Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Ἐπιστολὴ περὶ ἐξομολογήσεως (Νόθος)

Συμεὼν ὁ Νέος Θεολόγος

Κριτήρια αναγνώρισης αληθινών και ψευδών πνευματικών οδηγών

Η αντιπαραβολή των καρπών του Αγίου Πνεύματος με τα γνωρίσματα των ψευδοδιδασκάλων, η άγνοια του σαρκικού ανθρώπου και η σπουδαιότητα της ταπείνωσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 5 από 8

Σὺ οὖν, πνευματικὸν ἡμῶν τέκνον ἐν Κυρίῳ, τῆς θείας ἀκούων λεγούσης γραφῆς, «Οὐαὶ οἱ συνετοὶ παρ’ ἑαυτοῖς καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες,» «μετὰ φόβου καὶ τρόμου» τοῖς λαλουμένοις πρόσεχε· περὶ γὰρ σωτηρίας ψυχῆς ὁ λόγος ἐστί, καὶ εἰ βούλει πνευματικοῦ καὶ ἁγίου ἀνδρὸς καὶ ἀληθινοῦ διδασκάλου ἐπιτυχεῖν, μὴ ἀπὸ σεαυτοῦ μόνου καὶ τῆς σῆς φρονήσεως ἐπιγνῶναι τοῦτον νομίσῃς, ἀδύνατον γάρ· ἀλλὰ πρὸ πάντων, ὡς προείρηται, δι’ ἀγαθοεργίας καὶ ἐλεημοσύνης, διὰ νηστείας καὶ εὐχῆς καὶ δεήσεως ἐκτενοῦς, ἀγωνίσθητι τὸν Θεὸν συλλήπτορα καὶ βοηθὸν εἰς τοῦτο σοὶ γενέσθαι· ἐπ’ ἂν δὲ εὐδοκίᾳ Θεοῦ καὶ χάριτι τοιοῦτον εὑρεῖν καταξιωθῇς, τότε μείζονα ἐπίδειξαι σπουδήν, μείζονα τὴν προθυμίαν, πολλὴν τὴν ταπείνωσιν, πολλὴν τὴν εὐλάβειαν, ὑπερβάλλουσαν εἰς αὐτὸν τιμήν, τὴν πίστιν εἰλικρινῆ καὶ ἀδίστακτον· διατί; ἵνα μὴ ἀντὶ μισθοῦ κόλασιν σεαυτῷ προξενήσῃς καὶ τιμωρίαν, πρὸς γὰρ τοὺς τοιούτους ἔφη ὁ Σωτὴρ ἡμῶν καὶ Θεός· «Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ.»

Χρὴ οὖν ὡς αὐτὸν τὸν Χριστὸν τοὺς τοιούτους δέχεσθαι, ἀδελφοί· τὰ γὰρ εἰς αὐτοὺς γινόμενα πρὸς τὸν δεσπότην Χριστὸν καὶ Θεὸν ἡμῶν διαβαίνουσι κἀκεῖνος ταῦτα οἰκειοῦται καὶ ὡς αὐτὸς πάσχων ταῦτα λογίζεται, ὥσπερ καὶ τὰ εἰς τοὺς ψευδοδιδασκάλους γινόμενα πρὸς τὸν ἀντίχριστον ἀνατρέχουσι καὶ οἱ αὐτοὺς δεχόμενοι τὸν διάβολον ὑποδέχονται.

