Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Ἠθικαὶ ὁμιλίαι

Συμεὼν ὁ Νέος Θεολόγος

Λόγος Α': Δημιουργία, πτώση και εσχατολογική ανακαίνιση

Η δημιουργία της ορατής κτίσης, η πλάση και η πτώση του ανθρώπου, η ενανθρώπηση του Λόγου ως νέου Αδάμ και η τελική ανακαίνιση της κτίσεως και της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 1 από 15

ΒΙΒΛΟΣ ΤΩΝ ΗΘΙΚΩΝ ΛΟΓΟΣ Αʹ Κεφάλαια τοῦ λόγου αʹ. Μερική τις φυσιολογία περὶ τῆς τοῦ κόσμου κτίσεως καὶ τῆς πλάσεως τοῦ Ἀδάμ. βʹ. Περὶ τῆς παραβάσεως καὶ τῆς ἐξορίας τοῦ Ἀδάμ. γʹ. Περὶ τῆς τοῦ Λόγου σαρκώσεως καὶ κατὰ τίνα τρόπον δι’ ἡμᾶς ἐσαρκώθη.

δʹ. Πῶς αὖθις ἡ κτίσις μέλλει ἀνακαινισθῆναι καὶ γενέσθαι καινοὺς οὐρανοὺς καὶ καινὴν γῆν κατὰ τὸν θεῖον Ἀπόστολον. εʹ. Ὁποία ἔσται ἡ ἐσχάτη λαμπρότης τῆς κτίσεως· ἐν ᾧ καὶ περὶ ἀγγέλων καὶ περὶ ψυχῆς.

ϛʹ. Πῶς ἑνοῦνται τῷ Χριστῷ καὶ Θεῷ καὶ ἓν γίνονται μετ’ αὐτοῦ πάντες οἱ ἅγιοι. ζʹ. Πῶς δεῖ πληρωθῆναι τὸν ἄνω κόσμον καὶ ὁποῖός τίς ἐστι καὶ κατὰ τίνα τρόπον πληρωθήσεται. ηʹ. Ὅτι εἰ μὴ πάντες οἱ προωρισμένοι κατὰ γενεὰς καὶ γενεὰς τεχθήσονται ἕως ἐσχάτης ἡμέρας καὶ πληρωθήσονται, ὁ ἄνω κόσμος οὐ πληρωθήσεται.

θʹ. Εἰς τὸ ῥητὸν τοῦ Εὐαγγελίου· «Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν βασιλεῖ.» Καὶ τίς ἐστιν ὁ γάμος ὁ μυστικὸς τοῦ Θεοῦ. ιʹ. Ὅτι καὶ πάντες οἱ ἅγιοι τὸν Λόγον τοῦ Θεοῦ ἐν ἑαυτοῖς συλλαμβάνουσι τῇ Θεοτόκῳ παραπλησίως καὶ γεννῶσιν αὐτὸν καὶ γεννᾶται ἐν αὐτοῖς καὶ γεννῶνται ὑπ’ αὐτοῦ· καὶ πῶς υἱοὶ καὶ ἀδελφοὶ καὶ μητέρες αὐτοῦ χρηματίζουσιν.

ιαʹ. Εἰς τὸ ῥητὸν τοῦ Εὐαγγελίου· «Καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους καὶ οὐκ ἤθελον ἐλθεῖν.» ιβʹ. Ὅτι οὐ χρὴ πρὸ τῆς ἐργασίας τῶν ἐντολῶν καὶ τῆς εἰς ἀρετὴν προκοπῆς τε καὶ τελειώσεως τὰ κεκρυμμένα μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν ἐρευνᾶν τῶν ἀμυήτων τινά· καὶ ὅτι ἐν τῇ δευτέρᾳ τοῦ Κυρίου ἐλεύσει πάντες ἀλλήλους γνωρίζουσιν οἱ ἅγιοι.

Ἃ μὲν οὖν ἀπολογήσασθαι καὶ εἰπεῖν ἔδει πρὸς τοὺς ἀντιδιατιθεμένους ἡμῖν καὶ τὰς πικρὰς γλωσσαλγίας αὐτῶν αἷς τὸ προσπεσὸν ἅπαν ὁμοῦ κατασύρεται, κἂν εἴ τι τῶν τιμιωτέρων ἐστίν, ἱκανῶς ἔχει καὶ ὡς ὁ Λόγος τὸν λόγον εὐώδωσεν, ἵνα μὴ ἐξ ἡμῶν ᾖ τὰ τῆς εὐδρομίας τοῦ λόγου καὶ τῶν εὐστόχων βολίδων αὐτοῦ, ἀλλ’ ἢ ἄνωθεν καὶ ἀπὸ τῆς τοῦ Πνεύματος συμμαχίας, παρ’ οὗ πᾶσιν εὐοδοῦται τὸ κατορθούμενον. Χρέων δὲ ἄρτι τῆς πρὸς ἐκείνους λήξαντας στάσεως ἰδεῖν καὶ κατασκοπῆσαι καὶ σκέψασθαι τίνα τὰ ὑπὸ Θεοῦ χαρισθέντα ἡμῖν, Παύλῳ τῷ θείῳ πειθομένους τίς ὁ πλοῦτος τῆς πρὸς ἡμᾶς αὐτοῦ ἀγαθότητος ὃν ἡμῖν ἀπ’ ἀρχῆς ἐχαρίσατο κτίσεως, τίς ἡ πλάσις ἡμῶν καὶ πῶς παρέβημεν τὴν δοθεῖσαν ἄνωθεν ἐντολὴν καὶ τῶν ἀθανάτων ἐκείνων ἀγαθῶν ἐξεπέσομεν, τίς δὲ ὁ νῦν βίος καὶ τίς ὁ κόσμος οὗτος ὑφ’ ὃν καὶ μεθ’ ὃν τὸ πᾶν ὁρᾶται κινούμενον, καὶ τίνα τὰ μετὰ ταῦτα διαδεξόμενα τοὺς προσκυνητὰς τῆς Τριάδος ἡμᾶς. Ἄρξομαι δὲ ἐντεῦθεν, ἀρχὴν τοῦ λόγου ποιούμενος τὸν Θεόν.

αʹ. Μερική τις φυσιολογία περὶ τῆς τοῦ κόσμου κτίσεως καὶ τῆς πλάσεως τοῦ Ἀδάμ. Ὁ Θεὸς οὐχὶ τὸν παράδεισον μόνον, ὡς ἄν τινες οἴονται, τοῖς πρωτοπλάστοις δέδωκεν ἐξ αὐτῆς ἀρχῆς, οὔτε ἄφθαρτον μόνον ἐκεῖνον ἐδημιούργησεν, ἀλλὰ πολλῷ μᾶλλον πρὸ ἐκείνου τὴν ἅπασαν γῆν, ταύτην δὴ ἣν ἡμεῖς κατοικοῦμεν, καὶ τὰ ἐν τῇ γῇ ἅπαντα, οὐ μὴν ἀλλὰ καὶ τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ ἐν πέντε ἡμέραις παραγαγών, τῇ ἕκτῃ ἡμέρᾳ ἔπλασε τὸν Ἀδὰμ καὶ πάσης τῆς ὁρωμένης κτίσεως κύριον αὐτὸν καὶ βασιλέα κατέστησε. Καὶ οὔτε ἡ Εὔα παραχθεῖσα ἦν τότε οὔτε μὴν ὁ παράδεισος, ἀλλ’ οὗτος ὁ κόσμος ὥσπερ τις παράδεισος ὑπὸ τοῦ Θεοῦ γέγονεν εἷς, ἄφθαρτος μέν, ὑλικὸς δὲ καὶ αἰσθητὸς παραχθείς· τοῦτον, ὡς εἴρηται, τῷ Ἀδὰμ καὶ τοῖς ἐξ αὐτοῦ εἰς ἀπόλαυσιν δέδωκεν. Ἀλλὰ μὴ φανῇ σοι τοῦτο παράδοξον, ἀνάμεινον δὲ τὸν λόγον καὶ ἐξ αὐτῆς τῆς θείας Γραφῆς ἀποδείξει τοῦτο σαφέστατα.

Γέγραπται γάρ· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος.» Καθεξῆς δὲ τὰ λοιπὰ ἅπαντα ἔργα τῆς τοῦ Θεοῦ δημιουργίας ἀκριβῶς ἐξηγούμενος, μετὰ τὸ εἰπεῖν· «Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα πέμπτη», ἐπήγαγε· «Καὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.» Ἄρσεν δὲ καὶ θῆλυ λέγει οὐχ ὡς τῆς Εὔας ἤδη γενομένης, ἀλλ’ ὡς ἐν τῇ τοῦ Ἀδὰμ πλευρᾷ οὔσης καὶ αὐτῷ συνούσης· καὶ τοῦτο μετὰ ταῦτα σαφέστερον γνώσεσθε. «Καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεὸς λέγων· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς.» Ὁρᾷς πῶς τοῦτον ὅλον τὸν κόσμον, ὡς ἕνα παράδεισον, τῷ ἀνθρώπῳ ἐξ ἀρχῆς δέδωκεν ὁ Θεός; Ποίαν γὰρ ἄλλην γῆν λέγει, εἰ μὴ ταύτην ἐν ᾗ καὶ νῦν, ὡς εἴρηται, κατοικοῦμεν ἡμεῖς, ἑτέραν δὲ οὐδαμῶς;

Διὸ καὶ ἐπιφέρων φησί· «Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον σπεῖρον σπέρμα ὅ ἐστιν ἐπάνω τῆς γῆς· καὶ πᾶν ξύλον ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου ὑμῖν ἔσται εἰς βρῶσιν καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς.» Εἶδες πῶς τὰ ὁρώμενα ἅπαντα, τά τε ἐν τῇ γῇ καὶ τὰ ἐν τῇ θαλάσσῃ, τῷ Ἀδὰμ καὶ ἡμῖν τοῖς ἐξ αὐτοῦ δέδωκεν εἰς ἀπόλαυσιν καὶ οὐχὶ τὸν παράδεισον μόνον αὐτῷ ἐχαρίσατο; Ὅσα γὰρ τῷ Ἀδὰμ εἶπεν, ὡς πρὸς πάντας ἡμᾶς ταῦτα ἔλεγε, καθὼς καὶ πρὸς τοὺς ἀποστόλους ὕστερον ὁ αὐτὸς διὰ τοῦ ζῶντος Λόγου αὐτοῦ ἔφη· «Ἃ δὲ λέγω ὑμῖν, πᾶσι λέγω», ὡς εἰδὼς ὅτι εἰς ἄπειρα πλήθη καὶ ἀναρίθμητα ἔμελλε τὸ γένος ἡμῶν πληθυνθῆναι ἐπὶ τῆς γῆς.

Εἰ γὰρ καὶ παραβάντες τὴν ἐντολὴν αὐτοῦ καὶ βιοῦν καὶ ἀποθνῄσκειν κατακριθέντες εἰς τοσοῦτον πλῆθος οἱ ἄνθρωποι ἐγενόμεθα, ἐννόει μοι ὅσοι ἔμελλον εἶναι οἱ ἀπὸ κτίσεως κόσμου γεννηθέντες, εἰ μὴ ἀπέθανον, ὁποίαν δὲ ζωὴν καὶ διαγωγὴν ἔχειν ἐν ἀφθάρτῳ κόσμῳ ἄφθαρτοι διατηρούμενοι καὶ ἀθάνατοι, ἀναμάρτητον δηλονότι καὶ ἄλυπον, ἀμέριμνόν τε καὶ ἄμοχθον διανύοντες βίον, ὅπως τε κατὰ προκοπὴν τῆς φυλακῆς τῶν ἐντολῶν τοῦ Θεοῦ καὶ τῆς ἐργασίας τῶν ἀγαθῶν ἐννοιῶν εἰς τελειοτέραν ἔμελλον ἀνάγεσθαι κατὰ καιρὸν δόξαν τε καὶ ἀλλοίωσιν, πλησιάζοντες τῷ Θεῷ καὶ ταῖς πηγαζούσαις αὐγαῖς τῆς θεότητος, τὴν μὲν ψυχὴν λαμπροτέραν ἑκάστου γίνεσθαι, τὸ δὲ αἰσθητὸν καὶ ὑλῶδες σῶμα εἰς ἄϋλον καὶ πνευματικὸν ὑπὲρ αἴσθησιν πᾶσαν μεταποιεῖσθαί τε καὶ μεταβάλλεσθαι· ὁπόση δὲ καὶ ἡ ἐκ τῆς μετ’ ἀλλήλων διαγωγῆς εὐφροσύνη καὶ ἀγαλλίασις ἡμῖν προσγίνεσθαι ἔμελλεν, ἄρρητος πάντως τῷ ὄντι καὶ λογισμοῖς ἀνεπίβατος.

Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Ὥσπερ οὖν χώραν μίαν ἢ ἀγρὸν ἕνα, ἵνα τὰ αὐτὰ πάλιν εἴπω, οὕτω τὸν κόσμον ἅπαντα τῷ Ἀδάμ, ὡς εἴρηται, ἐχαρίσατο. Ταῦτα δὲ ἐν ταῖς ἓξ ἡμέραις συνετέλεσεν ὁ Θεός· καὶ ἄκουε τῆς θείας Γραφῆς τοῦτο δηλούσης σαφέστατα. Μετὰ γὰρ τὸ εἰπεῖν· «Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εὐλόγησεν αὐτούς» καὶ τὰ λοιπὰ καθεξῆς, τότε ἐπήγαγεν οὕτως εἰπών· «Καὶ εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησεν καὶ ἰδοὺ καλὰ λίαν· καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα ἕκτη· καὶ συνετέλεσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ ἃ ἐποίησε, καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι». Εἶτα βουλόμενος διδάξαι ἡμᾶς ὅπως ἐποίησε τὸν ἄνθρωπον ὁ Θεὸς καὶ πόθεν, ἀνακεφαλαιωσάμενος τὸν λόγον, οὕτω πως πάλιν φησίν· «Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ τε καὶ γῆς, ὅτε ἐγένετο» καὶ μετ’ ὀλίγα· «Καὶ ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς», ὅπερ χρὴ ἐννοεῖν οὕτως· ἐποίησε δὲ ὁ Θεὸς τὸν ἄνθρωπον χοῦν λαβὼν ἀπὸ τῆς γῆς, «καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.»

Τὸν οὖν τρόπον τῆς δημιουργίας δῆλον ποιήσας ἡμῖν, τότε καθάπερ ἄνθρωπός τις βασιλεὺς ἢ ἄρχων καὶ πλούσιος τὴν ὑπ’ αὐτοῦ δεσποζομένην χώραν καὶ γῆν οὔτε πόλιν πᾶσαν περιτειχίσας μόνον ποιεῖ, οὔτε οἶκον ἕνα περιφράξας ὅλην ἀποτελεῖ, ἀλλὰ εἰς πολλὰ τὴν μίαν διαχωρίσας, τὴν μὲν σπορίμην εἶναι ἐᾷ, τὴν δὲ εἰς ἀμπελῶνα ἀφορίζει, ἑτέραν χέρσον εἶναι ἀφίησιν, ἐν ἑνὶ δὲ μέρει καὶ τόπῳ τερπνῷ τε καὶ περικάλλει τὰς κατασκηνώσεις ποιεῖται, ἔνθα καὶ παλάτια οἰκοδομεῖ καὶ οἴκους κατασκευάζει, λουτρά τε κτίζει καὶ παραδείσους φυτεύει καὶ παντοίας ἐκεῖσε ἀπολαύσεις ἐπινοεῖ καὶ φραγμὸν ἔξωθεν τούτων ἁπάντων περιτιθεῖ, κλεῖς τε καὶ πύλας ἀνοιγομένας καὶ κλειομένας ποιεῖ· οὐ μόνον δέ, ἀλλὰ καὶ φύλακας, εἰ καὶ μηδένα πτοεῖται, ἀποκαθιστᾷ, ὡς ἂν τὸ αὐτοῦ οἰκητήριον περιφανέστατον καὶ ἐνηλλαγμένον ᾖ διὰ πάντων καὶ ἵνα τοῖς μὲν ἀγνώμοσι φίλοις καὶ πονηροῖς καὶ αὐτοῖς τοῖς προσκεκρουκόσι τῶν ὑπὸ χεῖρα καὶ δούλων, εἴ ποτέ τινες τοιοῦτοι φανῶσιν, ἄβατος ἔσται, τοῖς δὲ γνησίοις καὶ πιστοῖς φίλοις καὶ αὐτοῖς τοῖς εὐγνώμοσι δούλοις ἀκώλυτος ἡ πρὸς αὐτὸν ὑπάρχῃ εἴσοδός τε καὶ ἔξοδος· οὕτω δὴ καὶ ὁ Θεὸς τῷ πρωτοπλάστῳ ἐποίησε.

Μετὰ γὰρ τὸ κτίσαι πάντα ἐξ οὐκ ὄντων καὶ αὐτὸν πλάσαι τὸν ἄνθρωπον καὶ καταπαῦσαι αὐτὸν τῇ ἑβδόμῃ ἡμέρᾳ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ποιεῖν, τότε ἐφύτευσε τὸν παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς, ὥσπερ τινὰ βασίλεια ἐν ἑνὶ μέρει τοῦ κόσμου τοῦτον φυτεύσας, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἐποίησε.

Διατί οὖν ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ οὐκ ἐποίησε τὸν παράδεισον μέλλοντα γενέσθαι, ἀλλὰ μετὰ τὴν παραγωγὴν πάσης ἅμα τῆς κτίσεως κατὰ ἀνατολὰς τοῦτον ἐφύτευσεν; Ἐπειδὴ ὁ Θεός, ὡς προειδὼς τὰ πάντα, τάξει καὶ καταστάσει εὐκόσμῳ τὴν κτίσιν ἐδημιούργησε καὶ τὰς μὲν ἑπτὰ ἡμέρας εἰς τύπον τῶν ἑπτὰ αἰώνων τῶν ὕστερον μελλόντων διελθεῖν ἔταξε, τὸν δὲ παράδεισον ἐφύτευσε μετὰ ταῦτα, ὡς τοῦ μέλλοντος αἰῶνος ὄντα σημαντικόν. Τίνος οὖν ἕνεκεν τὴν ἡμέραν, ἥτις ἐστὶν ἡ ὀγδόη, ταῖς προλαβούσαις ἑπτὰ οὐ συνῆψε τὸ Πνεῦμα τὸ ἅγιον; Ἐπειδήπερ τῷ κύκλῳ τούτων τῶν ἡμερῶν συναριθμεῖσθαι ταύτην οὐχ ἥρμοζεν, ἐν ᾧ πρώτη καὶ δευτέρα καὶ καθεξῆς αἱ ἑπτὰ ἀνακυκλοῦσαι τὰς ἑβδομάδας ἀποτελοῦσι, πολλὰς ἐν τούτῳ τὰς πρώτας καὶ τοσαύτας τὰς ἑβδόμους ἀπεργαζομένας ἡμέρας, ἀλλ’ ἔξωθεν τούτων ἐκείνην εἶναι ἐχρῆν ὡς ἀρχὴν ἢ τέλος μὴ ἔχουσαν. Οὐδὲ γὰρ νῦν μὲν οὐκ ἔστι, μέλλει δὲ γενέσθαι καὶ ἀρχὴν λήψεσθαι· ἀλλὰ καὶ ἦν πρὸ τῶν αἰώνων καὶ ἔστι νῦν καὶ ἔσται εἰς αἰῶνας αἰώνων, ἀρχὴν δὲ λαβεῖν λέγεται, ὅτε πάντως ἐλεύσεται καὶ ἡμῖν ἐσχάτως ἀποκαλυφθῇ ἀνέσπερος μία ἡμέρα καὶ ἀτελεύτητος ἐν τῷ καθ’ ἡμᾶς γινομένη.

Ὅρα δὲ ὅτι οὐδὲ γέγραπται· «Ἐποίησεν ὁ Θεὸς τὸν παράδεισον», οὐδὲ ὅτι «Εἶπε· Γενηθήτω, καὶ ἐγένετο», ἀλλ’ ὅτι «ἐφύτευσεν αὐτὸν καὶ ἐξανέτειλεν ἔτι ἐκ τῆς γῆς ὁ Θεὸς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν», καρποὺς παντοδαπεῖς τε καὶ ποικίλους ἔχον μήτε φθειρομένους κἂν ὅλως μήτε ἐκλείποντας, ἀλλὰ νεαροὺς ἀεὶ καὶ μάλα δὴ τὸ ἡδύνον ἔχοντας καὶ ἄφραστον τὴν ἡδονὴν τοῖς πρωτοπλάστοις καὶ τὴν τρυφὴν ἐμποιοῦντας. Ἔπρεπε καὶ γὰρ τοῖς ἀφθάρτοις αὐτῶν σώμασιν ἄφθαρτον καὶ τὴν τροφὴν ἐπιχορηγεῖσθαι· ὅθεν καὶ ἄμοχθος ἦν αὐτῶν ἡ διαγωγὴ καὶ ἀκάματος ἡ ζωή, ἐν μέσῳ δηλονότι τοῦ παραδείσου, ὃν καὶ περιτειχίσας οἱονεί πως ὁ τούτου δημιουργὸς εἴσοδον ἔθετο αὐτοῖς δι’ ἧς εἰσῄεσαν καὶ ἐξῄεσαν.

βʹ. Περὶ τῆς παραβάσεως καὶ τῆς ἐξορίας τοῦ Ἀδάμ. Τοιγαροῦν καὶ ἐπλάσθη σῶμα μὲν ἔχων ὁ Ἀδὰμ ἄφθαρτον, ὑλικὸν μέντοιγε καὶ ὅλον οὔπω πνευματικόν, καὶ ὡς βασιλεὺς ἀθάνατος ἐν ἀφθάρτῳ κόσμῳ, οὐ λέγω μόνῳ τῷ παραδείσῳ, ἀλλ’ ἐν πάσῃ τῇ ὑπ’ οὐρανόν, κατέστη ὑπὸ τοῦ δημιουργοῦ Θεοῦ. Ἐπεὶ δὲ καὶ νόμον αὐτοῖς δέδωκεν ἐντειλάμενος μὴ φαγεῖν ἐκ μόνου τοῦ ξύλου ἐκείνου, καταφρονήσας δὲ ἠπίστευσε τῷ πλαστουργῷ καὶ δεσπότῃ οὕτως εἰπόντι αὐτῷ· «ᾟ δ’ ἂν ἡμέρᾳ φάγησθε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε», πιστότερον τὸν σκολιὸν ἡγησάμενος ὄφιν οὕτως εἰπόντα· «Οὐχὶ θανάτῳ ἀποθανεῖσθε, ἀλλ’ ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε, ἔσεσθε ὡς θεοὶ γινώσκοντες καλὸν καὶ πονηρόν· καὶ ἔφαγεν ἀπ’ αὐτοῦ», εὐθὺς ἐγυμνώθη τῆς ἀφθάρτου καταστολῆς καὶ δόξης καὶ τὴν τῆς φθορᾶς γυμνότητα ἐνεδύσατο. Ἰδὼν οὖν ἑαυτὸν γυμνὸν ὁ Ἀδὰμ ἐκρύβη καὶ φύλλα συκῆς ῥάψας περιεζώσατο, τὴν ἀσχημοσύνην αὐτοῦ καλύψαι πειρώμενος. Ὅθεν καὶ τοῦ Θεοῦ εἰπόντος αὐτῷ· «Ἀδάμ, ποῦ εἶ;» «Τῆς φωνῆς σου» φησίν «ἤκουσα καὶ τὴν γύμνωσίν μου κατανοήσας, φοβηθεὶς ἐκρύβην.» Πρὸς μετάνοιαν δὲ αὐτὸν ἐκκαλούμενος ὁ Θεός φησι πρὸς αὐτόν· «Καὶ τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες;»

Ἐπεὶ δὲ εἰπεῖν ἐκεῖνος τὸ ἥμαρτον οὐκ ἠθέλησε, τοὐναντίον μᾶλλον μὲν οὖν καὶ αἰτίαν προσῆψε τῷ τὰ πάντα καλὰ λίαν πεποιηκότι Θεῷ ἐν τῷ εἰπεῖν· «Ἡ γυνὴ ἣν δέδωκάς μοι, αὕτη ἔδωκέ μοι καὶ ἔφαγον», κἀκείνη πάλιν τῷ ὄφει τὴν αἰτίαν ἐπεγράψατο καὶ μετανοῆσαι καὶ προσπεσεῖν τῷ Δεσπότῃ ἢ συγχώρησιν ἐξαιτήσασθαι οὐδαμῶς ἠβουλήθησαν, τότε αὐτούς, ὥσπερ ἐκ παλατίων βασιλικῶν καὶ οἴκων πανευπρεπῶν, αὐτοῦ δὴ λέγω τοῦ παραδείσου, ἐξωθεῖ καὶ ἐκβάλλει, ἵνα ἐν ταύτῃ τῇ γῇ ὡς ἐξόριστοι διατελῶσι καὶ ὑπερόριοι. «Καὶ εὐθὺς ἔταξε τὴν φλογίνην ῥομφαίαν τοῦ φυλάττειν τὴν εἴσοδον τοῦ ξύλου τῆς ζωῆς», οὐχ ὡς ἐν αὐτῷ μελλόντων πάλιν τῷ αἰσθητῷ τε καὶ ὑλικῷ παραδείσῳ μετὰ τὴν ἀνάκλησιν ἐπανάγεσθαι· οὐδὲ γὰρ διὰ τοῦτο μέχρι τοῦ νῦν ἐτηρήθη, οὐδὲ τούτου χάριν οὐ κατηράσατο αὐτὸν ὁ Θεός, ἀλλὰ διὰ τὸ τύπον αὐτὸν ἐπέχειν τῆς μελλούσης ἀκαταλύτου ζωῆς καὶ εἰκόνα τυγχάνειν τῆς ἀϊδίου βασιλείας τῶν οὐρανῶν· εἰ γὰρ μὴ τοῦτο ἦν, ἐκεῖνον ἔδει καταραθῆναι μᾶλλον, ὡς ἐν αὐτῷ καὶ τῆς παραβάσεως γενομένης.

