Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Ἠθικαὶ ὁμιλίαι

Συμεὼν ὁ Νέος Θεολόγος

Λόγος Β': Προορισμός, αυτεξούσιο και το μυστήριο της σωτηρίας

Ανάλυση της θείας πρόγνωσης και του ανθρώπινου αυτεξουσίου, η κλήση των εθνών και η τυπολογική ερμηνεία της ιστορίας του Ισραήλ σε σχέση με την Εκκλησία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 2 από 15

ΛΟΓΟΣ Βʹ Τὰ κεφάλαια τῆς θεωρίας τοῦ λόγου. αʹ. Προτρεπτικὸς ἐκ προοιμίων εἰς μετάνοιαν καὶ εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου· «Οὓς προέγνω, τούτους καὶ προώρισε» καὶ εἰς τὰ ἑξῆς· καὶ κατὰ τῶν στρεβλούντων αὐτό τε καὶ πᾶσαν τὴν θείαν Γραφήν.

βʹ. Ὅτι πάντες οἱ εἰς Χριστὸν βαπτισθέντες καὶ πιστεύσαντες εἰς αὐτὸν προεγνωσμένοι καὶ προωρισμένοι εἰσὶ τῷ Θεῷ εἰς τὸ συμμόρφους γενέσθαι αὐτοὺς τοῦ Υἱοῦ αὐτοῦ καὶ εἰς τὸ ῥητὸν τοῦ Μωσέως· «Ὅτε διεμέριζεν ἔθνη ὁ Ὕψιστος» καὶ εἰς τὰ ἑξῆς· ἐν ᾧ καὶ περὶ τῆς κλήσεως καὶ ἀποβολῆς τοῦ Ἰσραὴλ καὶ τῆς μετὰ τῶν ἐθνῶν αὖθις τούτου ἑνώσεως.

γʹ. Ἀνακεφαλαίωσις τῶν ἐν τῷ πρώτῳ λόγῳ ῥηθέντων περὶ τῆς τοῦ Ἀδὰμ καὶ τῆς Εὔας καὶ τῶν ἑπτὰ ἡμέρων καὶ αἰώνων καὶ τῆς τοῦ παραδείσου φυσικῆς θεωρίας. δʹ. Περὶ τοῦ κατακλυσμοῦ καὶ τίνων εἰκόνες ἦσαν τὰ ἐν τῇ κιβωτῷ, καὶ περὶ τοῦ Ἁβραὰμ καὶ τοῦ κατ’ ἐκλογὴν λήμματος, καὶ τί ἐστι τὸ λῆμμα τοῦτο, καὶ περὶ Ἰσραὴλ καὶ τῆς περιτομῆς.

εʹ. Ὅτι τῷ παραχθέντι πρώτῳ κατ’ ἀρχὰς κόσμῳ ἕτεροι δύο συνεπεγένοντο, ὧν ὁ ἔσχατος τύπος ἐστὶ τῶν μετὰ ταῦτα μελλόντων γενέσθαι, μέσος τις ὢν τῶν ἀρχαίων καὶ τῶν ἐς ὕστερον· καὶ τίνος ἦν εἰκὼν ἡ τῆς ἐπαγγελίας γῆ, τίνος δὲ ἡ κιβωτός, τίνος ὁ νόμος, τίνος ἡ στάμνος, τίνος ὁ Μωϋσῆς· τίνων τύπους ἔφερον τὰ ἐν τῷ παραδείσῳ γεγονότα καὶ τὰ ἐν αὐτῷ τῷ Ἀδάμ.

ϛʹ. Εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου· «Εἰ γὰρ τὸ αὐτῶν παράπτωμα πλοῦτος κόσμου γέγονε» καὶ τὰ ἑξῆς· καὶ προσωποποιΐα τῶν ἑκατέρων λαῶν, τῶν ἐθνῶν φημι καὶ τοῦ Ἰσραήλ. ζʹ. Ὅτι νέος κόσμος ἡ τοῦ Χριστοῦ Ἐκκλησία καὶ νέος παράδεισος ἡ πρὸς αὐτὸν πίστις· καὶ πρὸς τούτοις ἀνακεφαλαίωσις τοῦ πρώτου κόσμου, ἀντιπαρατιθεμένων τοῖς ἐν ἐκείνῳ πραχθεῖσι τῶν ἐν τῇ Ἐκκλησίᾳ διὰ Χριστοῦ τελεσθέντων· καὶ πρὸς τὸ τέλος ἐπανάληψις τοῦ ἀποστολικοῦ ῥητοῦ· «Οὓς προέγνω, τούτους καὶ προώρισε ...».

αʹ. Προτρεπτικὸς ἐκ προοιμίων εἰς μετάνοιαν· καὶ εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου· «Οὓς προέγνω, τούτους καὶ προώρισε» καὶ εἰς τὰ ἑξῆς· καὶ κατὰ τῶν στρεβλούντων αὐτό τε καὶ πᾶσαν τὴν θείαν Γραφήν. Πολλοὺς ἀκήκοα λέγοντας τῶν ἀνθρώπων· «Ἐπειδήπερ φησίν· οὓς προέγνω ὁ Θεός, τούτους καὶ προώρισεν· οὓς δὲ προώρισε τούτους καὶ ἐκάλεσεν· οὓς δὲ ἐκάλεσε, τούτους καὶ ἐδόξασε, τί μοι τὸ ὄφελος ἐὰν πολλοὺς παραβάλλωμαι κόπους, ἐὰν ἐπιστροφὴν καὶ μετάνοιαν ἐπιδείξωμαι, προεγνωσμένος δὲ οὐκ εἰμὶ ὑπὸ τοῦ Θεοῦ οὐδὲ προωρισμένος εἰς τὸ σωθῆναι καὶ σύμμορφον γενέσθαι με τῆς δόξης τοῦ Υἱοῦ αὐτοῦ καὶ Θεοῦ;» Πρὸς οὓς εἰκότως ἀποφθέγξασθαι χρὴ καὶ εἰπεῖν· Ὦ οὗτοι, διατί μὴ τὰ σῴζοντα ὑμᾶς ἀλλὰ τὰ ἀπολλύοντα συλλογίζεσθε καὶ τὰ δυσνόητα τῆς θεοπνεύστου Γραφῆς ἐκλεγόμενοι διαρπάζετε καὶ στρεβλοῦτε ταῦτα καὶ πρὸς ἀπώλειαν ὑμῶν ἐκλαμβάνεσθε; Οὐκ ἀκούετε καθ’ ἑκάστην τοῦ Σωτῆρος βοῶντος· «Ζῶ ἐγώ, ὅτι οὐ θελήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν»; Οὐκ ἀκούετε αὐτοῦ λέγοντος· «Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν», καὶ πάλιν· «Ἀμὴν λέγω ὑμῖν, χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι»; Μὴ εἶπεν ἢ λέγει τισὶ μέν· «Μὴ μετανοεῖτε, οὐ γὰρ προσδέξομαι ὑμᾶς», τισὶ δὲ οἱονεὶ τοῖς προωρισμένοις· «Ὑμεῖς δὲ μετανοεῖτε, προέγνωκα γὰρ ὑμᾶς»;

Οὐδαμῶς, ἀλλὰ καθ’ ἡμέραν ἐν ὅλῳ τῷ κόσμῳ καὶ ἐν πάσῃ βοᾷ ἐκκλησίᾳ· «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Δεῦτε, φησίν, οἱ ἐν πολλαῖς ἁμαρτίαις βαρούμενοι πρὸς τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου· δεῦτε οἱ διψῶντες πρὸς τὴν ἀέναον πηγὴν καὶ ἀθάνατον.