Καὶ μηδεὶς προβάλληται ἄγνοιαν λέγων· Πόθεν ἄρα τοὺς τοιούτους γνῶναι δυνήσομαι; ἄνθρωπος γάρ εἰμι, καὶ «οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα» τὸ οἰκοῦν «ἐν αὐτῷ», μηδεὶς τοῦτο εἰς εὔλογον λήψεται πρόφασιν· εἰ γὰρ μὴ τοῦτο δυνατὸν ἦν, οὐκ ἂν ὁ Κύριος ἔλεγε· Βλέπετε «ἀπὸ τῶν ψευδοπροφητῶν», τῶν ψευδοδιδασκάλων δηλονότι, «οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες», καὶ ἐπιφέρων φησίν, ἐκ «τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς». εἰ οὖν ἀψευδὴς ὁ δεσπότης ἐστίν, ὥσπερ δὴ καὶ ἀψευδής ἐστι, δυνατὸν ἡμῖν ἐστίν, ἐξ ὧν ποιοῦσιν, ἐξ ὧν φθέγγονται, ἐπιγνῶναι αὐτούς· εἴπωμεν τοίνυν τοὺς καρποὺς τοῦ ἀληθινοῦ καὶ ἁγίου Πνεύματος πρῶτον, ἔπειτα τοὺς τοῦ ἐναντίου καὶ πονηροῦ διαγράψομεν, καὶ γνώσεσθε ἀκριβῶς ἐκ τούτων πῶς εἰσὶ δῆλοι καὶ φανεροὶ οἱ ἀληθεῖς δίκαιοι καὶ ἅγιοι, καὶ οἱ μὴ ὄντες μὲν τοιοῦτοι ὑποκρινόμενοι δέ· ἐροῦμεν δὲ ἀφ’ ἑαυτῶν οὐδὲν ἀλλ’ ἐκ τῶν τοῦ Σωτῆρος λόγων καὶ τῶν ἁγίων ἀποστόλων αὐτοῦ, δι’ ὧν τὴν ὑμετέραν ἀγάπην πληροφορῆσαι πειράσομαι.

Ἄκουε τοίνυν τί φησιν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ Θεός· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, μακάριοι οἱ πενθοῦντες. μακάριοι οἱ πραεῖς», καὶ πάλιν· «Ἀγαπᾶτε τοῦς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων ὑμᾶς», λόγος ἀργὸς μὴ ἐκπορευέσθω ἐκ τοῦ στόματος ὑμῶν, ἀμὴν λέγω ὑμῖν ὅτι ὑπὲρ ἀργοῦ λόγου, λόγον δώσουσιν οἱ ἄνθρωποι ἐν ἡμέρᾳ κρίσεως, καὶ αὖθις· «Ἐὰν μὴ ἐπιστραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν», καὶ ἀλλαχοῦ· «Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταὶ ἐστέ, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις», καὶ πάλιν· «Ὑμεῖς δὲ πῶς δύνασθε πιστεύειν, δόξαν τὴν παρὰ ἀλλήλων λαμβάνοντες καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μονοῦ Θεοῦ οὐ ζητεῖτε;» «πᾶς» γὰρ «ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται», φησίν, «ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται», οὐ πρὸς κοσμικὴν δόξαν ὑψωθήσεσθαι λέγει, ἀλλὰ πρὸς πνευματικὴν ἀλλοίωσιν ἀναχθήσεσθαι μυστικῶς ἐπαγγέλλεται.

καὶ ταῦτα μὲν ὁ Κύριος ἡμῶν καὶ δεσπότης διαρρήδην καθ’ ἑκάστην τοῖς πᾶσι βοᾷ, ἀλλ’ ἄκουε λέγοντος καὶ Παύλου τοῦ ἀποστόλου· «Ὁ δὲ καρπὸς τοῦ Πνεύματος ἐστὶν ἀγάπη χαρὰ εἰρήνη μακροθυμία χρηστότης ἀγαθωσύνη πραότης πίστις ἐγκράτεια», καὶ πάλιν· «Ἡ ἀγάπη οὐ περπερεύεται οὐ φυσιοῦται οὐκ ἀσχημονεῖ οὐ ζητεῖ τὰ ἑαυτῆς», ἀλλὰ «πάντα στέγει πάντα ὑπομένει, ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει», ἄκουε δὲ καὶ τοῦ θεολόγου· Ἰωάννου λέγοντος· Τεκνία «μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ», ἡ γὰρ ἀγάπη τοῦ κόσμου ἔχθρα εἰς Θεὸν ἐστίν· ὥστε, ἀδελφοί μου, ὁ ἀγαπῶν τὸν κόσμον ἐχθρὸς τοῦ Θεοῦ καθίσταται, καὶ ὅτι «Ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστί, καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει» μέρος ἐν τῇ βασιλείᾳ τοῦ Κυρίου ἡμῶν καὶ Θεοῦ, καὶ ὅτι «Ἐν τούτῳ εἰσὶ» γνώριμα «τὰ τέκνα τοῦ Θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου», ἐκ τοῦ μίσους καὶ τῆς ἀγάπης, ὁ γὰρ ἀγαπῶν τὸν Θεὸν ἀγαπᾷ καὶ τοὺς γεγεννημένους ἐξ αὐτοῦ, ἤγουν τοὺς ἀδελφούς, ὁ δὲ μισῶν τινα τῶν ἀδελφῶν αὐτοῦ οὗτος ἐκ τοῦ διαβόλου γεγέννηται, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ οὐκ ἔστιν ἐν αὐτῷ.

