Ἔργον
Σωφρόνιος Ἱεροσολύμων – Βίος Μαρίας τῆς Αἰγυπτίας (Νόθος)
Η κοίμηση, η ταφή και ο επίλογος της διηγήσεως
Η εύρεση του ιερού λειψάνου, η ταφή με τη συνδρομή του λέοντα, η επιστροφή του Ζωσιμά στο κοινόβιο και η κατακλείδα του συγγραφέα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η κοίμηση, η ταφή και ο επίλογος της διηγήσεως
Η εύρεση του ιερού λειψάνου, η ταφή με τη συνδρομή του λέοντα, η επιστροφή του Ζωσιμά στο κοινόβιο και η κατακλείδα του συγγραφέα.
Τοῦ δὲ ἔτους διελθόντος, γίνεται αὖθις κατὰ τὴν ἔρημον, πάντα δηλαδὴ τελέσας κατὰ τὸ σύνηθες, καὶ τρέχων πρὸς ἐκεῖνο τὸ παράδοξον θέαμα. Ὁδεύσας δὲ τὸ τῆς ἐρήμου διάστημα, καὶ φθάσας τινὰ σημεῖα δηλοῦντα τοῦ ζητουμένου τόπου τὴν εὕρεσιν, δεξιὰ περιεβλέπετο καὶ εὐώνυμα, περιάγων πανταχοῦ τὸ βλέμμα ὡς θηρευτὴς ἐμπειρότατος, εἴπου τὸ γλυκύτατον ζωγρήσειε θήραμα· ὡς δὲ ἔβλεπεν οὐδὲν οὐδαμόθεν κινούμενον, ἤρξατο ἑαυτὸν αὖθις βρέχειν τοῖς δάκρυσι· καὶ τείνας ἄνω τὸ ὄμμα, προσευχόμενος ἔλεγεν· Δεῖξόν μοι, Δέσποτα, τὸν θησαυρόν σου τὸν ἄσυλον, ὃν ἐν τῇδε τῇ ἐρήμῳ κατέκρυψας· δεῖξόν μοι, δέομαι, τὸν ἐν σώματι ἄγγελον, οὖ οὐκ ἔστιν ὁ κόσμος ἐπάξιος. Καὶ ταῦτα εὐχόμενος, τὸν τόπον κατέλαβεν τὸν εἰς χειμάῤῥου τύπον σχηματιζόμενον, καὶ εἶδεν πρὸς τὸ μέρος αὐτοῦ τὸ πρὸς ἀνίσχοντα τὸν ἥλιον, κειμένην τὴν Ὁσίαν νεκράν. καὶ τὰς χεῖρας οὕτως ὥσπερ ἔδει τυπώσασαν. καὶ πρὸς ἀνατολὰς ὁρῶσαν κειμένην τῷ σχήματι. Ὁ δὲ προσδραμὼν τοὺς πόδας τῆς Μακαρίας δάκρυσιν ἔπλυνεν· οὐδενὸς γὰρ ἑτέρου μέρους ἐτόλμα προσψαῦσαι.
Δακρύσας οὖν ἐφ’ ἱκανόν, καὶ ψαλμοὺς εἰπὼν τῷ καιρῷ καὶ τῷ πράγματι πρεπόντως, ἐποίησεν εὐχὴν ἐπιτάφιον, καί φησιν ἐν ἑαυτῷ· Ἆρα θάψαι προσήκει τῆς Ὁσίας τὸ λείψανον; ἆρα μὴ καὶ τοῦτο ἀπαρέσκει τῇ Ὁσίᾳ γιγνόμενον; καὶ ταῦτα λέγων, ὁρᾷ πρὸς τῇ κεφαλῇ αὐτῆς ἐκτετυπωμένην γραφὴν ἐν τῇ γῇ, δι’ ἧς ταῦτα ἐγέγραπτο· Θάψον. ἀββᾶ Ζωσιμᾶ, ἐν τούτῳ τῷ τόπῳ τῆς ταπεινῆς Μαρίας τὸ λείψανον, ἀπόδος τὸν χοῦν τῷ χοΐ, ὑπὲρ ἐμοῦ διὰ παντὸς πρὸς τὸν Κύριον προσευχόμενος τελειωθείσης, μηνὶ Φαρμουθὶ [κατ’ Αἰγυπτίους, ὅς ἐστι κατὰ Ῥωμαίους Ἀπρίλιος], ἐν αὐτῇ δὲ τῇ νυκτὶ τοῦ πάθους τοῦ σωτηρίου, μετὰ τὴν τοῦ θείου καὶ μυστικοῦ δείπνου μετάληψιν. Ταῦτα τοίνυν ἀναγνοὺς ὁ γέρων τὰ γράμματα, ἐχάρη ὅτι τὸ ὄνομα τῆς Ὁσίας μεμάθηκεν· ἐπέγνω δὲ ὅτι ἅμα τῶν θείων μυστηρίων ἐπὶ τοῦ Ἰορδάνου μετέλαβεν, εὐθὺς ἐν τῷ τόπῳ γέγονεν, ἐν ᾧ τετελείωται· καὶ ἥνπερ ὥδευσεν ὁδὸν Ζωσιμᾶς διὰ εἴκοσι ἡμερῶν κοπιῶν, εἰς μίαν ὥραν Μαρία διέδραμεν, καὶ εὐθὺς πρὸς τὸν Θεὸν ἐξεδήμησεν.