Μὴ διεστείλατο ἢ διαχωρίζει τινά, τὸν μὲν ὡς προεγνωσμένον δηλονότι καλῶν, τὸν δὲ ὡς μὴ τοῦτο ὄντα ἀποπεμπόμενος; Οὐδαμῶς. Διὰ δὴ τοῦτο «μὴ προφασίζεσθε προφάσεις ἐν ἁμαρτίαις», μηδὲ ἀφορμὰς ἐκ τῶν ἀποστολικῶν ῥημάτων πρὸς ἀπώλειαν ὑμῶν λαμβάνειν ἐθέλοιτε, ἀλλὰ τῷ Δεσπότῃ καλοῦντι προσδράμετε ἅπαντες. Κἂν γὰρ τελώνης, κἂν πόρνος, κἂν μοιχός, κἂν φονεύς, κἂν ὁτιοῦν ἕτερον πέλῃ τις, οὐκ ἀποστρέφεται ὁ Δεσπότης αὐτόν, ἀλλὰ τὸ μὲν φορτίον αἴρει τῶν ἁμαρτημάτων αὐτοῦ, ἐκεῖνον δὲ ἐλεύθερον εὐθὺς ἀποδείκνυσι. Καὶ πῶς αἴρει τὸ φορτίον αὐτοῦ; Καθώς ποτε καὶ τοῦ παραλυτικοῦ ἦρεν, εἰπὼν αὐτῷ· «Τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου», καὶ εὐθέως ἐκουφίσθη τοῦ βάρους καὶ τὴν τοῦ σώματος αὐτοῦ θεραπείαν πεπλούτηκεν. Τοιγαροῦν προσερχέσθω πᾶς ὁ βουλόμενος καὶ ὁ μὲν βοάτω· «Υἱὲ Δαυίδ, ἐλέησόν με»· καὶ ἐὰν ἀκούσῃ· «Τί θέλεις ποιήσω σοι;» εἰπάτω συντόμως· «Κύριε, ἵνα ἀναβλέψω», καὶ εὐθέως ἀκούσει· «Θέλω, ἀνάβλεψον.» Ὁ δέ· «Κύριε, φησίν, ἡ θυγατήρ μου ψυχὴ κακῶς δαιμονίζεται», καὶ ἀκούσει· «Κἀγὼ ἐλθὼν θεραπεύσω αὐτήν.» Εἰ δὲ ὀκνηρός τίς ἐστι καὶ προσελθεῖν τῷ Δεσπότῃ οὐ βούλεται, κἂν ἐρχομένῳ πρὸς αὐτὸν καὶ λέγοντι αὐτῷ· «Ἀκολούθει μοι», ὡς ὁ τελώνης ποτὲ ἀκολουθησάτω αὐτῷ, τὸ τελωνεῖον καὶ τὴν πλεονεξίαν καταλιπών· καί, εὖ οἶδα, ἀντὶ τελώνου εὐαγγελιστὴν αὐτὸν ἀπεργάσεται.

Κἂν παράλυτος ἐπὶ πολλοὺς χρόνους τῇ φιληδονίᾳ καὶ ἀμελείᾳ καὶ ῥᾳθυμίᾳ κατάκειται καὶ ἢ αὐτὸν τὸν Δεσπότην ἢ μαθητὴν αὐτοῦ ἐλθόντα ἴδοι καὶ λέγοντα αὐτῷ· «Θέλεις ὑγιὴς γενέσθαι», μετὰ περιχαρείας εὐθὺς τὸν λόγον ἀποδεξάμενος εἰπάτω· «Ναί, Κύριε, ἀλλὰ ἄνθρωπον οὐκ ἔχω, ἵνα εἰς τὴν κολυμβήθραν» τῆς μετανοίας «ἐμβάλῃ με.» Καὶ ἐὰν ἀκούσῃ· «Ἔγειραι καὶ ἆρον τὸν κράββατόν σου καὶ ἀκολούθει μοι», εὐθὺς ἀναστὰς κατὰ πόδας τρεχέτω τοῦ καλέσαντος ἄνωθεν.

Εἰ δέ γε μὴ βούληται ἕκαστος, ἢ ὡς ἡ πόρνη, φιλεῖν τὸν Χριστόν, ἢ ὡς ὁ ἄσωτος υἱός, ἐπαναστρέφειν ἐν μετανοίᾳ θερμῇ πρὸς αὐτόν, ἢ κἂν ὡς ἡ αἱμορροοῦσα καὶ συγκύπτουσα, τούτῳ προσελθεῖν, τί καὶ λέγει προφασιζόμενος προφάσεις ἐν ἁμαρτίαις· «Οὓς προέγνω, τούτους—ἐκ παντὸς— καὶ ἐκάλεσε»; Τάχα τῷ οὕτως ἔχοντι εἴποι τις ἂν εὐλόγως, ὅτι ὁ Θεός, προαιώνιος ὢν καὶ εἰδὼς πάντα πρὸ τοῦ ποιῆσαι αὐτά, προέγνω καὶ σέ, ὅτι καλοῦντι οὐχ ὑπακούσεις αὐτῷ, ὅτι οὐ πιστεύσεις ταῖς ἐπαγγελίαις καὶ τοῖς λόγοις αὐτοῦ· ἀλλ’ ὅμως, καὶ ταῦτα εἰδὼς «κατῆλθε κλίνας τοὺς οὐρανοὺς» καὶ γενόμενος ἄνθρωπος διὰ σὲ ἦλθεν ἔνθα κατάκεισαι· καὶ πολλὰ καθ’ ἑκάστην ἐπισκεπτόμενός σε, ποτὲ μὲν δι’ ἑαυτοῦ, ποτὲ δὲ καὶ διὰ τῶν δούλων αὐτοῦ, παρακαλεῖ σε διαναστῆναι τοῦ ἐν ᾧ κατάκεισαι πτώματος καὶ ἀκολουθῆσαι αὐτῷ ἐπὶ τὴν βασιλείαν ἀνερχομένῳ τῶν οὐρανῶν καὶ συνεισελθεῖν αὐτῷ ἐν αὐτῇ. Καὶ ὅμως οὐ βούλει. Ποῖος οὖν, εἰπέ μοι, τῆς ἀπωλείας σου καὶ τῆς σῆς παρακοῆς ἐστιν αἴτιος; Σὺ ὁ ἀπειθῶν καὶ μὴ θέλων ἀκολουθεῖν τῷ Δεσπότῃ σου, ἢ αὐτὸς ὁ πλάσας σε Θεός, ὅτι ὡς προγνώστης ᾔδει σε ὡς οὐχ ὑπακούσεις αὐτῷ, ἀλλ’ ἐπιμείνῃς τῇ σκληρότητί σου καὶ ἀμετανοήτῳ καρδίᾳ; Οἶμαι, πάντως ἐρεῖς ὅτι οὐκ ἐκεῖνος αἴτιος, ἀλλ’ αὐτὸς ἐγώ. Οὐ γὰρ ἡ πρόγνωσις τοῦ Θεοῦ αἰτία τῆς ἡμετέρας σκληρότητος, ἀλλ’ ἡ ἡμετέρα ἀπείθεια.

