Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Ἐπιστολὴ περὶ ἐξομολογήσεως (Νόθος)

Συμεὼν ὁ Νέος Θεολόγος

Η εξουσία της αφέσεως των αμαρτιών και η μεταβίβασή της

Η ιστορική αναδρομή του χαρίσματος του δεσμείν και λύειν από τον Χριστό στους Αποστόλους και κατόπιν στους καθαρούς μοναχούς, με κριτήριο την έλλαμψη του θείου φωτός.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 2 από 8

μεσίτην δὲ Θεοῦ καὶ ἀνθρώπων» οὐκ οἶμαι οὕτως ἁπλῶς εὑρίσκεσθαι· «οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραήλ», ἀλλ’ οἱ κατὰ τὸ ὄνομα καὶ αὐτὴν τὴν τοῦ ὀνόματος δύναμιν ἐναργῶς ἐπιστάμενοι καὶ νοῦς ὄντες ὁρῶντες τὸν Θεόν· οὐδὲ πάντες οἱ τὸ τοῦ Χριστοῦ καλούμενοι ὄνομα ὄντως χριστιανοί, «Οὐ γὰρ πᾶς ὁ λέγων μοι Κύριε Κύριε», φησὶν ὁ Χριστός, «εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου», ὥσπερ καὶ πάλιν· «Πολλοί», φησίν, «ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐροῦσί μοι· Κύριε, οὐ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλλομεν;» καὶ ἐρῶ αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς, ἀπέλθετε ἀπ’ ἐμοῦ ἐργάται τῆς ἀνομίας.

Διὰ τοῦτο οὖν προσέχειν δεῖ πάντας ἡμᾶς, ἀδελφέ, τούς τε μεσιτεύοντας τοὺς ἁμαρτήσαντας καὶ αὐτοὺς τοὺς βουλομένους καταλλαγῆναι Θεῷ, ἵνα μήτε οἱ μεσιτεύοντες ὀργὴν ἀντὶ μισθοῦ ἐπισπάσωνται, μήτε οἱ προσκεκρουκότες καὶ καταλλαγῆναι σπουδάζοντες, ἐχθρῷ καὶ φονεῖ καὶ πονηρῷ συμβούλῳ ἀντὶ μεσίτου ἐντύχωσιν· οἱ γὰρ τοιοῦτοι μετὰ ἀπειλῆς φρικτῆς ἀκούσονται· «Τίς ὑμᾶς κατέστησεν ἄρχοντας καὶ δικαστὰς» τοῦ λαοῦ μου; καὶ πάλιν· «Ὑποκριτὰ ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου», δοκὸς δέ ἐστι πάθος ἓν ἢ ἐπιθυμία τις ἐπισκοτοῦσα τὸν ὀφθαλμὸν τῆς ψυχῆς, καὶ αὖθις· «Ἰατρὲ θεράπευσον σεαυτόν», καὶ πάλιν· «Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; σὺ δὲ ἐμίσησας παιδείαν καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω», καὶ ὁ Παῦλος φησί· «Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει, δυνατὸς δέ ἐστιν ὁ Θεὸς» διὰ τοῦ δούλου αὐτοῦ «στῆσαι αὐτόν».

Διὰ ταῦτα τοιγαροῦν πάντα φρίττω καὶ τρέμω, ἀδελφοὶ καὶ πατέρες μου, καὶ παρακαλῶ πάντας ὑμᾶς, ἐξασφαλιζόμενος καὶ ἐμαυτὸν διὰ τῆς πρὸς ὑμᾶς παρακλήσεως, μὴ καταφρονητικῶς ἔχειν περὶ τὰ θεῖα ταῦτα καὶ φρικτὰ τοῖς πᾶσι μυστήρια, μηδὲ παίζειν ἐν οὐ παικτοῖς, μηδὲ κατὰ τῆς ψυχῆς ἡμῶν, διὰ κενοδοξίαν ἢ φιλοδοξίαν ἢ ἐμπορίαν ἢ ἀναισθησίαν, γίνεται γὰρ καὶ διὰ τὸ ῥαββὶ καὶ πατέρες καλεῖσθαι ἀλλοτρίους ἀναδέχεσθαι λογισμούς, μὴ παρακαλῶ μὴ ἀναισχύντως οὕτως ἁπλῶς τὴν τῶν ἀποστόλων ἀξίαν ἁρπάζωμεν, ἀπὸ τοῦ ἐπὶ γῆς ὑποδείγματος παιδευόμενοι. εἰ γὰρ τῷ ἐκπροσωποῦντι τῷ ἐπιγείῳ βασιλεῖ ἐξομοιωθῆναί τις τολμήσει κατὰ αὐθάδειαν καὶ τὰ ἐκείνῳ ἐμπιστευθέντα κρατεῖν λάθρα φωραθῇ ἢ καὶ φανερῶς, αὐτὸς καὶ οἱ αὐτοῦ συμμύσται τιμωρίαις ἐσχάταις εἰς φόβον τῶν ἄλλων καθυποβάλλονται· τί πείσονται εἰς τὸ μέλλον οἱ τὴν ἀξίαν τῶν ἀποστόλων ἀναξίως ἁρπάζοντες;

