Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Ἐπιστολὴ περὶ ἐξομολογήσεως (Νόθος)

Συμεὼν ὁ Νέος Θεολόγος

Οι προϋποθέσεις του πνευματικού διδασκάλου και ο επίλογος της επιστολής

Η απαίτηση για ενσυνείδητη μετοχή στη χάρη προτού αναληφθεί το έργο της καθοδήγησης, η απολογία του συγγραφέα για τη διδασκαλία του και η τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 8 από 8

Ὥσπερ γὰρ ὁ ὕλην λίθου τιμίου ἢ μαργαρίτου λαβὼν ὅπως βασιλικὴν εἰκόνα ἐν αὐτῇ ἐγχαράξει καὶ τορεύσας εἰς εὔχρηστον ἔργον ἀποτελέσει καὶ τρυπήσας τὸν μαργαρίτην εἰς τὸ διάδημα τοῦ βασιλέως ἢ εἰς τὸ ἱμάτιον αὐτοῦ ἐναρμόσει, εἰ τὸν λίθον ἢ τὸν μαργαρίτην ἐκεῖνον μὴ καλῶς ἐξεργάσοιτο ἀλλ’ ἢ τὴν εἰκόνα ἀνομοίαν ποιήσει ἢ τὸν λίθον ἀφυῶς τορεύσας ἀχρειώσει ἢ μὴ καλῶς διατρήσει αὐτὸν ἢ διαρρήξει ἢ καὶ ὅλως συντρίψει αὐτόν, οὐ μόνον παρὰ τοῦ βασιλέως μισθὸν οὐ λήψεται ἀλλὰ καὶ τιμωρίαις αἰσχρῶς καὶ ἀθλίως ὑποβληθήσεται, οὕτω καὶ πᾶς διδάσκαλος περὶ πάντων τῶν μεμαθητευμένων αὐτῷ ὀφείλει λογίζεσθαι· καὶ γάρ, κἂν μικρὸν ἐκ τῆς ἐκείνου ἀμελείας ἢ ἀφυΐας ἢ ἀγνωσίας ἢ ἀνεπιτηδειότητος ἢ ἀπειρίας παραφθαρῇ αὐτοῦ τὰ νοήματα καὶ τὸ φρόνημα καὶ αἱ πράξεις καὶ οὐ μετὰ πολλῆς ἐπιστήμης καὶ γνώσεως καὶ σοφίας καὶ διακρίσεως εὐδιακρίτου σοφόν τε καὶ τέλειον τούτων ἕκαστον ἀποτελέσειε, τὸν Χριστὸν ὅσον τὸ ἐπ’ αὐτῷ μορφῶν ἐν ἑαυτῷ ἐντέχνως μεμορφωμένον καὶ λαμπρῶς ἀποστίλβοντα καὶ πρὸς «ἄνδρα τέλειον, πρὸς μέτρον ἡλικίας» ἐνάγων αὐτοὺς «τοῦ πληρώματος τοῦ Χριστοῦ», ὡς ἑκάστου τῶν τοιούτων μαθητῶν τὴν ψυχὴν ἀχρειώσας καὶ ἀδόκιμον τὴν δόκιμον καὶ ἄτιμον τὴν τιμίαν ποιήσας, ἧς ὁ κόσμος ἀντάξιος οὐκ ἔστιν ἅπας, οὐχὶ μισθὸν λήψεται ὑπὲρ ὧν κεκοπίακεν ἀλλὰ τιμωρίαν καὶ κόλασιν ὑπὲρ ὧν ἢ ταῖς νουθεσίαις αὐτοῦ κακῶς διετέθη ἤ τι τῶν ὀφειλόντων ἐνέλειψεν ἢ τῆς τελειότητος ὑπελείφθη ἧς ὑφ’ ἑτέρου διδασκόμενος καταλαβεῖν τὴν ἀκρότητα ἔμελλεν ἄν.