Οὕτω τοιγαροῦν οἱ υἱοὶ τοῦ Θεοῦ καὶ οἱ υἱοὶ τοῦ διαβόλου παρὰ τῶν διάκρισιν ἐχόντων γνώριμοι καὶ φανεροὶ καθεστήκασι, καὶ οὗτοι καὶ οἱ καρποὶ τοῦ παναγίου καὶ ἀγαθοῦ Πνεύματος· χρὴ οὖν καὶ τοὺς τοῦ ἐναντίου ἐκθέσθαι ἤτοι τοῦ πονηροῦ πνεύματος, ἵνα ὡς εἴρηται τὸ φῶς ἀπὸ τοῦ σκότους καὶ τὸ γλυκὺ ἀπὸ τοῦ πικροῦ καὶ τὸ ἀγαθὸν ἀπὸ τοῦ κακοῦ διακρίνοντες ἐπιγνώσεσθε.

Προσέχετε τοίνυν καὶ αὖθις τοῦ δεσπότου καὶ Θεοῦ ἡμῶν λέγοντος· «Οὐ δύναται δένδρον καλὸν καρπὸν σαπρὸν ποιεῖν οὐδὲ δένδρον σαπρὸν καρπὸν καλὸν ποιεῖν», καὶ πάλιν· «Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὰ ἀγαθά, ὁ δὲ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας προφέρει τὰ πονηρά», καὶ αὖθις· «Ὁ λύσας μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξας οὕτως τοὺς ἀνθρώπους» ποιεῖν «ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.» τί δὲ καὶ περὶ τῶν γραμματέων καὶ φαρισαίων φησί; «Δεσμεύουσι φορτία βαρέα καὶ δυσβάστακτα καὶ περιτιθέασιν ἐπὶ τοῦς ὤμους τῶν ἀνθρώπων, τῷ δὲ δακτύλῳ αὐτῶν οὐ θέλουσι κινῆσαι αὐτά· πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις, πλατύνουσι δὲ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσι τὰ κράσπεδα» τῶν ἱματίων αὐτῶν, «φιλοῦσι δὲ τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων ῥαββὶ ῥαββί.» ὅταν οὖν ἴδῃς ἐκ τούτων πάντων τι ποιοῦντά τινα καὶ τὴν ἐξ ἀνθρώπων δόξαν ἐπιζητοῦντα καὶ λύοντα τὰς ἐντολὰς τοῦ Θεοῦ ἵνα ἀνθρώπους ἀρέσῃ ἐπίγνωθι ὅτι πλάνος ἐστὶ καὶ οὐκ ἀληθής. λέγει δὲ καὶ ὁ ἀπόστολος· «Ὅπου δὲ ἐν ὑμῖν ἔρις» καὶ φθόνος «καὶ ζῆλος» καὶ διαβολαὶ «καὶ διχοστασίαι, οὐχὶ σαρκικοὶ ἐστέ;