ἀλλὰ γὰρ μηδὲ μεσίται τῶν λοιπῶν, πρὸ τοῦ πλησθῆναι ὑμᾶς Πνεύματος ἁγίου, γενέσθαι θελήσητε, καὶ πρὸ τοῦ γνωρίσαι καὶ φιλιωθῆναι ὑμᾶς ἐν αἰσθήσει ψυχῆς τῷ βασιλεῖ τῶν ἁπάντων, ἐπειδὴ οὐδὲ πάντες οἱ τὸν ἐπίγειον βασιλέα γνωρίζοντες, καὶ τοὺς ἄλλους εἰς αὐτὸν δύνανται μεσιτεύειν· ὀλίγοι γὰρ λίαν τοῦτο δύνανται ποιεῖν, οἵτινες ἐξ ἀρετῆς καὶ ἱδρώτων ἤτοι δουλειῶν αὐτῶν τὴν πρὸς αὐτὸν παρρησίαν ἐκτήσαντο, καὶ οὐχὶ μεσίτου κἀκεῖνοι δεόμενοι, ἀλλὰ στόμα πρὸς στόμα συλλαλοῦντες τῷ βασιλεῖ.

Οὐ φυλάξομεν τοιγαροῦν καὶ ἐπὶ Θεῷ ταύτην τὴν τάξιν, πατέρες καὶ ἀδελφοί; οὐ τιμήσομεν τὸν ἐπουράνιον βασιλέα κἂν ἶσον τοῦ ἐπιγείου. ἀλλ’ ἑαυτοῖς τὴν ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων καθέδραν καὶ πρὸ τοῦ αἰτήσασθαι καὶ λαβεῖν προαρπάσαντες χαρισόμεθα; ὢ τῆς τόλμης, ποία αἰσχύνη ἡμᾶς καταλάβοι· εἰ γὰρ μὴ δι’ ἄλλο τι ἐγκληθησόμεθα, ἀλλά γε διὰ τοῦτο μόνον μετὰ ἀτιμίας ὡς καταφρονηταὶ καὶ τῆς προεδρίας στερηθησόμεθα καὶ «εἰς τὸ πῦρ» ἀπορριφησόμεθα «τὸ ἄσβεστον». ἀλλ’ ἀρκεῖ ταῦτα πρὸς νουθεσίαν τῶν προσέχειν ἑαυτοῖς βουλομένων, τούτου γὰρ χάριν καὶ παρεκβατικώτερον τῆς προκειμένης ὑποθέσεως τὸν λόγον πεποιήκαμεν· ἡμεῖς δὲ εἴπωμεν ἄρτι ὅ,τι τέκνον μαθεῖν ἐπεζήτησας.