Δοξάζων δὲ τὸν Θεόν, καὶ βρέχων τὸ σῶμα τοῖς δάκρυσι, Καιρός, ἔφη, ταπεινὲ Ζωσιμᾶ, τὸ κελευθὲν ἐκτελέσαι σε. Ἀλλὰ πῶς ποιήσεις, ταλαίπωρε, ὄρυγμα, ἐν χερσὶν μὴ ἔχων τὸ σύνολον; Καὶ ταῦτο εἰπών, εἶδεν ἐκ μικροῦ διαστήματος ξυλάριον βραχὺ ἐῤῥιμμένον κατὰ τὴν ἔρημον· ὅπερ λαβὼν ἤρξατο δῆθεν ὀρύττειν. Ξηρὰ δὲ οὖσα ἡ γῆ οὐδαμῶς ὑπήκουεν κοπιῶντι τῷ γέροντι· ἀλλ’ ἔκαμνεν ἱδρῶτι περιῤῥεόμενος· στενάξας δὲ μέγα ἐκ βάθους τοῦ πνεύματος, ἀνακύψας, ὁρᾷ λέοντα μέγαν τῷ λειψάνῳ τῆς Ὁσίας παρεστῶτα, καὶ τὰ ἴχνη αὐτῆς ἀναλείχοντα.
Ὁ δὲ ἰδὼν τὸ θηρίον, σύντρομος γέγονεν φοβούμενος, μάλιστα μνησθεὶς τῶν ῥημάτων Μαρίας, εἰπούσης ὅτι οὐδέποτε θηρίον ἐθεάσατο. Τῷ δὲ σημείῳ τοῦ σταυροῦ σφραγισάμενος, ἐπίστευσεν ὡς ἀβλαβῆ φυλάξει τοῦτον τῆς κειμένης ἡ δύναμις. Ὁ δὲ λέων ἤρξατο προσσαίνειν τῷ γέροντι οὐχὶ τοῦτον τοῖς κινήμασι μόνον ἀσπαζόμενος, ἀλλὰ καὶ προθέσει. Ὁ δὲ Ζωσιμᾶς ἔφησεν πρὸς τὸν λέοντα·
Ἐπειδήπερ, θηρίον, ἡ Μεγάλη ἐπέτρεψεν ταφῆναι αὐτῆς τὸ λείψανον, ἐγὼ δὲ γέρων εἰμί, καὶ οὐκ ἰσχύω ποιῆσαι τὸ ὄρυγμα (οὐδὲ γὰρ ἔχω ὀρυκτήριον τῇ χρείᾳ κατάλληλον· καὶ τοσοῦτον πάλιν οὐ δύναμαι ὑποστρέψαι τὸ διάστημα, ὥστε ἀγαγεῖν ὄργανον ἐπιτήδειον), ποίησον οὖν τὴν χρείαν τοῖς ὄνυξιν, ὅπως ἀποδῶμεν τῇ γῇ τῆς Ὁσίας τὸ σκήνωμα. Εὐθὺς δὲ ἅμα τῷ ῥήματι τοῖς ἐμπροσθίοις ποσὶν ὄρυγμα ἐποίησεν, ὅσον ἤρκει τῷ σώματι θαπτόμενον.