Προγινώσκει γὰρ τὰ πάντα, τά τε παρελθόντα ὁμοῦ καὶ τὰ ἐνεστῶτα, καὶ τὰ μέχρι τῆς συντελείας γενήσεσθαι μέλλοντα καὶ οὕτως αὐτὰ καθορᾷ ὡς ἤδη ὄντα· καὶ γὰρ παρ’ αὐτῷ καὶ ἐν αὐτῷ τὰ πάντα ὑφέστηκε. Καὶ καθάπερ ἐν θεάτρῳ σήμερον τοὺς τρέχοντας ὁμοῦ καὶ τοὺς πυκτεύοντας ὁ βασιλεὺς καθορᾷ, ἀλλ’ οὔτε τοῖς νικῶσι τῆς νίκης οὔτε τοῖς ἡττωμένοις τῆς ἥττης αἴτιος ταύτης ἢ ἐκείνης καθίσταται, ἡ σπουδὴ δὲ τῶν πυκτευόντων, ἢ ἄλλως ἡ τούτων χαύνωσις, αἰτία τῆς νίκης ἢ τῆς ἥττης αὐτῶν ὑπάρχει, οὕτω μοι νόει καὶ ἐπ’ αὐτοῦ τοῦ Θεοῦ. Τῷ γὰρ αὐτεξουσίῳ τιμήσας ἡμᾶς, ἐντολάς τε δοὺς διδασκούσας ἡμᾶς μᾶλλον τὸ ὅπως χρὴ πρὸς τοὺς ἀντιπάλους ἀντικαθίστασθαι, ἀφίησιν ἕκαστον αὐτοπροαιρέτως ἢ ἀνθίστασθαι καὶ νικᾶν τὸν ἐχθρὸν ἢ χαυνοῦσθαι καὶ ἡττᾶσθαι ἐλεεινῶς ὑπ’ αὐτοῦ. Καὶ οὐκ ἀφίησι μόνους ἡμᾶς, οἶδε γὰρ τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν, ἀλλὰ καὶ αὐτὸς ἐκεῖνος συμπάρεστιν ἡμῖν καὶ μέντοιγε πολεμεῖν προαιρουμένοις συμμαχεῖ καὶ ἰσχὺν μυστικῶς ἐμπαρέχει ἡμῖν καὶ τὴν κατὰ τοῦ ἐχθροῦ νίκην αὐτὸς μᾶλλον, ἢ ἡμεῖς ἐργαζόμεθα. Ὅπερ ὁ ἐπίγειος βασιλεὺς ποιεῖν οὐ δύναται· ἀσθενὴς γὰρ καὶ αὐτὸς ἄνθρωπος ὤν, δέεται μᾶλλον τῶν ὑπὸ χεῖρα, καθάπερ δεόμεθα καὶ ἡμεῖς.

Ὁ δέ γε Θεός, ἰσχυρὸς ὢν καὶ ἀήττητος, τοῖς βουλομένοις μὲν αὐτοπροαιρέτως, ὡς εἴρηται, τῷ ἐχθρῷ πολεμεῖν συμμαχεῖ καὶ νικητὰς αὐτοὺς ἀποκαθιστᾷ τοῦ πονηροῦ διαβόλου, μὴ βουλομένους δὲ πολεμεῖν ἢ παλαίειν καὶ τρέχειν οὐκ ἀναγκάζει, ἵνα μὴ τὸ αὐτεξούσιον τῆς κατ’ εἰκόνα λογικῆς ἡμῶν φύσεως ἀντανέλῃ καὶ εἰς ἀλόγων τάξιν ἡμᾶς καταγάγῃ. Οὕτω τοιγαροῦν ὁ Θεὸς ὡς ἐν θεάτρῳ ὄντας ἡμᾶς καθορᾷ, καθὰ δὴ καὶ ὁ ἐπίγειος βασιλεὺς τοὺς ἐν τῷ θεάτρῳ ἀγωνιζομένους ὁρᾷ, ὡς δεδήλωται. Ἀλλ’ ὁ μὲν ἐπίγειος οὐ προγινώσκει τοὺς ἡττηθῆναι ἢ νικῆσαι ὀφείλοντας, εἰ μὴ τὴν ἔκβασιν τῶν ἀμφοτέρων θεάσοιτο, καὶ τοὺς στεφάνους προετοιμάζει μέν, οὐκ οἶδε δὲ τίσιν αὐτοὺς παρέξει· ὁ δὲ ἐπουράνιος βασιλεὺς ἀκριβῶς καὶ τοὺς ἀμφοτέρους πρὸ τῶν αἰώνων ἐπίσταται. Ὅθεν καὶ πρὸς τοὺς αἰτησαμένους αὐτὸν ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων καθίσαι ἐν τῇ δόξῃ αὐτοῦ ἔλεγεν· «Οὐκ ἔστιν ἐμὸν τοῦτο δοῦναι ὑμῖν», ἀλλ’ ἐκείνοις δοθήσεται οἷς δηλαδὴ καὶ ἡτοίμασται.

Τοῦτο τοίνυν καὶ αὐτὸς ὁ Παῦλος εἰδὼς εἰκότως ἔφη· «Οὓς προέγνω τούτους καὶ προώρισεν· οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσεν· οὓς δὲ ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν.» Οὐκοῦν οὐ τὸ προγινώσκειν τὸν Θεὸν τοὺς νικᾶν ἐκ προαιρέσεως καὶ σπουδῆς μέλλοντας αἴτιον τῆς νίκης, ὡς οὐδὲ πάλιν τὸ προειδέναι αὐτὸν τοὺς πίπτειν καὶ ἡττᾶσθαι αἴτιον τῆς ἥττης ἐστίν, ἀλλ’ ἡ ἑκάστου ἡμῶν σπουδὴ καὶ πρόθεσις καὶ ἡ ἀνδρεία αὐτὴ πρόξενος ὑπάρχει τῆς νίκης, ἡ δὲ ἀπιστία καὶ ἡ ῥᾳθυμία, ἡ ἀμέλειά τε καὶ ἡ χαύνωσις, τῆς ἥττης καὶ ἀπωλείας ἡμῶν. Μὴ οὖν λέγωμεν, ἐπὶ κλίνης φιλοκόσμου καὶ φιληδόνου ἀνακείμενοι· «Οὓς προέγνω ὁ Θεός, τούτους καὶ προώρισε», καὶ αὐτὸ τοῦτο ὅ τί ποτε λαλοῦμεν μὴ αἰσθανόμενοι. Ναί, ὄντως προέγνω σε ἀμελῆ καὶ ἀπειθῆ καὶ ῥᾴθυμον, οὐ μέντοι δὲ προσέταξεν ἢ ὥρισε μὴ ἔχειν σε ἐξουσίαν μεταμεληθῆναι ἢ διαναστῆναι ἢ πεισθῆναι βουλόμενον. Σὺ δὲ τοῦτο λέγων ψεύστην φανερῶς ἀποκαλεῖς τὸν Θεόν. Ἐκείνου γὰρ λέγοντος· «Οὐκ ἦλθον καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν», σύ, ῥᾳθυμῶν καὶ μὴ βουλόμενος μεταστρέψαι καὶ μεταμεληθῆναι ἀπὸ τῆς κακίας σου, ἀντιλέγεις οἱονεὶ αὐτῷ καὶ ψεύδεσθαι φάσκεις τὸν ἀψευδῆ, οὕτω τοιαῦτα προφασιζόμενος.