Ἀλλὰ τοῦτο μὲν οὐ ποιεῖ, τὴν δὲ λοιπὴν ἅπασαν γῆν, ἐπεί, ὡς ἔφαμεν, ἄφθαρτος ἦν καθὼς καὶ ὁ παράδεισος, πάντα αὐτομάτως προσφέρουσα, ἵνα μὴ κἀκεῖθεν ἐξερχόμενος ὁ Ἀδὰμ ἄμοχθον ἔχῃ καὶ αὖθις βίον, κόπων καὶ ἱδρώτων ἀπηλλαγμένον, προκατηράσατο αὐτὴν οὕτως εἰπών· «Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἐν λύπαις φαγῇ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι καὶ φαγῇ τὸν χόρτον τοῦ ἀγροῦ τὸν τοῖς θηρίοις καὶ τοῖς ἀλόγοις ζῴοις ἀφωρισμένον· ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου, ἕως τοῦ ἐπιστρέψαι σε εἰς τὴν γῆν ἐξ ἧς ἐλήφθης, ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ.» Εἰκότως οὖν ἔδει τῷ εἰς φθορὰν καὶ θάνατον κατενεχθέντι διὰ τῆς παραβάσεως ῥευστὴν καὶ φθαρτὴν ὡσαύτως γῆν κατοικεῖν καὶ τοιαύτης ἀξίως μετέχειν τροφῆς. Ἐπειδὴ γὰρ ἡ ἄφθονος τρυφή, ἡ ἄφθαρτος καὶ ἀκάματος διαγωγή, εἰς λήθην τῶν παρὰ Θεοῦ γεγονότων ἀγαθῶν καὶ εἰς καταφρόνησιν αὐτὸν τῆς δοθείσης ἤγαγεν ἐντολῆς, ἐν κόπῳ κατεδικάσθη δικαίως καὶ ἱδρῶτι τὴν γῆν ἐργάζεσθαι καὶ οὕτω κατ’ ὀλίγον ἐξ αὐτῆς ὡς ὑπὸ οἰκονόμου τινὸς κομίζεσθαι τὰς τροφάς. Εἶδες πῶς καταραθεῖσα ἡ γῆ πρότερον καὶ τῆς προτέρας αὐτομάτου βλαστήσεως στερηθεῖσα, οὕτως τὸν παραβάτην ἐδέξατο; Οὗ χάριν καὶ διατί;

Ἵνα ἐργαζομένη μὲν παρ’ αὐτοῦ ἐν ἱδρῶτι καὶ κόπῳ παρέχῃ τὰ ἐξ αὐτῆς συμμέτρως φυόμενα εἰς αὐτάρκη χρείαν αὐτῷ, μὴ ἐργαζομένη δὲ μένῃ ἄκαρπος, ἀκάνθας καὶ τριβόλους μόνον προφέρουσα.

Τοιγαροῦν καὶ ἐξελθόντα τοῦ παραδείσου αὐτὸν πᾶσα ἡ κτίσις, ἡ ὑπὸ Θεοῦ παραχθεῖσα ἐκ τοῦ μὴ ὄντος, θεασαμένη, οὐκέτι ὑποταγῆναι τῷ παραβάντι ἐβούλετο· ὁ ἥλιος λάμψαι οὐκ ἤθελεν, ἡ σελήνη φᾶναι οὐκ ἔφερε, τὰ ἄστρα ὀφθῆναι τούτῳ οὐχ εἵλοντο, αἱ πηγαὶ βρύειν οὐκ ἔμελλον· οὐκ ἐβούλοντο ῥέειν οἱ ποταμοί, ἐφ’ ἑαυτὸν ἐμελέτα ὁ ἀὴρ συσταλῆναι καὶ μὴ δοῦναι τῷ προσκεκρουκότι ἀναπνοήν· τὰ θηρία καὶ πάντα τὰ ζῷα τῆς γῆς, γυμνωθέντα τοῦτον τῆς πρώην θεασάμενα δόξης, καταφρονήσαντα αὐτοῦ, ἐτραχύνθησαν ἅπαντα εὐθὺς κατ’ αὐτοῦ· ὁ οὐρανὸς καταπεσεῖν δικαίως ἐπ’ αὐτὸν οἱονεί πως κεκίνητο καὶ ἡ γῆ ἐπὶ τοῦ νώτου φέρειν τοῦτον οὐκ ἔστεγε.

Τί οὖν; Ὁ δημιουργήσας τὰ πάντα καὶ πλάσας τοῦτον Θεός, παραβῆναι μέλλοντα πρὸ καταβολῆς κόσμου γινώσκων τὴν ἐντολὴν τὸν Ἀδὰμ καὶ τὴν ἐκ παλιγγενεσίας αὐτοῦ ζωὴν καὶ ἀνάπλασιν διὰ τῆς ἐνσάρκου γεννήσεως τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ καὶ Θεοῦ προορίσας, τί ποιεῖ;

Συγκρατεῖ πάντα τῇ οἰκείᾳ δυνάμει καὶ εὐσπλαγχνίᾳ καὶ ἀγαθότητι, ἀναστέλλει τὴν ὁρμὴν τῶν κτισμάτων ἁπάντων, εὐθὺς καὶ τούτῳ τὰ πάντα ὡσαύτως καθυποτάττει, ἵνα τῷ δι’ οὗ γέγονεν ἀνθρώπῳ δουλεύσασα, φθαρτῷ φθαρτὴ γεγονυῖα, ὅτε πάλιν ἐκεῖνος ἀνακαινισθῇ καὶ πνευματικός, ἄφθαρτος καὶ ἀθάνατος γένηται, τότε καὶ αὐτὴ ἐλευθερωθεῖσα τῆς δουλείας ἡ κτίσις ἡ ὑπὸ τοῦ Θεοῦ τῷ προσκεκρουκότι ὑποταγεῖσα καὶ αὐτῷ ἐκδουλεύσασα συνανακαινισθῇ αὐτῷ καὶ ἀφθαρτωθῇ καὶ πνευματικὴ ὅλη γένηται· τοῦτο γὰρ πρὸ καταβολῆς κόσμου ὁ πολυεύσπλαγχνος Θεὸς καὶ Κύριος προωρίσατο.

Ἀλλὰ τούτων οὕτω σοφῶς ἐκ Θεοῦ γεγονότων, τοῦ παραδείσου ἐκβληθεὶς ὁ Ἀδὰμ ἐτέκνωσεν, ἐβίωσε καὶ ἀπέθανεν· οὕτω δὲ ὁμοίως καὶ οἱ ἐξ αὐτοῦ. Τοίνυν καὶ νεαρὰν τὴν μνήμην ἔχοντες οἱ τότε ἄνθρωποι τῆς ἐκπτώσεως, ὑπὸ τοῦ Ἀδὰμ πάντως καὶ τῆς Εὔας ταύτην ἐκδιδασκόμενοι, ἐσέβοντο τὸν Θεὸν καὶ ὡς δεσπότην ἐτίμων αὐτόν. Διὰ δὴ τοῦτο καὶ ὁ Ἄβελ σὺν τῷ Κάϊν θυσίας ἐκ τῶν ὑπαρχόντων αὐτοῖς αὐτῷ προσέφερον· ὅθεν καὶ ἐπὶ μὲν τοῦ Ἄβελ τῇ προσφορᾷ καὶ θυσίᾳ προσεσχηκέναι τὸν Θεὸν γέγραπται, ἐπὶ δὲ τοῦ Κάϊν οὐκέτι· καὶ τοῦτο γνόντα τὸν Κάϊν λυπηθῆναι λέγεται ἕως θανάτου καὶ ἐντεῦθεν πρὸς φθόνον καὶ φόνον τοῦ ἀδελφοῦ προχωρῆσαι. Ἀλλ’ Ἐνὼχ μὲν μετὰ ταῦτα εὐαρεστήσας Θεῷ ὑπ’ αὐτοῦ μετετέθη, Ἠλίας δὲ ἐν ἅρματι ἀνελήφθη πυρός, τοῦ Θεοῦ δεικνύντος ἐκ τούτων ὅτι, εἰ μετὰ τὴν ἀπόφασιν τὴν κατὰ τοῦ Ἀδὰμ καὶ τοῦ σπέρματος αὐτοῦ ἐξενεχθεῖσαν, εἰ μετὰ τὸ ἐξόριστον αὐτὸν παρ’ αὐτοῦ γενέσθαι τοὺς εὐαρεστήσαντας αὐτοῦ υἱοὺς οὕτως τῇ μεταθέσει καὶ μακροζωΐᾳ ἐτίμησε καὶ τῆς φθορᾶς, ἤτοι τῆς εἰς γῆν ἀποστροφῆς καὶ τῆς ἐν τῷ ᾅδῃ καταβάσεως, αὐτοὺς ἠλευθέρωσεν ὕστερον τεθνήξεσθαι ἤ, ἀληθέστερον εἰπεῖν, ἀλλαγήσεσθαι μέλλοντας, πόσης ἂν αὐτὸν ἐκεῖνον, εἰ μὴ παρέβη τὴν ἐντολήν, ἢ καὶ μετὰ τὸ παραβῆναι εἰ μετενόησε, δόξης καὶ τιμῆς καὶ συμπαθείας ἠξίωσεν ἔνδον ἐάσας εἶναι τοῦ παραδείσου αὐτόν;

Οὕτως οὖν ἐπὶ χρόνους τὰ περὶ Θεοῦ κατὰ διαδοχὴν διδασκόμενοι ὑπ’ ἀλλήλων τὸν ποιητὴν αὐτῶν οἱ παλαιοὶ ἐπεγίνωσκον. Ὕστερον δὲ πληθυνθέντων τῶν ἀνθρώπων καὶ τὴν ἑαυτῶν διάνοιαν ἐκ νεότητος ἐπὶ τὰ πονηρὰ ἐκδεδωκότων, εἰς λήθην καὶ ἄγνοιαν τοῦ πεποιηκότος αὐτοὺς Θεοῦ κατηνέχθησαν καὶ οὐ μόνον εἴδωλα καὶ δαίμονας ὡς θεοὺς ἐσεβάσθησαν, ἀλλὰ καὶ αὐτὴν τὴν κτίσιν τὴν εἰς ὑπηρεσίαν αὐτῶν ὑπὸ τοῦ Θεοῦ δοθεῖσαν αὐτοῖς θεοποιήσαντες, ταύτῃ ἐλάτρευσαν, εἰς πᾶσάν τε ἀσέλγειαν καὶ ἀκάθαρτον πρᾶξιν ἑαυτοὺς ἐκδεδώκασι καταμιάναντες τὴν γῆν, τὸν ἀέρα, τὸν οὐρανὸν καὶ τὰ ὑπ’ αὐτὸν ἅπαντα ταῖς πράξεσι ταῖς ἀτόποις αὐτῶν. Οὐδὲν γὰρ ἕτερον τῶν ἄλλων ἁπάντων οὕτω μιαίνει καὶ ἀκάθαρτον τὸ καθαρὸν ἔργον ἀπεργάζεται τοῦ Θεοῦ, ὡς τὸ θεοποιηθῆναι αὐτὸ τοῦτο καὶ λατρευθῆναι ἴσα καὶ Θεῷ παρὰ τὸν πεποιηκότα καὶ κτίσαντα. Τοιγαροῦν καὶ πᾶσα ἡ κτίσις παρὰ τῶν ἀνθρώπων θεοποιηθεῖσα καὶ προσκυνηθεῖσα κατερρυπώθη καὶ εἰς τελείαν κατήχθη φθοράν· ὅτε δὲ ὁ κολοφὼν ἐπληρώθη τῆς ἄγαν κακίας καὶ εἰς ἀπείθειαν ἅπαντες συνεκλείσθησαν, κατὰ τὸν θεῖον Ἀπόστολον, τότε κατῆλθεν ἐπὶ γῆς ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς ἀναπλάσαι τὸν συντριβέντα, ζωοποιῆσαι τὸν τεθανατωμένον καὶ τὸ ἑαυτοῦ πλάσμα ἐκ τῆς πλάνης ἀνακαλέσασθαι.

Ἀλλὰ προσέχετε, παρακαλῶ, τῇ ἀκριβείᾳ τοῦ λόγου· ἔσται γὰρ ἡμῖν τε ὠφέλιμος ὁ λόγος καὶ ταῖς μετέπειτα γενεαῖς. Χρεὼν δὲ ἐξ εἰκόνος τινὸς τὴν τοῦ Λόγου σάρκωσιν καὶ τὴν ἐκ τῆς ἀειπαρθένου Μαρίας ἀπόρρητον γέννησιν αὐτοῦ θεωρῆσαι καὶ γνῶναι καλῶς τὸ τῆς οἰκονομίας ἐκεῖθεν μυστήριον τὸ ἀποκεκρυμμένον πρὸ τῶν αἰώνων εἰς σωτηρίαν τοῦ γένους ἡμῶν.

γʹ. Περὶ τῆς τοῦ Λόγου σαρκώσεως καὶ κατὰ τίνα τρόπον δι’ ἡμᾶς ἐσαρκώθη. Καθάπερ οὖν ἐν τῇ πλάσει πάλαι τῆς προμήτορος Εὔας τὴν τοῦ Ἀδὰμ πλευρὰν ἐψυχωμένην ἔλαβεν ὁ Θεὸς καὶ εἰς γυναῖκα ταύτην ἀνῳκοδόμησε—διὰ τοῦτο γὰρ οὐδὲ ἐνεφύσησεν εἰς αὐτὴν ὡς εἰς τὸν Ἀδὰμ πνοὴν ζωῆς, ἀλλὰ τὸ μέρος, ὃ ἐκ τῆς σαρκὸς αὐτοῦ εἴληφεν, εἰς σῶμα γυναικὸς ὁλόκληρον ἀπετέλεσε· καὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος, ἣν σὺν τῇ ἐψυχωμένῃ σαρκὶ εἴληφεν, εἰς ψυχὴν ζῶσαν τελείαν πεποίηκε, τὰ ἀμφότερα ἄνθρωπον ἐργασάμενος ἅμα—, τὸν αὐτὸν δὴ τρόπον καὶ ἐκ τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας ἐψυχωμένην σάρκα λαβὼν ζύμην οἱονεὶ καὶ μικρὰν ἀπαρχὴν ἐκ τοῦ φυράματος τῆς φύσεως ἡμῶν, ἤτοι ἐκ τῆς ψυχῆς ὁμοῦ καὶ τοῦ σώματος, ὁ πλαστουργὸς καὶ κτίστης Θεὸς ἥνωσε τῇ ἑαυτοῦ ἀκαταλήπτῳ καὶ ἀπροσίτῳ θεότητι, μᾶλλον δὲ τῇ ἡμετέρᾳ οὐσίᾳ ὅλην τῆς θεότητος αὐτοῦ τὴν ὑπόστασιν ἑνώσας οὐσιωδῶς, ἀμίκτως τε μίξας αὐτὴν ἐκείνῃ, τὴν ἀνθρωπίνην τῇ ἑαυτοῦ, ᾠκοδόμησε ταύτην εἰς ναὸν ἅγιον ἑαυτῷ καὶ ἀναλλοιώτως καὶ ἀτρέπτως αὐτὸς ὁ τοῦ Ἀδὰμ ποιητὴς τέλειος ἐγένετο ἄνθρωπος.

Ὥσπερ γὰρ ἐκ τῆς ἐκείνου πλευρᾶς τὴν γυναῖκα ἐποίησε, καθὰ πρόσθεν εἰρήκαμεν, οὕτως ἐκ τῆς αὐτοῦ θυγατρὸς Μαρίας τῆς ἀειπαρθένου καὶ θεοτόκου σάρκα δανεισάμενος καὶ ἀναλαβὼν ἄνευ σπορᾶς ὁμοίως ἐγεννήθη τῷ πρωτοπλάστῳ, ἵνα καθάπερ ἐκεῖνος διὰ τῆς παραβάσεως ἀρχὴ τῆς ἐν φθορᾷ καὶ θανάτῳ γενέσεως ἡμῶν ἐχρημάτισεν, οὕτως ὁ Χριστὸς καὶ Θεὸς διὰ τῆς ἐκπληρώσεως ἁπάσης δικαιοσύνης ἀπαρχὴ τῆς ἐν ἀφθαρσίᾳ ἀναπλάσεως καὶ ἀθανασίας ἡμῶν γένηται. Τοῦτο γὰρ βούλεται καὶ Παῦλος οὕτω λέγων ὁ θεῖος· «Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ· οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί· καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι.» Καὶ πάλιν· «Ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ.» Ἐπειδὴ γὰρ ψυχῇ καὶ σώματι τέλειος ἐχρημάτισεν ἄνθρωπος ὅμοιος ἡμῖν κατὰ πάντα πλὴν ἁμαρτίας, διὰ τῆς εἰς αὐτὸν πίστεως μεταδιδοὺς ἡμῖν ἐκ τῆς αὐτοῦ θεότητος, συγγενεῖς καὶ ἡμᾶς αὐτοῦ κατὰ τὴν τῆς θεότητος αὐτοῦ φύσιν καὶ οὐσίαν ἐργάζεται. Καὶ ὅρα μοι τοῦ μυστηρίου τὸ καινὸν καὶ παράδοξον.

Ἔλαβεν ἐξ ἡμῶν ὁ Θεὸς Λόγος ἣν κατὰ φύσιν οὐκ εἶχε σάρκα καὶ ἐγένετο ἄνθρωπος, ὅπερ οὐκ ἦν· μεταδίδωσι τοῖς πιστεύουσιν εἰς αὐτὸν τῆς αὐτοῦ θεότητος, ἣν οὐδεὶς οὐδέπω ἀγγέλων ἢ ἀνθρώπων ἐκτήσατο, καὶ γίνονται θεοί, ὅπερ οὐκ ἦσαν, θέσει καὶ χάριτι· οὕτω γὰρ χαρίζεται αὐτοῖς ἐξουσίαν τοῦ υἱοὺς Θεοῦ γίνεσθαι, διὸ καὶ ἐγένοντο καὶ ἀεὶ ὡσαύτως γίνονται καὶ οὐδέποτε τοῦ μὴ γίνεσθαι λήξουσι. Καὶ ἄκουε Παύλου τοῦτο παραινοῦντος τοῦ θείου· «Καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.» Καὶ ταῦτα μὲν περὶ τούτων· ἐχέσθω δὲ καὶ αὖθις τῆς ἀκολουθίας ὁ λόγος.

Ἐπειδὴ γὰρ διὰ τῆς σωματικῆς παρουσίας αὐτοῦ ὁ ἐπὶ πάντων Θεὸς τοῦ ἀναπλάσαι καὶ ἀνακαινίσαι τὸν ἄνθρωπον ἐλήλυθεν ἐπὶ γῆς καὶ τὴν δι’ αὐτὸν καταραθεῖσαν ἅπασαν κτίσιν ἐπευλογῆσαι, ἄκουε νουνεχῶς! πρῶτον μὲν τὴν ψυχὴν ἣν ἀνέλαβεν ἐζώωσε καὶ ἀφθαρτώσας ἐθεοποίησε, τὸ δὲ ἄχραντον αὐτοῦ καὶ θεῖον σῶμα, εἰ καὶ ἐθέωσεν, ἀλλ’ ἔτι φθαρτὸν αὐτὸ καὶ ὑλικὸν περιέφερε. Τὸ γὰρ ἐσθίον καὶ πῖνον, τὸ κοπιοῦν καὶ ἱδρῶτας φέρον, τὸ δεσμούμενον καὶ τυπτόμενον, ἐπὶ σταυροῦ τε ἀναρτώμενον καὶ καθηλούμενον, φθαρτόν ἐστι δηλονότι καὶ ὑλικόν· ταῦτα γὰρ ἅπαντα φθαρτοῦ σώματος ἰδιώματα καθεστήκασιν, ὅθεν καὶ ἀπέθανεν καὶ ἐν μνημείῳ κατετέθη νεκρός. Μετὰ δὲ τὸ ἀναστῆναι ἄφθαρτον, καὶ αὐτὸ τὸ σῶμα πνευματικόν, θεῖον πάντῃ καὶ ἄϋλον, συνανέστησεν· ἔνθεν τοι οὐδὲ τὰς σφραγῖδας τοῦ μνήματος ἔλυσεν ἐξελθών, ἀλλὰ καὶ τῶν θυρῶν κεκλεισμένων ἀκωλύτως εἰσήρχετο καὶ ἐξήρχετο. Διατί δὲ οὐκ εὐθὺς σὺν τῇ ψυχῇ καὶ τὸ σῶμα ὅπερ ἀνέλαβε πνευματικὸν καὶ ἄφθαρτον ἀπειργάσατο;

Ἐπειδὴ φαγὼν καὶ ὁ Ἀδὰμ ἐκ τοῦ ξύλου, οὗ ἐνετείλατο αὐτῷ ὁ Θεὸς μὴ φαγεῖν, εὐθὺς μὲν τὸν τῆς ψυχῆς παραβὰς ἀπέθανε θάνατον, τὸν δὲ τοῦ σώματος μετὰ πολλοὺς ὕστερον ἐνιαυτούς, καὶ διὰ τοῦτο τὴν τὸ ἐπιτίμιον δεξαμένην ψυχὴν τῆς τοῦ θανάτου τιμωρίας πρῶτον ἀνέστησέ τε καὶ ἐζώωσε καὶ ἐθέωσεν, εἶθ’ οὕτως τὸ σῶμα κατὰ τὴν πάλαι ἐξενεχθεῖσαν ἀπόφασιν ἀποστρέφειν διὰ τοῦ θανάτου εἰς γῆν, τὴν ἀφθαρσίαν διὰ τῆς ἀναστάσεως ἀπολαβεῖν ᾠκονόμησεν· οὐ μόνον δέ, ἀλλὰ κατελθὼν ἐν τῷ ᾅδῃ, τῶν μὲν ἐκεῖσε κατεχομένων ἁγίων τὰς ψυχὰς τῶν αἰωνίων ἐλευθερώσας δεσμῶν ἐξανέστησε καὶ εἰς τόπον ἀναπαύσεως καὶ φωτὸς ἀνεσπέρου κατέταξε, τὰ δὲ σώματα αὐτῶν οὐκέτι, ἀλλ’ εἴασεν αὐτὰ ἐν σοροῖς μέχρι τῆς κοινῆς ἀναστάσεως.

Τὸ γοῦν μυστήριον τοῦτο οὐ μόνον τῷ ῥηθέντι τρόπῳ γέγονεν ἀπ’ ἀρχῆς Χριστοῦ ἐν ὅλῳ τῷ κόσμῳ, ἀλλὰ καὶ ἐφ’ ἑνὶ ἑκάστῳ τῶν πάλαι ἁγίων ἐγένετο καὶ μέχρι τοῦ νῦν ἀεὶ γίνεται. Λαμβάνοντες γὰρ τὸ τοῦ Δεσπότου ἡμῶν καὶ Θεοῦ Πνεῦμα, συμμέτοχοι αὐτοῦ τῆς θεότητος καὶ τῆς οὐσίας γινόμεθα· ἐσθίοντες δὲ τὴν παναμώμητον αὐτοῦ σάρκα, τὰ θεῖα λέγω μυστήρια, σύσσωμοι αὐτοῦ καὶ συγγενεῖς ἐν ἀληθείᾳ ὁλοκλήρως γινόμεθα, καθὼς καὶ αὐτὸς ὁ θεῖος Παῦλός φησιν ὅτι «ὀστοῦν ἐσμεν ἐκ τῶν ὀστέων αὐτοῦ καὶ σὰρξ ἐκ τῆς σαρκὸς αὐτοῦ» καὶ πάλιν, ὅτι «ἐκ τοῦ πληρώματος αὐτοῦ τῆς θεότητος, ἡμεῖς, δηλονότι πάντες, ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος.» Τοῦτο δὲ γινόμενοι, ὅμοιοι αὐτῷ τῷ φιλανθρώπῳ Θεῷ καὶ Δεσπότῃ ἡμῶν κατὰ χάριν γινόμεθα, ἀνακαινιζόμενοι καὶ ἀνανεούμενοι τὴν ψυχήν, ἀφθαρτοποιούμενοί τε καὶ ὡς ἐκ νεκρῶν ζῶντες ἐξανιστάμενοι, αὐτὸν δηλαδὴ τὸν ὅμοιον ἡμῖν γενέσθαι καταξιώσαντα βλέποντες καὶ βλεπόμενοι ὑπ’ αὐτοῦ οἱ ἀξιωθέντες ὅμοιοι γενέσθαι αὐτῷ, ὡς εἴ τις ἀπὸ μακρόθεν πρόσωπον φίλου αὐτοῦ καθορᾷ καὶ διαλέγεται αὐτῷ καὶ προσομιλεῖ καὶ φωνῆς ἀκούει αὐτοῦ.

Οὕτω τοιγαροῦν οἱ ἀπ’ αἰῶνος ἅγιοι, οἱ πάλαι τε καὶ νῦν πνευματικῶς βλέποντες, οὐ σχῆμα ἢ εἶδος ἢ ἐκτύπωμα βλέπουσιν, ἀλλὰ φῶς ἀσχημάτιστον, ὡς καὶ αὐτοὶ φῶς ἐκ τοῦ φωτὸς Πνεύματος χρηματίζοντες. Τοιοῦτος δὲ ἕκαστος τῶν ἁγίων γινόμενος, οὐχὶ καὶ τὸ σῶμα αὐτοῦ εὐθὺς ἄφθαρτον καὶ πνευματικὸν γίνεται, ἀλλὰ καθάπερ σίδηρος ὑπὸ τοῦ πυρὸς ἐκπυρούμενος τῆς λαμπρότητος μὲν αὐτοῦ μεταλαμβάνει καὶ τὴν μελανίαν εὐθὺς ἀποβάλλεται, χωριζόμενος δὲ πάλιν τοῦ πυρὸς ψυχρὸς καὶ μέλας καθορᾶται καὶ γίνεται, οὕτω δὴ καὶ τὰ σώματα τῶν ἁγίων ὑπὸ τῆς ἑνωθείσης τῇ ψυχῇ αὐτῶν χάριτος, ἤτοι τοῦ θείου πυρὸς μεταλαμβάνοντα, ἁγιάζονται καὶ ἐκπυρούμενα διαυγῆ καὶ αὐτὰ γίνονται καὶ πολὺ τῶν ἄλλων σωμάτων διαφορώτερα καὶ τιμιώτερα ἀποκαθίστανται. Ἐπειδὰν δὲ ἡ ψυχὴ ἐξέλθοι καὶ τοῦ σώματος χωρισθῇ, εὐθὺς καὶ αὐτὰ τῇ φθορᾷ παραδίδονται καὶ ἐκ τοῦ κατὰ μικρὸν διαλύονται· τὰ δὲ καὶ ἐπὶ πολλοὺς χρόνους διαμένουσι, μήτε ἄφθαρτα μένοντα παντελῶς, μήτε πάλιν τελείως φθειρόμενα, ἀλλὰ καὶ τῆς ἀφθαρσίας καὶ τῆς φθορᾶς τὰ γνωρίσματα ἐν ἑαυτοῖς διασῴζουσιν, εἰς τὴν τελευταίαν ἐξανάστασιν ἀφθαρτωθῆναι τελείως καὶ ἀνακαινισθῆναι τηρούμενα.