Χρὴ οὖν, πάτερ πνευματικέ, πρῶτον γενέσθαι Χριστοῦ μαθητήν, οὐ μόνον δέ, ἀλλὰ καὶ διδαχθῆναι καλῶς τὰ ἐκείνου παρ’ ἐκείνου μυστήρια, καὶ οὕτως ταῦτα ἑτέρους διδάσκειν ἐπιχειρεῖν· χρὴ ὁδεῦσαι ἀνεπιστρόφως πνευματικῷ ἑπόμενον πατρὶ τὴν πρὸς Χριστὸν ἄγουσαν ὁδὸν καὶ καταλαβεῖν αὐτὸν ἢ μᾶλλον εἰπεῖν καταληφθῆναι ὑπ’ αὐτοῦ καὶ τοὺς τρόπους τῆς ὁδοῦ καὶ τὰ γνωρίσματα ἀκριβῶς σημειώσασθαι καὶ τὸν Χριστὸν ἀπλανῶς διὰ τοῦ Πνεύματος κατιδεῖν καὶ οὕτως ἄλλους πρὸς αὐτὸν ὁδηγεῖν· χρὴ φωτισθῆναι ὑπὸ τοῦ ἀληθινοῦ φωτὸς πρότερον καὶ οὕτως ἄλλους πρὸς αὐτὸ τὸ φῶς ἐνάγειν· χρὴ πρῶτον ἐλευθερωθῆναι καὶ οὕτως ἄλλοις ἐλευθερίαν προσεπαγγέλλεσθαι, παντελοῦς γὰρ ἀναισθησίας καὶ αὐθαδείας ἐστὶ τὸ δοῦλον ὄντα τινὰ τοῖς συνδούλοις ἐλευθερίαν χαρίζεσθαι, τὴν ἐξουσίαν τοῦ δεσπότου ἁρπάσαντα.

Πῶς οὖν γενώμεθα τοῦ Χριστοῦ μαθηταί; αὐτοῦ ἐκείνου ἀκούσωμεν λέγοντος· «Ὁ θέλων ἐλθεῖν ὀπίσω μου ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι·» ἀκολούθησιν, τὴν διὰ τῶν ἔργων φησὶ μίμησιν, ἵνα ὡς ἐκεῖνος περιεπάτησεν, ὁμοίως ἐκείνῳ καὶ ἡμεῖς περιπατήσωμεν, τοὺς πειρασμοὺς καὶ τὰς λοιδορίας μετὰ χαρᾶς ὑπομείνωμεν καὶ Πνεύματος ἁγίου μετάσχωμεν, οὗ χωρὶς οὐ νηστεία οὐ χαμευνία οὐκ ἀκτημοσύνη οὐκ ἀγρυπνία οὐ στάσις οὐχ ἡσυχία οὐ κόπος σώματος οὐκ ἄλλο οὐδὲν ὅπερ ἂν εἴπῃς λόγον σοφίας ἢ λόγον γνώσεως ἢ διακρίσεως παράσχοι ἡμῖν. ταῦτα γὰρ πάντα ὁδὸς εἰσὶ πρὸς τὸ φῶς ἄγοντα, οὐχὶ φῶς· ἐὰν μὲν οὖν ἐν τούτοις χίλια ἔτη περιπατήσας οὐ καταλάβω τὸ φῶς, ὅπερ ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον «ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται» καὶ διὰ τοῦ Υἱοῦ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον, ἀλλ’ ἐν τῷ σκότει ὢν εὑρεθήσομαι ἐν τῇ ἐξόδῳ τοῦ βίου μου, τί μοι τὸ ὄφελος; πάντως ἐρεῖς, οὐδέν, λέγει γὰρ ὁ ἀπόστολος· «ᾧ μὲν δίδοται λόγος σοφίας, ᾧ δὲ λόγος γνώσεως, ἄλλῳ χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις» καὶ τὰ ἑξῆς ἀπαριθμησάμενος ἔφη· «πάντα ἓν καὶ τὸ αὐτὸ Πνεῦμα». ὁρᾶς πῶς ἄνευ Πνεύματος οὔτε μανθάνειν οὔτε διδάσκειν ἑτέρους τις δύναται;