Οἱ μετανοῆσαι μέλλοντες, φησί, προωρισμένοι εἰσίν, ἐγὼ δὲ ἐξ ἐκείνων οὐκ εἰμί. Τοιγαροῦν καὶ μετανοήτωσαν ἐκεῖνοι, οὓς δηλονότι προέγνω, οὓς καὶ προώρισε. Τῆς ἀναισθησίας! Ἀλλ’ ὢ ψυχῆς καὶ αὐτῶν δαιμόνων ἀπονενοημένης καὶ χείρω! Πότε παρ’ ἐκείνων ἠκούσθη τοιοῦτόν τι λαληθὲν ῥῆμα; Ποῦ ποτε ἠκούσθη ὅτι δαίμων αἴτιον τῆς ἑαυτοῦ ἀπωλείας εἶπε τὸν Θεὸν εἶναι; Μὴ οὖν αἰτιώμεθα τοὺς δαίμονας· ἰδοὺ γὰρ καὶ ψυχὴ ἀνθρώπου χείρονας ἐπινοεῖ βλασφημίας ὑπὲρ ἐκείνους.

Πόθεν οὖν ἔμαθες, εἰπέ μοι, ὅτι σὺ οὐκ εἶ ἐκ τῶν προεγνωσμένων καὶ προωρισμένων εἰς τὸ γενέσθαι συμμόρφους τῆς εἰκόνος τῆς δόξης τοῦ Θεοῦ; Εἰπέ μοι, τίς σοι τοῦτο ἀνήγγειλε; Μὴ ὁ Θεὸς ἢ δι’ ἑαυτοῦ ἢ διὰ τῶν αὐτοῦ προφητῶν ἢ καὶ δι’ ἀγγέλου τοῦτο ἐδήλωσεν; Οὐχί, φησί, ἀλλ’ ὑπολαμβάνω μήποτε οὐκ εἰμὶ προεγνωσμένος εἰς τὸ σωθῆναι καὶ εἰς μάτην μοι ἅπας ὁ κόπος γενήσεται. Καὶ διατὶ μὴ μᾶλλον ἔχεις ἀπὸ ψυχῆς ὅτι ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ διὰ σὲ μόνον καὶ τὴν σὴν σωτηρίαν ἀπέστειλεν ἐπὶ τῆς γῆς, προεγνωκώς σε καὶ προορίσας σε ἀδελφὸν αὐτοῦ καὶ συγκληρονόμον γενέσθαι, καὶ σπουδάζεις ὁλοψύχῳ καρδίᾳ ἀγαπᾶν αὐτὸν καὶ τηρεῖν τὰς σωτηρίους αὐτοῦ ἐντολάς, καὶ πιστεύεις ὅτι διὰ σὲ μᾶλλον σφαγεὶς οὐκ ἐγκαταλείψει σε οὐδὲ ἐάσει σε ἀπολέσθαι; Ἢ οὐκ ἀκούεις αὐτοῦ λέγοντος· «Εἰ ἐπιλήσεται γυνὴ τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς, ἀλλ’ ἐγὼ οὐκ ἐπιλήσομαί σου»; Εἰ δὲ προλαμβάνων σὺ ἀνάξιον κρίνεις σαυτὸν καὶ ἀφορίζεις ἑκουσίως ἑαυτὸν τῆς ποίμνης τῶν προβάτων Χριστοῦ, ὅρα ὅτι οὐδεὶς ἕτερος, ἀλλὰ σὺ τῆς σῆς ἀπωλείας ὑπάρχεις πρόξενος.

Τοιγαροῦν πᾶσαν ἀπιστίαν καὶ νωθρείαν καὶ δισταγμὸν ἀπὸ τῶν ψυχῶν ἡμῶν ἀπορρίψαντες προσέλθωμεν ἐν ὅλῃ καρδίᾳ καὶ ἀδιστάκτῳ πίστει καὶ ζέοντι πόθῳ, ὡς νεώνητοι δοῦλοι αἵματι τιμίῳ ἠγορασμένοι· καὶ τὸ ὑπὲρ ἡμῶν τίμημα αἰδεσθέντες καὶ τὸν τοῦτο καταβαλόμενον Δεσπότην ἡμῶν ἀγαπήσαντες καὶ ἀποδεξάμενοι τὴν πρὸς ἡμᾶς ἀγάπην αὐτοῦ, γνῶμεν ὅτι, εἰ μὴ ἐβούλετο σῶσαι δι’ αὐτοῦ τοὺς ἐξαγορασθέντας ἡμᾶς, οὐκ ἂν καὶ κατήρχετο ἐπὶ τῆς γῆς, οὐκ ἂν καὶ ἐσφάζετο δι’ ἡμᾶς· ἀλλά, καθὼς γέγραπται, θέλων πάντας σωθῆναι τοῦτο πεποίηκεν. Καὶ ἄκουσον αὐτοῦ τοῦτο λέγοντος· «Οὐκ ἦλθον κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι τὸν κόσμον.» Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.

βʹ. Ὅτι πάντες οἱ εἰς Χριστὸν πιστεύσαντες προεγνωσμένοι καὶ προωρισμένοι εἰσὶν εἰς τὸ συμμόρφους γενέσθαι αὐτοὺς τοῦ Υἱοῦ τοῦ Θεοῦ· καὶ εἰς τὸ ῥητὸν τοῦ Μωσέως· «Ὅτε διεμέριζεν ἔθνη ὁ Ὕψιστος» καὶ τὰ ἑξῆς. Ἔστι μὲν οὖν ἐκ τοῦ προχείρου καὶ ταῦτα σαφῆ τε καὶ βέβαια. Ἀλλὰ δέον καὶ τὸν σκοπὸν τῶν εἰρημένων καὶ τὸ βάθος τῆς γνώσεως τῶν ἀποστολικῶν ῥημάτων καὶ νοημάτων εἰπεῖν, ἵνα μάθῃς ἐντεῦθεν ὅτι πάντες οἱ εἰς Χριστὸν πεπιστευκότες, μοναχοί τε καὶ λαϊκοί, προεγνωσμένοι καὶ προωρισμένοι εἰσὶ καὶ σύμμορφοι γίνονται τῆς εἰκόνος τοῦ Υἱοῦ τοῦ Θεοῦ· οὐ μόνον δέ, ἀλλὰ καὶ πάντες οὗτοι, ὡς προωρισμένοι, καὶ κεκλημένοι εἰσίν· ὡς κεκλημένοι δέ, καὶ δεδικαιωμένοι· ὡς δεδικαιωμένοι, καὶ δεδοξασμένοι ὑπάρχουσιν. Οἱ γὰρ μετὰ τὸ βαπτισθῆναι καὶ πιστεῦσαι εἰς τὸν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ καὶ γενέσθαι σύμμορφοι τῆς εἰκόνος τοῦ Υἱοῦ τοῦ Θεοῦ μὴ τηροῦντες ἑαυτοὺς εἰς τοῦτο ἀπόλλυνται· οἱ δέ γε μένοντες ἅπαντες σῴζονται.