Τίνος οὖν ἕνεκεν καὶ διὰ τί; Ὅτι οὐκ ἔπρεπε πρὸ τῆς τῶν κτισμάτων ἀνακαινίσεως τὰ τῶν ἀνθρώπων ἀναστήσεσθαι καὶ ἀφθαρτωθήσεσθαι σώματα, ἀλλ’ ὥσπερ αὕτη παρήχθη πρῶτον ἄφθαρτος, ἔπειτα ὁ ἄνθρωπος, ὕστερον, οὕτω πάλιν πρῶτον τὴν κτίσιν ἀπὸ τῆς φθορᾶς εἰς τὴν ἀφθαρσίαν χρὴ μεταποιηθῆναι, εἴτ’ οὖν ἀλλαγῆναι, καὶ οὕτω σὺν αὐτῇ καὶ ἅμα αὐτῇ καὶ τὰ φθαρέντα σώματα τῶν ἀνθρώπων ἀνακαινισθῆναι, ἵνα καὶ αὖθις πνευματικὸς καὶ ἀθάνατος ὁ ἄνθρωπος γεγονὼς ἐν ἀφθάρτῳ χωρίῳ καὶ ἀϊδίῳ καὶ πνευματικῷ κατοικῇ. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, ἄκουε Πέτρου λέγοντος τοῦ ἀποστόλου· «Ἥξει δὲ ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτί, ἐν ᾗ οὐρανοὶ πυρούμενοι λυθήσονται καὶ στοιχεῖα καυσούμενα τήκεται», οὐχ ὡς ἀπολλυμένων τούτων, ἀλλ’ ὡς ἀναχωνευομένων δηλονότι καὶ ἀναστοιχειουμένων εἰς κρείττονά τε καὶ ἀΐδιον λῆξιν. Πόθεν τοῦτο δῆλον; Ἐξ αὐτῶν πάλιν τῶν ῥημάτων τοῦ ἀποστόλου, δι’ ὧν ἐπιφέρει λέγων· «Καινοὺς δὲ οὐρανοὺς καὶ καινὴν γῆν κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν.» Κατὰ ποῖον καὶ τίνος ἐπάγγελμα; Κατὰ τὸ τοῦ Χριστοῦ πάντως καὶ Θεοῦ ἡμῶν τοῦ εἰπόντος· «Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.» Παρέλευσιν τοῦ οὐρανοῦ τὴν ἐναλλαγὴν αὐτοῦ εἰρηκώς, κἂν γὰρ ὁ οὐρανός, φησίν, ἀλλαγήσεται, ἀλλ’ οἱ ἐμοὶ λόγοι τὸ ἀναλλοίωτον καὶ πάγιον ἕξουσι.

Τοῦτο γὰρ καὶ ὁ προφήτης Δαυὶδ προανακέκραγεν οὕτως εἰπών· «Καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.» Τί τοίνυν τῶν λόγων τούτων σαφέστερον γένοιτ’ ἄν;

Ἀλλὰ σκοπήσωμεν πῶς ἡ κτίσις ἀνακαινισθήσεται καὶ εἰς τὸ ἀρχαῖον ἀποκατασταθήσεται κάλλος.

δʹ. Πῶς αὖθις ἡ κτίσις μέλλει πᾶσα ἀνακαινισθῆναι καὶ γενέσθαι καινοὺς οὐρανοὺς καὶ καινὴν γῆν κατὰ τὸν θεῖον Ἀπόστολον. Καινοὺς τοιγαροῦν οὐρανοὺς καὶ καινὴν γῆν ἐπαγγειλαμένου αὐτοῦ, οὐδεὶς ἀντερεῖ τῶν πιστῶν· οὐδὲ μὴν ἄρα τῷ Κυρίῳ ταῦτα λέγοντι ἀπιστήσει. Καθάπερ γὰρ τὰ ἡμέτερα λυόμενα σώματα οὐκ εἰς τὸ μηδαμῇ μηδαμῶς εἶναι χωρεῖ, ἀλλὰ πάλιν διὰ τῆς ἀναστάσεως ἀνακαινίζεται, οὕτω δὴ καὶ ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ τὰ ἐν αὐτῇ πάντα, ἤγουν πᾶσα ἡ κτίσις, ἀνακαινισθήσεται καὶ ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς· καὶ συμμεθέξει τὰ στοιχεῖα ταῦτα μεθ’ ἡμῶν τῆς ἐκεῖθεν λαμπρότητος καὶ ὃν τρόπον ἅπαντας ἡμᾶς τὸ πῦρ δοκιμάσει, κατὰ τὸν θεῖον ἀπόστολον, οὕτως καὶ ἡ κτίσις πᾶσα διὰ πυρὸς ἀνακαινισθήσεται. Καὶ τοῦτο, δι’ ὧν ὁ ἀπόστολος Πέτρος γράφει, μαθεῖν ἔστιν· «Ἥξει γάρ, φησίν, ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτί, ἐν ᾗ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα λυθήσονται καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεται.» Ὁρᾷς πῶς διὰ πυρὸς λέγει τὰ πάντα ἀναχωνευθήσεσθαι καὶ ἀλλοιωθήσεσθαι; Διὸ καὶ ἐπιφέρων φησί· «Τούτων οὖν πάντων λυομένων, ποταποὺς δεῖ ὑπάρχειν ἡμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις;» Λυθήσονται δὲ ἄρα πῶς;

Ὥσπερ σκεῦος χαλκοῦν πεπαλαιωμένον, ῥυπωθὲν καὶ ἀχρειωθὲν ὑπὸ ἰοῦ, τῷ πυρὶ παραδίδοται ὑπὸ τοῦ τεχνίτου καὶ οὕτως ἀναχωνευόμενον καινὸν ὑπ’ αὐτοῦ πάλιν κατασκευάζεται, τὸν αὐτὸν τρόπον καὶ ἡ κτίσις, ἐπεὶ ἐπαλαιώθη καὶ ὑπὸ τῶν ἁμαρτιῶν ἡμῶν ἐρρυπώθη, ὑπὸ τοῦ δημιουργοῦ τῶν ὅλων διὰ πυρὸς λυθήσεται, εἴτ’ οὖν ἀναχωνευθήσεται καὶ ἀναστοιχειωθήσεται καὶ λαμπρὰ καὶ καινοτέρα ἀσυγκρίτως τῆς νυνὶ ὁρωμένης γενήσεται.

Οὕτως δὲ περὶ τούτων τοῦ ἀποστόλου γράψαντος Πέτρου, μετ’ ὀλίγα πάλιν φησί· «Διό, ἀγαπητοί, ταῦτα προσδοκῶντες σπουδάσατε ἄσπιλοι εὑρεθῆναι ἐν εἰρήνῃ καὶ τὴν τοῦ Κυρίου ἡμῶν μακροθυμίαν σωτηρίαν ἡγεῖσθε, καθὼς καὶ ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴν αὐτῷ δοθεῖσαν σοφίαν ἔγραψεν ὑμῖν, ὡς καὶ ἐν πάσαις ταῖς ἐπιστολαῖς λαλῶν ἐν αὐταῖς περὶ τούτων, ἐν οἷς ἐστι δυσνόητά τινα, ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι στρεβλοῦσιν ὡς καὶ τὰς λοιπὰς γραφὰς πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν.» Τοῦτο δὲ οὐχ οἱ τότε μόνον, ἀλλὰ καὶ νῦν οἱ πλεῖστοι ἢ καὶ οἱ πάντες σχεδὸν εἰπεῖν πάσχομεν ἐξ ἀγνοίας, πάντα συγχέοντες, πάντα τὰ τῆς θείας Γραφῆς πρὸς τὴν ἀπώλειαν ἡμῶν στρεβλοῦντες ἤγουν παρερμηνεύοντες, συνηγοροὺς οἱονεὶ τῶν ἰδίων παθῶν καὶ τῶν ἐπιθυμιῶν καὶ τῆς ἀπωλείας ἡμῶν σπουδάζοντες ἔχειν καὶ ποιεῖν τὰς θείας Γραφάς.

Ἀλλ’ ἴδωμεν τί καὶ Παῦλος ὁ θεῖός φησι περὶ τῆς κτίσεως καὶ τοῦ ταύτης ἀνακαινισμοῦ· εἰπὼν τοίνυν· «Λογίζομαι ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς», ἐπήγαγεν· «Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται.» Ἀποκαραδοκίαν τὴν προσδοκίαν, τὴν σφοδρὰν ἐπιθυμίαν φησίν, ἀποκάλυψιν δὲ τὴν ἐν τῇ ἀναστάσει φανέρωσιν· ἐν ταύτῃ γὰρ διὰ τῆς τοῦ Χριστοῦ καὶ Θεοῦ παρουσίας φανερωθῆναι δεῖ τοὺς υἱοὺς τοῦ Θεοῦ καὶ φανῆναι τὸ κάλλος αὐτῶν καὶ αὐτοὺς ὅλους οἷοί εἰσι, καθὼς γέγραπται· «Τότε λάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος», οἱ τοῦ δικαίου Θεοῦ υἱοὶ δηλονότι. Ἵνα δὲ μὴ ὑπολάβῃς ἑτέραν τινὰ κτίσιν τὸν θεῖον λέγειν ἀπόστολον, ἐπιφέρων φησί· «Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ’ ἐλπίδι.» Ὁρᾷς ὅπως οὐκ ἀπὸ σκοποῦ ἔφθην εἰπὼν ὅτι οὐκέτι δουλεῦσαι τῷ παραβάντι Ἀδὰμ ἡ κτίσις ἐβούλετο, τοῦτον ἰδοῦσα ἐκπεπτωκότα τῆς θείας δόξης ὡς προσκεκρουκότα Θεῷ τῷ αὐτοῦ ποιητῇ;

Διὰ δὴ τοῦτο, πρὸ καταβολῆς κόσμου τὴν ἐκ παλιγγενεσίας αὐτοῦ σωτηρίαν ὁ Θεὸς προορίσας, ὑπέταξεν αὐτῷ τὴν κτίσιν, καταρασάμενος ταύτην ἵνα, φθαρτῷ γενομένῳ τῷ δι’ ὃν παρήχθη ἀνθρώπῳ, φθαρτὴ καὶ αὐτὴ γένηται, ὡς ἂν φθαρτὴν αὐτῷ τὴν τροφὴν ἐτησίως παρέχῃ· ὁπόταν δὲ ἀνακαινίσῃ τὸν ἄνθρωπον καὶ ἄφθαρτον καὶ ἀθάνατον καὶ πνευματικὸν αὐτὸν ἀπεργάσηται, τηνικαῦτα καὶ αὐτὴν ὅλην τὴν κτίσιν, φημί, σὺν αὐτῷ ἀλλοιώσει καὶ ἀΐδιον καὶ ἄϋλον ταύτην ἀποτελέσει· τοῦτο γὰρ δι’ ὧν εἶπεν ἐδήλωσεν· «Τῇ γὰρ ματαιότητι, φησίν, ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ’ ἐλπίδι.» Οἷον, οὐκ ἀφ’ ἑαυτῆς, φησί, τῇ ἀνθρωπότητι ὑπετάγη, οὐχ ἑκοῦσα εἰς φθορὰν μετήχθη καὶ φθαρτοὺς προφέρει καρποὺς καὶ βλαστάνει ἀκάνθας ὁμοῦ καὶ τριβόλους, ἀλλὰ τῇ τοῦ Θεοῦ πειθαρχοῦσα προστάξει τοῦ ἐπ’ ἐλπίδι πάλιν ἀνακαινίσεως ταῦτα διορισαμένου. Τοῦτο δὲ ποιῆσαι σαφέστερον βουληθεὶς ἔφη· «Καὶ γὰρ καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.» Εἶδες πῶς οὐκ ἀπεικὸς εἴπομεν ὅτι καὶ ἡ κτίσις αὕτη ἄφθαρτος πᾶσα τὸ κατ’ ἀρχὰς καὶ εἰς παραδείσου τάξιν παρήχθη παρὰ Θεοῦ, καταραθεῖσα δὲ εἰς φθορὰν καὶ δουλείαν μετήχθη, τῇ ματαιότητι τῶν ἀνθρώπων ὑποταγεῖσα. Ὅρα δὲ καὶ οἵα ἔσται ἡ ἐσχάτη λαμπρότης αὐτῆς.

εʹ. Ὁποία ἔσται καὶ ἡ ἐσχάτη λαμπρότης τῆς κτίσεως. Τοιγαροῦν καὶ ἀνακαινιζομένη, οὐχὶ οἵα ἐξ ἀρχῆς παρήχθη τοιαύτη καὶ αὖθις γενήσεται, μὴ γένοιτο! ἀλλά, καθάπερ σπείρεται σῶμα ψυχικόν, ὡς τὸ λόγιον, καὶ ἐγείρεται σῶμα οὐχ οἷον τὸ τοῦ πρωτοπλάστου πρὸ τῆς παραβάσεως ἦν, ὑλικὸν δηλαδὴ καὶ αἰσθητὸν καὶ τρεπτόν, δεόμενον τροφῆς αἰσθητῆς, ἀλλὰ ἐγείρεται σῶμα πνευματικὸν ὅλον καὶ ἄτρεπτον, οἷον τὸ τοῦ Δεσπότου ἡμῶν καὶ Θεοῦ μετὰ τὴν ἀνάστασιν ἦν, τοῦ δευτέρου Ἀδὰμ δηλονότι καὶ πρωτοτόκου ἡμῶν γενομένου ἐκ τῶν νεκρῶν, κατὰ πολὺ διαφέρον ἐκείνου, τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ κτίσις ἅπασα θείῳ γενήσεται νεύματι οὐχ οἵα παρήχθη, ὑλική τε καὶ αἰσθητή, ἀλλ’ εἰς ἄϋλον καὶ πνευματικὸν ὑπὲρ πᾶσαν αἴσθησιν ἐν τῇ παλιγγενεσίᾳ μεταποιηθήσεται οἰκητήριον.

Ἄλλως τε δὲ καὶ καθὼς ὁ θεῖος Παῦλός φησιν ὅτι «πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ» οὕτω καὶ ἡ κτίσις ὑπὸ τοῦ θείου φλεχθεῖσα πυρὸς ἀλλοιωθήσεται, ὡς ἂν καὶ τὸ προφητικὸν πληρωθήσεται λόγιον τὸ οὕτω φάσκον· «Δίκαιοι δὲ κληρονομήσουσι γῆν», οὐκ αἰσθητὴν πάντως, —πῶς γάρ, οἱ πνευματικοὶ χρηματίζοντες; —ἀλλὰ πνευματικὴν πᾶσαν καὶ ἄϋλον, ἵνα οἱ ἀσώματα κεκτημένοι τὰ σώματα καὶ ὑπὲρ αἴσθησιν ἐν αἰσθήσει γενόμενοι, καὶ ἀπερίγραπτοι ἐν ἀπεριγράπτοις ὄντες οἱ περιγραπτοί, ἄξιον ἔχωσι τῆς ἑαυτῶν δόξης κατοικητήριον.

Τοιγαροῦν καὶ νόει μοι ἄρτι κόσμον πνευματικὸν καὶ ὑπὲρ τὴν ἡμῶν αἴσθησιν πέλοντα. Τὸ οὖν ὑπὲρ αἴσθησιν ὂν καὶ πνευματικὸν χρηματίσαν ἄληπτόν ἐστι πάντως τὸ καθ’ ἡμᾶς καὶ ἀόρατον· τὸ δὲ μήτε ὁρώμενον, μήτε ὅλως κρατούμενον, πῶς κἂν ὅλως ἔσται περιοριστὸν παρ’ ἡμῖν, ἢ τίς εὖ φρονῶν τοῦτο εἴποιεν; Οὐδεὶς οὐδαμῶς. Τοιοῦτος τοίνυν ἐστὶν ἡμῖν καὶ ὁ περὶ τῶν ἀγγέλων λόγος. Καὶ γὰρ καὶ αὐτοὶ οἱονεὶ σωματοί πώς εἰσι καὶ περιγραπτοὶ τῇ ἀΰλῳ καὶ ἀσωμάτῳ φύσει συγκρινόμενοι τῆς θεότητος, καθὼς γέγραπται· «σώματα ἐπουράνια καὶ σώματα ἐπίγεια», ὑλικὰ μὲν ταῦτα, ἄϋλα δὲ τὰ ὑπὲρ ἡμᾶς· καὶ ἀλλαχοῦ· «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.» Ἐπεὶ οὖν λειτουργικά εἰσι πνεύματα καὶ οἱ νόες οἱ ἐπουράνιοι εἰς διακονίαν ἀποστελλόμενα, ὡς δοκεῖ τῇ ἀληθείᾳ καὶ Παύλῳ τῷ μυσταγωγῷ τῶν τοιούτων, ὅτε πάντως ἄγγελος θεῖος ἄνωθεν καταπεμφθῇ ἐκ Θεοῦ τῷ θείῳ λειτουργήσων προστάγματι ἐπὶ τῆς γῆς, τὰς μὲν οὐρανίους χοροστασίας καταλιμπάνει, πρὸς δὲ τὰ ἐγκόσμια καὶ ἡμᾶς ὁμολογουμένως γίνεται. Εἰ δὲ τοῦτο οὕτως δοκεῖ τῇ καταλήψει τῆς ἀληθείας, περιγραπτὸς ἐν τούτῳ ὢν δείκνυται καὶ περιοριστός· πρὸς γὰρ ἐκείνην τὴν θείαν καὶ ἄκτιστον φύσιν, τὴν ἀσώματον πάντῃ καὶ ἀπερίγραπτον, κτιστοὶ καὶ περιγραπτοὶ πέλουσι, πρὸς δὲ τὴν ἡμετέραν καὶ πάντῃ ἀσώματοι, ἄληπτοι καὶ ἀόρατοι.

Τοιοῦτος καὶ ὁ περὶ ψυχῆς ἡμῖν λόγος. Θεῷ γὰρ τῷ φύσει ἀσωμάτῳ καὶ ἀγγέλοις συγκρινομένη, σωματή πως οἱονεί ἐστι καὶ περιγραπτή, ἀλλὰ μόνῳ τῷ δεσμεῖν δυναμένῳ ταύτην καὶ ἐξουσίαν ἔχοντι σὺν τῷ σώματι εἰς γέενναν ἐμβαλεῖν πυρός, αἰσθήσει δὲ καὶ ὄψει βροτείᾳ πάντῃ ἀσώματός τε καὶ ἀκατάληπτος, μὴ δυναμένη περιγραφῆναι τόποις ἢ χωρίοις αἰσθητοῖς τὸ καθόλου. Καὶ θαυμάσῃ μηδεὶς ταῦτα ἀκούων, ἐννοούμενος ὅπως καὶ τῶν θυρῶν κεκλεισμένων ἀοράτως εἰσέρχεσθαι καὶ ἐξέρχεσθαι γίνεται τοὺς ἀσωμάτους ἀγγέλους, τῷ αὐτῷ δὲ τρόπῳ καὶ τὰς ψυχὰς λαμβάνειν αὐτοὺς τῶν ἀνθρώπων, ἀλλ’ ἀκουέτω τοῦ Κυρίου λέγοντος· «Ἐν τῇ ἀναστάσει, φησί, τῶν δικαίων, οὔτε γαμοῦσιν, οὔτε ἐκγαμίζονται, ἀλλ’ εἰσὶν ὡς ἄγγελοι Θεοῦ», καὶ Παύλου· «Σπείρεται» λέγοντος «σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν», κἀκεῖθεν ἀκριβῶς μανθανέτω, ὅτι τὰ σώματα ἡμῶν πνευματικὰ καὶ οἷον εἰπεῖν τῶν ἀγγέλων παρόμοια μέλλουσι γενέσθαι, ἀνισταμένων ἀπὸ νεκρῶν. Εἰ γὰρ ψυχικὰ σπείρονται καὶ πνευματικὰ ταῦτα ἐγείρονται, ὡς τὸ λόγιον, καὶ εἶναι ἐν τῷ αἰῶνι τῷ μέλλοντι ὀφείλομεν ὡς Θεοῦ ἄγγελοι, καθὰ καὶ ὁ Κύριος εἴρηκε, δηλονότι ὅμοιοι αὐτοῖς, εἰ καὶ μὴ τῇ φύσει, ἀλλὰ τῇ ἀξίᾳ ἐσόμεθα.

Σωματοὺς δὲ αὐτοὺς ὡς πρὸς Θεόν φημι, ὡς δὲ πρὸς ἡμᾶς ἀΰλους καὶ ἀοράτους· εἰ δὲ τοῦτο, πολλῷ μᾶλλον αἱ ψυχαὶ κατὰ τὸν ἀποδοθέντα ὅρον καὶ νόμον τῆς εἰρημένης συγκρίσεως.

Τοιούτων τοίνυν γινομένων ἡμῶν ἐν τῇ ἀναστάσει, ὡς ὁ λόγος ἀπέδειξε, ποία τοῦ λοιποῦ χρεία τοῖς οὕτω πνευματικοῖς γενομένοις καὶ ὑπὲρ πᾶσαν αἴσθησιν τὴν ἐνταῦθα, τοῖς ὡς ἀγγέλοις οὖσι Θεοῦ, εἰ καὶ μὴ κατὰ φύσιν, ἀλλὰ κατὰ τὴν ἀξίαν αὐτῶν, αἰσθητῆς ὅλως γαίας καὶ κατοικίας.

Ἀξία δὲ ἀγγέλων Θεοῦ καὶ στάσις καὶ ἔφεσις τὸ ἐλλάμπεσθαι ἀπὸ τοῦ πρώτου καὶ θείου φωτὸς ὡς φῶτα δεύτερα, τὸ βλέπειν τὴν δόξαν καὶ λαμπρότητα αὐτοῦ τοῦ ἀπροσίτου καὶ ἀπείρου φωτὸς καὶ ἀπολαύειν τῆς ἀφράστου καὶ τρισυποστάτου θεότητος. Ἡ γὰρ ἅπασα κτίσις, ὡς εἴρηταί μοι πολλάκις, ἀνακαινισθεῖσα, σὺν αὐτῷ παραδείσῳ ὅλη γενομένη πνευματική, εἰς ἄϋλον καὶ ἄφθαρτον, ἄτρεπτόν τε καὶ ἀΐδιον καὶ νοερὸν μετασκευασθήσεται οἰκητήριον. Καὶ οὐρανὸς μὲν ἀσυγκρίτως λαμπρότερος ἔσται, οἷα δὴ καινὸς ἄλλος καὶ τοῦ ὁρωμένου φωτοειδέστερος. Γῆ δὲ ἄφραστον καὶ καινὸν ἀναλήψεται κάλλος καὶ χλόης εἶδος ἀμάραντον, ἄνθεσι δηλαδὴ φωτοειδέσι καὶ ποικιλίᾳ πνευματικῇ ὡραϊζομένη, ἐν οἷς δικαιοσύνη, κατὰ τὸ ὅσιον λόγιον, κατοικεῖ. Λάμψει δὲ ἑπταπλασίως ὁ ἥλιος τῆς δικαιοσύνης, ἡ δὲ σελήνη τοῦ νυνὶ λάμποντος ἡλίου διπλότερον ἐξαστράψει· τὰ δέ γε ἄστρα ἔσονται τῷ ἡλίῳ τούτῳ παρόμοια, εἴ τινα ταῦτά ἐστι καὶ οἷστισιν ἀναθεωροῦνται τοῖς λόγοις τοῖς ὑψηλοῖς τὴν διάνοιαν.

Πάντα δὲ ὑπὲρ λόγον, ὡς πᾶσαν διάνοιαν ὑπερβαίνοντα, πλὴν ὅμως πνευματικὰ ὄντα καὶ θεῖα, ἑνοῦνται τοῖς νοητοῖς καὶ γίνονται παράδεισος νοερὸς ἄλλος καὶ Ἱερουσαλὴμ ἐπουράνιος, ἐξομοιωθεῖσα τοῖς ἐπουρανίοις καὶ ἑνωθεῖσα, καὶ κλῆρος ἄσυλος τῶν υἱῶν τοῦ Θεοῦ, ἧς κληρονόμος οὐδεὶς οὐδαμῶς τῶν ἐπὶ γῆς ἐχρημάτισεν, ἀλλ’ οὐδὲ κατῴκησεν ἐν ταύτῃ, οὐδὲ βήματος ποδὸς κύριος γέγονε· πάντες γὰρ πάροικοι ἐγενόμεθα καί ἐσμεν καὶ ἐσόμεθα ἐν αὐτῇ, καθὼς πᾶσα θεία ὑπαγορεύει Γραφή.

Ὁπόταν οὖν ὁλοκλήρως πάντα τοῖς ἐπουρανίοις ἑνωθῇ τὰ ἐπίγεια, τηνικαῦτα καὶ οἱ δίκαιοι τὴν ἀνακαινισθεῖσαν ταύτην κληρονομήσουσι γῆν, ἣν οἱ μακαριζόμενοι πραεῖς παρὰ τοῦ Κυρίου κληρονομοῦσι. Νῦν μὲν γὰρ τὰ μὲν ἡνώθη τοῖς οὐρανίοις, τὰ δὲ μέλλει· αἱ μὲν γὰρ ψυχαὶ τῶν ἁγίων, καθὰ πρόσθεν εἰρήκαμεν, διὰ τῆς δωρεᾶς καὶ ἑνώσεως τοῦ ἁγίου Πνεύματος, ἔτι αὐτῶν ὄντων ἐν σώματι, κολλῶνται Θεῷ καὶ ἀνακαινιζόμεναι ἀλλοιοῦνται καὶ ἐκ τοῦ θανάτου ἀνίστανται καὶ ἐν ἀνεσπέρῳ φωτὶ ἐν δόξῃ ἀποκαθίστανται μετὰ κοίμησιν· τὰ δέ γε σώματα αὐτῶν οὐκέτι, ἀλλ’ ἐν σοροῖς καὶ φθορᾷ ἀφίενται, ἄφθαρτα καὶ αὐτὰ γενήσεσθαι μέλλοντα ἐν τῇ κοινῇ ἀναστάσει, ὅτε καὶ πᾶσα δηλονότι ἡ ἐπίγειος κτίσις, ἡ ὁρωμένη αὕτη καὶ αἰσθητή, ἀλλοιωθήσεται καὶ τοῖς ἐπουρανίοις ἤγουν τοῖς ἀοράτοις καὶ ὑπὲρ αἴσθησιν ἑνωθήσεται.

Τοῦτο τοιγαροῦν πληρωθῆναι δεῖ πρῶτον καὶ τηνικαῦτα ἐλεύσεται μετὰ δόξης πολλῆς καὶ δυνάμεως ὁ περιπόθητος ἡμῶν καὶ γλυκύτατος βασιλεὺς Ἰησοῦς ὁ Χριστὸς καὶ Θεὸς κρῖναι τὸν κόσμον καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Εἶθ’ οὕτως, καθάπερ ἐν οἴκῳ μεγάλῳ ἢ βασιλείοις πολλὰς ἔχουσι τὰς ἀναπαύσεις καὶ τὰς κατασκηνώσεις καὶ τὴν διαφορὰν πολλὴν αὖθις ἐν ἀμφοτέραις ὁμοῦ καὶ θειοτάταις μοναῖς, οὕτως ἐν αὐτῇ τῇ καινῇ κτίσει τὰς διαιρέσεις ποιήσει, ἀπονέμων ἑκάστῳ τὴν κληρουχίαν κατὰ τὴν αὐτοῦ ἀξίαν καὶ τὴν ἐκ τῶν ἀρετῶν καὶ ἔργων προσοῦσαν αὐτῷ λαμπρότητά τε καὶ περιφάνειαν. Πνευματικῶν δὲ ὄντων αὐτῶν καὶ διαφανῶν καὶ συνημμένων ἐκείναις ταῖς θείαις μοναῖς τε καὶ ἀνακλίσεσιν, ὡς μία τις ὅλη καθόλου ἐστίν, ὥσπερ οὖν καὶ ἔστιν, ἑστία ἡ βασιλεία τῶν οὐρανῶν καὶ τοῦτο τοῖς πᾶσι φανήσεται δικαίοις, μόνον τὸν βασιλέα ἔχουσα τοῦ παντὸς πανταχοῦ ὁρώμενον αὐτοῖς, συμπαρόντα ἑκάστῳ καὶ συνόντα ἕκαστον αὐτῷ καὶ ἐν ἑκάστῳ ἐκλάμποντα καὶ ἕκαστον λάμποντα ἐν αὐτῷ. Ἀλλ’ οὐαὶ τοῖς ἔξωθεν τότε τοῦ οἴκου ἐκείνου εὑρισκομένοις.

