Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Ἐπιστολὴ περὶ ἐξομολογήσεως (Νόθος)

Συμεὼν ὁ Νέος Θεολόγος

Πνευματικός αγώνας, επιτίμια και προσέλευση στη Θεία Κοινωνία

Πρακτικές οδηγίες για την αντιμετώπιση των παθών, την εφαρμογή κανόνων εξομολόγησης και τη σωστή προετοιμασία για τη Θεία Μετάληψη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 3 από 8

Περὶ μετανοίας, καὶ τίνα εἰσὶν ἃ ὀφειλεῖ ποιεῖν ὁ ἄρτι ἐξομολογούμενος. Οὔτε πρὸς τὸ πλῆθος τῶν ἁμαρτημάτων ἀπαγορεύειν ποτὲ χρή, οὔτε τῇ τῶν ἐπιτιμιῶν θαρρεῖν παραφυλακῇ, πνευματικὲ ἀδελφέ, παρὰ τῶν θείων γραφῶν ἐδιδάχθημεν, ὥστε οὔτε θαρρεῖν τὸν ἑστῶτα δεῖ οὔτε ἀπογινώσκειν τὸν πεπτωκότα· ἀλλὰ καὶ τὸν πολλὰ ἡμαρτηκότα τῇ μετανοίᾳ θαρρεῖν, καὶ τὸν μετρίως πεπλημμεληκότα μὴ ἐξ ἔργων μόνον τὴν ἄφεσιν τῶν ἐσφαλμένων λαμβάνειν οἴεσθαι, ἀλλὰ μετάνοιαν καὶ μεταμέλειαν ἐνδείκνυσθαι, οὐ τὴν ἀπὸ τῶν ῥημάτων ἢ δι’ ἀποχῆς βρωμάτων καὶ ὑδροποσίας καὶ χαμευνίας καὶ τῶν τοιούτων ἐνδεικνυμένην, ἀλλὰ τὴν ἐν διαθέσει ψυχῆς γινομένην, ἣν καὶ ὁ μακάριος Δαυὶδ ἐν μέσῳ τοῦ κόσμου καὶ τῶν τοῦ βίου φροντίδων ἐπεδείξατο· μεμνημένος γὰρ ἀεὶ καὶ ἐν ἑαυτῷ λογιζόμενος οἷον ἀγαθὸν καὶ εὔσπλαγχνον δεσπότην παρώργισε, παραβάτης τῶν αὐτοῦ ἐντολῶν γεγονὼς καὶ τῶν πολλῶν καὶ ἀναριθμήτων αὐτοῦ δωρεῶν καὶ χαρίτων φανεὶς ἀμνήμων καὶ ἀχάριστος, «Πενθῶν», ὡς ἐκεῖνος αὐτὸς ἔγραψε, «καὶ σκυθρωπάζων ἀεὶ ἐπορεύετο, ἐκακώθη» τε οὐ παρ’ ἑτέρου ἀλλ’ αὐτὸς ἑαυτὸν συνέτριβε καὶ ἐταπεινοῦτο ἕως σφόδρα, «ὠρυόμενος ἀπὸ στεναγμοῦ τῆς καρδίας αὐτοῦ», καὶ ὅσα ἑξῆς οἱ ψαλμοὶ καθεκάστην ἡμῖν ἐπᾳδόμενοι ἐκδιδάσκουσι. καὶ ταῦτα μὲν ἐκεῖνος, βασιλεὺς ὢν καὶ λαοῦ φροντίδα ἐγκεχειρισμένος, γυναικός τε καὶ τέκνων ἐπιμελούμενος καὶ οἴκου.