Ὅτι γὰρ ἐνδέχεται εἰς μοναχὸν ἱερωσύνην μὴ ἔχοντα ἐξαγγέλλειν ἡμᾶς, τοῦτο, ἀφ’ οὗ τὸ τῆς μετανοίας ἔνδυμά τε καὶ πρόσχημα ἐκ Θεοῦ ἐδωρήθη τῇ κληρονομίᾳ αὐτοῦ καὶ μοναχοὶ ὠνομάσθησαν, ἐπὶ πάντας εὑρήσεις γενόμενον, καθὼς ἐν ταῖς θεοπνεύστοις τῶν πατέρων γραφαῖς ἐγγράφεται, ἐν αἷς ἐγκύψας εὑρήσεις ὡς ἀληθῆ τὰ λεγόμενα. πρὸ δὲ τούτων ἀρχιερεῖς μόνοι τοῦ δεσμεῖν καὶ λύειν κατὰ διαδοχὴν τὴν ἐξουσίαν ὡς ἐκ τῶν θείων ἀποστόλων ἐλάμβανον· τοῦ χρόνου δὲ προϊόντος καὶ τῶν ἀρχιερέων ἀχρειουμένων, εἰς ἱερεῖς βίον ἔχοντας ἄμωμον καὶ χάριτος θείας ἀξιωμένους ἡ φρικτὴ ἐγχείρησις αὕτη προβέβηκεν· εἶτα καὶ τούτων ἀναμὶξ γενομένων, τῶν ἱερέων ὁμοῦ καὶ ἀρχιερέων τῷ λοιπῷ ἐξομοιουμένων λαῷ καὶ πολλῶν ὡς καὶ νῦν περιπιπτόντων πνεύμασι πλάνης καὶ ματαίαις κενοφωνίαις καὶ ἀπολλυμένων, μετήχθη ὡς εἴρηται εἰς τὸν ἐκλεκτὸν λαὸν τοῦ Χριστοῦ, λέγω δὴ τοὺς μοναχούς, οὐκ ἐκ τῶν ἱερέων ἢ ἀρχιερέων ἀφαιρεθεῖσα, ἀλλὰ ταύτης ἑαυτοὺς ἐκείνων ἀλλοτριωσάντων·

Πᾶς γὰρ ἱερεὺς μεσίτης Θεοῦ καὶ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν, ὡς ὁ Παῦλος φησί, καὶ ὀφείλει ὥσπερ ὑπὲρ τοῦ λαοῦ, οὕτως καὶ ὑπὲρ ἑαυτοῦ προσφέρειν θυσίαν. ἀλλ’ ἀνωτέρω τοῦ λόγου ἀρξώμεθα καὶ ἴδωμεν πόθεν καὶ πῶς καὶ τίσιν ἐξ ἀρχῆς ἡ ἐξουσία αὕτη τοῦ ἱερουργεῖν καὶ δεσμεῖν καὶ λύειν ἐδόθη, καὶ κατὰ τάξιν, ὅπερ ἠρώτησας, οὕτω καὶ σαφὴς ἡ λύσις γενήσεται, οὐ σοὶ μόνον ἀλλὰ καὶ πᾶσιν ἄλλοις ἀνθρώποις.

Τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν εἰπόντος τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα ὅτι «Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου», ἀκούσαντες οἱ Ἑβραῖοι ἔλεγον· Βλασφημίαν οὗτος λαλεῖ, «τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ Θεός;» οὕτως οὐδέπω ἄφεσις ἐδίδοτο ἁμαρτιῶν, οὐ παρὰ προφητῶν, οὐ παρὰ ἱερέων, οὐ παρὰ τῶν τότε πατριαρχῶν τινός· διὸ καὶ ὡς καινοῦ τινος δόγματος καὶ πράγματος παραδόξου κηρυσσομένου, οἱ γραμματεῖς ἐδυσχέραινον, ὁ δὲ Κύριος οὐκ ἐμέμψατο αὐτοὺς τούτου γε ἕνεκα, ἀλλὰ μᾶλλον ὃ ἠγνόουν ἐδίδαξεν, ὡς Θεὸν ἑαυτὸν δείξας καὶ οὐχ ὡς ἄνθρωπον τὴν ἄφεσιν τῶν ἡμαρτημένων δωρούμενον, φησὶ γὰρ πρὸς αὐτούς· «Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας», λέγει «τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα· Ἔκτεινον τὴν χεῖρά σου, καὶ ἐξέτεινε καὶ ἀπεκατέστη ὑγιὴς ὡς ἡ ἄλλη», διὰ τοῦ ὁρωμένου θαύματος τὸ μεῖζον καὶ ἀόρατον πιστωσάμενος.

