἐπάνωθεν] εἰκόνα τῆς παναγίας Θεοτόκου ἑστῶσαν, καί φημι πρὸς αὐτὴν ἀκλινῶς ἐνατενίζουσα· Παρθένε Δέσποινα, ἡ τὸν Θεὸν Λόγον κατὰ σάρκα γεννήσασα, οἶδα μέν, οἶδα ὡς οὐκ ἔστιν εὐπρεπὲς οὐδὲ εὔλογον τὴν οὕτως με ῥυπαρὰν οὖσαν, τὴν οὕτως πανάσωτον, εἰκόνα καθορᾷν σου τῆς Ἀειπαρθένου, σοῦ, τῆς ἀγνῆς, σοῦ τῆς σῶμα καὶ ψυχὴν ἐχούσης καθαρὰν καὶ ἀμόλυντον· δίκαιον γάρ ἐστιν ἐμὲ τὴν ἄσωτον ὑπὸ τῆς σῆς καθαρότητος μισεῖσθαί τε καὶ βδελύττεσθαι.

Πλὴν ἐπείπερ, ὡς ἤκουσα, διὰ τοῦτο γέγονεν ὁ Θεός, ὃν ἐγέννησας, ἄνθρωπος, ὅπως καλέσῃ ἁμαρτωλοὺς εἰς μετάνοιαν· βοήθησον τῇ μόνῃ, καὶ μὴ ἐχούσῃ τινὰ πρὸς βοήθειαν· ἐπίταξον κἀμοὶ συγχωρηθῆναι τὴν εἴσοδον τῆς Ἐκκλησίας εἰσελθεῖν· μὴ στερήσῃς με τὸ ξύλον ἰδεῖν, ἐν ᾧ κατὰ σάρκα προσπαγεὶς ὁ Θεὸς ὃν ἐγέννησας, τὸ αἷμα τὸ ἴδιον ὑπὲρ ἐμοῦ δέδωκεν εἰς ἀντίλυτρον· ἐπίταξον, ὦ Δέσποινα, κἀμοὶ τὴν θύραν ἀνοιγῆναι τῆς θείας τοῦ σταυροῦ προσκυνήσεως, καὶ σὲ δίδωμι τῷ ἐκ σοῦ τεχθέντι Θεῷ ἐγγυητὴν ἀξιόχρεων, ὡς οὐκέτι τὴν σάρκα ταύτην ἐνυβρίσω δι’ αἰσχρᾶς οἱασδήποτε μίξεως, ἀλλ’ ἡνίκα τὸ ξύλον τοῦ σταυροῦ τοῦ Υἱοῦ σου θεάσομαι, κόσμῳ καὶ τοῖς ἐν κόσμῳ πᾶσιν εὐθὺς ἀποτάσσωμαι, καὶ αὐτίκα ἐξέρχωμαι, ὅπου δ’ ἂν αὐτή, ὡς ἐγγυητὴς σωτηρίας, ὑποθῇς καὶ ὁδηγήσῃς με.