ὁ δὲ» σαρκικὸς καὶ «ψυχικὸς ἄνθρωπος οὐ» χωρεῖ οὔτε «δέχεται τὰ τοῦ Πνεύματος, μωρία γὰρ αὐτῷ ἐστίν», ὁ δὲ τὰ τοῦ Πνεύματος μὴ χωρῶν οὐδὲ τὸ Πνεῦμα ἔχει ἐν ἑαυτῷ δηλονότι· ὁ δὲ μὴ ἔχων Πνεῦμα ἅγιον τοῦ Χριστοῦ δοῦλος οὐκ ἔστι, Παῦλος γὰρ τοῦτο διαμαρτύρεται· «Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος», φησίν, «οὐκ ἔστιν αὐτοῦ.» Ἤκουσας τίνες εἰσὶ τοῦ Χριστοῦ καὶ τίνες τοῦ ἀντίχριστου; πάντως ἔγνως ἀπεντεῦθεν ὅτι τοῖς προσέχουσιν εὐδιάγνωστοί εἰσι καὶ οἱ ἀγαθοὶ καὶ οἱ πονηροί· οἱ γὰρ μὴ προσέχοντες, οὐ μόνον τοὺς ἄλλους τῶν ἀνθρώπων ἀλλὰ καὶ ἑαυτοὺς ἀγνοοῦσιν. ὅταν γάρ, εἰπέ μοι, ὡς ἀθάνατός τις μεριμνᾷ καὶ φροντίζῃ καὶ μόνοις τοῖς βιωτικοῖς πράγμασι νυκτὸς καὶ ἡμέρας ἀσχολῆται καὶ πόρους προσόδων ἐπινοῇ καὶ οἴκους λαμπροὺς ἀνοικοδομῇ, ἵππων τε καὶ ἡμιόνων καὶ δουλίδων πλῆθος ἐπισωρεύῃ, ἀργυρᾶ σκεύη κτώμενος ἱμάτιά τε πολύτιμα καὶ στρωμνὰς καὶ πᾶσαν ἄλλην θεραπείαν σωματικὴν καὶ σαρκικὴν ἀπόλαυσιν περιποιούμενος ἑαυτῷ, οὐχὶ ἑαυτὸν ὁ τοιοῦτος ἀγνοεῖ;

ναὶ ὄντως, τέκνον πνευματικόν, ἀγνοεῖ ἑαυτὸν καὶ τὰ κατ’ αὐτόν, καὶ γινώσκει ἑαυτὸν καὶ οὐ γινώσκει· καὶ γινώσκει μὲν ἑαυτὸν ὅτι οὗτός ἐστι, δείκνυσι δὲ δι’ ὧν πράττει ὅτι ἀγνοεῖ ἑαυτόν, οὕτω γὰρ διάκειται ὡς οὐ τεθνηξόμενος πώποτε· καὶ λέγει μὲν ὅτι σήμερον ἐσμὲν καὶ αὔριον οὐκ ἐσμέν, τὰ δὲ ἐπὶ πολλὰ ἔτη ἀρκεῖν αὐτῷ μέλλοντα προαποτίθησιν· οὐδὲν εἶναι τὰ παρόντα διαμαρτύρεται, καὶ ὑπὲρ μικροῦ καὶ τοῦ τυχόντος πράγματος τοῖς πλησίον αὐτοῦ διαμάχεται· τέφρα καὶ κόνις εἶναι φιλοσοφεῖ, καὶ στολαῖς ἀεὶ καλλωπίζεται καὶ τῶν λοιπῶν ἀνθρώπων ὑπερέχειν διὰ τοῦτο δοκεῖ· Οὐαὶ οἱ τρυφῶντες, ἀκούει, καὶ οἱ ἐπὶ στρωμνῶν ἁπαλῶν κατασπαταλῶντες, καὶ αὐτὸς εἰς τὸ λαμπροτέρας τὰς ἐν τῷ οἴκῳ αὐτοῦ κλίνας καὶ ἁπαλωτέρας τὰς στρωμνὰς ποιεῖν, καὶ τὰς τραπέζας πολυτελεστέρας καὶ φιλοτιμοτέρας ἀπεργάζεσθαι, πᾶσαν σπουδὴν ἐπιδείκνυται· καὶ τοῦτο οὐ μόνον εἰς τοὺς ὁμοίους αὐτοῦ κοσμικοὺς ἀλλὰ καὶ εἰς τοὺς παραγενομένους πρὸς αὐτὸν μοναχούς, οἵτινες οὐ μόνον οὐ θαυμάζουσι ταῦτα, ἀλλὰ καὶ τοὺς κεκτημένους κατελεοῦσι καὶ τὴν ἄγνοιαν αὐτῶν ἀποδύρονται, ὅτι ἐφ’ οἷς ἔδει μᾶλλον αὐτοὺς αἰσχύνεσθαι καὶ ἐγκαλύπτεσθαι ὅτι ἄλλων πεινώντων, τοῦ Χριστοῦ δὲ μᾶλλον εἰπεῖν, αὐτοὶ ἐπὶ τοῖς τοιούτοις καὶ ἐγκαυχῶνται καὶ ἐναβρύνονται, καὶ διὰ τῶν τοιούτων πλεονέκτας ἑαυτοὺς καταμαρτυροῦντες καὶ τῶν πτωχῶν ἀποστερητὰς καὶ ἀνελεήμονας, οὐκ αἰσθάνονται.