ὁ οὖν πρὸ τοῦ λαβεῖν ἐν ἑαυτῷ τὸν Παράκλητον, «τὸ Πνεῦμα τῆς ἀληθείας ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει αὐτό», ἔτι ὢν «ἐκ τοῦ κόσμου», καὶ «ἐν τῷ κόσμῳ», τολμήσας ἐπιχειρεῖ διδασκάλου τάξιν ἀναλαβεῖν καὶ μεσιτεύειν ἑτέρους εἰς Θεόν, προσάγειν τε καὶ καταλλάττειν τούτους Θεῷ, οὐχὶ μυρίων σκηπτῶν καὶ τιμωριῶν ἐστὶν ἄξιος; καὶ ἵνα μάθῃς ὅτι οὐκ ἔξωθέν τι τῶν θείων γραφῶν λέγομεν, ἄκουσον Παύλου λέγοντος· «Εἴ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.» βλέπεις πῶς οὐ μόνον διδάσκειν ἀπείργεται ἀλλ’ οὐδὲ τοῦ Χριστοῦ εἶναι δύναται ὁ μὴ ἔχων ἐν ἑαυτῷ τὸ Πνεῦμα τὸ ἅγιον; «εἴ τις» γάρ, φησί, «Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ·» τὴν γὰρ πρὸς τὸν Χριστὸν ἑνότητα ἡ τοῦ ἁγίου Πνεύματος χάρις ἐργάζεται, καὶ οὐκ ἔστι τὸν μὴ ἔχοντα Πνεῦμα ἅγιον γνωστῶς οἰκοῦντα ἐν αὐτῷ κοινωνίαν ἔχειν μετὰ τοῦ Χριστοῦ ἢ τὴν δόξαν αὐτοῦ γνωστῶς καθορᾶν, ἀλλ’ οὐδὲ τὰ θεῖα μυστήρια ὡς ἐκεῖνον αὐτὸν τὸν Χριστὸν καὶ Θεὸν δύναται νοερῶς καθορᾶν, ἀλλ’ ἢ μόνα τὰ αἰσθητῶς βλεπόμενα καὶ προκείμενα.

καὶ εἰκότως· καὶ γὰρ οἱ μὴ μετασχόντες θεότητος οὐδὲ ἰδεῖν ταύτην οὐδὲ κἂν ἐννοῆσαι δύνανται· οἱ δὲ μὴ πεῖραν ἐσχηκότες ἢ παθόντες ταῦτα, οὐδὲ συγγενεῖς Θεοῦ χρηματίζουσι, τὰ γὰρ ὑπὲρ νοῦν ὄντα καὶ διάνοιαν ὁ ὑπ’ ἐκείνων παραχθεὶς νοῦς ἡμῶν πῶς ἐννοεῖν δύναται, εἰ μὴ ὑπ’ ἐκείνων φωτισθῇ καὶ αὐτοῖς συναφθῇ καί, ὥσπερ ὑπ’ αὐτῶν τὸ εἶναι εἴληφεν, οὕτως καὶ τὸ ἐπιγνῶναι αὐτὸν καὶ κατιδεῖν ἐν ἀγνωσίᾳ γνωστῇ καὶ ἀθεάτῳ θέᾳ λαβεῖν καταξιωθῇ· οἱ δὲ μὴ γεγονότες τοιοῦτοι οὔτε Πνεῦμα ἅγιον ἔχουσιν οὔτε—μὴ πλανῶνται— Χριστοῦ εἰσιν. ἔσται οὖν αὐτοῖς τοῦτο σημεῖον ἀπλανές, ὅταν Πνεῦμα ἅγιον λάβωσι καὶ τοῦ Χριστοῦ γένωνται, ὃ τέθηκε πᾶσιν ἡμῖν ὁ θεῖος ἀπόστολος οὕτω λέγων· «Ὅπου Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία», ἐλευθερίαν λέγων τὴν ἐκ πάντων τῶν παθῶν καὶ ἐπιθυμιῶν κοσμικῶν τε καὶ σαρκικῶν τελείαν ἀπαλλαγήν, διὸ καὶ ἐπιφέρων λέγει· «Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις», καὶ αὖθις· «Εἰ δὲ Χριστὸς ἐν ἡμῖν, τὸ μὲν σῶμα νεκρὸν δι’ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην.»

