Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Ἐπιστολὴ περὶ ἐξομολογήσεως (Νόθος)

Συμεὼν ὁ Νέος Θεολόγος

Πρόλογος και η αναγκαιότητα της μετανοίας

Ο λόγος συγγραφής του έργου, η αξία των δωρεών του βαπτίσματος, οι συνέπειες της αμαρτίας και η ανάγκη ειλικρινούς εξομολόγησης σε διακριτικό πνευματικό ιατρό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 1 από 8

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Συμεὼν τοῦ νέου θεολόγου λόγος περὶ ἐξομολογήσεως πρός τινα γραφεὶς τέκνον αὐτοῦ, καὶ τίνες ἄρα εἰσὶν οἱ τὴν ἐξουσίαν τοῦ δεσμεῖν καὶ λύειν ἁμαρτήματα λαβόντες. Ἐπέταξας τῇ εὐτελείᾳ ἡμῶν πάτερ καὶ ἀδελφέ, ἐρωτηματικῶς εἰπεῖν σοι εἰ ἄρα ἐνδέχεται εἰς μονάζοντας τινὰς ἐξαγγέλλειν τὰς ἁμαρτίας αὐτῶν ἱερωσύνην μὴ ἔχοντας, προσθεὶς καὶ τοῦτο ὡς Ἀκούομεν τὴν τοῦ δεσμεῖν καὶ λύειν ἐξουσίαν τοῖς ἱερεῦσι δεδόσθαι. καὶ ταῦτα μὲν τὰ τῆς σῆς φιλοθέου ψυχῆς καὶ τοῦ διαπύρου φόβου καὶ πόθου τὰ ῥήματα καὶ ψυχωφελῆ ἐρωτήματα· ἡμεῖς δὲ ἀπεδεξάμεθά σου μὲν τὴν πρὸς τὰ καλὰ πρόθεσιν, ὅτι ζητεῖς μανθάνειν περὶ θείων καὶ ἱερῶν πραγμάτων, ἡμεῖς δὲ οὐχ οἷοί τε τοιαῦτα διακρίνειν καὶ γράφειν ἐσμέν, καὶ διὰ τοῦτο σιωπᾶν ἐβουλόμεθα· τὸ γὰρ «πνευματικοῖς πνευματικὰ συγκρίνειν» τῶν ἀπαθῶν καὶ ἁγίων ἐστὶν ἀνδρῶν, ὧν ἡμεῖς κατὰ πολὺ βίῳ καὶ λόγῳ καὶ ἀρετῇ μακρὰν διεστήκαμεν· ἀλλ’ ἐπεὶ «Ἐγγὺς Κύριος.»

ὡς γέγραπται, «τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ,» τοῦτον κἀγὼ ὁ ἀνάξιος ἐπικαλεσάμενος ἐν ἀληθείᾳ, ταῦτά σοι, οὐ δι’ ἐμῶν λόγων ἀλλ’ ἐξ αὐτῆς τῆς θείας καὶ θεοπνεύστου γραφῆς λέξω, οὐ διδάσκων ἀλλὰ τὰς μαρτυρίας περὶ τῶν ἐπερωτηθέντων μοι φέρων ἐξ αὐτῆς σοι, ἵνα ἐξ ἀμφοτέρων τῶν κρημνῶν τῇ τοῦ Θεοῦ χάριτι ἐμαυτὸν καὶ τοὺς ἀκούοντάς μου διατηρήσω, τοῦ τε «τοῦ τὸ τάλαντον κατακρύψαντος» καὶ τοῦ ἀναξίως τὰ θεῖα καὶ κενοδόξως, μᾶλλον δὲ ἐσκοτισμένως, ἐκτιθέντος δόγματα.

Πόθεν οὖν τὴν ἀρχὴν τοῦ λόγου ποιήσομαι, ἢ ἐκ τῆς ἀνάρχου τῶν πάντων ἀρχῆς; τοῦτο γὰρ ἄμεινον, ἵν’ ᾖ καὶ τὰ λεγόμενα βέβαια· οὐ γὰρ παρὰ ἀγγέλων ἐκτίσθημεν οὐδὲ παρὰ ἀνθρώπων ἐμάθομεν, ἀλλ’ ἐκ «τῆς ἄνωθεν σοφίας,» εἴτ’ οὖν τῆς διὰ τοῦ Πνεύματος χάριτος μυστικῶς ἐδιδάχθημεν καὶ καθ’ ὥραν ἀεὶ διδασκόμεθα, ἥντινα καὶ νῦν ἐπικαλεσάμενοι λέξομεν ὧδε, τὸν τρόπον πρότερον τῆς ἐξαγορεύσεως καὶ τὴν δύναμιν ἐξειπόντες.