Πῶς οὖν, εἰπέ μοι, ὁ τοιοῦτος οὐκ ἀγνοεῖ ἑαυτὸν οἷος ἐστὶ καὶ ἐν οἷς ἐστί; ναὶ ὄντως, εἰ καὶ δοκεῖ εἰδέναι, ἀλλ’ ἀγνοεῖ ἑαυτόν· ὁ τοίνυν ἑαυτὸν ἀγνοῶν καὶ τὰ κατ’ αὐτόν, πῶς ἄλλον ἢ τὰ ἄλλου κατιδεῖν δυνηθῇ; πῶς ὁ τυφλὸς τυφλὸν ἢ βλέποντα διακρίνει; οὐδαμῶς. λοιπὸν ὡς ἔφαμεν, τέκνον καὶ ἀδελφέ, ἐὰν μὴ αὐτοῦ πρότερόν τις ἐπιγνώμων, οὐ μόνον δὲ ἀλλὰ καὶ περὶ τῆς ἑαυτοῦ ἀσθενείας, σπεύσῃ γενέσθαι διὰ ἐλεημοσύνης, ὡς ἄνωθεν εἴρηται, διὰ νηστείας καὶ ἀγρυπνίας καὶ προσευχῆς καὶ συνεχοῦς δεήσεως, οὐ δύναται γνῶναι ὅτι δίχα πατρὸς καὶ διδασκάλου πνευματικοῦ ἀδύνατόν ἐστιν ἀνθρώπῳ τὰς ἐντολὰς τοῦ Θεοῦ φυλάξαι καὶ καλῶς καὶ ἀμέμπτως βιῶσαι καὶ ἀνώτερον γενέσθαι τῶν παγίδων τοῦ διαβόλου.