Τί δὲ ὁ Μανασσῆς, τί δὲ οἱ μετ’ ἐκείνους οὓς οὐκ ἀγνοεῖς, οἶμαι, οὐδὲ αὐτός· ὁ Πέτρος φημὶ ὁ κορυφαῖος τῶν ἀποστόλων, ὁ τελώνης, ὁ λῃστής, ἡ πόρνη, καὶ τί τὰ πολλὰ λέγω; ὁ ἄσωτος υἱὸς ὁ τὴν πατρικὴν οὐσίαν ἀσώτως μετὰ πορνῶν καὶ τελωνῶν καταδαπανήσας· ἐκ ποίων ἔργων οὗτοι τὴν συγχώρησιν ἔλαβον τῶν ἐσφαλμένων, σκόπησον· ἆρά γε ἐκ νηστείας, ἐξ ἀγρυπνίας, ἐκ χαμευνίας ἢ τῆς τῶν ὑπαρχόντων εἰς τοὺς δεομένους κενώσεως, ἢ ἐξ ἄλλης τινὸς ἐπιπόνου ἐργασίας τῆς διὰ τοῦ σώματος τελουμένης; μὴ γένοιτο, ἀλλ’ ἐκ μόνης τῆς μετανοίας καὶ τῶν ἀπὸ ψυχῆς δακρύων καὶ τῆς τοῦ συνειδότος καταγνώσεως· εἰς αἴσθησιν γὰρ τῶν ἰδίων ἐλθόντες ἁμαρτιῶν τούτων ἕκαστος καὶ καταγνόντες ἑαυτῶν καὶ ἀπὸ ψυχῆς κλαύσαντες, τῶν ἐπταισμένων τὴν συγχώρησιν ἔλαβον· ὅπερ καὶ νῦν εἰς πάντας ἡμᾶς, τοὺς γνησίως καὶ θερμῶς διὰ μετανοίας καὶ δακρύων προσερχομένους τῷ δεσπότῃ Χριστῷ, γίνεται· καὶ οὐκ ἀποκλείει ἡμῖν ὁ ἀγαθὸς καὶ φιλάνθρωπος Κύριος, οὔτε ποτὲ κλείσειε τὰ ἄχραντα σπλάγχνα τῆς αὐτοῦ ἀγαθότητος, «οὐ γὰρ ἐξ ἔργων» νόμου, «ἵνα μή τις καυχήσηται», ἀλλὰ Θεοῦ φιλανθρωπίᾳ καὶ χάριτι ἡ τῶν ἁμαρτημάτων ἄφεσις δίδοται.

Οὐ τοῦτο δέ ἐστι τὸ ζητούμενον, ἀλλὰ τὸ μηκέτι τοῖς αὐτοῖς κακοῖς περιπεσεῖν, μήτε «ὥσπερ κύων ἐπὶ τὸ ἴδιον ἐξέραμα ἐπιστρέψαι»· ὅπερ φυλάξαι ἀμήχανον, εἰ μὴ παντὶ τρόπῳ καὶ πάσῃ σπουδῇ φύλακας καὶ βοηθοὺς ἡμῖν αὐτοῖς παραστήσομεν, καὶ ὅπλα πνευματικὰ ἡμεῖς αὐτοὶ ἀναλάβωμεν, δι’ ὧν δυνησόμεθα τοῖς ἐχθροῖς ἀντιστῆναι καὶ πολεμίοις ἡμῶν.

ἐπειδὴ γὰρ ὑπὸ τοῦ ἐχθροῦ προελήφθημεν καὶ ταῖς ἡδοναῖς ἐδουλώθημεν καὶ τοῖς πάθεσιν ὑπόφοροί τε καὶ ὑπόσπονδοι τῷ δυσμενεῖ ἐγενόμεθα, ἀνάγκη πάντως [τοῖς] ὑπὸ τῶν τοιούτων παθῶν καὶ ἡδονῶν καὶ ἐπιθυμιῶν ἕλκεσθαί τε καὶ περισύρεσθαι, καὶ πρὸς ὑπηρεσίαν καὶ δουλείαν τοῦ ἀντικειμένου ἐχθροῦ ὡς ἀνδράποδα βιαίως καὶ ἐλεεινῶς ἄγεσθαι, καὶ τῆς δουλείας ἐκπίπτειν τοῦ δεσπότου Χριστοῦ, καὶ παραβάτας ἡμᾶς τῶν ἐντολῶν αὐτοῦ καὶ τῶν πρὸς αὐτὸν συνθηκῶν δείκνυσθαι· ὅπερ ἵνα μὴ πάθωμεν, καθ’ ἕνα τῶν ἐπερχομένων ἐχθρῶν καθ’ ἡμῶν βοηθὸν ὑπὲρ ἡμῶν καὶ σύμμαχον λάβωμεν, ἀπὸ τῆς θεοπνεύστου γραφῆς διδασκόμενοι, τὸ «Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα», τῇ δὲ μνήμῃ τῶν αἰσχρῶν ἐνθυμήσεων ἀντιπαραστήσωμεν τὴν τοῦ Θεοῦ μνήμην καὶ τῆς κρίσεως τῆς φρικτῆς καὶ τῶν ἀφορήτων βασάνων ἐκείνων, τῇ ὀκνηρίᾳ τὴν προθυμίαν καὶ τὴν σπουδήν, τῇ γαστριμαργίᾳ τὴν νηστείαν, τῇ φιληδονίᾳ τὴν ἐγκράτειαν, τῇ πολυποσίᾳ τὴν ὀλιγοποσίαν, τῇ πυρώσει τῆς σαρκὸς τὴν τοῦ αἰωνίου πυρὸς μνήμην καὶ τὴν πρὸς Θεὸν ἐκτενῆ δέησιν σὺν ἀγρυπνίᾳ καὶ δίψει.