οὕτως τὸν Ζακχαῖον, οὕτως τὴν πόρνην, οὕτως τὸν Ματθαῖον ἀπὸ τοῦ τελωνείου, οὕτως τὸν Πέτρον τρὶς ἀρνησάμενον, οὕτως τὸν παραλυτικὸν ὃν ἰασάμενος καὶ μετὰ ταῦτα εὑρὼν εἶπεν· «Ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε ἵνα μὴ χεῖρόν τί σοι γένηται», τοῦτο δὲ εἰπὼν ἔδειξεν ὅτι δι’ ἁμαρτίας εἰς τὴν νόσον ἐκείνην ἐνέπεσεν, καὶ ταύτης ἀπαλλαγεὶς ἔλαβε καὶ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν αὐτοῦ· οὐ χρόνων δεηθέντος τούτων τινὸς πολλῶν, οὐ νηστείας, οὐ χαμευνίας, ἀλλ’ ἢ μόνον ἐπιστροφῆς καὶ πίστεως ἀδιστάκτου καὶ ἐκκοπῆς τοῦ κακοῦ καὶ μετανοίας ἀληθινῆς καὶ δακρύων πολλῶν, ὡς ἡ πόρνη καὶ ὁ Πέτρος «κλαύσας πικρῶς». ἐντεῦθεν ἡ ἀρχὴ τοῦ μεγάλου τούτου δώρου καὶ Θεῷ μόνῳ πρέποντος, ὃ καὶ μόνος ἐκέκτητο. εἶτα τοῖς μαθηταῖς ἀντ’ ἐκείνου καταλιμπάνει τὸ τοιοῦτον χάρισμα, μέλλων καὶ πρὸς τὸν οὐρανὸν ἀνελθεῖν· πῶς τὴν ἀξίαν ταύτην καὶ ἐξουσίαν αὐτοῖς ἐπιδέδωκε, καταμάθωμεν, καὶ τίνας καὶ πόσους· τοὺς ἕνδεκα προκρίτους, «κεκλεισμένων τῶν θυρῶν», καὶ συνηγμένων ἔνδον ὁμοῦ, εἰσελθὼν γὰρ καὶ «στὰς ἐν μέσῳ αὐτῶν ἐνεφύσησε» καὶ φησί· «Λάβετε Πνεῦμα ἅγιον, ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε κεκράτηνται», καὶ οὐδὲν περὶ ἐπιτιμίων αὐτοῖς τέως ἐντέλλεται, ὡς παρὰ τοῦ ἁγίου Πνεύματος διδάσκεσθαι μέλλοντας.

Ὡς οὖν εἴρηται, κατὰ διαδοχὴν οἱ ἅγιοι ἀπόστολοι τὴν ἐξουσίαν ταύτην μετέπεμπον πρὸς τοὺς καὶ τὸν θρόνον ἐπέχοντας αὐτῶν, ὡς τῶν γε λοιπῶν οὐδεὶς οὐδὲ ἐννοῆσαί τι τοιοῦτον ἐτόλμα, οὕτως ἐφύλαττον μετὰ ἀκριβείας οἱ μαθηταὶ τοῦ Κυρίου τὸ δίκαιον τῆς ἐξουσίας ταύτης.