τοῦτο δὲ ὁ μὴ γνούς, ὡς μὴ χρῄζων νουθεσίας ἢ διδασκαλίας ἢ συμβουλῆς ἢ βοηθείας ἄλλων διάκειται, καὶ πεφυσίωται ὡς οὐκ οἶδεν, μηδὲν ἐπιστάμενος μηδὲ αὐτὸ τοῦτο εἰδὼς ὅτι οἶδεν οὐδέν, καὶ εἰς βάθος ἀγνωσίας μᾶλλον δὲ ἀπωλείας ὢν οὐδὲ αὐτὸ τοῦτο δύναται συνιδεῖν ὅτι «ἐν τοῖς ἀπολλυμένοις ἐστίν»· ἡ γοῦν ἄγνοια αὕτη ὥσπερ τις λήμη ἐν τοῖς νοεροῖς ὄμμασι τῆς ψυχῆς ἐπιγίνεσθαι πέφυκεν, ἐκ τοῦ ἀγαπᾶν ἡμᾶς τὸν κόσμον καὶ τὰ ἐν τῷ κόσμῳ· ὅσῳ γὰρ ἀφίσταται ἡμῶν ἡ διάνοια τῆς τοῦ Θεοῦ μνήμης καὶ τοῦ θανάτου καὶ τῆς μελλούσης κρίσεως καὶ τῶν ἀποκειμένων τοῖς δικαίοις ἀγαθῶν καὶ τῶν διαδεξομένων τοὺς ἁμαρτωλοὺς κολαστηρίων, τοῦ αἰωνίου πυρὸς καὶ σκότους, «τοῦ τῶν ὀδόντων βρυγμοῦ», καὶ πρὸς τὰς «βιωτικὰς μερίμνας» καὶ φαντασίας τοῦ κόσμου, πλοῦτον λέγω καὶ δόξαν καὶ τρυφήν, καὶ ἐν τοῖς λοιποῖς ἅπασι τοῦ κόσμου τούτου νομιζομένοις λαμπροῖς ἐνδιατρίβει καὶ ἐνασχολεῖται καὶ τοῖς τοιούτοις συγγίνεται, παχύνεσθαι ἐπὶ πλεῖον εἴωθε καὶ κατὰ μικρὸν ὅλον ἐπικαλύπτειν τὸ ὀπτικὸν τῆς ψυχῆς καὶ παντελῆ ἄγνοιαν τῶν ἀγαθῶν καὶ λήθην τῶν ἐντολῶν τοῦ Θεοῦ ἐμποιεῖν. τοῦτο γὰρ καὶ ὁ Δαυὶδ ἁμαρτήσας καὶ πεπονθώς, πρὸς τὸν Θεὸν ἔλεγεν· «Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου.» εἶδες πῶς κεκαλυμμένοι ὑπῆρχον αὐτοῦ οἱ ὀφθαλμοί; εἶδες πῶς ἐβόα πρὸς τὸν Θεὸν ἀποκαλυφθῆναι αὐτούς;

τοῦτο οὖν καὶ σὺ ποιῆσαι προθυμήθητι, τέκνον, καὶ οὐ μὴ παρίδῃ Κύριος τὴν ἐκ ψυχῆς σου δέησιν ἀλλ’ ἐπακούσεταί σου καὶ διανοίξει «τοὺς ὀφθαλμοὺς τῆς καρδίας» σου, καὶ τότε ἀναβλέψας ἐν πρώτοις μὲν ἐπιγνῷς σεαυτὸν καὶ τὰ κατὰ σέ, ἔπειτα ἅπερ σοι προειρήκαμεν πάντα, καὶ τηνικαῦτα οὐ μόνον τοὺς εὐλαβεῖς καὶ ἐναρέτους τῶν μοναχῶν, ἀλλὰ καὶ πάντα ἄνθρωπον μικρόν τε καὶ μέγαν, δίκαιόν τε καὶ ἁμαρτωλόν, καὶ αὐτοὺς τοὺς προφανῶς ἁμαρτάνοντας ὡς ἁγίους καὶ ὑπὲρ σὲ ὄντας ἀπὸ καρδίας λογίσῃ. ἔσται γάρ σοι τοῦτο καὶ παντὶ ἑτέρῳ σημεῖον ἐναργὲς ὅτι τὴν τῶν ἁμαρτιῶν σου ἄφεσιν ἔλαβες, ὅταν εἰς ταύτην ἔλθῃς τὴν χώραν· ἐν ταύτῃ γὰρ ἡ ἁγία ταπείνωσις αὐλίζεται, καὶ τοῖς πρὸς αὐτὴν ἀφικομένοις τοῦτο δῶρον πρῶτον χαρίζεται, τὸ μηδένα τῶν ἁπάντων ἀνθρώπων ἁμαρτωλότερον ἑαυτοῦ ἢ εὐτελέστερον εἶναι λογίζεσθαι ἀλλ’ ἐν αἰσθήσει ψυχῆς πάσῃ μόνους ἔχειν ἁμαρτωλοὺς ἑαυτοὺς καὶ μόνους ἀπόλλυσθαι μέλλοντας καὶ τῇ κολάσει παραδοθήσεσθαι.