Ἐξαγόρευσις τοίνυν οὐδὲν ἄλλο ἐστὶν ἢ χρεῶν ὁμολογία, εἴτ’ οὖν ἐπίγνωσις σφαλμάτων καὶ ἀφροσύνης ἰδίας κατάγνωσις, καθὼς ἐν εὐαγγελίοις παραβολικῶς εἶπεν ὁ Κύριος· «Δανειστῇ τινι,» φησίν, «ἦσαν δύο χρεωφειλέται, καὶ ὁ μὲν εἷς ὤφειλεν αὐτῷ δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα· μὴ ἐχόντων οὖν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο.» τοιγαροῦν ἅπας πιστὸς χρεώστης ὑπάρχει τοῦ ἰδίου δεσπότου καὶ Θεοῦ καί, ὃ παρ’ αὐτοῦ ἔλαβε, τοῦτο δὴ καὶ ἀπαιτηθῆναι μέλλει ἐπὶ τοῦ φοβεροῦ καὶ φρικτοῦ κριτηρίου αὐτοῦ, ὅτε «γυμνοὶ καὶ τετραχηλισμένοι» ἅπαντες, βασιλεῖς ὁμοῦ καὶ πτωχοὶ παριστάμεθα. τίνα δὲ εἰσὶ τὰ δοθέντα ἡμῖν παρ’ αὐτοῦ ἄκουσον· πολλὰ μὲν οὖν καὶ ἄλλα ἃ οὐδεὶς ἀνθρώπων ἰσχύσειεν ἀριθμῆσαι, τέως δὲ τὰ κρείττω καὶ τελεώτερα, τὴν ἐκ τῆς καταδίκης ἐλευθερίαν, τὸν ἐκ τοῦ μιασμοῦ ἁγιασμόν, τὴν ἐκ τοῦ σκότους εἰς τὸ ἀνεκλάλητον φῶς πρόοδον, τὸ τέκνα καὶ υἱοὺς αὐτοῦ καὶ κληρονόμους διὰ τοῦ θείου γενέσθαι βαπτίσματος, τὸ αὐτὸν τὸν Θεὸν ἐπενδύσασθαι, τὸ μέλη γενέσθαι αὐτοῦ καὶ τὸ ἅγιον Πνεῦμα λαβεῖν ἐνοικοῦν ἐν ἡμῖν, ὅπερ σφραγὶς ὑπάρχει βασιλικὴ ἐν ᾗ τὰ ἴδια πρόβατα σφραγίζει ὁ Κύριος, καὶ τί πολλὰ λέγω;

τὸ ὁμοίους καὶ ἡμᾶς αὐτοῦ ποιῆσαι καὶ ἀδελφοὺς καὶ συγκληρονόμους αὐτοῦ ἀπεργάζεσθαι· ταῦτα πάντα καὶ ἄλλα πλείονα τούτων τοῖς βαπτιζομένοις εὐθὺς ἀπὸ τοῦ θείου βαπτίσματος δίδονται, ἅτινα καὶ ὁ θεῖος ἀπόστολος θεῖον πλοῦτον καὶ κλῆρον κατονομάζει.