Ἀρκούντως οὖν καὶ ἱκανῶς περὶ τούτων εἰπόντες καὶ τοὺς μὴ κατ’ ἔριν ἀντιλέγειν τι πειρωμένους πληροφορήσαντες, φέρε καὶ περὶ τοῦ πῶς ἑνοῦνται τῷ Χριστῷ καὶ ἓν γίνονται μετ’ αὐτοῦ πάντες οἱ ἅγιοι, ὡς δυνατόν, ὑμᾶς βεβαιώσωμεν.

ϛʹ. Πῶς ἑνοῦνται τῷ Χριστῷ καὶ Θεῷ καὶ ἓν γίνονται μετ’ αὐτοῦ πάντες οἱ ἅγιοι.

Ἐπειδήπερ μέλη Χριστοῦ τοῦ ἐπὶ πάντων Θεοῦ ὄντως οἱ ἅγιοι χρηματίζουσι πάντες καί, ὡς εἴρηται, ἐν αὐτῷ εἶναι κεκολλημένοι καὶ συνημμένοι ὀφείλουσι τῷ σώματι αὐτοῦ, ἵνα ἐκεῖνος μὲν ᾖ ἐν αὐτοῖς κεφαλή, οἱ ἀπ’ αἰῶνος δὲ καὶ μέχρις ἐσχάτης ἡμέρας ἅγιοι ὦσι μέλη αὐτοῦ, ὅπως γένωνται οἱ πολλοὶ ἓν σῶμα Χριστοῦ, οἷα δὴ ἄνθρωπος εἷς, οἱ μὲν τὴν εἰς χειρῶν τάξιν ἀποπληροῦσιν ἐργαζόμενοι ἕως ἄρτι καὶ ποιοῦντες αὐτοῦ τὸ πανάγιον θέλημα, ἀξίους ἐξ ἀναξίων ἀναπλάττοντες καὶ αὐτῷ ἀνασῴζοντες· οἱ δέ, τῶν ὤμων, ἀλλήλων τὰ βάρη βαστάζοντες ἢ καὶ τὸ ἀπολωλὸς αὐτὸ ἄρτι αὐτοῖς εὑρεθέν, τὸ πάλαι εἰς ὄρη καὶ βουνοὺς καὶ τόπους οὓς οὐκ ἐπισκοπεῖ Κύριος περιπλανώμενον, καὶ πληροῦντες τὸν νόμον αὐτοῦ· οἱ δέ, τοῦ στήθους, πηγάζοντες τοῖς διψῶσι καὶ πεινῶσι τὴν δικαιοσύνην τοῦ Θεοῦ, τὸ διειδέστατον νᾶμα τοῦ λόγου τῆς ἀπορρήτου σοφίας καὶ γνώσεως, καὶ χορηγοῦντες αὐτοῖς τὸν ἄρτον, ὃν ἐσθίουσιν αἱ ἄνω δυνάμεις τῶν οὐρανῶν, ὡς ἐπιστήθιοι καὶ φιλούμενοι ὑπ’ αὐτοῦ· οἱ δέ, κοιλίας, πάντας ἐγκολπούμενοι διὰ τῆς ἀγάπης καὶ ἐν τοῖς ἐγκάτοις Πνεῦμα σωτηρίας ἐγκυμονοῦντες καὶ χωρητικὴν ἔχοντες διάθεσιν τῶν ἀπορρήτων καὶ κεκρυμμένων μυστηρίων αὐτοῦ· ἄλλοι, μηρῶν, τὸ γόνιμον ἐν ἑαυτοῖς φέροντες τῶν θεοπρεπῶν νοημάτων τῆς μυστικῆς θεολογίας καὶ γεννῶντες Πνεῦμα σωτηρίας ἐπὶ τῆς γῆς, ἤγουν τὸν καρπὸν τοῦ Πνεύματος καὶ τὸν σπόρον ἐν ταῖς τῶν ἀνθρώπων καρδίαις διὰ τοῦ λόγου τῆς διδασκαλίας αὐτῶν· οἱ δέ, σκελῶν καὶ ποδῶν, τὴν ἀνδρείαν ἐν τοῖς πειρασμοῖς καὶ τὴν ὑπομονὴν ἐνδεικνύμενοι κατὰ τὸν Ἰὼβ καὶ μηδοπωσοῦν σαλευόμενοι ἀπὸ τῆς ἐπὶ τὰ καλὰ στάσεως ἢ ἀτονοῦντες, ἀλλὰ τὰ βάρη τῶν αὐτοῦ χαρισμάτων βαστάζοντες.

Οὕτως οὖν τὸ σῶμα τῆς Ἐκκλησίας Χριστοῦ, συναρμολογούμενον διὰ τῶν ἀπ’ αἰῶνος ἁγίων αὐτοῦ, ἄρτιον ὑπάρχει καὶ ὁλόκληρον εἰς ἕνωσιν τῶν υἱῶν τοῦ Θεοῦ τῶν πρωτοτόκων τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς, πρὸς οὓς «Μὴ χαίρετε» λέγει καὶ νῦν ὁ Θεός, «ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται», ὅπερ ἐν τοῖς κουφοτέροις τῦφον μᾶλλον καὶ οἴησιν ἐμποιεῖ, «χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς».

Ὅτι δὲ οἱ ἅγιοι πάντες μέλη ὄντες Χριστοῦ εἰς ἓν γίνονται σῶμα αὐτοῦ, ἀλλὰ καὶ μέλλουσιν εἰσέτι γενέσθαι, πειράσομαι τοῦτο καὶ ἀπὸ τῆς θείας ἀποδεῖξαι Γραφῆς. Καὶ ἐν πρώτοις ἄκουσον αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν καὶ Θεοῦ, ὅπως τὴν μετ’ αὐτοῦ ἕνωσιν ἀδιάσπαστον ἐμφαίνει καὶ ἀχώριστον ἐν τῷ λέγειν πρὸς τοὺς αὐτοῦ ἀποστόλους· «Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν», καὶ πάλιν· «Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ πάντων τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ, ἵνα πάντες ἓν ὦσι.» Βουλόμενος δὲ τὸν τρόπον πιστώσασθαι τῆς ἑνώσεως, ἐπαναλαμβάνων τὸν λόγον φησί· «Καθὼς σύ, πάτερ, ἐν ἐμοί, κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι.» Σαφέστερον δὲ τοῦτο ποιῶν, ἐπιφέρει· «Καὶ ἐγὼ τὴν δόξαν, ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἕν, καθὼς ἡμεῖς ἕν ἐσμεν· ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν», καὶ μετ’ ὀλίγα· «Πάτερ, οὓς δέδωκάς μοι θέλω ἵνα, ὅπου εἰμὶ ἐγώ, κἀκεῖνοι ὦσι μετ’ ἐμοῦ, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμήν, ἣν δέδωκάς μοι», καὶ πάλιν· «Ἵνα ἡ ἀγάπη, ἣν ἠγάπησάς με, ἐν αὐτοῖς ᾖ κἀγὼ ἐν αὐτοῖς.» Εἶδες μυστηρίων βάθος; Ἔγνως ὑπερβαλλούσης δόξης ὑπεράπειρον ὑπερβολήν; Κατενόησας ἑνώσεως τρόπον ὑπὲρ νοῦν ὄντα καὶ ὑπὲρ ἅπασαν ἔννοιαν;

Ὢ τοῦ θαύματος, ἀδελφοί, ὢ τῆς ἀφράστου συγκαταβάσεως τῆς πρὸς ἡμᾶς ἀγάπης τοῦ φιλανθρώπου Θεοῦ, ὅτι οἵαν τὴν πρὸς τὸν Πατέρα αὐτοῦ ἔχει ἕνωσιν φυσικῶς, τοιαύτην καὶ αὐτὸς ἔχειν ἐν χάριτι πρὸς ἡμᾶς, ἐὰν θέλωμεν, ἐπαγγέλλεται, καὶ ἡμεῖς πρὸς ἐκεῖνον ὁμοίως ἕξομεν τὰς αὐτοῦ ἐντολὰς ἐργαζόμενοι· ὃ γὰρ ἐκεῖνος φυσικῶς ἔχει πρὸς τὸν Πατέρα, τοῦτο ἡμῖν πρὸς αὐτὸν τῇ θέσει δίδωσι καὶ τῇ χάριτι. Ὢ ἐπαγγελίας φρικτῆς, ὅτι τὴν δόξαν ἣν δέδωκεν ὁ Πατὴρ τῷ Υἱῷ καὶ ὁ Υἱὸς δίδωσιν ἡμῖν θείᾳ χάριτι· καὶ τὸ δὴ μεῖζον, ὅτι ὥσπερ ἐκεῖνος ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν αὐτῷ, οὕτως ὁ Υἱὸς τοῦ Θεοῦ ἐν ἡμῖν καὶ ἡμεῖς ἐν αὐτῷ ἐσόμεθα τῷ Υἱῷ, εἰ βουλόμεθα, τῇ χάριτι. Ὢ χάριτος ἀνυπερβλήτου, ὅτι τὴν ἀγάπην ἣν ἠγάπησεν ὁ Θεὸς καὶ Πατὴρ τὸν μονογενῆ αὐτοῦ Υἱὸν καὶ Θεὸν ἡμῶν, αὐτὴν ἐν ἡμῖν λέγει ἔσεσθαι καὶ αὐτὸν ἐκεῖνον τὸν Υἱὸν τοῦ Θεοῦ ἐν ἡμῖν. Καὶ εἰκότως· συγγενὴς γὰρ ἅπαξ ἡμῶν γεγονὼς τῇ σαρκὶ καὶ συμμετόχους αὐτοῦ τῆς θεότητος ἡμᾶς ἐργασάμενος, συγγενεῖς αὐτοῦ πάντας τοὺς τοιούτους πεποίηκεν.

Ἄλλως δὲ καὶ τῆς μεταδοθείσης ἡμῖν διὰ τῆς κοινωνίας θεότητος ἀτμήτου οὔσης καὶ ἀχωρίστου, ἀνάγκη πᾶσα καὶ ἡμᾶς τοὺς ἐν ἀληθείᾳ ταύτης μετεσχηκότας ἀχωρίστους ἐν ἑνὶ Πνεύματι ἒν σῶμα μετὰ Χριστοῦ εἶναι.

Καὶ ὅτι ταῦτα οὕτως ἔχει, ἄκουε Παύλου λέγοντος· «Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐκ ἔστι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ Ἰουδαῖος, οὐχ Ἕλλην, οὐ Σκύθης, οὐ βάρβαρος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.» Ὁρᾷς ὅπως οὐκ εἶπεν «ἀλλ’ οἱ πάντες χριστιανοί», ἀλλὰ «Χριστὸς» εἷς, ὡς ἐκ μελῶν πολλῶν σῶμα ἕν. Καὶ ἄκουε πάλιν αὐτοῦ τοῦτο δηλοῦντος ἑτέρωθι. Εἰπόντος γὰρ πρῶτον· «Ἑκάστῳ δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον» καὶ τὰς διαφορὰς τῶν χαρισμάτων ἀπαριθμησαμένου, ὕστερον πάλιν ὁ αὐτὸς ἐπήγαγε· «Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.» Τὰς διδομένας δὲ διὰ τοῦ Πνεύματος ἐνεργείας αὐτοῖς τοῖς ἁγίοις μέλεσι τοῦ Χριστοῦ γνωρίσας ἡμῖν ἐπιφέρει καί φησι· «Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι καὶ μέλη ἔχει πολλά, πάντα δὲ τὰ μέλη τοῦ σώματος τοῦ ἑνὸς πολλὰ ὄντα ἕν ἐστι σῶμα, οὕτως καὶ ὁ Χριστός· καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε δοῦλοι, εἴτε ἐλεύθεροι, καὶ πάντες εἰς ἓν πόμα ἐποτίσθημεν· καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά.» Καθάπερ δὲ πάλιν ἑκάστῳ, ὡς προείπομεν, κατ’ ἀξίαν ὑπὸ τοῦ Θεοῦ ἐν ταῖς ἀκηράτοις μοναῖς ἡ ἀποκλήρωσις δίδοται, οὕτως καὶ ἐν τῷ σώματι τῆς Ἐκκλησίας ἕκαστος ἐν ᾧ ἐστιν ἄξιος καταριθμηθήσεται μέρει τοῦ Χριστοῦ.

Καὶ τοῦτο αὐτὸς μετ’ ὀλίγα δηλοῖ ἐν ταύτῃ αὐτοῦ τῇ ἐπιστολῇ λέγων· «Νῦν δὲ ὁ Θεὸς ἔθετο τὰ μέλη ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι καθὼς ἠθέλησε· πολλὰ μὲν οὖν μέλη, ἓν δὲ σῶμα.» Ἵνα δὲ καὶ τὰς διαφορὰς τῶν μελῶν καὶ τίνα ταῦτα καὶ τίνες εἰσὶν ἀποδείξῃ, ἔφη· «Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους· καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν.» Εἶδες τὰς διαφορὰς τῶν μελῶν τοῦ Χριστοῦ;

Ἔμαθες τίνες εἰσὶ μέλη αὐτοῦ; Ἄκουε καὶ τὴν ἕνωσιν τῶν μελῶν ἀκολούθως τῷ Δεσπότῃ καὶ τοῦτον δηλοῦντα. Ἐκεῖνος μὲν γὰρ οἵαν πρὸς τὸν ἑαυτοῦ Πατέρα ἕνωσιν ἔχει, καὶ ἡμᾶς πρὸς αὐτὸν τοιαύτην ἔχειν ὁμοίως ἐδίδαξεν, ὁ δέ γε τούτου μαθητὴς καὶ ἀπόστολος, οἵαν ὁ ἀνὴρ ἔχει πρὸς τὴν γυναῖκα αὐτοῦ καὶ ἡ γυνὴ πρὸς τὸν ἄνδρα· διὸ καί φησιν· «Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε ὡς τῷ Κυρίῳ, ὅτι ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικός, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας καὶ αὐτός ἐστι σωτὴρ τοῦ σώματος», καὶ αὖθις· «Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ καὶ παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.» Καὶ μετ’ ὀλίγα· «Ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα» πρόσεχέ μοι τῷ βάθει τοῦ λόγου, παρακαλῶ! «ἑαυτόν, φησίν, ἀγαπᾷ· οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ τρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Κύριος τὴν ἐκκλησίαν, ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ.»

Ὁρᾷς ὅπως ἔδειξεν ἡμῖν ὅτι, ὥσπερ ἡ Εὔα ἐκ τῆς σαρκὸς καὶ ἐκ τῶν ὀστέων ἐλήφθη τοῦ Ἀδὰμ καὶ μία σὰρξ οἱ δύο ὑπῆρχον, οὕτω καὶ ὁ Χριστός, μεταδιδοὺς ἡμῖν ἑαυτὸν εἰς μετάληψιν ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ, ὧν ἔδειξε τοῖς ἀποστόλοις μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν, οὕτως εἰπών· «Ψηλαφήσατέ με καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα», ἐξ αὐτῶν ἐκείνων τρώγειν ἡμᾶς δίδωσι καὶ ἓν μετ’ αὐτοῦ διὰ τῆς κοινωνίας ταύτης ποιεῖ καὶ ἡμᾶς. Ἔτι δὲ καθ’ ὑπερβολὴν δεῖξαι θέλων τὴν πρὸς Θεὸν ἡμῶν συνάφειαν, ἐπάγει λέγων· «Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα», ἀντὶ τοῦ Χριστοῦ, φησί, καταλείψει αὐτούς, «καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ», ἤγουν τῇ Ἐκκλησίᾳ, «καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν», τὴν τοῦ Χριστοῦ καὶ Θεοῦ δηλονότι.

Καὶ ὅτι οὕτως ἔχεται τῆς διανοίας ὁ λόγος καὶ οὐκ ἀπὸ συλλογισμῶν ταῦτα φθεγγόμεθα, ἐπιφέρει καί φησιν ὁ αὐτός· «Τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν.» Ὄντως οὖν μέγα καὶ ὑπὲρ τὸ μέγα ἐστὶ καὶ ἔσεται τὸ μυστήριον τοῦτο, ὅτι οἵαν κοινωνίαν καὶ ἕνωσιν, οἰκειότητά τε καὶ συγγένειαν ἔχει ἡ γυνὴ πρὸς τὸν ἄνδρα καὶ ὁ ἀνὴρ πρὸς τὴν γυναῖκα, τοιαύτην θεοπρεπῶς καὶ ὑπὲρ πᾶσαν ἔννοιαν καὶ λόγον ἔχει καὶ ὁ δεσπότης καὶ ποιητὴς τοῦ παντὸς μετὰ τῆς Ἐκκλησίας ἁπάσης, ὡς πρὸς μίαν γυναῖκα, ἀμωμήτως ταύτῃ καὶ ὑπεραρρήτως ἑνούμενος καὶ ἀδιασπάστως καὶ ἀχωρίστως ὢν καὶ συνὼν αὐτῇ, ὡς ἠγαπημένῃ καὶ πεφιλημένῃ αὐτῷ.

Οὕτω δὲ καὶ ἡ Ἐκκλησία τῷ αὐτῆς πεφιλημένῳ Θεῷ ἑνωθεῖσα κεκόλληται ὡς ὁλόκληρον σῶμα τῇ κεφαλῇ τῇ ἰδίᾳ αὐτοῦ. Καθάπερ γὰρ οὐ δύναται σῶμα ἄνευ τῆς προσπεφυκυίας αὐτῷ κεφαλῆς τὸ καθόλου ζῆν, οὕτως οὐδὲ ἡ τῶν πιστῶν Ἐκκλησία, τῶν υἱῶν, φημί, τοῦ Θεοῦ καὶ ἀπογεγραμμένων ἐν τοῖς οὐρανοῖς, δύναται εἶναι εἰς σῶμα ἄρτιον καὶ ὁλόκληρον τῷ Θεῷ ἄνευ τῆς κεφαλῆς, αὐτοῦ τοῦ Χριστοῦ καὶ Θεοῦ, ἢ ζῆν τὴν ὄντως ζωὴν καὶ ἀνώλεθρον, μὴ τρεφομένη ὑπ’ αὐτοῦ καθ’ ἑκάστην τὸν ἐπιούσιον ἄρτον, παρ’ οὗ τὸ ζῆν καὶ αὔξειν εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος αὐτοῦ πᾶσι τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιγίνεται.

Ἀλλὰ γὰρ τούτων οὕτως ἀποδειχθέντων λαμπρῶς καὶ τρανωθέντος ὑπὸ τοῦ λόγου τοῦ ῥηθέντος ζητήματος, ὅπως οἱ ἀπ’ αἰῶνος ἅγιοι οἱ μέχρι τοῦ νῦν καὶ ἕως τῆς συντελείας γινόμενοι ἓν σῶμα μέλλουσι γενέσθαι μετὰ Χριστοῦ καὶ ἐν τῷ Χριστῷ, ἄγε δὴ καὶ περὶ τοῦ πῶς πληρωθῆναι δεῖ τὸν ἄνω κόσμον φιλοσοφήσωμεν. Ἀλλὰ διαπετάσατέ μοι τὰς ἀκοὰς καὶ τὸν ἡγεμόνα νοῦν τοῖς ῥηθησομένοις προσέχειν ἐπιστήσατε, ἐπειδὴ περὶ θείων πραγμάτων ἡμῖν ὁ λόγος ἑκάστῳ ζητήματι.

ζʹ. Πῶς δεῖ πληρωθῆναι τὸν ἄνω κόσμον καὶ ὁποῖός τίς ἐστι καὶ τίνα πληρωθήσεται τρόπον. Χρεὼν δὲ ζητῆσαι πρῶτον τίνα καλεῖ κόσμον ὁ λόγος, ὃν δεῖ πληρωθῆναι καὶ οὗ μὴ πληρωθέντος οὐχ ἥξει τὸ τέλος, καὶ αὐτὸ τοῦτο τὸ τέλος ὃ λέγεται, τί ἐστιν. Ἐμοὶ δοκεῖ κόσμον ὡραϊσμένον εἶναι τὴν Ἐκκλησίαν Χριστοῦ καὶ αὐτὸν ὅλον τὸν ἄνθρωπον, ἐν ᾧ κατοικεῖν λέγεται καὶ ἐμπεριπατεῖν τὸν Θεὸν καὶ τὰς ἀκτῖνας τῶν χαρισμάτων αὐτοῦ φαιδράς, ὡς ἥλιος δικαιοσύνης ὤν, καταπέμπειν· ἣν καὶ σῶμα οἴδαμεν καλεῖσθαι Χριστοῦ καὶ νύμφην, ὡς Παῦλος ὁ ταύτης νυμφαγωγὸς ἀνακράζει· «Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ», καὶ Δαβὶδ ὁ θεῖος· «Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη.» Εἰ γὰρ καὶ περὶ τῆς Θεοτόκου μόνης τοῦτό φασιν εἰρῆσθαι, ἀλλ’ οἰκείως μάλα δὴ ἔχει καὶ πρὸς τὴν Ἐκκλησίαν τοῦ Υἱοῦ αὐτῆς καὶ Θεοῦ, ὡς δηλώσει τρανότερον τὰ ἑπόμενα· «Ἀπενεχθήσονται, φησί, τῷ βασιλεῖ παρθένοι ψυχαὶ ὀπίσω αὐτῆς· αἱ πλησίον αὐτῆς ψυχαὶ ἀπενεχθήσονταί σοι· ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει, ἀχθήσονται εἰς ναὸν βασιλέως.» Τίνα οὖν τὸν ναὸν τοῦτον ὑπολαμβάνεις εἶναι; Ἆρά γε ἕτερόν τινα οἶκον ἐννοεῖς εἶναι τὸν ναὸν καὶ ἕτερον παρὰ τοῦτον τὸν βασιλέα; Οὐδαμῶς δή.

Ὥσπερ γὰρ κεφαλὴ τῆς Ἐκκλησίας ὁ Χριστός ἐστι καὶ Θεός, οὕτω καὶ ναὸς αὐτὸς ταύτῃ γίνεται, καθὰ δὴ πάλιν καὶ ἡ Ἐκκλησία αὐτὴ ναὸς ἐκείνου καὶ κόσμος ὡραῖος καθέστηκεν, ὡς τὰ ἀνωτέρω εἰρημένα μοι διατρανοῖ, ἃ καὶ χρὴ πάλιν ἐπαναλαβεῖν καὶ εἰπεῖν εἰς περισσοτέραν ἀκριβείας ἀπόδειξιν.

Ποῖα δὴ ταῦτα; Ἃ Χριστὸς αὐτὸς ὁ Θεὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα περὶ τῶν πιστῶν καὶ αὐτῶν ἔφη τῶν ἀποστόλων αὐτοῦ· «Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ πάντων τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ, ἵνα πάντες ἓν ὦσι.» Πῶς ἕν; «Καθὼς σύ, πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν.» Εἶδες πῶς καὶ βασιλεὺς καὶ ναὸς πάντων αὐτὸς τῶν σῳζωμένων καθέστηκε; Μάθε τοιγαροῦν καὶ ὅπως πάλιν οἱ πιστοὶ πάντες, ἤτοι ἡ βασίλισσα Ἐκκλησία καὶ αἱ ὀπίσω αὐτῆς ἀκολουθήσασαι, ναὸς καὶ κόσμος τοῦ Θεοῦ καὶ βασιλέως γενήσονται. Καὶ τοῦτο πρῶτον ἐξ αὐτοῦ μαθήσῃ τοῦ βασιλέως Χριστοῦ· φησὶ γάρ· «Ἐγὼ ἐν αὐτοῖς καὶ σύ, πάτερ, ἐν ἐμοί, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν.» Τί δὲ ὁ Παῦλος ὁ αὐτοῦ μαθητής; «Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε καὶ τὸ Πνεῦμα αὐτοῦ τὸ ἅγιον οἰκεῖ ἐν ὑμῖν;» Ὁρᾷς συνᾴδοντα τοῖς δεσποτικοῖς ῥήμασι μετὰ ἀκριβείας ἁπάσης τὰ τοῦ Ἀποστόλου ῥητά, ναὸν τοῦ βασιλέως Θεοῦ καὶ πόλιν καὶ κόσμον τὴν Ἐκκλησίαν ἀποδεικνύοντα; Γνῶθι ὅτι αὐτὸς ἦν ὁ ἐν προφήταις καὶ ἀποστόλοις καὶ αὐτός ἐστιν ὁ ἐν ἀμφοτέροις τούτοις λαλῶν καὶ τὰ νῦν.

ηʹ. Ὅτι εἰ μὴ πάντες οἱ προωρισμένοι κατὰ γενεὰς καὶ γενεὰς τεχθήσονται ἕως ἐσχάτης ἡμέρας καὶ πληρωθήσονται, ὁ ἄνω κόσμος οὐ πληρωθήσεται. Ἐπεὶ δὲ σῶμα Χριστοῦ καὶ νύμφη Χριστοῦ καὶ κόσμος ὁ ἄνω καὶ ναὸς Θεοῦ ἡ Ἐκκλησία ἐστί, τὰ δὲ μέλη τοῦ σώματος αὐτοῦ οἱ ἅγιοι καθεστήκασι πάντες, οὔπω δὲ οἱ πάντες παρήχθησαν ἢ εὐηρέστησαν, οὐδὲ τὸ σῶμα δηλονότι ὁλόκληρόν ἐστι τοῦ Χριστοῦ, οὐδὲ ὁ ἄνω κόσμος πεπλήρωται, αὐτὸς οὗτος τῆς τοῦ Θεοῦ Ἐκκλησίας φημί, ἀλλὰ πολλοὶ μέν εἰσιν ἐν τῷ κόσμῳ σήμερον ἄπιστοι οἳ καὶ πιστεύσουσι τῷ Χριστῷ, πολλοὶ ἁμαρτωλοὶ καὶ ἄσῳτοι οἳ καὶ μεταμεληθήσονται μετανοήσαντες, πολλοὶ ἀπειθεῖς οἳ καὶ πεισθήσονται, πολλοὶ ἔτι καὶ ἀκμὴν τεχθήσονται καὶ εὐαρεστήσουσιν ἕως τῆς ἐσχάτης σάλπιγγος τῷ Θεῷ, τεχθῆναι δεῖ πάντας τοὺς προεγνωσμένους καὶ παραχθῆναι καὶ πληρωθῆναι τὸν ὑπεράνω τοῦ κόσμου κόσμον τῆς Ἐκκλησίας τῶν πρωτοτόκων Ἱερουσαλὴμ ἐν τοῖς ἐπουρανίοις· καὶ τηνικαῦτα τὸ τέλος καὶ τὸ πλήρωμα τοῦ σώματος Χριστοῦ πληρωθήσεται ὑπὸ τῶν προωρισμένων Θεῷ εἰς τὸ συμμόρφους γενέσθαι τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ· εἰσὶ δὲ οἱ τοῦ φωτὸς υἱοὶ καὶ τῆς ἡμέρας αὐτοῦ.