Σπούδασον οὖν, περιπόθητον τέκνον καὶ ἀδελφέ, ταύτην κτήσασθαι τὴν ταπείνωσιν καὶ μὴ εἴπῃς ὅτι Ἀδύνατόν μοι τοῦτο ἐστίν, μηδὲ ὅτι Τοῖς μοναχοῖς τοῦτο ἁρμόδιον καὶ οὐχὶ καὶ τοῖς ἐν τῷ βίῳ διάγουσι· καὶ γὰρ ὁ Χριστὸς τοῖς πᾶσι κοινὰς τὰς ἐντολὰς αὐτοῦ διωρίσατο καὶ οὐ διεῖλε κοσμικοὺς ἐκ τῶν μοναχῶν, ἀλλὰ καὶ οἱ πρὸ τοῦ νόμου καὶ ἐν τῷ νόμῳ ταῦτα κατώρθωσαν· καὶ ἄκουε τοῦ Ἰὼβ λέγοντος· «Ἐγὼ εἰμὶ γῆ καὶ σποδός», καὶ τοῦ Δαυίδ· «Ἐγὼ εἰμὶ σκώληξ καὶ οὐκ ἄνθρωπος.» εἶδες ταπεινώσεως ῥήματα; εἶδες ψυχὴν ἐσχάτην λογιζομένην ἑαυτὴν παντὸς ἀνθρώπου μικροῦ τε καὶ μεγάλου;

μίμησαι οὖν τοῦ Δαυὶδ τὴν μετάνοιαν καὶ τότε κτήσῃ αὐτοῦ τὴν ταπείνωσιν· διὰ γὰρ τῆς μετανοίας τὸ ἐπικείμενον νέφος τῆς ἀγνοίας ἐξαφανίζεται καὶ «τὸ κάλυμμα περιαιρεῖται»· τούτου δὲ γενομένου, τότε καὶ ἑαυτοὺς ἐπιγινώσκομεν καὶ τὰ καθ’ ἡμᾶς ὁρῶμεν οἷα εἰσὶ καὶ τὰ τραύματα καὶ τὰς κηλίδας βλέπομεν τῆς ψυχῆς, καὶ οὕτως οὐ ταπεινοφρονοῦμεν μόνον οὐδὲ ταπεινολογοῦμεν, ἀλλ’ αἰσχυνόμεθα τὸν ἥλιον καὶ τοὺς ἀστέρας καὶ τὰ κτίσματα ἅπαντα τοῦ Θεοῦ, ὅτι παρήχθησαν δι’ ἡμᾶς καὶ ἡμεῖς τὸν ταῦτα πεποιηκότα Θεὸν ὡς εἴρηται δι’ ἡμᾶς παρωργίσαμεν καὶ ἡμάρτομεν παραβάντες αὐτοῦ οὐ μίαν ἀλλὰ πάσας τὰς ἐντολάς, καὶ οὐδὲ ἀναβλέψαι τολμῶμεν οὐδὲ ἰδεῖν ταῦτα οὐδὲ μεταλαβεῖν ἐκ τῶν καρπῶν τῆς γῆς ἀξίους ἑαυτοὺς ὅλως ἡγούμεθα, ἀλλὰ λιμῷ καὶ δίψει ἀποθανεῖν ἡμᾶς εἶναι δίκαιον αὐτοὶ καθ’ ἑαυτοὺς ψηφιζόμεθα, τὴν τοῦ Χριστοῦ εἰκόνα καὶ τὰς τῶν ἁγίων αὐτοῦ ὡς βέβηλοι ὄντες καὶ ἁμαρτωλοὶ ἀτενίσαι καὶ ἰδεῖν οὐκ ἰσχύομεν ἀλλὰ δοκοῦμεν αὐτὰς βδελύττεσθαι ἡμᾶς καὶ τὰς πράξεις ἡμῶν, ὅθεν οὐδὲ προσελθεῖν αὐταῖς καὶ ἀσπάσασθαι τολμῶμεν, αἰσχυνόμενοι προσψαῦσαι τῶν καθαρῶν καὶ ἁγίων ἀνάγνοις καὶ ἀκαθάρτοις χείλεσιν· εἰς ναὸν Θεοῦ εἰσέρχεσθαι μέλλοντες, φόβῳ καὶ τρόμῳ ὡς ἀναξίως εἰσερχόμενοι συνεχόμεθα μήπω καὶ διαστὰν τὸ ἔδαφος «ζῶντας» ἡμᾶς «εἰς ᾅδην» παραπέμψειε.