Αἱ δὲ ἐντολαὶ τοῦ δεσπότου ὥσπερ τῶν ἀπορρήτων τούτων χαρισμάτων καὶ δωρεῶν ἐδόθησαν φύλακες, αἳ δὴ ὥσπερ τεῖχος πάντοθεν περικυκλοῦσαι τὸν πιστὸν καὶ τὸν ἐναποκείμενον θησαυρὸν ἐν τῇ ψυχῇ ἄσπιλον διατηροῦσαι πᾶσιν ἐχθροῖς καὶ κλέπταις ποιοῦσιν ἀνεπιχείρητον. ἀλλὰ γὰρ νομίζομεν φυλάττεσθαι παρ’ ἡμῶν τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ ἐπὶ τούτῳ ἀχθόμεθα, ἀγνοοῦντες ὅτι παρ’ ἐκείνων ἡμεῖς φυλαττόμεθα· ὁ γὰρ τὰς τοῦ Θεοῦ τηρῶν ἐντολὰς οὐκ ἐκείνας ἀλλ’ ἑαυτὸν φυλάττει καὶ διατηρεῖ ἀπὸ τῶν ὁρωμένων καὶ ἀοράτων ἐχθρῶν περὶ ὧν, ὡς ἀναριθμήτων ὄντων καὶ φοβερῶν ὁ Παῦλος ἐδήλωσε λέγων· «Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους» τοῦ αἰῶνος τούτου, «πρὸς τὰ» πνεύματα «τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις,» τὰ ἐν τῷ ἀέρι δηλονότι τούτῳ, ἀφανῶς ἀεὶ παραταττόμενα καθ’ ἡμῶν. ὁ οὖν φυλάττων τὰς ἐντολὰς φυλάττεται παρ’ αὐτῶν, καὶ τὸν ἐμπιστευθέντα παρὰ Θεοῦ τούτῳ πλοῦτον οὐκ ἀπόλλυσιν· ὁ δὲ ἐκείνων καταφρονῶν γυμνὸς εὑρίσκεται τοῖς ἐχθροῖς καί, τὸν πλοῦτον ἀπολέσας ἅπαντα, ὑπόχρεως τῷ βασιλεῖ καὶ δεσπότῃ γίνεται πάντων ἐκείνων ὧν εἴπομεν, ὑπὲρ ὧν ἀνταποδοῦναί τι δυνατὸν οὐκ ἔστιν ἀνθρώπῳ· οὐράνια γάρ εἰσι, καὶ ποῦ οἱ λαβόντες καὶ ἀπολέσαντες εὑρεῖν πάλιν ταῦτα δυνήσονται;

ὄντως οὐδαμοῦ, ὡς οὐδὲ ὁ Ἀδὰμ ἤ τις τῶν ἐκείνου υἱῶν ἀνάκλησιν ἑαυτοῦ ἢ τῶν συγγενῶν ἴσχυσεν ἀπεργάσασθαι, εἰ μὴ ὁ ὑπὲρ φύσιν Θεὸς καὶ κατὰ σάρκα υἱὸς αὐτοῦ γεγονώς, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐλθὼν κἀκεῖνον καὶ ἡμᾶς τοῦ πτώματος ἐξήγειρε θεϊκῇ δυνάμει.

Ὁ δὲ μὴ πάσας τὰς ἐντολὰς ἀλλὰ τινὰς μὲν φυλάττειν δοκῶν τινὰς δὲ προδιδούς, γινωσκέτω ὅτι, κἂν μιᾶς ἀμελήσῃ, καὶ οὕτω τὸν πλοῦτον ὅλον ἀπόλλυσιν. ὑπόθου γάρ μοι δώδεκα ἄνδρας ἐνόπλους εἶναι τὰς ἐντολὰς καὶ μέσον αὐτῶν γυμνόν σε ὄντα φυλάττοντας· τούτους δὲ πάλιν ἄλλους μοι νόει περιστοιχοῦντας πάντοθεν καὶ ἐπικειμένους ἀντιπάλους πολεμιστὰς καὶ λαβεῖν σε ζητοῦντας καὶ κατασφάξαι εὐθύς· εἰ οὖν εἷς ἐκ τῶν δώδεκα θελήματι οἰκείῳ καταπέσειε καὶ τῆς φυλακῆς ἀμελήσειε καὶ ὡς θύραν ἀνεωγμένον τὸν τόπον αὐτοῦ τῷ ἀντιπάλῳ ἐάσει, τί τῶν λοιπῶν ἕνδεκα ἀνδρῶν τὸ ὄφελος ἔσται, τοῦ ἑνὸς μέσον εἰσελθόντος αὐτῶν καὶ σὲ ἀφειδῶς κατατέμνοντος, ὡς ἐκείνων μὴ ἐπιστραφῆναι δυναμένων πρὸς σὴν βοήθειαν; εἰ γὰρ καὶ ἐπιστραφῆναι θελήσουσι, κἀκεῖνοι ὑπὸ τῶν ἀντιδίκων ἀναλωθήσονται. οὕτως δὲ πάντως ἔσται καὶ ἐπὶ σοῦ τοῦ μὴ φυλάσσοντος τὰς ἐντολάς· ὑπὸ γὰρ ἑνὸς τρωθέντος σου ἐχθροῦ καὶ καταπεσόντος, πᾶσαι αἱ ἐντολαὶ ἀφίπτανται ἀπὸ σοῦ καὶ κατὰ μικρὸν τὴν ἰσχὺν ἀφαιρῇ.