Πάλιν τοίνυν τῆς Ὁσίας τοὺς πόδας ἐκπλύνας τοῖς δάκρυσιν ὁ γέρων, καὶ πολλὰ καθικετεύσας νῦν [πλέον] ὑπὲρ πάντων προσεύχεσθαι, ἐκάλυψε τὸ σῶμα τῇ γῇ, παρεστῶτος τοῦ λέοντος, γυμνὸν ὑπάρχον καθὰ καὶ τὸ πρότερον, καὶ μηδὲν ἕτερον ἔχον εἰ μὴ ἐκεῖνο τὸ ἐῤῥηγνυμένον ἱμάτιον, ὅπερ τοῦ Ζωσιμᾶ ῥίψαντος, ὀπισθοφανῶς ἐκάλυψεν ἡ Μαρία τινὰ μέρη τοῦ σώματος. Τότε τοίνυν ἀναχωροῦσιν ἑκάτεροι.
Καὶ ὁ μὲν λέων ἐπὶ τὰ ἔνδον τῆς ἐρήμου ὡς πρόβατον ὑπεχώρησεν. Ζωσιμᾶς δὲ ὑπέστρεψεν, εὐλογῶν καὶ αἰνῶν Χριστὸν τὸν Θεὸν ἡμῶν. Ἐλθὼν δὲ αὖθις εἰς τὸ κοινόβιον, ἄπαντα τοῖς μοναχοῖς ἀφηγήσατο, μηδέν τε ἀποκρύψας ὧν τε ἤκουσεν καὶ ὧν ἐθεάσατο· ἐς ἀρχῆς γὰρ αὐτοῖς ἅπαντα κατ’ ὀλίγον διηγήσατο, ὥστε πάντας ἀκούσαντας τὰ μεγαλεῖα τοῦ Θεοῦ καταπλήττεσθαι, καὶ σὺν φόβῳ καὶ πόθῳ τελεῖν τὸ τῆς Ὁσίας μνημόσυνον. Καὶ Ἰωάννης δὲ ὁ ἡγούμενος εὗρεν ἐν τῇ μονῇ τινας χρῄζοντας διορθώσεως, ὡς μηδὲ ἐν τούτῳ τῆς Ὁσίας τὸν λόγον γενέσθαι ἀργὸν ἢ ἀνόνητον. Ἐτελεύτησεν δὲ Ζωσιμᾶς εἰς ἐκεῖνο τὸ μοναστήριον, ἑκατὸν ἐγγὺς ἐτῶν γενόμενος.
Ἔμειναν δὲ οἱ μοναχοὶ κατὰ διαδοχὴν ἀγράφως ταῦτα διδάσκοντες, καὶ κοινὸν προτιθέντες ὠφελείας ὑπόδειγμα τοῖς ἀκούειν ἐθέλουσιν· ἐγγράφως δὲ οὐδένα ἤκουσαν ταύτην παραδεδωκέναι μέχρι τῆς σήμερον τὴν διήγησιν. Ἐγὼ δὲ ἅπερ ἀγράφως παρέλαβον, ἐγγράφῳ διηγήσει δεδήλωκα· ἴσως δὲ καὶ ἄλλοι τὸν βίον τῆς Ὁσίας γεγράφασιν, καὶ πάντως ἐμοῦ μεγαλοπρεπέστερον, κἂν οὔπω τι τοιοῦτον εἰς ἐμὴν γνῶσιν ἐλήλυθεν. Πλὴν κἀγὼ κατὰ δύναμιν ταύτην γέγραφα τὴν διήγησιν, τῆς ἀληθείας μηδὲν προτιμῆσαι θέλων. Ὁ Θεὸς δέ, ὁ μεγάλα ἀμειβόμενος τοὺς εἰς αὐτὸν καταφεύγοντας, δῴη τὸν μισθὸν τῆς ὠφελείας τῶν ἐντυγχανόντων τῷ διηγήματι, [καὶ τῷ] τὴν παροῦσαν γραφὴν εἴτουν ἐξήγησιν γραφῇ παραδοθῆναι κελεύσαντι, καὶ τῆς μερίδος αὐτῶν ἀξιώσει στάσεώς τε καὶ τάξεως Μαρίας ταύτης τῆς μακαρίας, περὶ ἧς ἡ διήγησις, μετὰ πάντων τῶν ἀπ’ αἰῶνος εὐαρεστησάντων αὐτῷ διὰ θεωρίας καὶ πράξεως. Δώσωμεν οὖν καὶ ἡμεῖς δόξαν τῷ Θεῷ, τῷ παμβασιλεῖ τῶν αἰώνων, ὅπως καὶ ἡμᾶς καταξιώσῃ ἐλέου τυχεῖν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμή, καὶ προσκύνησις πάντοτε, σὺν τῷ ἀνάρχῳ Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.