Οὗτοι οὖν πάντες προωρισμένοι εἰσὶ καὶ ἀπογεγραμμένοι καὶ ἠριθμημένοι, οἳ καὶ προστεθῆναι καὶ κολληθῆναι μέλλουσι τῷ σώματι τοῦ Χριστοῦ· καὶ τηνικαῦτα ὁλόκληρον οἱονεὶ γενόμενον, μηδενὸς μέλους λειπόμενον, πληρωθήσεται ἤγουν τελειωθήσεται, καθὰ τῇ ἀληθείᾳ δοκεῖ καὶ Παύλῳ τῷ ἀποστόλῳ οὕτω λέγοντι· «Μέχρις οὗ καταντήσωμεν οἱ πάντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Οὓς γὰρ προέγνω, τούτους καὶ προώρισεν· οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσεν· οὓς δὲ ἐκάλεσε, τούτους καὶ ἐδικαίωσε· οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασε συμμόρφους γενέσθαι τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ.» Εἶδες πῶς προωρισμένοι εἰσὶ καὶ προεγνωσμένοι πάντες οἱ ἅγιοι; Γνῶθι οὖν πῶς καὶ ἀπογεγράφθαι λέγει αὐτούς.

Εἰπὼν γάρ· «Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει ζῶντος <Θεοῦ> Ἱερουσαλὴμ ἐπουρανίῳ καὶ μυριάσιν ἀγγέλων πανηγύρει», ἐπήγαγε· «καὶ ἐκκλησίᾳ πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων.» Εἰ οὖν ἀπογεγραμμένοι, εὔδηλον ὅτι καὶ ἠριθμημένοι, καθὼς γέγραπται· «Ἔγνω Κύριος τοὺς αὐτοῦ.» Καὶ τὸ ὅσιον λόγιον· «Ὑμῶν δέ, φησί, καὶ αἱ τρίχες τῆς κεφαλῆς ἠριθμημέναι εἰσίν.» Εἰ δὲ αἱ τρίχες ἡμῶν ἠριθμημέναι παρὰ τῷ τὰ πάντα εἰδότι Θεῷ, πόσῳ γε μᾶλλον ἡμεῖς; Τῶν οὖν ἁγίων πάντων προεγνωσμένων ὄντων Θεῷ, προωρισμένων τε ἅμα καὶ ἠριθμημένων ὡς καὶ ἀπογεγραμμένων κατ’ ὄνομα ἐν τοῖς οὐρανοῖς, μέλη δὲ ὄντων αὐτῶν ὁμοῦ τοῦ Χριστοῦ, εἰς σῶμα ἓν ὀφειλόντων γενέσθαι καὶ ἀποτελεσθῆναι αὐτοῦ, φανερῶς ἀποδέδεικται διὰ τοῦ λόγου ὅτι, ὁπόταν οὗτοι πάντες εἰς ἓν σῶμα ἀποσυναχθέντες γένωνται τοῦ Χριστοῦ, τότε καὶ ὁ ἄνω κόσμος, αὐτὴ ἡ ἐπουράνιος Ἱερουσαλὴμ ἥτις καὶ ἐκκλησία τῶν πρωτοτόκων ἐστί, πληρωθήσεται, ἤγουν ὁλόκληρον τὸ σῶμα τῆς βασιλίσσης τοῦ Θεοῦ Ἐκκλησίας, ὅ ἐστι Χριστοῦ τοῦ Θεοῦ, γενήσεται.

Ποῦ τοίνυν εἰσὶν οἱ ἔξωθεν τῆς βασιλείας τῶν οὐρανῶν πολλὰς μονὰς ἀναπλάττοντες ἐν τῇ ματαιότητι τῶν διανοιῶν αὐτῶν πρὸς ἀπώλειαν ἑαυτῶν; Ποῦ εἰσιν οἱ λέγοντες ὅτι εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσελθεῖν οὐ θέλομεν, πολὺ γὰρ τοῦτό ἐστιν, ἀλλ’ ἐν τόπῳ ἀνέσεως εἶναι βουλόμεθα καὶ ἀρκεῖ ἡμῖν; Ἓν σῶμα πάντες εἶναι μετὰ Χριστοῦ ὀφείλουσιν οἱ ἀπ’ αἰῶνος ἅγιοι. Καὶ ποῦ εἶναι ἀλλαχοῦ οἱ τοιοῦτοι ὑπονοοῦσιν, ἐὰν τοῦ σώματος αὐτοῦ εὑρεθῶσιν ἀνάξιοι καὶ ἀποτμηθῶσιν ἐξ αὐτοῦ; Ἀνακαινιζομένου δὲ τοῦ κόσμου παντὸς διὰ πυρός, ἐν ποίῳ τόπῳ ὑπολαμβάνουσί ποτε γενήσεσθαι ἑαυτούς, ἵνα μὴ πεῖραν ἐκείνου λάβωσι καὶ ὑπ’ ἐκείνου δοκιμασθήσονται; Ὄντως «ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες γὰρ εἶναι σοφοί, ἐμωράνθησαν.» Ἀλλ’ ἄγωμεν καὶ τίς ἐστιν ὁ γάμος ὁ μυστικὸς τοῦ Θεοῦ ἐκζητήσωμεν καὶ οὕτως ἐφ’ ἑτέραν ὑπόθεσιν τὸν λόγον ἰθύνωμεν. Ποίαν δὲ ταύτην; Ἣν ζητοῦσί τινες τῶν ἀμυήτων μαθεῖν. Φασὶ γάρ· «Ἆρα ἐν τῷ μέλλοντι αἰῶνι γνωρίζουσιν ἀλλήλους οἱ ἅγιοι, ἡνίκα ἑκάστῳ ἀποδίδοται ἀπὸ τοῦ Θεοῦ κατὰ τὰ ἔργα αὐτοῦ, ἢ οὔ;» Χρὴ οὖν ἀπὸ τῶν εὐαγγελικῶν ῥημάτων ἡμᾶς ἐνάρξασθαι πρῶτον καὶ οὕτως ὁδῷ προβαίνων ὁ λόγος καὶ περὶ τούτων δηλώσει.

θʹ. Εἰς τὸ ῥητὸν τοῦ Εὐαγγελίου· «Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν βασιλεῖ.» Καὶ τίς ἐστιν ὁ γάμος ὁ μυστικὸς τοῦ Θεοῦ. «Ὡμοιώθη» φησίν «ἡ βασιλεία τῶν οὐρανῶν βασιλεῖ ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ καὶ ἐκάλεσε πολλούς», τίνα λέγων βασιλέα, εἰ μὴ αὐτὸν ἐκεῖνον τὸν ἑαυτοῦ Πατέρα καὶ Θεόν; Τίνι δὲ ἑτέρῳ τοὺς γάμους πεποίηκεν, εἰ μὴ αὐτῷ τῷ μονογενεῖ αὐτοῦ Υἱῷ καὶ Θεῷ τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ τῷ Χριστῷ; Μετὰ τίνος δὲ ἄρα ἢ ποίου βασιλέως ὁ τῶν ἁπάντων δεσπότης καὶ κύριος τὸ τῆς μνηστείας κατεδέξατο ποιῆσαι συνάλλαγμα; Ἕκαστος γὰρ ἡμῶν τῶν ἀνθρώπων νύμφην τῷ ἑαυτοῦ υἱῷ ἀγαγέσθαι βουλόμενος σπεύδει περιφανεστέρου καὶ ἐνδοξοτέρου καὶ πλουσιωτέρου θυγατέρα νύμφην λαβεῖν. Ὁ οὖν Θεὸς τίνα κἂν ἴσον εὑρήσει ἑαυτοῦ, ἵνα νύμφην ἐξ αὐτοῦ ἀγάγοιτο ἑαυτῷ; Φησὶ γὰρ περὶ αὐτοῦ ὁ προφήτης· «Ὁ κατέχων ἐν τῇ χειρὶ αὐτοῦ τὸν γῦρον τῆς γῆς καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ ὡς ἀκρίδας.» Καὶ ἄλλος· «Ὁ Θεὸς ὁ αἰώνιος ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς» καὶ θεμελιώσας ἐπ’ οὐδενὸς τοὺς στύλους αὐτῆς. Καὶ ὁ Δαβίδ· «Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν.» Ὁ γοῦν τοιοῦτος καὶ τηλικοῦτος τίνος ἄρα σκοπήσωμεν θυγατέρα νύμφην ἠγάγετο καὶ τῷ υἱῷ αὐτοῦ γάμους πεποίηκεν. Βούλεσθε μαθεῖν τίνος;

Ἀλλ’ ἐξιστᾷ μου τὸν λογισμὸν τὸ τῆς συγκαταβάσεως μέγεθος καὶ βούλομαι μὲν εἰπεῖν, φρίττω δέ· εἰς δὲ τὴν αὐτοῦ θαρρήσαντες ἀγαθότητα ἐροῦμεν ὦδε. Θυγατέρα προσκεκρουκότος αὐτῷ καὶ μοιχείαν καὶ φόνον πεποιηκότος, οἷον εἰπεῖν μοιχοῦ καὶ φονέως, νύμφην ἠγάγετο ἑαυτῷ.

Εἶδες ἀσύγκριτον καὶ ἄφατον ἀγαθότητά τε καὶ συγκατάβασιν; Εἶδες φιλανθρωπίας ὑπερβολήν; Εἶδες ἀγάπης καὶ χρηστότητος μέγεθος; Μάθε μοι τοίνυν ἐντεῦθεν, πᾶς ὁ μεγάλα περὶ ἑαυτοῦ οἰόμενος, ταπεινοῦσθαι καὶ μετριοφρονεῖν καὶ μηδέποτέ τινος κατεπαίρεσθαι, κἂν βασιλέων πάντων βασιλικώτατος, κἂν ἀρχόντων περιφανέστερος, κἂν πλουσίων ἁπάντων πλουσιώτερος ᾖς, τὸν δεσπότην βλέπων καὶ κύριον τῶν ἁπάντων, τὸν ἅγιον τῶν ἁγίων, τὸν μακάριον Θεὸν καὶ μόνον δυνάστην, τὸν ἐνοικοῦντα ἐν ἀπροσίτῳ καὶ ὑπεραρρήτῳ φωτί, οὕτω συγκαταβαίνοντα καὶ ἐκ προσκεκρουκότος νύμφην ἑαυτῷ ἀγόμενον εἰς τὸν μονογενῆ αὐτοῦ Υἱόν, τὸν ἀόρατον, τὸν ἀκατάληπτον, τὸν ἀνεξιχνίαστον, τὸν ποιητὴν καὶ δημιουργὸν τῶν ἁπάντων, διὰ σὲ καὶ τὴν σὴν σωτηρίαν.

Τίς οὖν ἐστιν ὁ τὸν φόνον καὶ τὴν μοιχείαν πεποιηκώς, οὗ τὴν θυγατέρα εἰς νύμφην ὁ Θεὸς ἑαυτῷ ἐξελέξατο; Δαβὶδ ὁ τοῦ Ἰεσσαί, ὃς καὶ τὸν Οὐρίαν ἀπέκτεινε καὶ τὴν τούτου γυναῖκα ἐμοίχευσε. Τούτου τοιγαροῦν τὴν θυγατέρα, Μαρίαν φημὶ τὴν ὑπεράμωμον, τὴν ὑπέραγνον καὶ ἁγνὴν παρθένον, νύμφην ἠγάγετο. Ὑπέραγνον δὲ λέγω καὶ ὑπεράμωμον ταύτην ὡς πρὸς ἡμᾶς καὶ τοὺς τότε ἀνθρώπους, συγκρίνων αὐτὴν ἐκείνοις τε καὶ ἡμῖν τοῖς δούλοις αὐτῆς, ὡς δὲ πρὸς τὸν ἑαυτῆς νυμφίον καὶ τὸν ἐκείνου Πατέρα, ἄνθρωπον μέν, ἁγίαν δὲ καὶ ὑπεραγίαν καὶ ὑπὲρ ἅπαντας ἀνθρώπους πασῶν τῶν γενεῶν καθαρωτάτην καὶ ἄχραντον.

Ταύτην οὖν ἠγάγετο καὶ γάμους ἐποίησε τῷ υἱῷ αὐτοῦ. Τίνα τρόπον; Ἄκουε νουνεχῶς. Ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἕνα τῶν αὐτοῦ δούλων, Γαβριήλ, φημί, τὸν ἀρχάγγελον, ἐξαποστείλας ἐξ ὕψους ἁγίου αὐτοῦ μηνύει τῇ Παρθένῳ τὸ χαῖρε· ὃς καὶ κατελθὼν διακονεῖ τὸ μυστήριον τῇ Παρθένῳ καὶ λέγει αὐτῇ· «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ». Καὶ σὺν τῷ λόγῳ συνεισῆλθεν ὁ ἐνυπόστατος καὶ ὁμοούσιος καὶ συναΐδιος Λόγος τοῦ Θεοῦ καὶ Πατρὸς ὅλος ἐν τῇ τῆς κόρης γαστρὶ καὶ ἐπελεύσει καὶ συνεργίᾳ τοῦ ὁμοουσίου αὐτοῦ Πνεύματος ἀνελάβετο σάρκα ἔννουν καὶ ἐψυχωμένην ἐξ ἁγνῶν αἱμάτων αὐτῆς καὶ ἐγένετο ἄνθρωπος.

Αὕτη τοιγαροῦν ἡ ἄφραστος συνουσία καὶ τοιοῦτος ὁ γάμος ὁ μυστικὸς τοῦ Θεοῦ καὶ οὕτω γέγονε τὸ συνάλλαγμα Θεοῦ πρὸς ἀνθρώπους, ἑνωθεὶς ἀσυγχύτως τῇ φθαρτῇ καὶ πτωχῇ ἡμῶν οὐσίᾳ καὶ φύσει ὁ ὑπὲρ φύσιν καὶ ὑπερούσιος. Συνέλαβεν οὖν ἡ Παρθένος καὶ ἔτεκεν ἐκ δύο φύσεων παραδόξως, θεότητος, λέγω, καὶ ἀνθρωπότητος, ἕνα υἱόν, Θεὸν τέλειον καὶ τέλειον ἄνθρωπον, τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν, μήτε τὴν παρθενίαν αὐτῆς διαφθείραντα, μήτε τοῦ κόλπου χωρισθέντα τοῦ πατρικοῦ.

Ἀλλὰ γὰρ ἐντεῦθεν ὅσον ἀπὸ τοῦ εὐαγγελικοῦ ῥήματος νοεῖν μοι καὶ ἕτερόν τι δίδωσιν ἡ χάρις καὶ εἰπεῖν κατεπείγει, ὃ μυστικῶς ἀεὶ γίνεται καὶ ἐν πᾶσι τοῖς υἱοῖς τοῦ φωτός. Διατί γὰρ οὐκ εἶπεν· «Ἐποίησε γάμον τῷ υἱῷ αὐτοῦ» ἀλλὰ «γάμους»; Ἐνταῦθά μοι τὸ καινὸν τοῦ νοήματος.

Διὰ τί; Ἐπειδὴ ἐφ’ ἑνὶ ἑκάστῳ τῶν πιστῶν καὶ υἱῶν τῆς ἡμέρας ὁ αὐτὸς ἀεὶ γάμος παραπλησίως καὶ ἀπαραλλάκτως γίνεται. Πῶς καὶ τίνα τρόπον; Ἐν ὑπεραμώμῳ καὶ ὑπεράγνῳ γάμῳ ἑνούμενος ἡμῖν, ὁ Θεὸς ἐμποιεῖ τι μεῖζον ἡμῶν τῆς δυνάμεως. Τί οὖν ἐστι τοῦτο; Ἄκουε συνετῶς.

ιʹ. Ὅτι καὶ πάντες οἱ ἅγιοι τὸν Λόγον τοῦ Θεοῦ ἐν ἑαυτοῖς συλλαμβάνουσι τῇ Θεοτόκῳ παραπλησίως καὶ γεννῶσιν αὐτὸν καὶ γεννᾶται ἐν αὐτοῖς καὶ γεννῶνται ὑπ’ αὐτοῦ, καὶ πῶς υἱοὶ καὶ ἀδελφοὶ καὶ μητέρες αὐτοῦ χρηματίζουσιν. Ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς εἰσελθὼν ἐν τῇ γαστρὶ τῆς παναγίας Παρθένου καὶ σάρκα ἀναλαβόμενος ἐξ αὐτῆς καὶ γενόμενος ἄνθρωπος ἐτέχθη, ὡς εἴπομεν, ἄνθρωπος τέλειος καὶ Θεὸς τέλειος, ὁ αὐτὸς ἀσυγχύτως τὰ ἀμφότερα ὤν.

Πρόσεχε οὖν· τί τὸ γεγονὸς μεῖζον εἰς ἡμᾶς; Ἕκαστος ἡμῶν τῶν ἀνθρώπων πιστεύομεν εἰς αὐτὸν τὸν υἱὸν τοῦ Θεοῦ καὶ υἱὸν τῆς ἀειπαρθένου καὶ θεοτόκου Μαρίας καὶ πιστεύοντες δεχόμεθα τὸν περὶ αὐτοῦ λόγον πιστῶς ἐν ταῖς καρδίαις ἡμῶν, ὃν καὶ ὁμολογοῦντες τῷ στόματι καὶ ὑπὲρ τῶν προτέρων ἡμῶν ἀνομημάτων μετανοοῦντες ἀπὸ ψυχῆς, εὐθύς, ὥσπερ ἐν τῇ γαστρὶ τῆς Παρθένου εἰσῆλθεν ὁ Θεὸς Λόγος τοῦ Πατρός, οὕτως καὶ ἐν ἡμῖν αὐτοῖς ὁ λόγος ὃν δεχόμεθα, διδασκόμενοι τὴν εὐσέβειαν, ὥσπερ σπόρος εὑρίσκεται. Ἔκστηθι τὸ φρικτὸν ἀκούων τοῦ μυστηρίου καὶ τὸν λόγον πιστὸν ὄντα μετὰ πάσης ὑπόδεξαι πληροφορίας καὶ πίστεως.

Συλλαμβάνομεν οὖν αὐτὸν οὐχὶ σωματικῶς, ὡς ἡ Παρθένος καὶ Θεοτόκος τοῦτον συνέλαβεν, ἀλλὰ πνευματικῶς μέν, οὐσιωδῶς δέ· καὶ ἔχομεν αὐτὸν ἐκεῖνον ὃν καὶ ἡ ἁγνὴ Παρθένος συνέλαβεν, ἐν ταῖς καρδίαις ἡμῶν, καθὼς ὁ θεῖος Παῦλός φησιν· «Ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τοῦ Υἱοῦ αὐτοῦ», οἷον εἰπεῖν ἀντὶ τοῦ «αὐτὸς ὅλος οὐσιωδῶς γέγονεν ἐν ἡμῖν». Ὅτι δὲ οὕτως ἔχει τὸ λεγόμενον διανοίας, διὰ τῶν ἑξῆς ἐδήλωσεν οὕτως εἰπών· «Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσι», θησαυρὸν τὸ ἅγιον Πνεῦμα καλῶν. Ἑτέρωθι δὲ καὶ τὸν Κύριον εἶναι πνεῦμα καλεῖ· «Τὸ γὰρ πνεῦμα, φησίν, ὁ Κύριός ἐστιν.» Ταῦτα δὲ λέγει ἵνα, κἂν Υἱὸν ἀκούῃς Θεοῦ, καὶ τὸ Πνεῦμα νοῇς καὶ συνακούῃς αὐτῷ· κἂν Πνεῦμα πάλιν, καὶ τὸν Πατέρα τούτῳ συνεννοῇς, ἐπειδὴ καὶ περὶ αὐτοῦ «πνεῦμα» φησίν «ὁ Θεός», πανταχοῦ διδάσκων σε τὸ ἀχώριστον καὶ ὁμοούσιον τῆς ἁγίας Τριάδος καὶ ὅτι, ὅπου ὁ Υἱὸς ἐκεῖ καὶ ὁ Πατήρ, καὶ ὅπου ὁ Πατὴρ ἐκεῖ καὶ τὸ Πνεῦμα, καὶ ὅπου τὸ Πνεῦμα τὸ ἅγιον ἐκεῖ τὸ πᾶν τῆς τρισυποστάτου θεότητος, ὁ εἷς Θεὸς καὶ Πατὴρ σὺν Υἱῷ καὶ Πνεύματι τοῖς ὁμοουσίοις, «ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν».

Τοιγαροῦν καὶ ὁλοψύχως πιστεύοντες καὶ μετανοοῦντες θερμῶς, συλλαμβάνομεν, ὡς εἴρηται, τὸν Λόγον τοῦ Θεοῦ ἐν ταῖς καρδίαις ἡμῶν, ὡς ἡ Παρθένος, παρθένους δηλαδὴ καὶ ἁγνὰς ἐπιφερόμενοι τὰς ἰδίας ψυχάς· καὶ καθάπερ ἐκείνην ὑπεράμωμον οὖσαν τὸ πῦρ οὐ κατέφλεξε τῆς θεότητος, οὕτως οὐδὲ ἡμᾶς ἁγνὰς καὶ καθαρὰς ἐπιφερομένους τὰς καρδίας καταφλέγει, ἀλλὰ δρόσος ἡ ἐξ οὐρανοῦ καὶ πηγὴ ὕδατος καὶ ἀθανάτου ζωῆς ῥεῖθρον ἐν ἡμῖν γίνεται. Ὅτι δὲ καὶ ἡμεῖς τὸ ἄστεκτον πῦρ τῆς θεότητος ὡσαύτως δεχόμεθα, ἄκουσον τοῦ Κυρίου λέγοντος· «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τῆς γῆς.» Ποῖον ἄλλο, εἰ μὴ τὸ ὁμοούσιον αὐτοῦ τῆς θεότητος Πνεῦμα, μεθ’ οὗ συνεισέρχεται καὶ συνθεωρεῖται σὺν τῷ Πατρὶ καὶ αὐτὸς καὶ ἔνδον ἡμῶν γίνεται; Ἐπεὶ δὲ ἅπαξ ἐσαρκώθη ὁ Λόγος τοῦ Θεοῦ ἐκ τῆς Παρθένου καὶ σωματικῶς ἐξ αὐτῆς ἐγεννήθη ἀφράστως καὶ ὑπὲρ λόγον, πάλιν δὲ σαρκοῦσθαι ἢ σωματικῶς τίκτεσθαι αὐτὸν οὐκ ἐνδέχεται ἐξ ἑνὸς ἑκάστου ἡμῶν, τί ποιεῖ;

Ἐκείνην αὐτοῦ τὴν ἄχραντον σάρκα, ἣν προσελάβετο ἐξ ἁγνῶν λαγόνων τῆς παναχράντου Μαρίας καὶ θεοτόκου, μεθ’ ἧς καὶ ἐτέχθη σωματικῶς, ἐξ αὐτῆς μεταδίδωσιν ἡμῖν εἰς βρῶσιν· καὶ τρώγοντες αὐτήν, ὅλον τὸν σαρκωθέντα Θεὸν καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν, τὸν Υἱὸν αὐτὸν τοῦ Θεοῦ καὶ υἱὸν τῆς παρθένου καὶ παναμώμου Μαρίας, τὸν ἐν δεξιᾷ καθήμενον τοῦ Θεοῦ καὶ Πατρός, ἕκαστος ἡμῶν τῶν πιστῶν τῶν ἀξίως ταύτην ἐσθιόντων τὴν σάρκα αὐτοῦ, ἐν ἡμῖν ἔχομεν, κατὰ τὸ ὑπ’ αὐτοῦ εἰρημένον· «Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ», μηδέποτε ἐξ ἡμῶν προερχόμενον ἢ σωματικῶς γεννώμενον καὶ χωριζόμενον ἀφ’ ἡμῶν. Οὐκέτι γὰρ κατὰ σάρκα γινώσκεται ὢν ἐν ἡμῖν ὥσπερ βρέφος, ἀλλὰ ἀσωμάτως ἐστὶν ἐν σώματι, συνανακιρνάμενος ἡμῶν ταῖς οὐσίαις καὶ φύσεσιν ἀρρήτως καὶ θεοποιῶν ἡμᾶς ὡς συσσώμους αὐτοῦ καὶ σάρκα ὄντας ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ὀστοῦν ἐκ τῶν ὀστέων αὐτοῦ. Τοῦτο τὸ μεῖζον ἐν ἡμῖν τῆς ἀφράστου οἰκονομίας αὐτοῦ καὶ ὑπὲρ λόγον συγκαταβάσεως, τοῦτο τὸ φρίκης ἁπάσης γέμον μυστήριον, ὃ καὶ ἀνένευον γράψαι καὶ πρὸς τὴν ἐγχείρησιν ἔτρεμον.

Ἀλλ’ ἐπεὶ βούλεται ἀεὶ ὁ Θεὸς τὴν πρὸς ἡμᾶς ἀγάπην αὐτοῦ ἐκκαλύπτεσθαι καὶ φανεροῦσθαι ἡμῖν, ἵνα καὶ ἡμεῖς ποτε τὴν πολλὴν αὐτοῦ ἀγαθότητα ἐννοήσαντες καὶ αἰδεσθέντες ἀγαπῆσαι προθυμηθῶμεν αὐτόν, ὑπὸ τοῦ ἄνωθεν κινοῦντος καὶ φωτίζοντος τὰς καρδίας ἡμῶν κινηθεὶς Πνεύματος διὰ γραφῆς ὑμῖν δῆλα ταῦτα πεποίηκα τὰ μυστήρια, οὐχ ἵνα τῆς τὸν Κύριον τεκούσης κατὰ τὸν τρόπον τῆς ἀπορρήτου γεννήσεως αὐτῆς ἴσον τινὰ τῶν ἀνθρώπων ἀποδείξω—μὴ γένοιτο! οὐδὲ γὰρ ἐνδέχεται τοῦτο.