ἄλλως δὲ ὡς ἀγγεῖον οἴνου πεπλησμένον ἢ ἐλαίου, εἰ καὶ μὴ πάντοθεν διατρηθῇ ἀλλ’ ἐξ ἑνὸς μέρους μιᾶς γενομένης ὀπῆς, ὅλον τὸ ἔνδον κατ’ ὀλίγον ἀπόλλυσιν, οὕτω καὶ ὁ μιᾶς ἀμελῶν ἐντολῆς κατὰ μικρὸν καὶ τῶν ἄλλων ἁπασῶν ἐκπίπτει, καθώς φησιν ὁ Χριστός· «Τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτοῦ,» καὶ πάλιν· Ὁ λύσας μίαν τῶν ἐντολῶν τούτων καὶ διδάξας, διὰ τῆς παραβάσεως δηλονότι, οὕτω τοὺς ἀνθρώπους ποιεῖν ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, καὶ ὁ Παῦλος· «ᾯ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται,» καὶ πάλιν· «Τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία,» καὶ οὐκ εἶπεν ὅτι ἥδε ἢ ἥδε, ἀλλὰ οἵα δ’ ἂν καὶ εἴη ἡ ἁμαρτία, αὕτη κέντρον τοῦ θανάτου ἐστίν· κέντρον δὲ θανάτου τὴν ἁμαρτίαν καλεῖ ὅτι οἱ τιτρωσκόμενοι θνήσκουσιν· ἔστιν οὖν πᾶσα ἁμαρτία πρὸς θάνατον, ἅπαξ γὰρ ὁ ἁμαρτήσας, ὡς ὁ Παῦλος φησίν, ἤδη τέθνηκεν, ὑπόδικος γεγονὼς χρέους καὶ τραυματίας ἐαθεὶς ὑπὸ τῶν λῃστῶν κείμενος.

ὁ οὖν ἀποθανών, τί ἄλλο εἰ μὴ τὸ ἀναστῆναι ἐπιποθεῖ, καὶ ὁ χρεωστῶν καὶ μὴ ἔχων ἀποδοῦναι, τὸ λύσιν τοῦ χρέους λαβεῖν καὶ μὴ εἰς φυλακὴν βληθῆναι ἕως ἂν τὸ ὄφλημα ἀποδῷ, ὅπερ καὶ διὰ τὸ μὴ ἔχειν, οὐδέποτε τῆς αἰωνίου φυλακῆς εἴτ’ οὖν σκότους ὑπεξελεύσεται· οὕτως καὶ ὁ ὑπὸ τῶν λῃστῶν συντριβεὶς πάντως ἰατρὸν ζητεῖ πρὸς αὐτὸν ἐλθεῖν συμπαθῆ τε καὶ εὔσπλαγχνον, οὐ γὰρ ἔχει ζέοντα τὸν τοῦ Θεοῦ φόβον ἐν ἑαυτῷ, ἵνα πρὸς τὸν ἰατρὸν ἐκεῖνος μᾶλλον πορεύσηται, ἀλλ’ ὑπὸ τῆς καταφρονήσεως τὴν τῆς ψυχῆς δύναμιν ἐκλυθεὶς κεῖται θέαμα φρικτὸν καὶ ἐλεεινὸν τοῖς ὁρῶσι καλῶς, μᾶλλον δὲ πνευματικῶς, τὰ ψυχικὰ παραπτώματα.