οὕτω γὰρ ἐὰν καθ’ ἕκαστον πάθος ποιῶμεν, ἵνα μὴ πάντα ἀπαριθμεῖν θέλων μηκύνω τὸν λόγον, καὶ ἑνὶ ἑκάστῳ πάθει τὴν ἐναντίαν ἀντικαθιστῶμεν ἀρετήν, ὡς ὑπὸ στρατιωτῶν τινων ὑπὸ τῶν τοιούτων περιφρουρούμενοι ἀσινεῖς διαφυλαχθῶμεν καὶ ἄτρωτοι, ὅτι ἡ ἐκκοπὴ μόνη τῆς πονηρᾶς συνήθειας καὶ τῶν ἀτόπων ἔργων καὶ πράξεων, εἰ δυνατὸν αὐτὴν κατορθωθῆναι ἄνευ ἱδρώτων καὶ κόπων, ἀρκεῖ τοῖς μετανοοῦσιν εἰς σωτηρίαν.

Πρὸς τούτοις, ἐγράψαμέν σοι καὶ ἅπερ ποιεῖν καὶ φυλάττειν ὀφείλεις, ὑπομνήσεως χάριν μικρᾶς, ἅτινα εἰσὶ ταῦτα· Ἔξω τῆς ἐκκλησίας γίνεσθαι χρὴ ἐπιτελουμένης τῆς θείας μυσταγωγίας, ὅτε λέγεται ὑπὸ τοῦ ἱερέως ἢ τοῦ διακόνου· Ὅσοι κατηχούμενοι προέλθατε, μὴ μέντοι ὑποχωροῦντα ἢ προσομιλοῦντα τινὶ κατὰ τὸν τότε καιρὸν ἀλλὰ ἐν τῷ νάρθηκι τοῦ ναοῦ πρὸ τῶν πυλῶν ἱστάμενον καὶ τῶν ἐσφαλμένων σε μεμνημένον πενθεῖν, εἶτα πάλιν μετὰ τὴν τῶν θείων μυστηρίων ὕψωσιν ἔνδοθεν εἰσέρχεσθαι. ἑσπέρας δέ, μετὰ τὰ ἀπόδειπνα κατ’ ἰδίαν γενόμενος τρισάγιον ποίει· καὶ τὸν νʹ ψαλμόν, τὸ Κύριε ἐλέησον νʹ, τὸ Κύριε συγχώρησόν μοι τῷ ἁμαρτωλῷ νʹ, εἶτα τὸν ϛʹ ψαλμόν, «Κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς με», τὸ Κύριε ὅσα ἐν ἔργῳ καὶ λόγῳ καὶ κατὰ διάνοιαν ἥμαρτον συγχώρησόν μοι νʹ, καὶ μετανοίας κεʹ.

Τετράδῃ δὲ καὶ παρασκευῇ, ἀπέχου κρέατος τυροῦ ᾠοῦ καὶ οἴνου καὶ ἰχθύος· εἰ δὲ βαρετά σοι αὐτά, μεταλάμβανε ἰχθύος καὶ οἴνου καὶ αὐτῶν συμμέτρως. τὰς τῶν ἁγίων τεσσαρακοστὰς ἀποστόλων καὶ τῶν Χρίστου γέννων, φύλαττε ἀπὸ τοῦ κρέατος τυροῦ καὶ ᾠοῦ, τῶν δὲ λοιπῶν συμμέτρως μεταλάμβανε, τὴν δὲ εὐχήν σου ἤτοι τοὺς εἰρημένους ψαλμοὺς καὶ τὰς μετανοίας διπλᾶς ποίει· τὴν δὲ μεγάλην τεσσαρακοστήν, τετράδην καὶ παρασκευὴν μήτε οἶνον μήτε ἔλαιον μήτε ἰχθύας ἐσθίεις, τὰς δὲ λοιπὰς ἡμέρας τῇ αὐταρκείᾳ καὶ ἐγκρατείᾳ «ὑποπίαζέ σου καὶ δουλαγώγει τὸ σῶμα» κατὰ τὸ ἐγχωροῦν τῇ φύσει ὡς ἁρμόζει χριστιανοῖς τοῖς βουλομένοις σωθῆναι, τὴν δὲ εὐχήν σου καὶ ἐν ταύτῃ διπλῆν ὡσαύτως ποίει καθὼς εἴρηται.