Ἀλλ’ ἐντεῦθεν τῆς ὑποθέσεως ἄρξομαι, ἄρξομαι δὲ ἄνωθεν καὶ ὅθεν ἄμεινον ἄρξασθαι. «Ὅτε» φησί «διεμέριζεν ὁ Ὕψιστος ἔθνη, οὓς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ· καὶ ἐγεννήθη μερὶς Κυρίου καὶ λαὸς αὐτοῦ καὶ σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.» Ὃ δὲ λέγει τοιοῦτόν ἐστι. Διαμερίσας ὁ Θεὸς τὰ ἔθνη ἅπαντα, ποῖα δὴ ταῦτα; Τοὺς υἱοὺς αὐτοὺς τοῦ Ἀδάμ. Εἰ οὖν υἱοὶ Ἀδάμ εἰσιν ἅπαντες, πῶς αὐτοὺς ἔθνη καλεῖ; Ἐπειδή, ὥσπερ ὁ Ἀδὰμ πρὸ τοῦ παραβῆναι τὴν ἐντολὴν τοῦ Θεοῦ ἀθάνατος, ἄφθαρτος καὶ ἀγγέλων συμπολίτης καὶ συνόμιλος ἦν, τὸν παράδεισον κατοικῶν, ἀφ’ οὗ δὲ παρέβη τὴν ἐντολὴν αὐτοῦ τοῦ Θεοῦ, τῶν μὲν ἀγαθῶν τούτων ἁπάντων ἐξέπεσε καὶ φθαρτὸς καὶ θνητὸς γεγονὼς τοῦ παραδείσου ἐκβέβληται, οὕτω δὴ καὶ πάντες οἱ ἐξ αὐτοῦ γεννηθέντες. Ἐπειδὴ γὰρ ἐπληθύνθησαν καὶ εἰς ἀγνωσίαν Θεοῦ ἐμπεσόντες ὁμοίως τῷ εἰπόντι· «Ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ» καὶ αὐτοὶ κακῶς λογισάμενοι πύργον οἰκοδομεῖν ἤρξαντο καὶ ἀνελθεῖν εἰς οὐρανοὺς ἐπεχειροῦν, τούτου χάριν ἀντὶ κατάρας καὶ τιμωρίας συνέχεεν αὐτῶν τὰς γλώσσας, τὴν ἐπὶ κακῷ ὁμόνοιαν αὐτῶν διακόψας· οἱονεὶ δὲ μέλη ἀπὸ τοῦ σώματος τοῦ Ἀδὰμ ἐκκόψας καὶ ἐξ αὐτοῦ καὶ ἀπ’ ἀλλήλων διαχωρίσας καὶ διασπείρας, ἑνὶ ἑκάστῳ μέλει ξένην διάλεκτον δέδωκεν, ἵνα μηκέτι δύνωνται συναφθῆναι.

Τούτου γὰρ ἕνεκεν οὐκ ἀνθρώπους αὐτοὺς ἀλλ’ ἔθνη ἐκάλεσε.

Διαμερίσας δὲ αὐτοὺς εἰς πᾶσαν τὴν γῆν, ἐφ’ ἑκάστῃ μερίδι ἄγγελον δέδωκε φύλακα. Καὶ ὅρα μοι ἀκριβῶς πῶς ἀπ’ ἀρχῆς κόσμου καὶ τῶν αἰώνων τὰ πάντα προεγνωσμένα καὶ προωρισμένα εἰσὶ τῷ Θεῷ. Ἐπεὶ γὰρ προώρισε τὴν ἐκ παλιγγενεσίας αὐτῶν ἀνάπλασιν ὁ Θεός, ὡς ἐκ σώματος ἑνὸς τοῦ Ἀδὰμ μερίδα μίαν <ἔλαβε> τὴν πλευράν, οἱονεὶ καὶ τὴν μερίδα ἣν ἔλαβεν ἐξ αὐτοῦ, καὶ ἀνεπλήρωσε μὲν ἀντ’ αὐτῆς σάρκα, τὴν δὲ πλευρὰν ἀνῳκοδόμησεν εἰς γυναῖκα, οὕτως ὡς ἐκ τοῦ ἀδαμιαίου μὲν ταύτην δανεισάμενος σώματος, ἑτέραν δὲ ἀντ’ αὐτῆς αὐτῷ χαρισάμενος, τὸ ὅπερ ἐδανείσατο μερὶς αὐτοῦ ἦν καὶ οὐχ ὡς τοῦ ἀδαμιαίου σώματος ἐλογίζετο, ἀλλὰ μερὶς Κυρίου εὑρίσκετο, ἐκτὸς τοῦ σώματος ὂν τοῦ Ἀδάμ, εἰ καὶ ἐξ αὐτοῦ ἐλήφθη καὶ συγγενὲς ὑπῆρχεν αὐτοῦ. Διὰ δὴ τοῦτο οὐδὲ ἄγγελος φύλαξ τῆς μερίδος ἀποκατέστη, ἀλλὰ παιδαγωγὸς ὥσπερ υἱοῦ, ἢ καὶ δημαγωγὸς ὥσπερ λαοῦ καὶ στρατοῦ, ἐδόθη αὐτοῖς ὁ ἀρχιστράτηγος Μιχαήλ· Θεὸς δὲ φύλαξ αὐτῶν καὶ σκεπαστὴς ἦν, διὸ καὶ Ἰσραὴλ τοῦτον ἐκάλεσε νοῦν ὁρῶντα Θεόν. Ἐντεῦθεν καὶ ὁ Χριστὸς ἐκ τῆς θυγατρὸς Ἀδὰμ καὶ Δαυὶδ γεννηθῆναι λέγεται· διὰ γὰρ τοῦτο καὶ ἡ μερὶς αὕτη, ἡ ἐκ τοῦ σώματός φημι τοῦ Ἀδάμ, ὑπὸ τοῦ ἀποστόλου Ματθαίου γενεαλογεῖται καὶ οὐχ ὅλον τὸ σῶμα, ὡς ἀπορραγὲν δηλονότι τὸ ὅλον ἀπὸ τῆς μερίδος, καθὰ δὴ καὶ τῆς θεϊκῆς δόξης ὅλος ἐξέπεσεν ὁ Ἀδάμ.

Τίνα τρόπον καὶ διὰ τί; Ἵνα, καθὼς ἐκ τοῦ ὅλου σώματος τοῦ Ἀδὰμ ἡ μερὶς ληφθεῖσα ᾠκοδομήθη εἰς γυναῖκα, οὕτω πάλιν ἐκ τῆς γυναικὸς ἡ αὐτὴ ληφθεῖσα μερὶς ἀνοικοδομηθῇ εἰς ἄνδρα καὶ γένηται νέος Ἀδάμ, ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός, ἣν καὶ κατ’ ἐκλογὴν Παῦλος ὁ θεῖος ἐκάλεσε· καὶ καθάπερ ἐκ τοῦ λήμματος, ἤγουν τῆς μερίδος, αὐτῆς δηλονότι τῆς γυναικός, ἡ ἀφορμὴ τῆς κατάρας ἐπὶ τὸ ὅλον σῶμα, ἤγουν τὸ γένος, διέβη, οὕτω πάλιν διὰ τοῦ αὐτοῦ λήμματος, ἤγουν τοῦ δεσποτικοῦ σώματος, ἐπὶ τὴν ἀνθρωπότητα πᾶσαν ἡ εὐλογία διαδοθῇ. Διὰ γὰρ τοῦτο καὶ ἐν τῷ ᾅδῃ κατῆλθεν, ἵνα καὶ ἐπὶ τοὺς ἁγίους τοὺς πρὸ τῆς παρουσίας αὐτοῦ ἡ σωτηρία καὶ ἐπιφάνεια αὐτοῦ γενομένη συνάψῃ πάντας τοὺς ἀπ’ αἰῶνος κεκοιμημένους κατὰ τῶν ἕως τῆς συντελείας μελλόντων γενέσθαι ἁγίων· οὕτω καὶ ἐν μνημείῳ ἐτέθη, ἵνα καὶ τὰ προκεκοιμημένα σώματα διὰ τῆς νεκρότητος τοῦ σώματος αὐτοῦ ζωῆς συμμέτοχα καὶ ἀναστάσεως αἰωνίου ποιήσῃ. Τοιγαροῦν καὶ κλῆρον γεγονότα Θεοῦ τὸν Ἰσραὴλ καὶ μερίδα αὐτοῦ χρηματίσαντα, ἀμπελῶνα τοῦτον εἰκότως ἐκάλεσε καὶ φραγμὸν αὐτῷ περιέθηκεν, οἷον ἄλλῳ τινὶ νέῳ παραδείσῳ ἀφ’ οὗ πάλιν ὁ Ἀδὰμ ἐξεβλήθη, ἤγουν τὸ γένος τοῦ σώματος αὐτοῦ, φημὶ δὴ τὰ ἔθνη. Καὶ ὁ μὲν ἄγγελος ἧν ἀντὶ τῆς φλογίνης ῥομφαίας φυλάσσων τὴν ἄμπελον ταύτην τοῦ μὴ εἰσελθεῖν ἐν αὐτῇ τὰ ἔθνη, ὁ δὲ γεωργὸς ἦν αὐτῆς ὁ Θεός.