ἀλλ’ ὡς εἴπομεν, προϊόντος τοῦ χρόνου συνεχύθησαν καὶ συνεφύρησαν τοῖς ἀξίοις οἱ ἀνάξιοι καὶ ἄλλος ἄλλου προέχειν ἐφιλονείκουν· ἀφ’ οὗ γὰρ οἱ τοὺς θρόνους τῶν ἀποστόλων ἐπέχοντες σαρκικοὶ καὶ φιλήδονοι καὶ φιλόδοξοι κατεφάνησαν καὶ εἰς αἱρέσεις ἐξέκλιναν, ἐγκατέλιπεν αὐτοὺς καὶ ἡ θεία χάρις, καὶ ἡ ἐξουσία αὕτη ἐκ τῶν τοιούτων ἀφῄρηται· διὸ καὶ πάντα τὰ ἄλλα ἃ οἱ ἱερουργοῦντες ἔχειν ὀφείλουσιν ἀφέμενοι, τοῦτο μόνον ἀπαιτοῦνται ἔχειν, τὸ ὀρθόδοξον, οἶμαι δὲ οὐδὲ τοῦτο, οὐδὲ γὰρ ὁ μὴ παρεισφέρων νεωστὶ δόγμα εἰς τὴν ἐκκλησίαν τοῦ Θεοῦ οὗτος ὀρθόδοξος, ἀλλ’ ὁ βίον τῷ ὀρθῷ λόγῳ κεκτημένος συνᾴδοντα· τοῦτον δὲ καὶ τὸν τοιοῦτον οἱ κατὰ καιροὺς πατριάρχαι καὶ μητροπολῖται, ἢ ζητήσαντες οὐκ ἐπέτυχον, ἢ εὑρόντες, τὸν ἀνάξιον μᾶλλον ἀντ’ ἐκείνου προετιμήσαντο, τοῦτο μόνον αὐτὸν ἀπαιτήσαντες, τὸ ἐγγράφως ἐκθέσθαι τὸ τῆς πίστεως σύμβολον, καὶ τοῦτο μόνον ἀποδεχόμενοι, τὸ μήτε ὑπὲρ τοῦ ἀγαθοῦ ζηλωτὴν εἶναι μήτε διὰ τὸ κακὸν τινὶ ἀντιμάχεσθαι, εἰρήνην ὥσπερ ἐντεῦθεν τῇ ἐκκλησίᾳ περιποιούμενοι, ὃ χεῖρον πάσης ἔχθρας ἐστὶ καὶ μεγάλης ἀκαταστασίας αἴτιον.

Ἐκ τούτου οὖν οἱ ἱερεῖς ἠχρειώθησαν καὶ γεγόνασιν ὡς ὁ λαός, ὡς ὁ Κύριος ἔφη· οὐ γὰρ ἐλέγχοντες καὶ σφίγγοντες καὶ ἀναστέλλοντες, ἀλλὰ συγγινώσκοντες μᾶλλον καὶ συγκαλύπτοντες ἀλλήλων τὰ πάθη, ἐγένοντο χείρους μὲν αὐτοὶ τοῦ λαοῦ, χείρων δὲ αὐτῶν ὁ λαός, τινὲς δὲ τοῦ λαοῦ καὶ κρείττονες ἀπεφάνθησαν μᾶλλον τῶν ἱερέων, ἐν τῷ ἐκείνων ἀφεγγεῖ ζόφῳ ὡς ἄνθρακες οὗτοι φαινόμενον εἰ γὰρ ἐκεῖνοι κατὰ τὸν λόγον τοῦ Κυρίου ὡς ἀστέρες ἔλαμπον τῷ βίῳ καὶ ὡς ὁ ἥλιος, οὐδ’ ἂν ὡρῶντο οἱ ἄνθρακες διαυγάζοντες ἀλλ’ ὑπὸ τοῦ τρανωτέρου φωτὸς ἠμαυρωμένοι ἐδείκνυντο ἄν. ἐπεὶ δὲ τὸ πρόσχημα μόνον καὶ τὸ τῆς ἱερωσύνης ἔνδυμα ἐν τοῖς ἀνθρώποις ἐναπελείφθη, τῆς τοῦ Πνεύματος δωρεᾶς ἐπὶ τοὺς μοναχοὺς μεταβάσης καὶ διὰ τῶν σημείων γνωριζομένης, ὡς τὸν βίον τῶν ἀποστόλων διὰ τῶν πράξεων μετερχομένους, κἀκεῖ πάλιν ὁ διάβολος τὰ οἰκεῖα εἰργάσατο· ἰδὼν γὰρ αὐτοὺς ὅτι ὡς νέοι τινὲς μαθηταὶ τοῦ Χριστοῦ αὖθις ἀνεδείχθησαν ἐν τῷ κόσμῳ καὶ τῷ βίῳ καὶ τοῖς θαύμασιν ἔλαμψαν, τοὺς ψευδαδέλφους καὶ τὰ ἴδια σκεύη τούτοις ἀνέμιξε, καὶ κατὰ μικρὸν πληθυνθέντες ὡς ὁρᾷς ἠχρειώθησαν καὶ γεγόνασι μοναχοὶ πάμπαν ἀμόναχοι.