Ἀπέχεσθαί σε δὲ χρὴ τῶν θείων καὶ φρικτῶν δώρων, τοῦ ἀχράντου φημὶ σώματος καὶ αἵματος τοῦ δεσπότου ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ· συμβουλεύω δὲ καὶ αὐτῆς ἀπέχεσθαί σε τῆς εὐλογίας αὐτοῦ, τοῦ λεγομένου κατακλαστοῦ, μέχρις ἂν ἀμετάθετόν σου τὴν γνώμην ἔχῃς ἐπὶ τῶν φαύλων ἔργων τῆς ἁμαρτίας καὶ ἕως οὗ ἀπερίτρεπτον ἀπὸ τοῦ ἀγαθοῦ τὴν προαίρεσιν κτήσῃ καὶ μῖσος πρὸς τὴν ἁμαρτίαν τελείως ἔχουσαν· ὅταν δὲ οὕτως ἐν τούτοις σεαυτὸν ἴδῃς ἐλθόντα, τηνικαῦτα πρόσελθε, ἀδελφέ, μετὰ πίστεως ἀδιστάκτου, οὐχ ὡς ἄρτου καὶ οἴνου ψιλοῦ ἀλλ’ ὡς σώματος καὶ αἵματος μεταλαμβάνων Θεοῦ, καὶ Θεοῦ αὐτοῦ, καὶ οὕτως κοινωνὸς γενήσῃ τῆς δόξης αὐτοῦ, καὶ καθαρισμὸν δι’ αὐτῶν καὶ τελείαν ἄφεσιν τῶν οἰκείων σου λήψῃ ἁμαρτιῶν, καὶ τὴν αἰώνιον ἐν σεαυτῷ ζωὴν ἕξῃς, καὶ υἱὸς φωτὸς γενήσῃ καὶ ἡμέρας· εἰ δὲ μὴ πρότερον τοιοῦτος γενόμενος τὸν Χριστὸν ὑποδέξῃ, τότε σοι φθονήσαντες μᾶλλον ὡς καταφρονήσαντα τοῦ Θεοῦ καὶ ἀναξίως προσελθόντα οἱ δαίμονες θεασάμενοι συρρεύσουσι σφοδρῶς κατὰ σοῦ, καὶ εἰς τὸν τῆς ἀκολασίας βόρβορον περιτρέψαντές σε ἀνηλεῶς καὶ αὖθις ἐναπορρίψωσι, καὶ γενήσῃ τότε ἀντὶ χριστιανοῦ χριστοκτόνος καὶ σὺν τοῖς σταυρώσασιν αὐτὸν καταδικασθῇς, καθὼς ὁ Παῦλος φησίν· «Ὁ γὰρ ἀναξίως ἐσθίων καὶ πίνων τὸ σῶμα τοῦ Κυρίου καὶ αἷμα ἔνοχος ἔσται τοῦ σώματος καὶ αἵματος τοῦ Κυρίου.»

Τούτων τοίνυν ἡμεῖς μὲν πλέον οὐδέν σοι ἐπιτάττομεν, δέει τοῦ μὴ γενέσθαι σοι φορτικοί· σὺ δὲ εἴ τι ἂν κατὰ προσθήκην ποιήσεις, σεαυτὸν ὠφελήσεις καὶ σεαυτῷ προξενήσεις τὰ μέλλοντα ἀγαθά, οὐ γὰρ ὡς κάθαρσιν ψυχῆς καὶ ἄφεσιν ἁμαρτημάτων παρέχοντα, τὰ εἰρημένα σοι ἐγράψαμεν ποιεῖν, ἀλλ’ ὡς πρὸς ὑπόμνησιν μόνην σε ἄγοντα τῶν οἰκείων ἁμαρτημάτων· εἰ γὰρ οἴδαμεν ὅτι οὐ μὴ λυπηθῇς, οὐδὲ ταῦτα ἂν ἐγράψαμεν τῇ ἀγάπῃ σου, ἀλλὰ μόνην τὴν ἐκκοπὴν τῆς πονηρᾶς συνήθειας καὶ τῶν ἀτοπωτάτων ἔργων καὶ πράξεων ᾐτησάμεθα παρὰ σοῦ, ὅπερ καὶ παρακαλοῦμεν φυλάττειν σε. καὶ εἰ δυνατόν σοι ἐστὶν ἄνευ κόπων καὶ ἱδρώτων τοῦτο φυλάξαι, ἀρκούμεθα καὶ ἐν μόνῳ τούτῳ.

Γράφε δὲ ἡμῖν συνεχῶς περὶ τῆς ὑγείας σου, ἵνα καὶ ἡμεῖς τὴν πρὸς ἡμᾶς σου πίστιν καὶ διάθεσιν βλέποντες, θερμότερον καὶ ἐκτενέστερόν σου μεμνήμεθα ἡνίκα πρὸς Θεὸν τὰς χεῖρας ἐκτείνομεν οἱ ἀνάξιοι. Ἡ χάρις τοῦ Θεοῦ μετὰ τοῦ πνεύματός σου.