Καθάπερ οὖν ἡ Εὔα πρώτη, αὐτὴ ἡ μερὶς τοῦ ὅλου ἀδαμιαίου σώματος, τῷ ὄφει ὡμίλησε καὶ πρώτη τὰ ὑπὸ τοῦ Θεοῦ ἐνταλθέντα αὕτη αὐτῷ ἀπεκάλυψε καὶ πρώτη τὰ ὑπὸ τοῦ ὄφεως ἐνσπαρέντα ἐδέξατο καὶ τὴν ἐντολὴν παρέβη ἀπὸ τοῦ ξύλου φαγοῦσα, τοῦ Ἀδὰμ μὴ παρόντος, ὕστερον δὲ καὶ διάκονος αὕτη τούτῳ ἐγένετο, δοῦσα καὶ αὐτῷ ἀπὸ τοῦ ξύλου φαγεῖν, οὕτω μετὰ ταῦτα καὶ ἐν τῷ Ἰσραὴλ γέγονεν. Ἀθετήσας γὰρ καὶ αὐτός, ὥσπερ ἐκείνη, τὴν πίστιν καὶ τὴν ἀγάπην τοῦ ἐκλεξαμένου αὐτὸν Θεοῦ παρὰ πάντα τὰ ἔθνη, τῆς πρὸς αὐτὸν λατρείας ἀποστάς, εἰδώλοις θυσίαν καὶ σπονδὰς προσῆξεν· ἤσθιέ τε καὶ ἔπινεν ἐν αὐτοῖς.

Τοῦτο οὖν προειδὼς ὁ Θεός, ἅτε Θεὸς ὢν καὶ τὰ πάντα εἰδώς, πάλιν ἐκ τούτων αὐτῶν τὴν μερίδα, τὸν κλῆρον, αὐτὸ τὸ λῆμμα, τὸ τῆς πλευρᾶς φημι τοῦ Ἀδάμ, ἐκ τῆς τοῦ Ἰούδα φυλῆς λαβὼν ἑαυτῷ συνετήρησεν. Ἐπεὶ δὲ εἰς ἀπιστίαν ἅπαντες οἱ λοιποὶ συνεκλείσθησαν, ἐκ μὲν τούτων τὸ λῆμμα λαβὼν ὃ ᾠκοδόμησεν εἰς γυναῖκα, ἤγουν Μαρίαν τὴν ὑπεράμωμον, ἐξ αὐτῆς δὲ τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας τὴν προσληφθεῖσαν σάρκα σπέρμα τῆς εἰς Θεὸν πίστεως ἐν ἑαυτῷ ἔχων, ἀνῳκοδόμησεν εἰς ναὸν ἑαυτῷ ἅγιον ὁ ὑπεράγιος Θεός, ἀνὴρ θεάνθρωπος γεγονώς.

Ἀλλὰ γὰρ ἐπεὶ καὶ αὐτὴ ἡ προσληφθεῖσα σὰρξ ἐξ αὐτῆς τῆς ἁγνῆς Θεοτόκου οὐκ ἐκ τῆς γυναικὸς ἦν ἀλλ’ ἐκ τοῦ Ἀδὰμ εἰς γυναῖκα οἰκοδομηθεῖσα, τὸν Ἀδὰμ φορέσαι λέγεται ὁ Χριστὸς καὶ δεύτερος Ἀδὰμ ἐκ τοῦ πρώτου γεγονέναι καὶ καλεῖσθαι γέγραπται, υἱὸς ὢν τοῦ Θεοῦ καὶ υἱὸς οὐ τῆς γυναικὸς ἀλλὰ τοῦ Ἀδάμ. Τοῦτο δὲ ποῦ γέγραπται;

Ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ φησί· καί, εἰ δοκεῖ, ἐρεύνησον καὶ εὑρήσεις γενεαλογούμενον αὐτὸν οὕτως. Εἰπὼν γὰρ περὶ αὐτοῦ ὅτι ἐνομίζετο υἱὸς Ἰωσήφ, ἐπάγει· «τοῦ Ἠλί, τοῦ Ματθᾶν» καὶ καθεξῆς γενεαλογῶν τὸ λῆμμα καὶ διελθών, ὕστερόν φησι· «τοῦ Ἐνώς, τοῦ Σήθ, τοῦ Ἀδάμ, τοῦ Θεοῦ». Ἀπὸ τοῦ Ἰωσὴφ κατὰ ἀναποδισμὸν εἰς τὸν Ἀδὰμ ἀνελθών, τῆς γυναικὸς ὅλως μὴ μνημονεύσας, καὶ τοῦτο εἴασεν ὅλως ἐν μυστηρίῳ κεῖσθαι.

Τὸ λῆμμα οὖν, ὡς ἔχον ἐν ἑαυτῷ τὸ τῆς πίστεως σπέρμα, λαβών, ὥσπερ εἴρηται, ὁ Θεὸς ἄνθρωπος γέγονεν. Ὅλον τὸν Ἀδάμ, ἤτοι τὸ γένος ἅπαν αὐτοῦ τὸ ἐκ τοῦ λήμματος ἀποβληθὲν καὶ ὡς ἐκ τοῦ νέου παραδείσου καὶ τῆς μερίδος καὶ τοῦ ἀμπελῶνος ἔξω βληθέν, διὰ τοῦ τῆς πίστεως σπέρματος ἐν πίστει καὶ αὖθις τῇ πρὸς αὐτὸν ἔκρινε δικαιῶσαι, καθάπερ καὶ τῷ Ἀβραὰμ τοῦτο ὑπέσχετο, οὐ τότε τοῦτο ἐνθυμηθεὶς ὁ Θεός, ὡς ἄν τις οἰηθείη τῶν λίαν γνωστικῶν, ὅτε καὶ τὴν πίστιν ὁ Ἀβραὰμ ἐπεδείξατο θύσας τὸν Ἰσαάκ, ἀλλ’ ὡς πρὸ καταβολῆς κόσμου τοῦτο γινώσκων καὶ προορίσας διὰ πίστεως τὸ λῆμμα καὶ διὰ τῆς κατὰ πρόθεσιν ἐν τῷ λήμματι πίστεως πάντας τοὺς ἐκ τούτου τοῦ λήμματος πρότερον χωρισθέντας σωθήσεσθαι, ὕστερον οἱονεὶ τῷ πιστῷ εὑρεθέντι Ἀβραὰμ τὴν πάλαι προορισθεῖσαν αὐτοῦ βουλὴν ἐν αὐτῷ ἐφανέρωσεν· ἣν ἀκούοντες ἡμεῖς, λογιζόμεθα ὅτι, ἐπειδὴ ἐπίστευσεν ὁ Ἀβραὰμ τῷ Θεῷ, διὰ τοῦτο τὴν εὐλογίαν ταύτην καὶ τὴν διὰ πίστεως υἱοθεσίαν ἐλάβομεν, εἰπόντι πρὸς αὐτὸν ὅτι «ἐν σοὶ ἐνευλογήσονται πάντα τὰ ἔθνη», οἱονεὶ ἀντίχαριν τῆς τοῦ Ἀβραὰμ πίστεως δοθεῖσαν ἡμῖν τὴν ἐπαγγελίαν ταύτην κακῶς ὑποπτεύοντες, καὶ οὐχὶ μᾶλλον διὰ τῆς προορισθείσης πρὸ τῶν αἰώνων ἀπορρήτου οἰκονομίας, τῆς ἐν τῷ Ἀβραὰμ διὰ τῆς πίστεως ἐπαγγελθείσης καὶ φανερωθείσης ἡμῖν. Ἀλλ’ οὐκ ἔστι τοῦτο, οὐκ ἔστι.