οὔτε οὖν τοῖς τῷ σχήματι μοναχοῖς, οὔτε τοῖς κεχειροτονημένοις καὶ εἰς ἱερωσύνης ἐγκαταλεγεῖσι βαθμόν, οὔτε τοῖς τῷ τῆς ἀρχιερωσύνης τετιμημένοις ἀξιώματι, πατριάρχαις φημὶ καὶ μητροπολίταις καὶ ἐπισκόποις, ἁπλῶς οὕτως καὶ διὰ μόνην τὴν χειροτονίαν καὶ τὴν ταύτης ἀξίαν, τὸ ἀφιέναι ἁμαρτίας ἀπὸ Θεοῦ δέδοται, ἄπαγε· ἱερουργεῖν γὰρ μόνον αὐτοῖς ἐκκεχώρηται, οἶμαι δὲ οὐδ’ αὐτὸ τοῖς πολλοῖς αὐτῶν, ἵνα μὴ χόρτος ὄντες ἐκεῖθεν κατακαυθήσονται, ἀλλὰ μόνοις ἐκείνοις ὅσοις ἐν ἱερεῦσι καὶ ἀρχιερεῦσι καὶ μοναχοῖς τὸ συγκαταριθμεῖσθαι ἐστὶ τοῖς τῶν μαθητῶν τοῦ Χριστοῦ χοροῖς διὰ τὴν ἁγνότητα.

Πόθεν οὖν αὐτοί τε οἱ τοῖς εἰρημένοις ἐγκαταλεγέντες καὶ οἱ αὐτοὺς ἐκζητοῦντες τούτους ἀκριβῶς ἐπιγνώσονται; ὅθεν ὁ Κύριος ἐδίδαξεν οὕτως εἰπών· «Σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι, γλώσσαις λαλήσουσι καιναῖς»—ὅπερ ἐστὶν ἡ θεόπνευστος διδασκαλία τοῦ λόγου—«ὄφεις ἀροῦσι, κἂν θανάσιμόν τι πίωσιν οὐ μὴ αὐτοὺς βλάψῃ», καὶ πάλιν· «Τὰ ἐμὰ πρόβατα τῆς φωνῆς μου ἀκούει», καὶ πάλιν· «Ἐκ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς». ποίων καρπῶν; ὧν τὸ πλῆθος ἀπαριθμούμενος ὁ Παῦλος οὕτως λέγει· «Ὁ δὲ καρπὸς τοῦ Πνεύματος ἐστὶν ἀγάπη χαρὰ εἰρήνη μακροθυμία χρηστότης πίστις πραότης ἐγκράτεια», μεθ’ ὧν εὐσπλαγχνία φιλαδελφία ἐλεημοσύνη καὶ τὰ τούτοις ἑπόμενα, πρὸς τούτοις· «λόγος σοφίας λόγος γνώσεως χαρίσματα» θαυμάτων, καὶ ἕτερα πλεῖστα, ἃ «πάντα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἑκάστῳ καθὼς βούλεται»· οἱ γοῦν τούτων ἐν μετοχῇ γεγονότες τῶν χαρισμάτων, ἢ πάντων ἢ ἐκ μέρους κατὰ τὸ συμφέρον αὐτοῖς, ἐν τῷ χορῷ τῶν ἀποστόλων ἐγκατελέγησαν, καὶ οἱ νῦν τοιοῦτοι ἀποτελούμενοι ἐκεῖσε ἐγκαταλέγονται.