Εἴ τις οὖν, ὦ πάτερ, μὴ ταῦτα πάντα καὶ τὰ προειρημένα ἐπίσταται ἐναργῶς γενόμενα εἰς αὐτόν, καθήσθω κατὰ μόνας καὶ ἑαυτὸν ἀποκλαιέτω, ὅτι οὔπω δοῦλος Χριστοῦ ἐγένετο, οὔπω τῆς αὐτοῦ μετέσχε δόξης τε καὶ θεότητος ἀλλ’ ἔτι ἐν ἀδήλῳ τὰ κατ’ αὐτὸν πέλουσι, καὶ φροντίσοι μᾶλλον τὰ περὶ αὐτοῦ ὁ τοιοῦτος καὶ τὰ τῶν ἄλλων ἐξερευνᾶν παύσοιτο· οὐδεὶς γὰρ ποτὲ ἐμπαθὴς ἀπαθῶς τὰς πράξεις τῶν ἀδελφῶν διακρῖναι δυνήσεται, ὡς οὐδὲ τυφλὸς δύναται τὰ αἰσθητὰ πράγματα κατιδεῖν κἂν ἐπὶ χεῖρας αὐτὰ κρατῇ.

ἀλλὰ παρακαλῶ τὴν σὴν ὁσιότητα εὔχεσθαι ὑπὲρ τῆς ἐμῆς ἀθλιότητος, εἰ μὴ δι’ ἄλλο τι, ἀλλὰ διὰ τὸν εἰπόντα· «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου καὶ τὸν πλησίον σου ὡς ἑαυτόν», πρέσβευε ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ τοῦ μεμισημένου διὰ Χριστόν, τοῦ δεδιωγμένου διὰ τὸ εὐσεβῶς ἐν Χριστῷ θέλειν με ζῆν, τοῦ κατακρινομένου ὑπὸ πάντων ὅτι μόνος ἐγὼ ἐκ πάντων εὑρίσκομαι τιμῶν τὸν πνευματικόν μου πατέρα τε καὶ διδάσκαλον, τοῦ ὡς αἱρετικοῦ παρ’ αὐτῶν φημιζομένου ὅτι διδάσκω πάντας τὴν χάριν ἐπιζητεῖν ἄνωθεν καὶ τὴν τοῦ ἁγίου Πνεύματος γνωστῶς ἐπιφοίτησιν καὶ ὅτι ἄνευ ταύτης οὐ συγχώρησις ἁμαρτημάτων οὐδὲ παθῶν καὶ ἐπιθυμιῶν ἀλλοτρίωσις, οὐχ υἱοθεσίας τιμή, οὐχ ἁγιασμὸς ὅλως ἐγγίνεται οὐδενὶ οὐδαμῶς τῶν βροτῶν, καὶ ὅτι οἱ τούτου μετέχοντες οὐ μόνον ἐλεύθεροί εἰσιν ἀπὸ πάντων ἐπιθυμιῶν καὶ παθῶν καὶ λογισμῶν ἀπρεπῶν ἀλλὰ καὶ θεοὶ ἐν Θεῷ εἰσι μένοντες καὶ ἔξω σαρκὸς καὶ κόσμου γεγόνασι, καὶ οὐ μόνον αὐτοὶ εἰσὶν ἅγιοι καὶ ὡς ἐν σώματι ἀσώματοι πέλουσιν ἀλλὰ καὶ πάντας ἄλλους πιστοὺς ὡς ἁγίους ὁρῶσι καὶ οὐχ ὡς ἁγίους μόνον ἀλλ’ ὡς «Χριστὸν ἐνδεδυμένους» καὶ χριστοὺς χρηματίζοντας, καὶ ὅτι ὁ μὴ τοιούτους κτησάμενος τοὺς τῆς καρδίας αὐτοῦ ὀφθαλμοὺς εὔδηλός ἐστιν ὅτι οὔπω γέγονεν ἐν τῷ φωτὶ τοῦ Χριστοῦ οὐδὲ μετέσχεν αὐτοῦ· οὕτως γὰρ τὸ τοῦ Χριστοῦ φῶς χαρίζεται πᾶσι βλέπεσθαι τοῖς διὰ μετανοίας καταξιουμένοις εἰσελθεῖν ἐν αὐτῷ.