Τὸ γὰρ λῆμμα τοῦτο ἐν τῷ διαμερισμῷ τῶν υἱῶν Ἀδάμ, αὐτῶν τῶν ἐθνῶν, γενόμενον εἰς μερίδα Κυρίου κατὰ τὸ λόγιον, ὡς ἄλλον τινὰ δεύτερον παράδεισον ἐφύτευσε, μέσον τὸ τῆς ζωῆς ξύλον ἔχοντα ἑαυτοῦ, ἤγουν τὴν πίστιν τὴν εἰς Θεὸν καὶ τὸ Πνεῦμα τὸ ἐκ Θεοῦ. Ἐπεὶ δὲ τὸ λῆμμα τοῦτο ἐκ τῆς πλευρᾶς ἦν τοῦ Ἀδάμ, ὃ καὶ εἰς γυναῖκα ἐκτίσθη, ἡ δὲ γυνὴ παρέβη πρώτη, προεγίνωσκε δὲ ὁ Θεὸς ὅτι καὶ τοῦτο πάλιν τὸ λῆμμα οὐ μὴ φυλάξῃ τὴν πίστιν τὴν εἰς αὐτόν, ὅτε τοῦτο προέγνω πρὸ τῶν αἰώνων, τότε καὶ τὰ ἔθνη πάντα τὰ ἐκβληθέντα, ἤτοι τὰ ἀποικισθέντα καὶ ἀπαλλοτριωθέντα τούτου τοῦ λήμματος, ἀνακληθῆναι καὶ ἀντεισαχθῆναι καὶ τῷ ἐκ τοῦ λήμματος λήμματι προστεθῆναι καὶ ἑνωθῆναι εὐδόκησεν.

Ἀλλὰ τοῖς λεγομένοις πρόσεχε νουνεχῶς, ἐπειδὴ δυσνόητόν ἐστι τὸ ἐν τούτοις νόημα. Ὅταν οὖν ὁ ἰουδαϊκὸς λαὸς ὁ καὶ Ἰσραὴλ κληθεὶς (οὗτος γάρ ἐστιν ἡ μερὶς ἡ ἐκ τῆς πλευρᾶς τοῦ ἀνδρὸς) τὴν δοθεῖσαν αὐτῷ παρὰ τοῦ Θεοῦ ἐντολὴν παραβῇ (ἄκουε γάρ, φησίν, Ἰσραήλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν), ὅτε ταύτην παραβῇ καὶ δαιμονίοις λατρεύσει καὶ εἰδώλοις προσκυνήσει καὶ ἐκ τῶν σπονδῶν τῶν θυσιῶν αὐτῶν φάγῃ, τότε ἐξ αὐτῆς πάλιν, οἱονεὶ ἐξ ἑνὸς σώματος τοῦ ἐκ ταύτης ἐκ πολλῶν μελῶν εἰς ἕνα λαὸν οἰκοδομηθέντος, τὴν ἑαυτοῦ μερίδα λαβὼν ὁ Θεὸς ἀκέραιον ἑαυτῷ ταύτην διατηρήσει· τὸ δὲ λοιπὸν σῶμα, ἤτοι τὸ ἐκ τῆς μερίδος ταύτης ἀποσπασθὲν μέρος καὶ εἰς εἰδωλολατρείαν ἐκκλῖναν, ἐκ τοῦ παραδείσου τούτου, τοῦ ἀμπελῶνος δηλονότι τῆς μερίδος αὐτοῦ, ἀπώσεται καὶ ἐξώσει αὐτό· ἀπὸ δὲ τῆς κατ’ ἐκλογὴν πίστεως καὶ μερίδος αὐτοῦ, τῆς οὔσης ἀπὸ τῆς πλευρᾶς τοῦ Ἀδάμ, ὡς ὀλίγου τινὸς προσλαβόμενος σπέρματος, ὁ Θεὸς Λόγος γένηται ἄνθρωπος, ἤγουν, ἵνα πάλιν εἴπω, Ἀδὰμ δεύτερος τοῦ πρώτου υἱὸς ὡς ἐκ τῆς πλευρᾶς αὐτοῦ δίχα συνουσίας καὶ ῥεύσεως γεννηθῇ καὶ τηνικαῦτα εὐλογηθῇ ὅλον τὸ σῶμα καὶ τὰ μέλη τοῦ πρώτου Ἀδάμ, αὐτὸς δηλαδὴ ὁ ἐξωσθεὶς λαὸς τῶν ἐθνῶν, διὰ τοῦ υἱοῦ αὐτοῦ τοῦ θεανθρώπου ἀνδρὸς ἑνωθεὶς ἐκ πίστεως τῷ λήμματι τῷ ἐκ τῆς πλευρᾶς τοῦ Ἀδάμ.

Τοῦτο οὖν ἐστιν ὁ καὶ Παῦλος ὁ θεῖος πρὸ αἰώνων ὁρισθὲν καὶ προγνωσθὲν λέγει ἀπὸ τοῦ τὰ πάντα προειδότος Θεοῦ, ἵνα πάντα τὰ ἔθνη ἀπὸ ἀνατολῶν καὶ μέχρι δυσμῶν προσκληθῶσι καὶ ὅσοι μὲν πιστεύσουσι κολληθῶσι τῷ ἐκ τῆς πλευρᾶς τοῦ πατρὸς αὐτῶν σαρκωθέντι Χριστῷ τῷ Θεῷ, τῷ Υἱῷ τοῦ Θεοῦ καὶ υἱῷ τοῦ Ἀδάμ· καὶ οὕτως γενήσονται οἱ ἀμφότεροι ἕν, σύσσωμοι δηλονότι καὶ συμμέτοχοι καὶ ἀδελφοὶ καὶ συγκληρονόμοι Χριστοῦ, αὐτὸς ὁ Χριστός, καὶ τὰ μακρὰν ἀποικισθέντα καὶ διασπαρέντα ἔθνη· ὅσοι δὲ ἀπιστήσουσι μείνωσιν ἔξω μετὰ τῶν ἐκ τοῦ λήμματος τῆς πίστεως, αὐτῶν δὴ τῶν Ἰουδαίων φημί, τῶν διὰ ἀπιστίαν ἐκβληθέντων καὶ ἀπωσθέντων. Καὶ τοῦτο ἐκ τῶν εὐαγγελικῶν ῥημάτων δῆλόν ἐστι τοῖς ἀκούουσι· φησὶ γὰρ ὁ Κύριος πρὸς τοὺς αὐτοῦ μαθητάς· «Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον τῆς βασιλείας· ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται.» Ἀλλ’ ἀναλαβόντες τὸν λόγον ὡς ἐν ἐπιτόμῳ τὰ ἀνωτέρω ῥηθέντα αὖθις διηγησόμεθα, ὡς ἂν εὐσύνοπτα μᾶλλον ἄρτι τοῖς πᾶσι γένωνται.