Ἄλλη γὰρ ἡ ἔνσαρκος τοῦ Θεοῦ Λόγου ἄφραστος γέννησις ἐξ αὐτῆς, καὶ ἄλλη ἡ πνευματικῶς παρ’ ἡμῶν γινομένη· ἐκείνη μὲν γάρ, σαρκωθέντα τὸν Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ τέξασα, τὸ μυστήριον τῆς ἀναπλάσεως τοῦ γένους ἡμῶν καὶ τὴν σωτηρίαν τοῦ κόσμου παντὸς ἐπὶ τῆς γῆς τέτοκεν, ἥτις ἐστὶν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ Θεός, ὁ τὰ διεστῶτα ἑνώσας πρὸς ἑαυτὸν καὶ τὴν ἁμαρτίαν τοῦ κόσμου ἀράμενος· αὕτη δέ, ἐν θείῳ Πνεύματι τὸν Λόγον τῆς γνώσεως τοῦ Θεοῦ τίκτουσα, ἀεὶ ἐν ταῖς καρδίαις ἡμῶν τὸ μυστήριον τῆς ἀνακαινίσεως τῶν ἀνθρωπίνων ψυχῶν καὶ τὴν κοινωνίαν μετὰ τοῦ Θεοῦ Λόγου καὶ ἕνωσιν ἀπεργάζεται, ἣν καὶ τὸ θεῖον οὕτω λέγον ὑπαινίττεται λόγιον· «Δι’ οὗ ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν πνεῦμα σωτηρίας, ὃ ἐκυήσαμεν ἐπὶ τῆς γῆς»—ἀλλ’ ἵνα φανερωθῇ ἡ ὑπεράπειρος αὐτοῦ πρὸς ἡμᾶς καὶ γνησία ἀγάπη καὶ ὅτι, εἰ βουλοίμεθα, καὶ πάντες ἡμεῖς κατὰ τὸ θεῖον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λόγιον μήτηρ κατὰ τὸ εἰρημένον τρόπον καὶ ἀδελφοὶ αὐτοῦ χρηματίσωμεν καὶ ἴσοι πάντως τῶν αὐτοῦ μαθητῶν καὶ ἀποστόλων γενώμεθα, οὐχὶ κατὰ τὴν ἀξίαν ἐκείνων οὐδὲ κατὰ τὰς περιόδους καὶ τοὺς κόπους οὕσπερ ὑπέστησαν, ἀλλὰ κατὰ τὴν χάριν τοῦ Θεοῦ καὶ τὴν δωρεάν, ἣν πλουσίως ἐξέχεεν ἐπὶ πάντας τοὺς πιστεύειν καὶ ἀκολουθεῖν αὐτῷ ἀνεπιστρόφως ἐθέλοντας, καθὼς αὐτὸς τοῦτο βουλόμενος ἀριδήλως βοᾷ· «Μήτηρ μου, φησί, καὶ ἀδελφοί μού εἰσιν οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ ποιοῦντες αὐτόν.»

Εἶδες πῶς πάντας τοὺς ἀκούοντας τὸν λόγον αὐτοῦ καὶ ποιοῦντας αὐτὸν εἰς τὴν τῆς μητρὸς αὐτοῦ ἀξίαν ἀνήγαγε καὶ ἀδελφοὺς αὐτοῦ λέγει καὶ συγγενεῖς τούτους πάντας ἀποκαλεῖ; Πλὴν ἐκείνη μὲν κυρίως μήτηρ αὐτοῦ καθέστηκεν ὡς σωματικῶς, καθάπερ ἔφθην εἰπών, ἀφράστως τοῦτον καὶ ἀπειράνδρως ἀποτεκοῦσα, οἱ δέ γε ἅγιοι πάντες κατὰ τὴν χάριν καὶ τὴν δωρεὰν συλλαμβάνοντες αὐτὸν ἔχουσιν· καὶ ἐκ μὲν τῆς παναμώμου μητρὸς αὐτοῦ τὴν σάρκα αὐτοῦ τὴν παναμώμητον ἐδανείσατο, ἀντ’ αὐτῆς δὲ τὴν θεότητα αὐτῇ ἐδωρήσατο—ὢ ξένου καὶ καινοῦ συναλλάγματος! — ἀπὸ δὲ τῶν ἁγίων σάρκα μὲν οὐ λαμβάνει, μεταδίδωσι δὲ αὐτοῖς τὴν τεθεωμένην σάρκα αὐτοῦ. Καὶ ὅρα μοι τὸ βάθος τοῦ μυστηρίου. Ἡ μὲν οὖν χάρις τοῦ Πνεύματος, ἤγουν τὸ πῦρ τῆς θεότητος, τοῦ Σωτῆρος ἡμῶν ἐστι καὶ Θεοῦ ἐκ τῆς φύσεως καὶ τῆς οὐσίας αὐτοῦ, τὸ δὲ σῶμα αὐτοῦ οὐκ ἔστιν ἐκεῖθεν, ἀλλ’ ἐκ τῆς πανάγνου καὶ ἁγίας σαρκὸς τῆς Θεοτόκου καὶ ἐκ τῶν παναχράντων αἱμάτων αὐτῆς, ἐξ ἧς ταύτην ἀναλαβὼν ἰδιοποιήσατο, κατὰ τὸ ὅσιον λόγιον· «Καὶ ὁ Λόγος σὰρξ ἐγένετο».

Ταύτῃ τοι καὶ μεταδίδωσι τοῖς ἁγίοις ὁ τοῦ Θεοῦ καὶ τῆς ἀχράντου Παρθένου υἱὸς ἐκ μὲν τῆς φύσεως καὶ τῆς οὐσίας τοῦ συναϊδίου Πατρὸς αὐτοῦ τὴν χάριν, ὡς εἴρηται, τοῦ Πνεύματος, ἤτοι τὴν θεότητα, καθὼς διὰ τοῦ προφήτου φησί· «Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα» δηλαδὴ τὴν πιστεύσασαν, ἐκ δὲ τῆς φύσεως καὶ οὐσίας τῆς κυρίως καὶ ἀληθῶς ἀποτεκούσης αὐτόν, τὴν σάρκα ἣν ἀνέλαβεν ἐξ αὐτῆς.

Καὶ ὥσπερ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, οὕτως καὶ ἐκ τῆς ἀμωμήτου σαρκὸς τῆς παναγίας Μητρὸς αὐτοῦ ἣν ἀνέλαβε μεταλαμβάνομεν ἅπαντες· καὶ καθάπερ υἱὸς αὐτῆς καὶ Θεὸς ὁ Χριστὸς καὶ Θεὸς ἡμῶν γέγονεν, ἀδελφὸς δὲ ἡμῶν ἐχρημάτισεν, οὕτω καὶ ἡμεῖς— ὢ τῆς ἀφάτου φιλανθρωπίας! —υἱοὶ τῆς Θεοτόκου μητρὸς αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ τοῦ Χριστοῦ γινόμεθα, ὡς διὰ τοῦ μετ’ αὐτῆς καὶ ἐν αὐτῇ γεγονότος ὑπεραμώμου καὶ ὑπεραγνώστου γάμου γεννηθέντος τοῦ Υἱοῦ τοῦ Θεοῦ <ἐξ> αὐτῆς, καὶ ἐξ αὐτοῦ πάλιν πάντες οἱ ἅγιοι. Ὥσπερ γὰρ ἐκ τῆς συνουσίας καὶ σπορᾶς τοῦ Ἀδὰμ ἡ Εὔα πρώτη ἔτεκεν καὶ ἐξ ἐκείνης καὶ δι’ ἐκείνης πάντες ἐγεννήθησαν ἄνθρωποι, οὕτω καὶ ἡ Θεοτόκος τὸν τοῦ Θεοῦ Πατρὸς Λόγον ἀντὶ σπορᾶς δεξαμένη συνέλαβε καὶ ἔτεκε μόνον αὐτὸν τὸν Μονογενῆ ἐκ τοῦ Πατρὸς πρὸ αἰώνων καὶ μονογενῆ ἐπ’ ἐσχάτων ἐξ αὐτῆς σαρκωθέντα· καὶ παυσαμένη τοῦ συλλαμβάνειν καὶ τίκτειν αὕτη, ὁ Υἱὸς αὐτῆς καὶ ἐγέννησε καὶ γεννᾷ καθ’ ἑκάστην τοὺς πιστεύοντας εἰς αὐτὸν καὶ φυλάσσοντας τὰς ἁγίας αὐτοῦ ἐντολάς. Ἔπρεπε καὶ γάρ, ἐπεὶ ἡ ἐν φθορᾷ γέννησις ἡμῶν διὰ τῆς γυναικὸς Εὔας ἐγένετο, τὴν πνευματικὴν γέννησιν ἡμῶν καὶ ἀνάπλασιν διὰ τοῦ ἀνδρός, ἤτοι τοῦ δευτέρου Ἀδὰμ καὶ Θεοῦ, γίνεσθαι.

Καὶ ὅρα μοι ἐντεῦθεν τὴν τοῦ λόγου ἀκρίβειαν· ἀνδρὸς θνητοῦ καὶ φθαρτοῦ ἡ σπορὰ φθαρτοὺς υἱοὺς καὶ θνητοὺς διὰ γυναικὸς ἀπεγέννησε καὶ γεννᾷ· ἀθανάτου καὶ ἀφθάρτου Θεοῦ ἀθάνατος καὶ ἄφθαρτος Λόγος ἀθάνατα καὶ ἄφθαρτα τέκνα ἀπεγέννησε καὶ ἀεὶ γεννᾷ, ἐκ τῆς Παρθένου πρῶτον αὐτὸς τεχθεὶς δηλονότι ἐν ἁγίῳ Πνεύματι.

Κατὰ τοῦτο οὖν δέσποινα καὶ βασιλὶς καὶ κυρία καὶ μήτηρ πάντων τῶν ἁγίων ἡ τοῦ Θεοῦ Μήτηρ ἐστί, οἱ δὲ ἅγιοι πάντες δοῦλοι μὲν αὐτῆς εἰσι, καθὸ Μήτηρ ἐστὶ τοῦ Θεοῦ, υἱοὶ δὲ αὐτῆς, καθὸ μεταλαμβάνουσιν ἐκ τῆς παναχράντου σαρκὸς τοῦ Υἱοῦ αὐτῆς. Πιστὸς ὁ λόγος· ἡ γὰρ σὰρξ τοῦ Κυρίου, τῆς Θεοτόκου ἐστὶ σάρξ· καὶ ἐξ αὐτῆς τῆς θεωθείσης τοῦ Κυρίου σαρκὸς μεταλαμβάνοντες, ζωὴν αἰώνιον μεταλαμβάνειν ὁμολογοῦμέν τε καὶ πιστεύομεν, εἰ μή τι ἀναξίως καὶ εἰς κατάκριμα ἑαυτῶν ταύτην μᾶλλον ἐσθίομεν. Συγγενεῖς δὲ αὐτῆς τρισσῶς οἱ ἅγιοί εἰσι· καθ’ ἕνα μὲν τρόπον ὅτι ἐκ τοῦ αὐτοῦ πηλοῦ καὶ τῆς αὐτῆς πνοῆς εἴτ’ οὖν ψυχῆς συγγένειαν ἔχουσι· κατὰ δεύτερον δέ, ὅτι ἐκ τῆς προσληφθείσης σαρκὸς αὐτῆς κοινωνίαν καὶ μετουσίαν ἔχουσι μετ’ αὐτῆς· καθ’ ἕτερον δέ, ὅτι διὰ τὴν κατὰ Πνεῦμα ἐγγινομένην ἁγιωσύνην αὐτοῖς δι’ αὐτῆς ἐν ἑαυτῷ ἕκαστος συλλαμβάνων ὁμοίως ἔχει τὸν τῶν ἁπάντων Θεόν, καθάπερ κἀκείνη τοῦτον ἔσχεν ἐν ἑαυτῇ· εἰ γὰρ καὶ σωματικῶς αὐτὸν ἀπεγέννησεν, ἀλλ’ ὅλον αὐτὸν καὶ πνευματικῶς ἐν ἑαυτῇ πάντοτε εἶχε καὶ νῦν ἀεὶ καὶ ὡσαύτως ἔχει ἀχώριστον.

Τοῦτο τοίνυν τὸ τῶν γάμων μυστήριον, ὃ τῷ μονογενεῖ αὐτοῦ Υἱῷ ἐποιήσατο ὁ Πατήρ, ὁ συναΐδιος καὶ ὁμότιμος· καὶ ἐκάλεσε πολλοὺς καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους καὶ οὐκ ἤθελον ἐλθεῖν.

ιαʹ. Εἰς τὸ ῥητὸν τοῦ Εὐαγγελίου· «Καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους καὶ οὐκ ἤθελον ἐλθεῖν.» Τίνες οὖν ἦσαν οἱ ἀπεσταλμένοι; Οἱ προφῆται, φησί. Τίνες οἱ κεκλημένοι; Τῶν Ἰουδαίων οἱ παῖδες· ἐκεῖνοι γὰρ ἦσαν οἱ τότε καὶ ἐξ ἀρχῆς κεκλημένοι, καὶ οὐκ ἠθέλησαν ἀκοῦσαι αὐτῶν. «Πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων·

Εἴπατε τοῖς κεκλημένοις· Ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμασα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. Οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὁ μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὁ δὲ εἰς τὴν ἐμπορίαν αὐτοῦ· οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν.» Ποίους λέγει δούλους; Τοὺς ἀποστόλους αὐτοῦ.

Τί δέ ἐστι τὸ ἄριστον; Ἡ τῶν οὐρανῶν βασιλεία, ἣν προητοίμασε τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν ἀπὸ καταβολῆς κόσμου. Ταύρους δὲ τίνας λέγει καὶ σιτιστά; Αὐτὸν τὸν τῆς Παρθένου Υἱὸν καὶ Θεόν, τὸν μόσχον ὄντα τῇ θεότητι σιτευτόν· οὗτος γὰρ καὶ ταῦρός ἐστι τῇ δυνάμει ὄντως ἀήττητος, πληθυντικῶς δὲ ταύρους ἑαυτὸν ἐκάλεσεν, ὅτι εἰς πολλὰ μερίζεται ἡ ἁγία αὐτοῦ σὰρξ καὶ μία ἑκάστη μερὶς ἡ ἐξ αὐτοῦ ὅλος ἐκεῖνος πάλιν ἐστί, τοσοῦτον ὢν δυνατός, ὅτι καὶ τοὺς ἐχθροὺς τῶν λαμβανόντων αὐτὸν ἀποτρέπεται ἅπαντας κἀκείνοις δύναμιν δίδωσιν, ὥστε νικῆσαι τὸν κόσμον καὶ δυνηθῆναι γενέσθαι αὐτοὺς υἱοὺς Θεοῦ. Ἀμνὸς δὲ λέγεται ὁ πανάμωμος ἀμνὸς τοῦ Θεοῦ ὡς ἐνιαύσιος, κριὸς δὲ ὡς κεράτων δίκην τὸν σταυρὸν ἐπιφερόμενος ἄνωθεν, δι’ οὗ καὶ τὴν πληγὴν καιρίαν τῷ ἀντιπάλῳ δέδωκε καὶ εἰς ὃν ἐκεῖνοι τοῦτον σταυρώσαντες ἀπέκτειναν. Ἄλλους δὲ δούλους φησὶ τοὺς ἁγίους ἀποστόλους αὐτοῦ, οὓς καὶ ἀπέστειλε παραγγείλας αὐτοῖς εἰς ὁδὸν ἐθνῶν μὴ ἀπελθεῖν καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσελθεῖν, πορευθῆναι δὲ μᾶλλον πρὸς τὰ ἀπολωλότα πρόβατα τοῦ οἴκου Ἰσραήλ· οἱ δὲ οὐδὲ τούτους ἐδέξαντο, ἀλλὰ τοὺς μὲν ὕβρισαν καὶ ἔτυψαν, τοὺς δὲ καὶ ἀπέκτειναν, ἐξ ὧν καὶ Στέφανος ὁ πρῶτος τῶν μαρτύρων ὑπάρχει. «Ἀκούσας δὲ ὁ βασιλεὺς ὠργίσθη καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσε τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησε.»

Τοὺς ἀσεβεῖς Ἑβραίους φησίν, οὓς καὶ κατέσφαξε, διὰ τῆς τῶν Ῥωμαίων ἐφόδου τὴν παντελῆ ἐρήμωσιν αὐτῶν ἐργασάμενος. Στρατεύματα δὲ Θεοῦ καὶ οἱ πονηροὶ λέγονται, εἰς τιμωρίαν ἑτέρων πονηρῶν ἐκπεμπόμενοι, καθώς φησι διὰ Μωϋσέως ὁ Θεός· «Ἐπαποστελῶ εἰς αὐτοὺς θυμὸν καὶ ὀργήν, ἀποστολὴν δι’ ἀγγέλων πονηρῶν.» «Τότε τοίνυν λέγει τοῖς δούλοις αὐτοῦ· Ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι· πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν καὶ ὅσους ἂν εὕρητε καλέσατε εἰς τοὺς γάμους.» Εἶδες ἀκολουθίαν πραγμάτων; Εἶδες παραβολῆς ἀκρίβειαν; «Τότε» γάρ φησι. Τότε; Πότε; Ὅτε οἱ Ἰουδαῖοι δηλονότι, κληθέντες εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ὑπὸ τῶν ἀποστόλων, οὐ μόνον οὐκ ἠνέσχοντο ἀκοῦσαι αὐτῶν, ἀλλὰ καὶ ὑβρίσαντες αὐτοὺς ἀπέκτειναν, τότε ἀπέστειλεν αὐτοὺς εἰς τὸν σύμπαντα κόσμον καὶ εἰς πάντα τὰ ἔθνη. «Καὶ ἐξελθόντες, φησίν, οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδούς, συνήγαγον πάντας ὅσους εὗρον πονηρούς τε καὶ ἀγαθοὺς καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων.» Τὴν γὰρ οἰκουμένην περιελθόντες οἱ ἀπόστολοι πᾶσαν, ἐκήρυξαν τὸν τοῦ Θεοῦ λόγον καὶ τοὺς ὑπακούσαντας πάντας εἰς μίαν συνήγαγον θεογνωσίας πίστιν πονηρούς τε ἅμα τοῖς τρόποις καὶ ἀγαθούς, μεταβαλλομένους δηλονότι καὶ πρὸς ἀρετὴν ἐπαναγομένους. Τοῦτο γὰρ δηλοῖ τὸ «συνήγαγον»· ἀλλὰ γὰρ καὶ ἀπὸ τῶν ἑξῆς τὸ αὐτὸ τοῦτο πάλιν διδασκόμεθα.

Φησὶ γάρ· «Εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους, εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου καὶ λέγει αὐτῷ· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; Ὁ δὲ ἐφιμώθη. Τότε εἶπεν ὁ βασιλεὺς τοῖς διακόνοις·

Δήσαντες αὐτοῦ χεῖρας καὶ πόδας, ἄρατε αὐτὸν καὶ ἐμβάλλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.» Ὁρᾷς ὅπως τοὺς μεταβαλλομένους τὸν τρόπον συνάγεσθαι εἰς τοὺς γάμους λέγει, τοὺς δὲ μετὰ πονηρίας ἢ κακίας τινός, κἂν εἰσέλθωσι, πάλιν μετ’ αἰσχύνης ὑπὸ τῶν ἀγγέλων ἐκβάλλεσθαι, οὓς καὶ διακόνους καλεῖ.

Οἱ οὖν ἀνακείμενοι ἐν τοῖς γάμοις οἱ ἅγιοί εἰσιν. Αὐτὸν δὲ τὸν μὴ ἔχοντα ἔνδυμα γάμου, οἶδα ὅτι τινὲς τοὺς ἐν πορνείᾳ μόνον καὶ μοιχείᾳ καὶ φόνοις τὰ ἑαυτῶν καταρρυπώσαντας σώματα λογίζονται εἶναι. Ἀλλ’ οὐκ ἔστι τοῦτο, οὐκ ἔστι· πάντα γὰρ τὸν ὑπὸ οἱουδηποτοῦν πάθους ἢ κακίας λέγει ῥερυπωμένον. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, ἄκουε Παύλου λέγοντος· «Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε μοιχοί, οὔτε μαλακοί, οὔτε ἀρσενοκοῖται, οὔτε κλέπται, οὔτε πλεονέκται, οἱ καὶ εἰδωλολάτραι δηλονότι, οὔτε μέθυσοι, οὔτε λοίδοροι», προσθήσω δὲ οὔτε οἱ μῖσος πρός τινα ἀδελφὸν ἢ φθόνον ἔχοντες «βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν», οὐδὲ μερίδα ἔχουσιν ἐν τῇ εὐφροσύνῃ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὁρᾷς πῶς τὸ τῆς ψυχῆς ἔνδυμα πᾶσα πονηρία καὶ ἁμαρτία μολύνει καὶ ἡμᾶς ποιεῖ τῆς βασιλείας ἐκβάλλεσθαι;

ιβʹ. Ὅτι οὐ χρὴ πρὸ τῆς ἐργασίας τῶν ἐντολῶν καὶ τῆς εἰς ἀρετὴν προκοπῆς τε καὶ τελειώσεως τὰ κεκρυμμένα μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν ἐρευνᾶν τῶν ἀμυήτων τινά· καὶ ὅτι ἐν τῇ δευτέρᾳ τοῦ Κυρίου ἐλεύσει πάντες ἀλλήλους γνωρίζουσιν οἱ ἅγιοι. Τοιγαροῦν ἐάσωμεν τὰς ματαίας καὶ ἀνωφελεῖς συζητήσεις καὶ μὴ τὰ τοῦ καιροῦ πρὸ καιροῦ μανθάνειν σπουδάζωμεν, πειθώμεθα δὲ μᾶλλον οὕτω λέγοντι τῷ Δεσπότῃ. «Ἐρευνᾶτε τὰς Γραφάς.» Ἐρευνᾶτε καὶ μὴ πολυπραγμονεῖτε. Ἐρευνᾶτε τὰς Γραφὰς καὶ μὴ ἔξωθεν τῶν ἁγίων Γραφῶν συζητήσεις ποιεῖσθε. Ἐρευνᾶτε τὰς γραφάς, ἵνα περὶ πίστεως καὶ ἐλπίδος καὶ ἀγάπης διδάσκησθε· περὶ πίστεως, ἵνα μὴ παντὶ ἀνέμῳ συμπεριφέρησθε κατὰ τὴν κυβείαν τῶν ἀστηρίκτων ἀνθρώπων, ἀλλὰ διὰ δογμάτων ὀρθῶν τῆς ἀποστολικῆς καὶ καθολικῆς Ἐκκλησίας στερεοῦσθε καὶ τὸν «λόγον ὀρθοτομεῖτε» αὐτῆς. Οὐ μόνον δέ, ἀλλὰ καὶ τὸν τῆς πίστεως καρπὸν καὶ τὸ ἐκ ταύτης ὄφελος διὰ τῆς πράξεως τῶν ἐντολῶν τοῦ ἐκζητεῖν διδαχθήσεσθε καί, ὅταν εὑρεῖν τοῦτο δυνηθῆτε, τηνικαῦτα καὶ τὴν ἐλπίδα ἀκαταίσχυντον κτήσεσθε καὶ τὴν πρὸς Θεὸν ἀγάπην ἐν αὐτῇ ὁλικὴν ἕξετε. Ἄλλως γὰρ ἀδύνατον παντὶ ἀνθρώπῳ τὴν πρὸς Θεὸν ἀγάπην τελείαν κτήσασθαι εἰ μὴ διὰ πίστεως ἀκραιφνοῦς καὶ ἐλπίδος βεβαίας καὶ ἀδιστάκτου.

Τί οὖν καταλιπόντες τὸ ἀνακρίνειν ἑαυτοὺς περὶ τούτων, καὶ εἰ ἄρα πίστιν ἔσχομεν πρὸς τὸν Θεὸν τοιαύτην οἵαν αὐτὸς ἐκεῖνος, ὁ καὶ κρῖναι μέλλων, καὶ ἀπαιτῆσαι ταύτην ἡμᾶς λέγει, τὰ ὑπὲρ ἡμᾶς πολυπραγμονοῦμεν, καὶ ταῦτα, μηδὲ τὰ ἐν ποσὶν εἰδότες ποσῶς;

Ὁποία δέ ἐστιν ἡ πίστις ἣν ἀπαιτούμεθα πρὸς Θεοῦ καὶ ποταπὴ ἣν ὀφείλομεν πρὸς αὐτὸν ἔχειν, αὐτὸς οὗτος διὰ τῶν εὐαγγελίων ἐδήλωσεν, οὕτως εἰπών· «Ὁ θέλων ὀπίσω μου ἐλθεῖν ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι· ὅστις γὰρ ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφὰς ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν οὐ δύναταί μου εἶναι μαθητής.» Καὶ πάλιν· «Ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ» ἐν τοῖς εἰρημένοις δηλονότι «ἀπολέσει αὐτήν· ὃς δ’ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου μου» ἤγουν τῆς τῶν ἐντολῶν μου ἐκπληρώσεως «εἰς ζωὴν αἰώνιον εὑρήσει αὐτήν». Ἠκούσατε τῆς πίστεως τὰ γνωρίσματα; Ἀρκεῖσθε τοῖς εἰρημένοις ἢ ἔτι χρείαν ἔχετε καὶ τῶν ἑξῆς ἀναμνησθῆναι; Εἰ οὖν βούλεσθε μαθεῖν ὅτι τοιαύτην πίστιν ἀπαιτεῖ ἡμᾶς ὁ Θεός, ὥστε μηδὲ περὶ τῆς παρούσης ταύτης ζωῆς τὸ καθόλου φροντίζειν πιστεύοντας εἰς αὐτόν, ἐξ αὐτοῦ μάθετε ἀκριβῶς τοῦ Κυρίου οὕτω διαρρήδην βοῶντος· «Μὴ μεριμνήσητε περὶ τῆς αὔριον τί φάγητε ἢ τί πίητε ἢ τί ἐνδύσησθε.» Κατὰ μικρὸν δὲ ἀνάγων ἐπὶ τὰ τελεώτερά φησιν· «Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· καὶ τῷ αἴροντι τὰ σὰ μὴ ἀπαίτει.»

Καὶ ἔτι καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν πίστεως εὔχεσθαι καὶ ἀγαπᾶν κελεύει τοὺς ἐχθροὺς καὶ καλῶς ποιεῖν τοῖς μισοῦσιν ἡμᾶς καὶ ὑπὲρ τῶν ἐπηρεαζόντων ἡμᾶς εὔχεσθαι.

Καὶ ἄλλα πλείονα κελεύει ποιεῖν ἡμᾶς ἐξ ὧν πρότερον δηλονότι δείκνυται ἡ πρὸς αὐτὸν πίστις ἡμῶν, καὶ τότε τὸ πιστοὺς ἡμᾶς αὐτοὺς εἶναι λέγειν χρεών· χωρὶς γὰρ τούτων νεκρὰ ἡ πίστις ἡμῶν καὶ ἡμεῖς νεκροὶ δηλονότι.