ὁ γοῦν εἰς τοῦτο τὸ μέτρον ἐληλακὼς πάντας, ὡς εἴρηται, ὡς Χριστὸν ὁρᾷ ὡς Χριστὸν ἀγαπᾷ ὡς Χριστὸν τιμᾷ, καὶ οὐδενὸς καταφρονεῖ τῶν παρ’ ἡμῶν δοκούντων εἶναι εὐτελῶν καὶ μικρῶν, ἀλλ’ οὐδὲ μισεῖ οὐ λοιδορεῖ οὐ καταλαλεῖ οὐκ ἐνδιαβάλλει τινὰ οὐδὲ ἐνδιαβαλλόντων ἀκούειν ἀνέχεται.

Τοιοῦτοι γενώμεθα καὶ ἡμεῖς, ἀδελφοί, λέγω πρὸς αὐτούς, ἐπειδὴ εἰ μὴ τοιοῦτοι γενώμεθα, ἀδύνατον εἰς τὴν τῶν οὐρανῶν βασιλείαν ἡμᾶς εἰσελθεῖν· καὶ ὅτι ταῦτα λέγω καὶ τοιοῦτον γεγονέναι ἐν ἁγίῳ Πνεύματι τὸν ἐμὸν ἀνακηρύττω πατέρα, ὡς ὑπερήφανος καὶ βλάσφημος ὑπὸ πάντων καταγινώσκομαι, τοῦ διαβόλου καθ’ ἡμῶν τοὺς οἰκείους αὐτοῦ διεγείροντος καὶ πολεμοῦντος παῦσαι ἡμᾶς τὰ τοῦ εὐαγγελίου καὶ τῶν ἀποστόλων Χριστοῦ καὶ λόγοις δευτεροῦντας καὶ ἔργοις πράττοντας καὶ οἱονεὶ παλαιωθεῖσαν εἰκόνα καὶ ἀμαυρωθεῖσαν τοῦ εὐαγγελικοῦ βίου ἀνακαινίσαι σπουδάζοντας, ἵνα μὴ θαρροῦντες οἱ ἄνθρωποι ἄνευ τῆς τοῦ ἁγίου Πνεύματος μετουσίας καὶ χάριτος ἀλλὰ καὶ ἀπαθείας σωθῆναι, λάθωσιν ἑαυτοὺς τοῖς ἀπολλυμένοις συναριθμήσαντες.

ὑπὲρ ὧν οὖν μυρίας μοι ὀφείλουσι χάριτας ταῦτα προμαρτυρουμένῳ αὐτοῖς καὶ λέγοντι προτρεπομένῳ πρὸς τὸ τέλειον καταντῆσαι τῆς ἀρετῆς, ἐνδιαβάλλουσί με μᾶλλον καὶ μισοῦσι καὶ ἀποστρέφονται, λιμῷ τε καὶ δίψῃ τὸ καθ’ ἑαυτοὺς καὶ θανάτῳ παραδιδόασιν, ὅτι μὴ πλανῶ αὐτοὺς καὶ λέγω· Θαρσεῖτε, ἄνευ κόπων καὶ πόνων καὶ μετανοίας καὶ φυλακῆς ἀκριβοῦς τῶν ἐντολῶν τοῦ Θεοῦ ἅπαντες σωθησόμεθα —ἅπερ οἱ λέγοντες πᾶσαν τὴν τοῦ Χριστοῦ διδασκαλίαν καὶ τῶν ἀποστόλων αὐτοῦ ἀνατρέπουσιν· ἡμᾶς δὲ μὴ γένοιτο τοιαῦτα ἢ φρονῆσαι ἢ εἰπεῖν, ἀλλὰ τοῦτο λέγειν ἀεὶ πεπαρρησιασμένως τοῖς πᾶσιν, ὅτι ἐπειδὴ ὡς Θεὸν ἀληθῆ τὸν Χριστὸν καὶ τοὺς μαθητὰς αὐτοῦ δεχόμεθα, πάντως καὶ τοὺς λόγους αὐτῶν φυλάττειν ὀφείλομεν καὶ ἐπὶ «πάσῃ παρακοῇ καὶ παραβάσει» μετανοεῖν καὶ κλαίειν ἐν πόνῳ καρδίας κεχρεωστήκαμεν, εἴ γε καὶ τὸ εἶναι χριστιανοὶ ἀληθεῖς ἐπιποθοῦμεν καὶ τῶν ἐπηγγελμένων ἡμῖν παρὰ τοῦ Θεοῦ ἀγαθῶν βουλόμεθα ἐπιτεύξασθαι· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.