οὐκ ἐκ τούτων δὲ μόνον οἱ τοιοῦτοι γνωρίζονται, ἀλλὰ καὶ ἀπὸ τῆς τοῦ βίου αὐτῶν διαγωγῆς· οὕτω γὰρ καὶ οἱ ζητοῦντες αὐτόν, καὶ αὐτὸς ἑαυτὸν ἕκαστος ἀκριβέστερον ἐπιγνώσεται, οἷον εἰ καθ’ ὁμοιότητα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀνεπαισχύντως μᾶλλον δὲ ὡς μεγίστην δόξαν ἡγήσαντο τὴν εὐτέλειαν καὶ ταπείνωσιν καὶ ὡς ἐκεῖνος τὴν ὑπακοὴν ἀνυποκρίτως εἰς τοὺς ἑαυτῶν πατέρας καὶ ὁδηγούς, ἔτι γε μὴν καὶ εἰς τοὺς πνευματικῶς ἐπιτάττοντας ἐπεδείξαντο, εἰ ἀτιμίας καὶ ὕβρεις καὶ ὀνειδισμοὺς καὶ λοιδορίας ἀπὸ ψυχῆς ἠγάπησαν καὶ τοὺς ἐπιφέροντας αὐτοῖς ταῦτα ὡς ἀγαθῶν μεγάλων προξένους ἀπεδέξαντο καὶ ἀπὸ ψυχῆς μετὰ δακρύων ὑπὲρ αὐτῶν ηὔξαντο, εἰ πᾶσαν δόξαν τὴν ἐν τῷ κόσμῳ παρ’ οὐδὲν ἡγήσαντο καὶ σκύβαλα τὰ ἐν αὐτῷ πάντα, καὶ τί τὰ πολλὰ λέγων τὸν λόγον μηκύνω; ἐὰν πᾶσαν μὲν ἀρετὴν τὴν ἐν ταῖς ἱεραῖς ὑπαναγινωσκομένην γραφαῖς, πᾶσαν δὲ πρᾶξιν τῶν ἀγαθῶν ὡσαύτως μετελθόντα καὶ ἐπὶ μιᾷ τούτων ἑκάστῃ τὴν προκοπὴν καὶ τὸν βαθμὸν ἐπεγνωκότα καὶ πρὸς τὸ ὕψος τῆς θεϊκῆς δόξης αἰρόμενον, τότε καὶ ἑαυτὸν γνῷ μέτοχον Θεοῦ καὶ τῶν αὐτοῦ χαρισμάτων γεγονότα, καὶ ὑπὸ τῶν καλῶς ὁρώντων ἢ καὶ ὑπ’ αὐτῶν τῶν ἀμβλυωπούντων γνωσθήσεται.

Καὶ οὕτως οἱ τοιοῦτοι εἴποιεν ἂν τοῖς πᾶσιν ἐν παρρησίᾳ· «Ὑπὲρ Χριστοῦ πρεσβεύομεν ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι’ ἡμῶν. καταλλάγητε τῷ Θεῷ.» πάντες γὰρ οἱ τοιοῦτοι τὰς ἐντολὰς τοῦ Θεοῦ ἐφύλαξαν μέχρι θανάτου, ἐπώλησαν τὰ ὑπάρχοντα αὐτῶν καὶ διένειμαν τοῖς πτωχοῖς, ἠκολούθησαν τῷ Χριστῷ διὰ τῆς τῶν πειρασμῶν ὑπομονῆς, ἀπώλεσαν τὰς ἑαυτῶν ψυχὰς ἕνεκεν τῆς ἀγάπης τοῦ Θεοῦ ἐν τῷ κόσμῳ καὶ εὗρον αὐτὰς εἰς ζωὴν αἰώνιον· εὑρόντες δὲ τὰς ἑαυτῶν ψυχάς, ἐν φωτὶ νοητῷ εὗρον αὐτὰς καὶ οὕτως ἐν τῷ φωτὶ τούτῳ εἶδον «τὸ ἀπρόσιτον φῶς», αὐτὸν τὸν Θεόν, κατὰ τὸ γεγραμμένον· «Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.» πῶς οὖν ἔστιν εὑρεῖν τινὰ ἣν ἔχει ψυχήν, πρόσεχε. ἡ ἑκάστου ψυχὴ ἐστὶν ἡ δραχμὴ ἣν ἀπώλεσεν οὐχ ὁ Θεὸς ἀλλ’ ἡμῶν ἕκαστος ἐν τῷ σκότει τῆς ἁμαρτίας βυθίσας ἑαυτόν· ὁ δὲ Χριστὸς τὸ ὄντως φῶς ἐλθὼν καὶ τοὺς ζητοῦντας αὐτὸν συναντῶν ὡς οἶδε μόνος αὐτὸς ἰδεῖν ἑαυτὸν αὐτοῖς ἐχαρίσατο. τοῦτο ἐστὶν εὑρεῖν τὴν ψυχὴν αὐτοῦ, τὸ ἰδεῖν τὸν Θεὸν καὶ ἐν τῷ ἐκείνου φωτὶ αὐτὸν γενέσθαι ἁπάσης κτίσεως τῆς ὁρωμένης ἀνώτερον καὶ τὸν Θεὸν σχεῖν ποιμένα καὶ διδάσκαλον, παρ’ οὗ καὶ τὸ δεσμεῖν καὶ λύειν εἰ βούλει γνώσεται καὶ γνοὺς ἀκριβῶς προσκυνήσει τὸν δεδωκότα καὶ τοῖς χρήζουσι μεταδώσειεν.