Ἐρεύνησον τοιγαροῦν σεαυτὸν ἀκριβῶς, ὦ οὗτος· καὶ ἐὰν μηδὲν τῶν εἰρημένων ἐλλείψαντα σεαυτὸν εὑρήσῃς, ἀλλὰ πάντα μεθ’ ὑπερβολῆς ἀπὸ ζεούσης καρδίας καὶ προθέσεως πράξαντα, πάντως ἔχειν ἐν φωτὶ κατανοήσεις ἑαυτὸν καὶ ἐλπίδα ἀκαταίσχυντον, οὐχὶ τὴν ἐξ οἰήσεως ἐν τοῖς ἀπολλυμένοις προσγινομένην, ἧς τὸ μάταιον καὶ ἀπατηλὸν οὐδεὶς τῶν κεκτημένων αὐτὴν ἐπιγνῶναι δύναται, ἀλλὰ τὴν χρηστὴν ἐλπίδα καὶ ἀληθινὴν ἐν ἀληθινῷ καὶ ἀκαταισχύντῳ φωτί. Ἐν ταύτῃ δὲ ὥσπερ ἐπ’ ὀχήματι χερουβικῷ κατίδοις τὴν ἀγάπην ἐποχουμένην, ἥτις ἐστὶν ὁ Θεός· ἣν ἐὰν οὕτως εὑρὼν ἴδῃς, οὐ πολυπραγμονήσεις ἔκτοτε τῶν μελλόντων καὶ ἀοράτων οὐδέν, ἀλλὰ καὶ ἄλλους ἐπιστομίσεις καὶ παραγγείλῃς μὴ πολυπραγμονεῖν τι μηδὲ συζητεῖν περὶ τῶν ἐκεῖσε, ὡς αὐτῇ τῇ πείρᾳ μαθὼν ὅτι νῷ καὶ λόγῳ ἀκατάληπτα καὶ ἄφραστα πάντα εἰσὶ τὰ ἐκεῖσε.

Εἰ δὲ τὰ πιστόν σε τέως καὶ χριστιανὸν ποιοῦντα ἐν πρώτοις γνωρίζεσθαι οὐκ ἔπραξας, ἀλλὰ μετὰ τῶν ἀπίστων πιστὸς καὶ μετὰ τῶν πιστῶν κατακεκριμένος ὑπὸ τοῦ συνειδότος ὡς ἄπιστος εἶ, καὶ οὐκέτι τελείαν ἔχεις ἐλπίδα καὶ πληροφορίαν σωθήσεσθαι, οὐδὲ ὡς ὁ ἅγιος Παῦλος λέγειν καὶ σὺ δύνασαι· «Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ὁ δίκαιος κριτής», τί πολυπραγμονεῖς καὶ μαθεῖν ἐρωτᾷς, εἰ ἄρα μέλλουσι γνωρίζειν οἱ ἅγιοι ἀλλήλους ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅταν ἐν τῇ θεωρίᾳ τοῦ ἐπὶ πάντων Θεοῦ γενόμενοι ὁρῶσιν αὐτόν; Τί σοι ἔσται ἐκ τούτου ὄφελος; Εἰπέ μοι.

Ἤθελον γὰρ ἀκοῦσαι καὶ μαθεῖν παρὰ σοῦ τί σοι τὸ ὄφελος, ὑπὸ τοῦ συνειδότος, ὡς ἔφαμεν, κρινομένῳ σοι, ἐπειδὴ τὰς ἐνταλθείσας ὑπὸ τοῦ Χριστοῦ ἐντολὰς οὐκ ἐφύλαξας, καὶ διὰ τοῦτο μετὰ Χριστοῦ μερίδα μὴ ἔχοντι, ἐὰν τὰς ἐν τῇ βασιλείᾳ αὐτοῦ ἀπολαύσεις καὶ δόξας καὶ τρυφὰς καὶ ἀποκαταστάσεις μάθῃς διδασκόμενος παρ’ ἡμῶν.

Οὐδὲν οὐδαμῶς πάντως, ἀλλὰ καὶ κατάκριμα μεῖζον μᾶλλον σεαυτῷ προξενήσεις, ὅτι καὶ ταῦτα μαθὼν κατεφρόνησας καὶ τὴν οἴησιν ἀποβαλέσθαι καὶ ταπείνωσιν κτήσασθαι οὐκ ἠθέλησας. Ἄλλως δὲ καὶ ἐρωτῶντί μοι πρᾴως, ἐν εἰρήνῃ σὺ ἀποκρίθητι. Παιδὶ μικρῷ μηδὲ τὰ στοιχεῖα καταδεξαμένῳ τῶν γραμμάτων μαθεῖν, τὰ περὶ γραμματικῆς καὶ ῥητορικῆς ζητοῦντι διερμηνεύεσθαι, ἆρα ἀνέξεταί ποτε ἄνθρωπος, λογισμοῦ κύριος ὤν, κἂν λόγου ψιλοῦ ἀξιῶσαι τὴν ἀφροσύνην αὐτοῦ, καὶ οὐχὶ μᾶλλον ἀπώσεται ὡς ἄφρονα καὶ παιδικὰ φρονοῦντα καὶ ἀναισθήτως αἰτοῦντα τὰ ὑπὲρ τὴν ἑαυτοῦ δύναμιν; Εἰ δὲ ἐν τούτοις δίκαιον τοῦτο καὶ πρέπον ἐστί, πόσῳ μᾶλλον ἐν τοῖς ὑπὲρ λόγον καὶ νοῦν καὶ διάνοιαν;

Εἰ δὲ καὶ τὰ στοιχεῖα τῶν γραμμάτων μὴ μάθῃ τις, ἀκούσει δὲ ἅπερ δι’ ἑτέρων λέξεων οἱ Ἕλληνες συνεγράψαντο καὶ νοήσει αὐτὰ τῇ ἰδίᾳ διαλέκτῳ λεγόμενα, οὐδὲν θαυμαστόν, ἐπειδὴ περὶ αἰσθητῶν ὁ λόγος αὐτοῖς καὶ μάταιοι περὶ ματαίων πραγμάτων αἱ διηγήσεις αὐτῶν.

Τὰ δὲ περὶ οὗ ἐρωτᾷς οὐ τοιαῦτα, ἀλλ’ ὁποῖα καὶ πῶς; Ὡς ὁ προφήτης λέγει Δαβίδ· «Καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ.» Τίς οὗτος ὁ γνόφος; Ἡ σὰρξ αὐτὴ τοῦ Κυρίου, περὶ ἧς καὶ Ἰωάννης ὁ μέγας πρόδρομος αὐτοῦ ὕστερον ἔφη· «Οὗ οὐκ εἴμι ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ.» Κατέβη τοίνυν καὶ ἦλθεν ἀντὶ γνόφου περικείμενος τὴν σάρκα. Καὶ αὖθις· «Ἐπέβη ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων. Καὶ ἔθετο σκότος ἀποκρυβὴν αὐτοῦ· κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ.» Ὁρᾷς ὅπως οὐ περὶ αἰσθητῶν σοι πραγμάτων ἡ ἔρευνα, ἀλλὰ περὶ θείων καὶ ἀκαταλήπτων καὶ οὐ ῥᾳδίως παρὰ πάντων καταλαμβανομένων; Εἰ γὰρ γνόφον καὶ σκότος ἔθετο ἀποκρυβὴν τῶν μυστηρίων αὐτοῦ καὶ πολλοῦ δέεταί τις φωτὸς τοῦ παναγίου Πνεύματος εἰς τὴν κατανόησιν τῶν ἀποκεκρυμμένων αὐτοῦ μυστηρίων, πῶς, μήπω τοῦ θείου φωτὸς κατοικητήριον γεγονώς, ἐρευνᾷς ἃ μαθεῖν οὐκ ἰσχύσεις, ἀτελὴς ἔτι καὶ ἀφώτιστος ὤν;

Ἵνα γὰρ μὴ ὑπολάβῃς, ὡς ἐν σκότει καθήμενος, ὅτι κἀκεῖνος ἐν τῷ σκότει γεγονὼς ἐκρύβη, «κύκλῳ αὐτοῦ τὴν σκηνὴν αὐτοῦ» ἔφη ὁ προφήτης Δαβίδ· σκηνὴν δὲ λέγει ἣν ὁ Παῦλος φῶς ὀνομάζει—φῶς γάρ, φησίν, οἰκῶν ἀπρόσιτον—, ἀμφότεροι τὸ ἀκατάληπτον καὶ ἄστεκτον αὐτοῦ τῆς θεότητος δηλοῦντες, οὐχὶ δὲ περιοριστὸν ποιοῦντες τὸ θεῖον, ἀλλ’ οἷον οὕτω πως τὸν λόγον ποιούμενοι πρὸς τοὺς περιεργότερον ἔχοντάς φασι. Μὴ ὑπολάβετε, ὦ ἀνόητοι, ὅτι ἐν σκότει ὁ ἀναληφθεὶς Κύριος καὶ Θεὸς εἰσελθὼν ἐκρύβη· ἀλλὰ ἐκεῖνος μὲν ἐν τῇ ἰδίᾳ δόξῃ τῇ τὸ πᾶν καὶ ὑπὲρ τὸ πᾶν πληρούσῃ θεότητί ἐστιν ἐν ᾗ καὶ πρὸ τούτου ἦν, φειδόμενος δὲ ἡμῶν, ἵνα μὴ ἄρδην ἀπολώμεθα, ἔθετο σκότος καλύπτον οὐκ ἐκεῖνον, ἀλλ’ ἡμᾶς· «Ὁ Θεὸς γὰρ ἡμῶν, φησί, πῦρ καταναλίσκον» οὐχὶ τοὺς δικαίους, ἀλλὰ τοὺς ἁμαρτωλούς.

Ἴδε οὖν· ἔμαθες ὡς ἐν παραδρομῇ τὰ τῆς πίστεως ἡμῶν θεῖά τε καὶ φρικτὰ μυστήρια παρ’ ἡμῶν, μᾶλλον δὲ παρὰ τοῦ ἁγίου Πνεύματος δι’ ἡμῶν· ἔμαθες ὅτι καὶ κατῆλθεν ἐπὶ τῆς γῆς ὁ Θεὸς καὶ ἀνῆλθεν αὖθις εἰς οὐρανοὺς καὶ ἔθετο σκότος ἀποκρυβὴν αὐτοῦ· οὐ γὰρ ἔδει πρὸ τῆς κρίσεως μετὰ τῆς τοῦ Πατρὸς αὐτοῦ δόξης φανῆναι ἡμῖν, ἀλλὰ τότε τοῦτο γενέσθαι ὅτε καὶ τὸν καιρὸν ὁ Πατὴρ αὐτοῦ ἐν τῇ ἰδίᾳ ἔθετο ἐξουσίᾳ. Εἰ οὖν οὕτως ὑπάρχει τὰ μυστήρια κεκρυμμένα τῆς βασιλείας τῶν οὐρανῶν καὶ οὐ πᾶσι δέδοται γινώσκειν αὐτὰ κατὰ τὴν τοῦ Κυρίου φωνήν, τί, ἀφεὶς ἐργάζεσθαι τὰς ἐντολὰς αὐτοῦ, περὶ τῶν ἀποκεκρυμμένων πᾶσιν ἀνθρώποις ἐπερωτᾷς; Ἰδοὺ γὰρ καθ’ ἑκάστην ἀκούεις τοῦ Ἀποστόλου βοῶντος περὶ ἐκείνων αὐτῶν «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη», τὰ ἀγαθὰ «ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.»

Πρὸ γὰρ τοῦ ἀναληφθῆναι αὐτὸν καὶ τὸ σκότος θεῖναι ἀποκρυβὴν αὐτοῦ δέδωκεν ἡμῖν τὰς ἁγίας αὐτοῦ ἐντολάς, ὡς ἂν εἴποι τις, ἐργαλεῖα ἡμῖν δεδωκώς, τὴν δὲ πίστιν τὴν εἰς αὐτὸν ὥσπερ τινὰ τεχνίτην, ὡς εἶναι ἡμᾶς μὲν σκεύη, τὴν δὲ πίστιν τεχνίτην, τὰς δὲ ἐντολὰς ἐργαλεῖα, δι’ ὧν ὁ τεχνίτης Λόγος ἀναστοιχειοῖ καὶ νεουργεῖ τοὺς ἐργάτας τῶν αὐτοῦ ἐντολῶν, ὡς ἂν διὰ τῆς ἐργασίας αὐτῶν καθαιρόμενοι φωτιζώμεθα κατὰ προκοπὴν ὑπὸ τοῦ Πνεύματος τὴν γνῶσιν τῶν μυστηρίων τῆς βασιλείας τῶν οὐρανῶν.

Καὶ καθάπερ τὰ ἐργαλεῖα δίχα τεχνίτου καὶ ὁ τεχνίτης δίχα ἐργαλείων ἐνεργεῖν τι οὐ δύναται, οὕτως οὐδὲ ἡ πίστις δίχα τῆς τῶν ἐντολῶν ἐκπληρώσεως, οὐδὲ ἡ ἐκπλήρωσις τῶν ἐντολῶν δίχα πίστεως ἀνανεοῖ καθόλου καὶ ἀναπλάττει ἡμᾶς ἢ ἀπὸ παλαιῶν καινοὺς ἡμᾶς ἀπεργάζεται.

Ὁπηνίκα δὲ τὰ ἀμφότερα ἐν ἀδιστάκτῳ καρδίᾳ κτησόμεθα καὶ εὔχρηστον σκεῦος τῷ Δεσπότῃ εἰς ὑποδοχὴν τοῦ νοητοῦ μύρου γενώμεθα, τηνικαῦτα καὶ ὁ θεὶς τὸ σκότος ἀποκρυβὴν αὐτοῦ ἐγκαινίζει ἡμῖν τῇ τοῦ ἁγίου Πνεύματος δωρεᾷ καὶ καινοὺς ἀντὶ παλαιῶν καὶ ζῶντας ὡς ἀπὸ νεκρῶν ἐξανίστησι καὶ διατέμνει τὸ σκότος καὶ διαβιβάζει ἐκεῖθεν τούτου τὸν ἡμέτερον νοῦν καὶ ὡς ἐξ ὀπῆς τινος παρακύπτειν αὐτὸν καὶ βλέπειν χαρίζεται ἀμυδρῶς πως, ὅσον ἡλίου κύκλον ἢ σελήνης ἔστιν· ἔνθεν τοι καὶ διδάσκεται, ἢ μᾶλλον εἰπεῖν γινώσκει καὶ μυεῖται, πληροφορούμενος ὅτι ὄντως ἄλλως οὐκ ἔνι ἐν μερικῇ μετοχῇ τῶν ἀπορρήτων γενέσθαι τοῦ Θεοῦ ἀγαθῶν, εἰ μὴ ἐν ταπεινώσει καρδίας καὶ πίστει ἀδιστάκτῳ ὁλοψύχου προθέσεως πάντα τὸν κόσμον οὗτοι καὶ τὰ ἐν τῷ κόσμῳ σὺν τοῖς θελήμασιν αὐτῶν ἀπαρνήσονται ἐν πάσαις ταῖς ἐντολαῖς τοῦ Θεοῦ· καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ἐὰν μὴ ἀνεπαισχύντως, μᾶλλον δὲ ἐν ἀγαλλιάσει καρδίας καὶ χαρᾷ, τοὺς ὑπὲρ ἀρετῆς πόνους ὁμοῦ καὶ πειρασμοὺς διελεύσονται οἱ πιστεύοντες εἰς Χριστὸν καὶ μάλιστα οἱ νήπιοι βαπτισθέντες καὶ μὴ ἐπαισθανόμενοι ἔχειν «τὴν τῆς χάριτος τοῦ Θεοῦ δωρεάν».

Σὺ οὖν, ὁ ταῦτα ἀναγνούς, μὴ ἐν οἰήσει τῆς ψευδωνύμου γνώσεως καὶ ἀναπλάσει λογισμῶν ματαίων, ἀλλ’ ἐν φόβῳ καὶ τρόμῳ σεαυτὸν ἀνάκρινον· καὶ εἰ βούλει μαθεῖν ὅπως ἔχεις βίου καὶ καταστάσεως, ἐρώτησόν σου τὴν ψυχὴν καὶ εἰπὲ αὐτῇ· «Ψυχή, ἐφύλαξας τὰς ἐντολὰς τοῦ Θεοῦ πάσας ἢ οὔ;» Καὶ ἀνοίξασα τὸ τοῦ συνειδότος αὐτῆς στόμα, ἐρεῖ σοι πάντως τὸ ἀληθές· οὐ γὰρ αἰδεσθῆταί σε, ἀλλ’ ἐλέγξει σε καὶ ἃ προαπέθου καὶ ἔχεις ἐν ἑαυτῷ, εἴτε ἀγαθά, εἴτε φαῦλα, ὑποδείξει σοι. Ἐν γὰρ τῷ συνειδότι αὐτῆς εὑρήσεις, εἴτε τὸν κόσμον ἠγάπησας, εἴτε τούτου προετίμησας τὸν Θεόν, εἴτε τὴν τῶν ἀνθρώπων δόξαν ἐζήτησας, εἴτε τὴν ἐκ τοῦ Θεοῦ διδομένην μόνον ἐπόθησας· ἐν ἑαυτῷ παρακύψας ὡς ἐν κιβωτίῳ καὶ τὸ ὑποκείμενον ἀναψηλαφῶν, ἓν ἓν τῶν ἀποκειμένων ἐκβάλλων, πάντα γνωρίσεις τρανῶς.

Ὑπόθου μοι γὰρ ἐν πρώτοις ἐναποκεῖσθαι φιλοδοξίας καὶ κενοδοξίας ἔρωτα, εἶδος ἀνθρωπαρεσκίας, ἡδύσματα τῶν ἐξ ἀνθρώπων ἐπαίνων, ὑποκρίσεως ἔνδυμα, σπέρμα φιλαργυρίας ἐγκεκρυμμένον, καὶ ἁπλῶς πολλὰ ἐγκείμενα ἐν αὐτῷ καὶ ἕτερον ὑφ’ ἑτέρου συγκαλυπτόμενον, ἐπάνω δὲ τούτων ἁπάντων ἔστω ἀνακειμένη φυσίωσις—ἡ γὰρ γνῶσις, φησί, φυσιοῖ—, σὺν ταύτῃ οἴησις καὶ τὸ δοκεῖν εἶναί τι μηδὲν ὄντα τὸν πεφυσιωμένον τὸν λογισμόν. Τούτων τοιγαροῦν ἐπικειμένων τοῖς ἄλλοις οἷσπερ προείπομεν ἅπασι, πῶς ἰσχύσεις, εἰπέ μοι, ταῦτα θεάσασθαι; Πάντως ἐρεῖς· οὐδαμῶς.

Λέγε μοι οὖν ἄρτι καὶ τοῦτο. Μὴ πειθομένου σου ὅτι κάλυμμά τι τῶν τοιούτων ἐπίκειται τῇ καρδίᾳ σου, ἀλλ’ ἀπιστοῦντος, καθὰ δὴ καὶ Ἑβραῖοι, τοῦτο αὐτὸ τοῦ Παύλου λέγοντος πρὸς αὐτούς, ἀπιστοῦσι, καὶ μὴ περιαιροῦντός σου τὸ κάλυμμα τοῦτο ἐκ τῆς καρδίας σου, ἵνα καὶ τὰ ὑπ’ αὐτοῦ καλυπτόμενα πάθη ἴδῃς καὶ τὴν ταλαίπωρόν σου ψυχὴν οἰκτειρήσῃς καὶ σπεύσῃς αὐτὴν ἐκκαθᾶραι καὶ τοὺς νοεροὺς αὐτῆς ὀφθαλμοὺς καὶ τὸ πρόσωπον δάκρυσι θερμοῖς ἀπονίψῃς, πᾶσαν ἀπορριψάμενος ὄπισθεν σοφίαν καὶ γνῶσιν τὴν ἔξωθεν, Παύλῳ πειθόμενος, ὡς ἂν γένῃ μωρὸς ἐν τῷ κόσμῳ τούτῳ ἵνα γένῃ φρόνιμος ἐν Χριστῷ, πῶς, εἰπέ, μωροῦ ὄντος σου, τὰ περὶ Θεοῦ σοι καὶ τῶν θείων ἐκδιηγήσομαι, ἀποκεκρυμμένων ὄντων καὶ ἀοράτων αὐτῶν; Οὐκ αὐτὸς σὺ καταγνώσεις μου ὡς ἀνάξιον πρᾶγμα ποιοῦντος καὶ ἐν σεαυτῷ δικαίως ἐρεῖς· «Οὗτος, φησίν, ὄντως ἄφρων ἐστίν, ὁ ἐμοὶ τῷ ἄφρονι τὰ περὶ τῶν ἀοράτων καὶ ἀκαταλήπτων πάσῃ πνοῇ τῇ ὑπὸ τὸν οὐρανὸν καὶ πάσῃ κτίσει τῇ ὑπεράνω οὔσῃ τῶν οὐρανῶν διηγούμενος»; Εἰ γὰρ τὰ τότε μέλλοντα γενέσθαι οὐδὲ οἱ ἄγγελοι ἐπίστανται τοῦ Θεοῦ, καθὼς οὐδὲ τὴν ἐπὶ γῆς αὐτοῦ παρουσίαν ὁποία ἢ ποταπή, ἢ πότε ἢ ὅτε κατελθεῖν ἔμελλε καὶ ἄνθρωπος γενέσθαι ἐγίνωσκον, πόσῳ μᾶλλον τὴν μετὰ δόξης αὐτοῦ παρουσίαν ἔσχατον ἀγνοεῖν ὀφείλουσιν, ὁπότε γενήσεται καὶ ὁπόση, ἢ τίνα ἅπερ τότε τοῖς ἁγίοις αὐτοῦ μέλλει χαρίζεσθαι;

Καὶ ὅτι ταῦτα οὕτως ἔχει ἐπὶ τῆς ἀληθείας, ὁ μὲν Παῦλος ἐδήλωσεν εἰπών· «Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ», ὁ δὲ Κύριος περὶ τῆς παρουσίας αὐτοῦ ὅτι «καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται», ἀντὶ τοῦ ἐκπλαγήσονται καὶ θαυμάσουσιν, αἴφνης θεώμεναι ἅπερ μέχρι τότε πάντως οὐκ εἶδον. Εἰ τοίνυν αἱ δυνάμεις ἀγνοοῦσι τῶν οὐρανῶν, σύ, πῶς ὅλως ἀποτολμᾷς καὶ λέγεις ὅτι οὐ μὴ γνωρίζουσιν ἀλλήλους οἱ ἅγιοι ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ὁπόταν ἐν τῇ θεωρίᾳ τούτου γενήσονται; Ὁ δέ γε τούτῳ πάλιν ἀντιπίπτων, σύ, καὶ φάσκων· «Ὄντως ὁρᾶν καὶ γνωρίζειν ἀλλήλους ὀφείλουσι», πόθεν τοῦτο μεμάθηκας;

Ὢ ἄγνοια καὶ μανία καὶ σκότωσις! οὐ φρίττετε, οὐ φοβεῖσθε; Ἐκ γὰρ τῶν λόγων ὑμῶν ἀμφότεροι καταδικασθήσεσθε παρὰ τοῦ δικαίου καὶ ἀπροσωπολήπτου κριτοῦ. Πρὸς γὰρ τοὺς λέγοντας μὴ ὁρᾶν μηδὲ γνωρίζειν ἀλλήλους τοὺς ἁγίους, ἀλλὰ μόνον ἐκεῖνον ὁρᾶν, ταῖς αἰσθήσεσι πάσαις ὅλους ὅλῳ δῆθεν ἑνουμένους ἐκείνῳ, φθέγξεταί πως καὶ εἴπῃ· «Ἔγνωτέ με, ὦ οὗτοι; Εἴδετέ μου τὸ φῶς;

Ἐνδέξασθέ με ἐν ὑμῖν; Τὰς ἐνεργείας τοῦ Πνεύματός μου τοῦ ἁγίου αὐτῇ τῇ πείρᾳ ἐμάθετε ἢ οὔ;» Οἳ οὐ μὴ τολμήσωσιν ἀντιφθέγξασθαι, οἶμαι, καὶ εἰπεῖν· «Ναί, φησί, δέσποτα.» Εἰ γὰρ τοῦτο ἐροῦσιν, ἀντερεῖ πρὸς αὐτούς· «Πῶς οὖν, εἰ τούτων ἐν πείρᾳ γεγόνατε, τοὺς ἐμὲ ἐν ἑαυτοῖς ἔχειν μέλλοντας μὴ γνωρίζειν ἀλλήλους λέγετε; Ἐγὼ Θεὸς ἀψευδής, Θεὸς ἀληθινός, Θεὸς ἅγιος, ὁ ἐν ἁγίοις ἐγκατοικῶν.

Πῶς οὖν ἐν αὐτοῖς κατοικῶ; Ὥσπερ εἶπον ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί, οὕτω καὶ οἱ ἅγιοι ἐν ἐμοὶ κἀγὼ ἐν αὐτοῖς· καὶ καθάπερ ὁ Πατὴρ ἐν ἐμοὶ κἀγὼ πάλιν ἐν τῷ Πατρί μου, οὕτω καὶ ἐν τοῖς ἁγίοις πᾶσιν ἐγὼ ἔσομαι κατοικῶν καὶ οἱ ἅγιοι πάντες κατοικήσουσιν ἐν ἐμοί.» Πρὸς δὲ τούτοις ἐρεῖ καὶ ταῦτα· «Εἰ τοίνυν ἐγὼ ἐν τοῖς ἁγίοις μου καὶ οἱ ἅγιοί μου ἐν ἐμοί, ἐγὼ ἐν τῷ Πατρί μου καὶ ὁ Πατήρ μου ἐν ἐμοί, καθὼς δὲ γινώσκει με ὁ Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα, εὔδηλον ὅτι καὶ οἱ ἅγιοι ἐμὲ κἀγὼ τοὺς ἁγίους, καὶ ὡσαύτως ἀλλήλους οἱ ἅγιοι γνωρίζειν καὶ γινώσκειν ὀφείλουσιν.» Ἵνα δὲ σαφέστερον τοῦτο γένηται, ὡς ἂν δῆλον καὶ τοῖς ἀναισθήτοις ἔσται, χρεὼν προσθεῖναι καὶ ἔτι πάλιν εἰπεῖν· ἐν πᾶσι τοῖς ἁγίοις Χριστὸς ἐνοικῶν ἔσεται.

Ὁπόταν οὖν αἱ βίβλοι τοῦ συνειδότος ἑκάστου διανοιχθήσονται, ἐν μὲν ταῖς τῶν ἁμαρτωλῶν καρδίαις καὶ συνειδήσεσιν εὑρεθήσονται, εἰ μή τι ἄλλο, οἴησις ἢ κενοδοξία ἢ αἵρεσις ἢ ζῆλος ἢ φθόνος ἤ τι τῶν τοιούτων· εἰ δ’ οὖν, ἀλλ’ ἀμέλεια, ῥᾳθυμία καὶ τὸ μὴ πάσῃ ἰσχύϊ ποιῆσαι τὰς τοῦ Θεοῦ ἐντολάς, ὅθεν ἔλλειψις ἔσται τῆς ἀγάπης αὐτοῦ. Διὰ τοῦτο οὖν «σκοτισθήσονται οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν» καὶ αἰσχυνθήσονται καὶ ἀκούσονται· «Ἐφ’ ὅσον οὐκ ἐποιήσατε μίαν τῶν ἐντολῶν μου τῶν ἐλαχίστων, ἀλλὰ ταύτης κατεφρονήσατε, ἐμοὶ οὐκ ἐποιήσατε. Ἀπέλθετε ἀπ’ ἐμοῦ εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.» Ἐν δὲ τῷ διανοιγῆναι τὰς τοῦ συνειδότος τῶν ἁγίων βίβλους, πρόσεχε! λάμψει ὁ νῦν ἀποκεκρυμμένος ἐν αὐτοῖς Χριστὸς ὁ Θεός, ὡς ἔλαμψε πρὸ τῶν αἰώνων ἐκ τοῦ Πατρός, καὶ ἔσονται οἱ ἅγιοι ὅμοιοι τῷ Ὑψίστῳ.