Ὁ τοίνυν δοῦλος γεγονὼς διὰ τῆς ἁμαρτίας τῷ διαβόλῳ, «Οὐκ οἴδατε» γάρ, φησιν, «ὅτι δοῦλοι ἐστὲ ᾧ ὑπακούετε, εἴτε δικαιοσύνης εἰς δικαιοσύνην εἴτε ἀνομίας εἰς ἀνομίαν.» καταπάτημα τοῖς ἐχθροῖς γεγονὼς καὶ γυμνὸς τῆς βασιλικῆς ἀλουργίδος, ἀντὶ τέκνον δὲ Θεοῦ τέκνον τοῦ διαβόλου γενόμενος, τί διαπράξεται ἵνα πάλιν ἐν κατασχέσει γένηται ὧνπερ ἐξέπεσε; πάντως ὅτι μεσίτην καὶ φίλον Θεοῦ ζητήσει καὶ δυνατὸν εἰς τὸ ἀποκαταστῆσαι αὐτὸν εἰς τὸ πρότερον καὶ τῷ Πατρὶ καὶ Θεῷ καταλλάξαι αὐτόν. ὁ γὰρ τῷ Χριστῷ κολληθεὶς διὰ τῆς χάριτος καὶ μέλος αὐτοῦ γεγονὼς καὶ υἱοθετηθεὶς αὐτῷ, εἴτα τοῦτον ἀφεὶς «ὥσπερ κύων εἰς τὸν ἴδιον ἔμετον ἐπιστρέψει» καὶ ἢ πόρνῃ γυναικὶ συμπλακῇ ἢ ἑτέρῳ σώματι συναφθῇ, ὡς τὸν Χριστὸν ἀτιμάσας καὶ ἐνυβρίσας μετὰ τῶν ἀπίστων κατακρίνεται, ἐπειδὴ κατὰ τὸν θεῖον ἀπόστολον «σῶμα Χριστοῦ ἐσμὲν καὶ μέλη ἐκ μέρους», ὁ οὖν συμπλεκόμενος τῇ πόρνῃ «τὰ μέλη τοῦ Χριστοῦ μέλη πόρνης ποιεῖ», ὁ δὲ τοιαῦτα πεπραχὼς καὶ οὕτω παροργίσας τὸν δεσπότην αὐτοῦ καὶ Θεὸν οὐ δύναται ἄλλως καταλλαγῆναι Θεῷ, εἰ μὴ διὰ μεσίτου ἀνδρὸς ἁγίου καὶ φίλου Χριστοῦ καὶ διὰ τῆς ἀποφυγῆς τοῦ κακοῦ.

Διὰ τοῦτο φύγωμεν τὴν ἁμαρτίαν πρῶτον· εἰ γὰρ καὶ ταύτης τῷ βέλει τρωθῶμεν, ἀλλὰ μὴ ἐγχρονίσωμεν τῷ ἰῷ ταύτης ὡς μέλιτι γλυκαινόμενοι, μηδὲ ὡς ἄρκτος πληγεῖσα τὸ τραῦμα μεῖζον διὰ τῆς αὐτοῦ πράξεως ἐργασώμεθα, ἀλλ’ εὐθὺς πρὸς τὸν πνευματικὸν ἰατρὸν δράμωμεν καὶ τὸν ἰὸν τῆς ἁμαρτίας διὰ τῆς ἐξαγορεύσεως ἐξεμέσωμεν, τὸ δηλητήριον αὐτῆς ἀποπτύσαντες καὶ ὡς ἀντιφάρμακον τὰ διδόμενα τῆς μετανοίας ἐπιτίμια σπουδαίως παρ’ αὐτοῦ λάβωμεν καὶ μετὰ πίστεως θερμῆς ἐπιτελεῖν ταῦτα μετὰ φόβου Θεοῦ ἀγωνισώμεθα.