Τοῖς τοιούτοις οἶδα, τέκνον, δίδοσθαι τὸ δεσμεῖν καὶ λύειν ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διὰ τοῦ ἁγίου Πνεύματος τοῖς θέσει οὖσιν υἱοῖς καὶ ἁγίοις δούλοις αὐτοῦ· τοιούτῳ καὶ αὐτὸς ἐμαθήτευσα πατρὶ χειροτονίαν ἐξ ἀνθρώπων μὴ ἔχοντι ἀλλὰ χειρί με Θεοῦ εἴτ’ οὖν Πνεύματι εἰς μαθητείαν ἐγκαταλέξαντι καὶ τὴν ἐξ ἀνθρώπων χειροτονίαν διὰ τὸν παρακολουθήσαντα τύπον καλῶς λαβεῖν με κελεύσαντι. τοιοῦτοι καὶ ἡμεῖς εὐξώμεθα γενέσθαι, ἀδελφοί, ὅπως μέτοχοι τῆς χάριτος αὐτοῦ γενόμενοι τὴν ἐξουσίαν τοῦ δεσμεῖν τε καὶ λύειν τὰ ἁμαρτήματα λάβωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα τιμὴ καὶ προσκύνησις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ⟦ἐκέλευσε, πάλαι ὑπὸ τοῦ ἁγίου Πνεύματος ἐπὶ τοῦτο σφοδρῷ πόθῳ κινούμενος.

τοιγαροῦν γενέσθαι πρῶτον τοιούτοι εὐξώμεθα, ἀδελφοὶ καὶ πατέρες, καὶ οὕτως τοῖς ἄλλοις περὶ παθῶν ἀπαλλαγῆς καὶ ἀναδοχῆς λογισμῶν ὁμιλήσωμεν, καὶ τοιοῦτον πνευματικὸν ζητήσωμεν, μᾶλλον μὲν οὖν τοιούτους ἐμπόνους ζητήσωμεν ἄνδρας τοὺς ὄντας μαθητὰς τοῦ Χριστοῦ, καὶ μετὰ πόνου καρδίας καὶ δακρύων πολλῶν ἐπὶ ῥητὰς ἡμέρας ἱκετεύσωμεν τὸν Θεόν, ἵνα ἀποκαλύψῃ «τοὺς ὀφθαλμοὺς τῶν καρδιῶν» ἡμῶν πρὸς τὸ ἐπιγνῶναι εἴ που καὶ τοιοῦτός τις ἐν τῇ πονηρᾷ ταύτῃ γενεᾷ ὢν εὑρεθήσεται, ὅπως εὑρόντες αὐτὸν ἄφεσιν λάβωμεν δι’ αὐτοῦ τῶν ἁμαρτιῶν ἡμῶν, τοῖς προστάγμασιν αὐτοῦ καὶ ταῖς ἐντολαῖς ὅλῃ ψυχῇ ὑπακούοντες, καθάπερ ἐκεῖνος ἀκούσας τὰς τοῦ Χριστοῦ γέγονε μέτοχος τῆς χάριτος καὶ τῶν δωρεῶν αὐτοῦ καὶ τὴν ἐξουσίαν τοῦ δεσμεῖν καὶ λύειν τὰ ἁμαρτήματα παρ’ αὐτοῦ ἔλαβε, τῷ ἁγίῳ Πνεύματι πυρωθείς, ᾧ πρέπει πᾶσα δόξα τιμὴ καὶ προσκύνησις. σὺν τῷ Πατρὶ καὶ τῷ μονογενεῖ Υἱῷ εἰς τοὺς αἰῶνας. Ἀμήν.⟧