Πόθεν τοῦτο δῆλον; Αὐτοῦ τοῦ Σωτῆρος ἄκουσον τοῦτο λέγοντος· «Τότε ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος.» Ποῖον δὲ ἄλλον λέγει καιρὸν ἢ ἥλιον, εἰ μὴ πάντως ὅνπερ εἰρήκαμεν, καὶ ἑαυτὸν τὸν ἥλιον δικαιοσύνης μόνον ὀνομαζόμενον καὶ ἐν δικαίοις μόνον ἀνατέλλοντα καὶ ἐκλάμποντα;

Καὶ τοῦτο ὁ ἐπιστήθιος καὶ Χριστοῦ μαθητὴς ἠγαπημένος ἐκδηλότερον διατρανοῖ λέγων· «Ἀδελφοί, νῦν τέκνα Θεοῦ ἐσμεν, ἀλλ’ οὔπω ἐφανερώθη τί ἐσόμεθα· οἴδαμεν δὲ ὅτι, ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα.» Καὶ ὁ Παῦλος· «Νῦν γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην.» Εἰ οὖν ὅμοιοι τοῦ Θεοῦ οἱ ἅγιοι καὶ τοσοῦτον ἐπιγνώσονται τὸν Θεόν, ὅσον ὁ Θεὸς ἐπέγνω αὐτούς, καὶ καθὼς γινώσκει ὁ Πατὴρ τὸν Υἱὸν καὶ ὁ Υἱὸς τὸν Πατέρα, οὕτως ὀφείλουσι καὶ οἱ ἅγιοι ἀλλήλους καὶ ὁρᾶν καὶ γινώσκειν, ἀλλὰ καὶ οἱ μηδέποτε ἀλλήλους σωματικῶς ἐν τῷδε τῷ κόσμῳ ἰδόντες τότε γνωρίζειν ἀλλήλους ὀφείλουσι, πῶς οὐκ ἐρυθριᾶτε περὶ ὧν οὐκ οἴδατε λέγειν καὶ ἐπερωτᾶν καὶ διδάσκειν, ὡς ἤδη καὶ τῶν ὑπὲρ ἡμᾶς τὴν γνῶσιν δῆθεν πεπλουτηκότες καὶ ἄνωθεν προχειρισθέντες διδάσκαλοι; Ὥσπερ γὰρ οὐδέποτε ἀγνοήσει ὁ Πατὴρ τὸν Υἱὸν ἢ ὁ Υἱὸς τὸν Πατέρα, οὕτως οὐδὲ οἱ ἅγιοι, θέσει θεοὶ γεγονότες ἐν τῷ ἔχειν οἰκοῦντα ἐν ἑαυτοῖς τὸν Θεόν, ἀλλήλους ποτὲ ἀγνοήσουσιν, ἀλλὰ βλέποντες ἔσονται ἀλλήλων καὶ ἑαυτῶν τὴν δόξαν, ὡς ὁ Υἱὸς τοῦ Πατρὸς καὶ ὁ Πατὴρ τοῦ Υἱοῦ. Τίς δὲ καὶ ὁποία ἔσται τῶν ἁγίων ἡ δόξα; Οἵα ἐστὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ. Καὶ τοῦτο αὐτὸς δι’ ἑαυτοῦ ἀριδήλως δεδήλωκε· φησὶ γάρ· «Καὶ ἐγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἕν, καθὼς ἡμεῖς ἕν ἐσμεν.»

Ὁρᾷς ὅτι ἡ ἀπὸ τοῦ Θεοῦ καὶ Πατρὸς δοθεῖσα πρὸ τῶν αἰώνων τῷ Υἱῷ δόξα ὑπ’ αὐτοῦ τοῦ Υἱοῦ τοῖς ἁγίοις δεδώρηται καὶ εἰς ἓν οἱ πάντες εἰσί.

Τοιγαροῦν οἱ λέγοντες, ὅτι οὐ μὴ ὁρῶσιν, οὐδ’ οὐ μὴ γνωρίζωσιν ἀλλήλους οἱ ἅγιοι ἐν τῇ θεωρίᾳ γινόμενοι τοῦ Θεοῦ, ὄντως ἐν σκότει πορεύονται καὶ ἐν μετουσίᾳ ἢ θεωρίᾳ καὶ ἐπιγνώσει Θεοῦ οὐκ ἐγένοντο καὶ λαλοῦσι καὶ διαμαρτύρονται ἃ οὔτε ἐπίστανται, οὔτε ποτὲ ἐθεάσαντο. Οἱονεὶ γὰρ λέγουσιν ἐν ἐκστάσει καὶ τότε γίνεσθαι, ὥσπερ καὶ νῦν, τοὺς ἁγίους καὶ ἐπιλανθάνεσθαι ἑαυτῶν τε καὶ τῶν σὺν αὐτοῖς, δοκοῦντες, ὡς οἶμαι, μᾶλλον δὲ κακῶς τὰ τῶν θείων νοοῦντες Γραφῶν, ὅτι ἡ αὐτὴ ἀλλοίωσις καὶ ἁρπαγὴ νῦν τε καὶ εἰς τὸ μέλλον ἔσται τοῖς ἀπ’ αἰῶνος ἁγίοις.

Ὅταν γὰρ ἀκούσωσιν ὅτι ὁ δεῖνα ὁ ἅγιος, ἐν θεωρίᾳ Θεοῦ γενόμενος καὶ τὸν νοῦν ἁρπαγείς, τόσας ἢ τόσας ἡμέρας καὶ νύκτας ἐποίησε, μηδὲν ὅλως τῶν ἐπιγείων ἐνθυμηθείς, ἀλλὰ μετὰ τῶν ἄλλων ἁπάντων καὶ αὐτοῦ τοῦ ἰδίου σώματος ἐπελάθετο, ὅλος ὅλῃ ψυχῇ καὶ πάσαις ὁμοῦ ταῖς αἰσθήσεσι κεκολλημένος ἔμεινεν, ὢν ἐκεῖ, τοιοῦτόν τι ὑπολαμβάνουσι καὶ τότε, ἐν τῇ βασιλείᾳ λέγω τῶν οὐρανῶν, ἔσεσθαι, ἀγνοοῦντες ὅλως τὰ θεῖα τοῦ Πνεύματος καὶ τοῦ ἀοράτου Θεοῦ τὰ ἀόρατα καὶ ἀκατάληπτα καὶ ἄγνωστα τοῖς ἐσκοτισμένοις μυστήρια καὶ ὅτι ἡ ἁρπαγὴ αὕτη τοῦ νοὸς οὐχὶ τελείων, ἀλλ’ ἀρχαρίων ἐστίν. Ὡς γὰρ ὁ ἀπὸ γεννήσεως ἐν σκοτεινῇ καὶ ζοφωτάτῃ ὢν φυλακῇ καὶ ὑπὸ λυχνιαίου καὶ βραχυτάτου φωτὸς φωτιζόμενος, μόλις κἂν μικρά τινα καθορᾷ, μὴ εἰδὼς ὅτι φῶς ἡλιακόν ἐστιν ἔξωθεν, ἀγνοῶν παντάπασι τὰ ἔξω τῆς φυλακῆς, λέγω δὴ τὸν ὁρώμενον κόσμον τοῦτον καὶ τὰ ἀνεκδιήγητα ἔργα καὶ κτίσματα τοῦ Θεοῦ, οὕτω καὶ ὁ ἔτι ἐν τῇ σκοτεινῇ φυλακῇ τῆς τοῦ κόσμου τούτου αἰσθήσεως ὢν καὶ ὑπὸ βραχυτάτης γνώσεως ἐλλαμφθείς, μόλις περὶ τῶν μυστηρίων τῆς πίστεως ἡμῶν ὀλίγην τινὰ καὶ ἀμυδρὰν γνῶσιν λαμβάνει, τὰ τῶν αἰωνίων ἀγαθῶν τοῦ Θεοῦ παντάπασιν ἀγνοῶν καὶ τίνα τὰ μέλλοντα διαδέξεσθαι τοὺς ἁγίους.

Καὶ καθάπερ ἐκεῖνος ἐπὶ πολλὰ ἔτη ἐν ἐκείνῃ τῇ ἀφεγγεῖ καθεζόμενος φυλακῇ, εἰ συμβῇ διανοιχθῆναι ὀπὴν ἐν τῷ ὀρόφῳ τῆς φυλακῆς καὶ θεάσασθαι αὐτὸν αἴφνης τὸν αἰθέρα τοῦ οὐρανοῦ, ὀλίγον καὶ κατὰ μέτρον τῆς γενομένης ὀπῆς, ὃν οὐδέποτε εἶδεν οὐδὲ εἶναι τοιοῦτόν τι λαμπρότατον φῶς ὑπενόησεν, ἔκπληξις εὐθὺς λαμβάνει αὐτὸν καὶ ὡς ἐξεστηκὼς ὑπάρχει, ἐπὶ πολὺ ἄνω τὰ ὄμματα ἔχων καὶ θαυμάζων τὸ ἀθρόον γεγονὸς ἐν αὐτῷ, οὕτω δὴ καὶ ὁ αἴφνης ἐν θεωρίᾳ τοῦ νοητοῦ φωτὸς γεγονώς, ἄρτι δηλονότι τῶν δεσμῶν ἀπολυθεὶς τῶν παθῶν τε καὶ τῆς αἰσθήσεως, ἐκπλήττεται καὶ ὡς ἐξεστηκὼς τοῖς οὐ καλῶς ὁρῶσι νομίζεται, εἰς ἑαυτὸν ὅλον δηλαδὴ τὸν νοῦν ἐπισωρεύσας καὶ θαυμάζων τοῦ φανέντος αὐτῷ τὴν θεωρίαν καὶ τὴν λαμπρότητα.

Καὶ ὥσπερ πάλιν, ἐπὰν ἐκεῖνος συχνῶς καὶ καθ’ ἡμέραν πρὸς ἐκείνην τὴν ὀπὴν ἀποβλέπῃ, ἄρτι πλατυνθεῖσαν καὶ φωτίζουσαν ἐπὶ πλέον τὸν ζοφώδη χῶρον τῆς φυλακῆς καὶ ἐφ’ ἱκανοὺς χρόνους ἐν τῷ φωτὶ διαμένουσαν, ἡ συνήθεια τῆς ὁράσεως τοῦ φωτὸς τὴν πολλὴν ἔκπληξιν ἐκ τοῦ κατὰ μικρὸν ἀφαιρεῖται—ὃν τρόπον καὶ ἐπὶ τοῦ ἡλίου γέγονεν ἐφ’ ἡμᾶς· τῇ γὰρ συνηθείᾳ τῆς ὁράσεως ὡς εὐκαταφρόνητον αὐτὸν λογιζόμεθα· εἰ γὰρ μηδέπω ἦμεν αὐτὸν θεασάμενοι, αἴφνης δὲ τοιοῦτος ὡράθη ἡμῖν, ὑπὸ τῆς ἐκπλήξεως διαπεφωνήκαμεν ἄν—, τὸν αὐτὸν τρόπον καὶ ἡ κατὰ μικρὸν τῆς ψυχῆς προκοπή, ἐν συνηθείᾳ τῆς τοῦ νοητοῦ φωτὸς ὁράσεως γινομένη, τῆς πολλῆς ἐκπλήξεως ἐξίσταται, μυηθεῖσά τι ἐντεῦθεν ἕτερον εἶναι τῆς καταστάσεως ταύτης καὶ θεωρίας τελεώτερόν τε καὶ ὑψηλότερον.

Καὶ καθάπερ αὖθις ἐπιγινώσκειν ποιεῖ τέως τὸν ἄνθρωπον ἐκεῖνον ἡ χρονία καί, ἀπὸ γεννήσεως αὐτοῦ κάθειρξις ὅτι ἐν φυλακῇ ζοφωτάτῃ ἐστί, καὶ ἔξω ταύτης θαυμαστά τινα ἐκ τοῦ ὀλίγου φωτὸς ἐκείνου εἶναι ὑπονοεῖ, ὁποῖα δέ εἰσιν ἐν ἀληθείᾳ λογίσασθαι ἢ ἐννοῆσαι οὐ δύναται, ἐπὰν δὲ καὶ τῆς φυλακῆς ἔξωθεν ἐκβληθῇ, τότε καὶ τὸ φῶς ὅλον καὶ τὰ ἐν τῷ φωτὶ ἅπαντα καὶ ἅπαντας ὁμοῦ καθορᾷ, οὕτω μοι νόει καὶ τὸν ἄρτι ἐκδεδημηκότα τῶν τοῦ σώματος ἀναγκῶν καὶ ὅλον ἔξω γεγονότα τοῦ κόσμου καὶ τῶν ὁρωμένων τῆς ταπεινώσεως. Καὶ τοῦτον μὲν τὸν σύμπαντα κόσμον ὡς μίαν ὄντα τῷ ὄντι σκοτεινοτάτην καὶ ἀφεγγῆ φυλακὴν ἄλλως μοι πάλιν ὑπονόει, λυχνιαῖον δὲ φῶς τὸ τοῦ ἡλίου λογίζου μοι φῶς, ἔξωθεν δὲ τούτου τὸ ἀνεκλάλητον, τὸ ἄφραστον, τὸ ἀπρόσιτον, τὸ ὑπὲρ ἔννοιαν καὶ ὑπὲρ λόγον καὶ ὑπὲρ πᾶν φῶς τρισυπόστατον φῶς, τὰ δὲ ἐν τῷ φωτὶ ἐκείνῳ πᾶσι τοῖς ἐν τῇ φυλακῇ ταύτῃ γενομένοις ἀόρατά τε καὶ ἄγνωστα, ἄφθεγκτα καὶ ἀνερμήνευτα, εἰ καὶ δοκοῦσί τινες διὰ τῶν Γραφῶν ταῦτα νοεῖν τε καὶ θεωρεῖν· τοῖς γὰρ πλείοσιν οὐδὲ ὅτι πέρα τούτων ἐστί τι γινώσκεται.

Ὁπηνίκα οὖν πάσῃ σπουδῇ, πάσῃ πίστει καὶ παντὶ πόθῳ ζητήσομεν, οὐχὶ τὸ ἰδεῖν τὸ ἔξωθεν ταύτης τῆς φυλακῆς φῶς, οὐδὲ τὰ ἐν τῷ φωτὶ ἐκείνῳ καὶ κόσμῳ πράγματα— οὐδεὶς γὰρ τῶν ταῦτα ζητούντων ἠξιώθη ἰδεῖν, οὐδ’ οὐ μὴν ἀξιωθήσεταί ποτε αὐτὰ καθόλου θεάσασθαι—, ἀλλὰ τὸ φυλάξαι ἐν πρώτοις τὰς ἐντολὰς τοῦ Θεοῦ, τὸ μετανοεῖν, τὸ πενθεῖν, τὸ ταπεινοῦσθαι καὶ τὰ λοιπὰ ἃ προείπομεν, τηνικαῦτα καὶ διανοίγεται ἡμῖν ὥσπερ ὀπή τις μικρὰ ἐν τῷ ὁρωμένῳ τούτῳ ὀρόφῳ τοῦ οὐρανοῦ καὶ τὸ ὑπεράνω τούτου φῶς ἄϋλόν τε καὶ νοητὸν παραδείκνυται· ὃ καὶ ἡ ψυχὴ κατιδοῦσα ὅλη καθόλου ἐξίσταται, ὅλη ἐκπλήττεται, θαῦμα καινὸν ὁρῶσα, θαῦμα παράδοξον καὶ ὃ μέχρι τότε οὐδέπω τεθέαται, ἐν ᾧ καὶ ἐπιμένει ὥσπερ ἁρπαζομένη εἰς τὸν οὐρανὸν καὶ βιαζομένη εἶναι ἐκεῖ καὶ κατανοεῖν τὸ τούτου ἀκατανόητον καὶ μάλιστα ἐν τῷ βλέπειν αὐτὸ ἡμέρας τε καὶ νυκτὸς καὶ διδάσκεσθαι καθ’ ἑκάστην ἐκεῖθεν ὅτι πέλει ἀνέσπερον, ὅτι ἄπειρον ὑπάρχει καὶ ἄφραστον, ὅθεν καὶ πρὸς τὴν φυλακὴν ταύτην ἐπιστραφῆναι καὶ βλέπειν αὖθις τὰ ἐν αὐτῇ ὅλως οὐ βούλεται.

Τοῦτο τοίνυν ἀρχὴν ἴσθι τῶν εἰσαγωγικῶν εἰς εὐσέβειαν καὶ ἄρτι πρὸς τοὺς τῆς ἀρετῆς ἀποδυσαμένων ἀγῶνας. Ἐπὰν οὖν χρονίσῃ ἀνεπιστρόφως πρὸς τὴν θεωρίαν ἐκείνην, ὡς οὐκ οἶδε, διανοίγεται αὐτῷ, οὐκ οἶδα ὁ οὐρανός, οὐκ οἶδα ὁ τῆς καρδίας αὐτοῦ ὀφθαλμὸς καὶ οὗτος μᾶλλον ἢ ἐκεῖνος, εἰπεῖν, ὑπὸ τοῦ φωτὸς ἐκείνου καὶ ἔνδον τοῦ οἴκου τῆς ψυχῆς αὐτοῦ, λέγω δὴ τούτου τοῦ σκήνους, τὸ φῶς ἐκεῖνο εἰσέρχεται τὸ θαυμαστὸν καὶ ὑπέρλαμπρον, φωτίζον συμμέτρως αὐτόν, ὅσον ἡ φύσις δηλονότι χωρεῖ. Οὕτω δὲ πάλιν χρονίσας, ὡς συνηθὲς ἐκ τοῦ κατ’ ὀλίγον, καὶ ὡς ἀεί ποτε τούτῳ συνών, λογίζεται τὸ τοιοῦτον· θαύματα δὲ ἐπὶ θαύμασι καὶ μυστήρια ἐπὶ μυστηρίοις καὶ θεωρίας ἐπὶ θεωρίαις, ἐλλαμπόμενος ἐξ αὐτοῦ καθ’ ὥραν, ἵν’ εἴπω, καὶ ὁρῶν καὶ νοῶν καὶ μυούμενος ἐκδιδάσκεται· ἃ καὶ εἰ γράφειν θελήσει, οὐδὲ χάρτης οὐδὲ μέλαν ἀρκέσει αὐτῷ, ἐπιλείψει δέ, οἶμαι, καὶ ὁ χρόνος αὐτὸν ἐξηγούμενον ταῦτα λεπτομερῶς. Μᾶλλον δέ, πῶς ἄρα γράψαι δυνήσεται τὰ μὴ δυνάμενα ῥηθῆναι, ἄφραστα ὄντα καὶ ἄρρητα πάντῃ;

Ὅθεν καὶ ὡς ἐν φωτὶ τότε, μᾶλλον μετὰ τοῦ φωτός, σύνεστι καὶ οὐχ ὡς ἐν ἐκστάσει διατελεῖ, ἀλλὰ καὶ ἑαυτὸν καὶ τὰ κατ’ αὐτὸν καθορᾷ καὶ τοὺς πλησίον βλέπει ἐν οἵοις εἰσὶ καὶ προλέγει καὶ προγινώσκει ὅτι, ἐὰν ἔξω τῆς φυλακῆς ταύτης γένηται καὶ μάλιστα μετὰ τὴν ἀνάστασιν, καὶ τὸ φῶς ἐκεῖνο τὸ ἄστεκτον ὅσον ἐστὶ θεάσηται, καὶ τὰ ἐν αὐτῷ ἀγαθὰ «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν» ἀποκαλυφθήσονται αὐτῷ τρανότερον διὰ τοῦ ἐν αὐτῷ ὄντος νυνὶ φωτὸς ὑφ’ οὗ καὶ φωτίζεται· οὐ γὰρ στερούμεθα τότε τοῦ γνωρίζειν ἢ βλέπειν, ἀλλ’ ὡς ὁ λόγος ἀνωτέρω ἀπέδειξε, κατὰ τὴν τοῦ φωτὸς λαμπρότητα καὶ θεωρίαν, ἀναλόγως μᾶλλον καὶ ἡ τοῦ Θεοῦ γνῶσις καὶ ἡ θεωρία, καὶ ὁ ἀναγνωρισμὸς καὶ ἡ γνῶσις ἀλλήλων πλεῖον καὶ καθαρώτερον ἐν ἀνεκφράστῳ θυμηδίᾳ καὶ ἀγαλλιάσει ἔσεται εἰς αἰῶνας αἰώνων. Καὶ τοῦτο καὶ ἐν τῇ παλαιᾷ οἱ προφῆται καὶ ἐν τῇ νέᾳ πολλοὶ τῶν ἁγίων ἐκ τῶν ἔργων ἀπέδειξαν, ἐξ ὀνόματος καλέσαντες οὓς οὐκ εἶδόν ποτε, ἀλλὰ δὴ καὶ ἐγνώρισαν οὓς οὐκ ἐγίνωσκον.

Οἱ οὖν λέγοντες μὴ γνωρίζειν μηδὲ βλέπειν ἀλλήλους τοὺς ἁγίους, ἐκ τούτων πεισθέντες μὴ ζητεῖν περὶ ἀκαταλήπτων πραγμάτων, ἑαυτοῖς μᾶλλον, εἴπερ ἐμοὶ πείθονται, προσέχειν καὶ ἑαυτοὺς ἀνακρίνειν μὴ παύσωνται. Οἱ δὲ τὰ μὲν εἰρημένα πάντα ἀγνοοῦντες καὶ ἐν αἰσθήσει καὶ γνώσει καὶ πείρᾳ θείου φωτισμοῦ καὶ θεωρίας μὴ γεγονότες, πῶς γράφειν ὅλως ἢ λέγειν περὶ τοιούτων οὐ φρίττετε; Εἰ γὰρ ὑπὲρ παντὸς ἀργοῦ ῥήματος λόγον ἀποδοῦναι ὀφείλομεν, πόσῳ μᾶλλον περὶ τῶν τοιούτων ἐτασθησόμεθα καὶ ὡς ἀργολόγοι κολασθησόμεθα. Ἀργὸς γὰρ λόγος οὐχ, ὡς ἄν τις ὑπολάβοι, ὁ ἀνωφελὴς μόνον ἐστίν, ἀλλ’ ὁ καὶ πρὸ τῆς πράξεως καὶ τῆς ἐν πείρᾳ γνώσεως λαλούμενος παρ’ ἡμῶν.

Ὅταν γὰρ μὴ καταφρονήσω τῆς κάτω δόξης μηδὲ βδελύξωμαι ταύτην ἀπὸ ψυχῆς, ὡς ψυχοβλαβῆ καὶ τῆς ἄνω δόξης ἀποστεροῦσάν με, ἄλλους δὲ διδάσκω περὶ αὐτῆς καὶ παραγγέλλω ταύτης ἀπέχεσθαι, οὐχὶ ἀργὸς καὶ ἄπρακτος καὶ κενὸς ὁ λόγος μου ἔσται καὶ ὡς ψεύστης κατακριθήσομαι;

Ὅταν δὲ πάλιν μὴ ἐν αἰσθήσει καὶ γνώσει λάβω τὴν χάριν τοῦ Πνεύματος μηδὲ διδακτὸς Θεοῦ γένωμαι δι’ αὐτῆς, μηδὲ λόγον λάβω σοφίας καὶ γνώσεως ἄνωθεν, τὰ δὲ τῶν θεοπνεύστων Γραφῶν ἀναιδῶς διερμηνεύειν ἐπιπηδῶ καὶ διδασκάλου τάξιν ἐμαυτῷ περιτίθεμαι, μόνῃ δηλαδὴ τῇ ψευδωνύμῳ γνώσει πρὸς τοῦτο χρώμενος, ἆρά γε ἀνεξέταστα ταῦτα Θεὸς ἐάσει καὶ λόγον ὑπὲρ τούτου οὐκ ἀπαιτήσει με;

Οὐδαμῶς δή. Εἰ βούλει δέ, ἐκ τῶν κάτω καὶ τῶν ἀνθρωπίνων διδάχθητι καὶ τὰ ἄνω καὶ θεῖα. Ποῖος, εἰπέ, τῶν ἀνθρώπων, κἂν ὑπὲρ πάντας ἐν σοφίᾳ καὶ γνώσει καὶ ἐπιστήμῃ νόμων θαυμάζηται, κἂν δικαιοσύνῃ καὶ εὐσεβείᾳ πάσῃ κομᾷ, μετὰ κριτῶν ὡς κριτὴς καθεσθῆναι καὶ κριτὴν ἑαυτὸν ὀνομάσαι καὶ ἄλλους νομοθετῆσαι τολμᾷ; Εἰ δὲ καὶ τοῦτο ποιήσει, οὐχὶ παρὰ τοῦ βασιλέως ἀτιμασθήσεται καὶ παρὰ τῆς ἀκριβείας τῶν νόμων τιμωρηθήσεται; Ὢ τῆς ἀναιδείας! Τοῦ ἐπιγείου βασιλέως οὐδεὶς καταφρονῆσαι τολμᾷ καὶ τιμὴν ἢ ἀξίωμα τούτου ἁρπάσαι καὶ ἀφορίσαι ἑαυτῷ, καὶ σὺ τοῦ ἐπουρανίου ὡς οὐδενὸς καταφρονεῖς καὶ τῶν ἀποστολικῶν ἀξιωμάτων ἄνευ τῆς ἐκείνου ῥοπῆς καὶ θελήσεως ἐπιχειρῆσαι κατατολμᾷς; Ὅλως δὲ οὕτως ἔχων, οἴει ἀνεξέταστον τοῦτο τὸν Δεσπότην καταλιπεῖν; Οὔμενουν οὐδαμῶς.

Ἀλλ’ ὦ Κύριε, δὸς ἡμῖν ἐπιγνῶναί σε καὶ ἀξίως φοβεῖσθαί σε καὶ τοῖς ἁγίοις σου ἐμμένειν θελήμασι. Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, παύσασθε τῶν συζητήσεων τούτων καὶ σπεύσατε διὰ μετανοίας καὶ δακρύων καὶ ταπεινώσεως, ἔτι δὲ καὶ τῇ τῶν λοιπῶν ἁπασῶν ἐντολῶν ἐκπληρώσει τὰς ἑαυτῶν ἐκκαθᾶραι ψυχὰς «ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος», ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐν ἀποκαλύψει καὶ αἰσθήσει καὶ θεωρίᾳ ἐπαπολαύσητε ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ οὗ δόξα, κράτος, τιμὴ καὶ προσκύνησις τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.