πάντες γὰρ οἱ τὸν ἐμπιστευθέντα πλοῦτον αὐτοῖς κενώσαντες ἅπαντα καὶ μετὰ πορνῶν καὶ τελωνῶν τὴν πατρικὴν οὐσίαν καταναλώσαντες καὶ ὑπὸ πολλῆς αἰσχύνης τὸ συνειδὸς αὐτῶν κάτω νεῦον καὶ μὴ ἀνανεῦσαι δυνάμενον ἔχοντες, ἀπαρρησίαστοι ὄντες, ζητοῦσιν εἰκότως ἄνθρωπον Θεοῦ ἀνάδοχον γενέσθαι τοῦ χρέους αὐτῶν, ἵνα δι’ αὐτοῦ προσέλθωσιν αὐτῷ· ὅπερ ὡς οἶμαι γενέσθαι ἀδύνατον ἄνευ μετανοίας εἰλικρινοῦς καὶ ἐπιπόνου τοῦ μέλλοντος ἢ καὶ βουλομένου καταλλαγῆναι Θεῷ· οὐδὲ γὰρ ἠκούσθη ποτὲ ἢ ἐν τοῖς θεοπνεύστοις γέγραπται γραφαῖς, ἵνα τις ἀναδέξηται ἁμαρτίας ἑτέρου καὶ ὑπὲρ αὐτῶν ἐκεῖνος ἀπολογήσηται, μὴ ἀξίως τῆς μετανοίας τοῦ ἡμαρτηκότος πρῶτον καὶ ἀναλόγως τοῦ εἴδους τῆς ἁμαρτίας ἐνδειξαμένου καὶ καταβαλλομένου τοὺς πόνους καὶ πεποιηκότος αὐτῆς τοὺς καρπούς, φησὶ γὰρ ἡ πρόδρομος τοῦ Λόγου φωνή· «Ποιήσατε καρποὺς ἀξίους τῆς μετανοίας καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς· πατέρα ἔχομεν τὸν Ἁβραάμ», ἐπειδὴ καὶ αὐτὸς ὁ Κύριος ἡμῶν περὶ τῶν ἀνοήτως διακειμένων οὕτως ἔφη· Ἀμὴν λέγω ὑμῖν, κἂν Μωσῆς κἂν Δανιὴλ στήσωνται ὥστε ἐξελέσθαι υἱοὺς αὐτῶν καὶ θυγατέρας, οὐ μὴ ἐξέλωνται.

Τί οὖν ποιήσομεν ἢ τίνα τρόπον πρὸς ἄφεσιν τοῦ χρέους καὶ ἀνάκλησιν τοῦ πτώματος οἱ μετανοῆσαι βουλόμενοι ἐπινοησόμεθα; Θεοῦ δίδοντος, ἀκούσατε· μεσίτην καὶ ἰατρὸν καὶ σύμβουλον ἀγαθὸν ἐκζητήσατε, ἵνα μετανοίας μὲν τρόπους τῇ ἀγαθῇ συμβουλῇ ὑμῖν ἁρμοζόντως ὑπόθηται ὡς σύμβουλος ἀγαθός, ὡς ἰατρὸς δὲ φάρμακον ἑκάστῳ κατάλληλον τραύματι ἐπιδώσει ὑμῖν, ὡς δὲ μεσίτης δι’ εὐχῆς καὶ τῆς πρὸς Θεὸν ἐντεύξεως ἐνώπιον αὐτοῦ ἐκείνου «πρόσωπον πρὸς πρόσωπον» παραστὰς ὑπὲρ σοῦ τὸ θεῖον ἐξιλεώσηται. μὴ οὖν κόλακα ἢ κοιλιόδουλον εὑρεῖν σύμβουλον καὶ σύμμαχον ἀγωνίσῃ, ἵνα μὴ τῷ σῷ συνερχόμενος θελήματι, οὐχὶ ἃ ὁ Θεὸς ἀγαπᾷ ἀλλ’ ἅπερ σὺ ἀναδέχῃ ταῦτα διδάξει σε καὶ μείνῃς πάλιν ὄντως ἐχθρὸς ἀκατάλλακτος, μηδὲ ἄπειρον ἰατρὸν ὡς ἂν μὴ τῇ πολλῇ ἀποτομίᾳ καὶ ταῖς ἀκαίροις τομαῖς τε καὶ καύσεσιν εἰς ἀπογνώσεως θάνατον παραπέμψῃ σε, ἢ πάλιν τῇ ὑπερμέτρῳ συμπαθείᾳ νοσοῦντα ἐάσει σε καὶ ὑγιαίνειν οἰόμενον, τὸ δεινότατον, τῇ αἰωνίᾳ παραδώσει σε κολάσει, ὡς οὐκ ἐλπίζεις· τοῦτο γὰρ ἡ ἐνταῦθα νόσος τῆς ψυχῆς συναποθνήσκουσα ἡμῖν προξενεῖ. «