γʹ. Ἀνακεφαλαίωσις τῶν ἐν τῷ πρώτῳ λόγῳ ῥηθέντων περὶ τῆς < > τοῦ Ἀδὰμ καὶ τῆς Εὔας καὶ τῶν ἑπτὰ ἡμερῶν καὶ αἰώνων καὶ τῆς τοῦ παραδείσου φυσικῆς θεωρίας. Τοιγαροῦν ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς, ἵνα πάλιν ἐξετάσωμεν τὰ ἐγκεκρυμμένα νοήματα τῆς θείας Γραφῆς, καὶ εἶθ’ οὕτως ἔπλασε τὸν κατ’ εἰκόνα αὐτοῦ καὶ καθ’ ὁμοίωσιν ἄνθρωπον, αὐτὸν δηλαδὴ μόνον τὸν Ἀδάμ. Ἐν ἓξ ἡμέραις ἐποίησε ταῦτα πάντα καὶ ἐν τῇ ἑβδόμῃ κατέπαυσε, μηδὲν ἐν αὐτῇ ἐργασάμενος μήτε μὴν ὀγδόην ὀνομάσας ἡμέραν τὴν πρώτην, ὡς ἂν μὴ ὀκτὼ ἀλλ’ ἑπτὰ μόναι λέγωνται αἱ τῆς ἑβδομάδος ἡμέραι καὶ οὕτως ἀνακυκλούμεναι τὸν ἀριθμὸν τῶν ἑβδομάδων ἀποτελῶσιν. Ἐν γὰρ ταύταις ταῖς ἡμέραις τοὺς ἑπτὰ αἰῶνας ὁ Δημιουργὸς προϋποτυπώσας ὁρᾶται. Τοιγαροῦν καὶ ταῦτα οὕτω ποιήσας ὁ τῶν ὅλων Δεσπότης, ἐπεί, ὡς ἅτε Θεὸς ὤν, προῄδει ὅτι μέλλει ὁ ἄνθρωπος παραβῆναι τὴν αὐτοῦ ἐντολὴν καὶ ἀμετανόητος μεῖναι, τὸν δὲ μὴ μετανοοῦντα ἀνάγκη πᾶσα καὶ τιμωρεῖσθαι τοῦτον καὶ κατακρίνεσθαι, οὐκ εἴασεν αὐτὸν ἐν τούτῳ τῷ κόσμῳ τῷ ἐν ταῖς ἓξ ἡμέραις σὺν αὐτῷ ἐκείνῳ τῷ Ἀδὰμ κτισθέντι· ἀλλὰ μετὰ τὸ καταπαῦσαι ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ καὶ πληρωθῆναι αὐτήν, τότε ὕστερον ἐφύτευσε τὸν παράδεισον κατὰ ἀνατολάς.

Τίνα τρόπον καὶ διὰ τί; Ἵνα ἐκ τοῦ κόσμου τούτου, ὡς ἐν παλατίῳ τινὶ καὶ πόλει περιφανεστάτῃ, οἷα δὴ βασιλεύς, ὑπὸ τοῦ Θεοῦ ἐν αὐτῷ εἰσαχθῇ, ὁπόταν δὲ τὴν τοῦ Θεοῦ παραβῇ ἐντολὴν καὶ διὰ τοῦτο ἐκπεσεῖν μέλλῃ τῆς βασιλείας καὶ τῶν βασιλείων οἴκων ἐξορισθῆναι καὶ ἀπορριφῆναι, ἐν τούτῳ πάλιν τῷ κόσμῳ διάγειν ἐπ’ ἐλπίδι κατακριθῇ. Εἰ γὰρ μὴ ταῦτα οὕτως ἐποίησεν ὁ Θεός, ἀλλὰ μόνον τὸν κόσμον ἀφῆκε καὶ ἐν αὐτῷ τὸν ἄνθρωπον ἔθετο, παραβαίνοντα καὶ μὴ ἐξομολογούμενον μηδὲ μετανοοῦντα, ποῦ εἶχεν αὐτὸν ἐξῶσαι; Ποῦ δὲ καὶ βιοῦν καὶ ἀποθνῄσκειν αὐτὸν ἐχρῆν καὶ πάλιν ἐπιστρέφειν εἰς τὴν γῆν ἐξ ἧς ἐλήφθη, μετὰ τὴν καταδίκην; Πάντως οὐδαμοῦ, ἀλλ’ ἢ ἐν ᾅδῃ ζῶντα ἔδει κατακριθῆναι αὐτόν, μηδεμίαν ἐκτότε ἀνάκλησιν σωτηρίας ἔχοντα· καὶ λοιπὸν οὔτε γένεσις οὔτε κόσμου αὔξησις εἰς πλῆθος καὶ ἀπώλετο τὸ τοιοῦτον καὶ τηλικοῦτον σοφίας Θεοῦ ἔργον ὁ ἄνθρωπος.

Ἐπεὶ δὲ πρὸ τῶν αἰώνων ἐγίνωσκεν ὁ Θεὸς ὅτι παραβῆναι μέλλει καὶ τὴν ἐκ παλιγγενεσίας αὐτοῦ ἀνάπλασιν προωρίσατο, διὰ τοῦτο καὶ τοὺς τῆς ἀναπλάσεως ἀρραβῶνας, μετὰ τὸ κτίσαι αὐτὸν πάντα καὶ καταπαῦσαι καὶ τοὺς καιροὺς καὶ τοὺς αἰῶνας ἐν ταῖς ἑπτὰ ἡμέραις μυστικῶς προσημᾶναι, οἱονεὶ ζύμην καὶ σπόρον καὶ μερίδα ἀφ’ ἑνὸς ἑκάστου τῶν ἔργων αὐτοῦ ὕστερον ἔλαβεν, ἵνα τὰς ἐκ τῶν ἔργων μερίδας τῶν κτισθέντων ἐν ταῖς ἑπτὰ ἡμέραις μὴ ἐν αὐταῖς αὐτὰς ἀλλ’ ἐν τῇ ὀγδόῃ λαβών, τὸν μέλλοντα αἰῶνα διὰ τῆς ἐν αὐτῇ δημιουργίας προϋπογράψῃ, μὴ ἀριθμήσας ταύτην ταῖς ἑπτὰ μηδὲ δήλην αὐτὴν ποιήσας, ἀλλ’ ἀγνοουμένην μὲν εἴασε κεῖσθαι αὐτὴν ὅλως τοῖς πρὸ τοῦ νόμου, δηλωθεῖσαν δὲ τοῖς ἐν νόμῳ προφήταις ἀμυδρῶς πως καὶ ἀπαγγελθεῖσαν πεποίηκε, φανερωθεῖσαν δὲ ἡμῖν τοῖς πιστοῖς καὶ διαυγάσασαν ὡς ἐν πρωΐᾳ, καθὰ δὴ καὶ προσδοκῶμεν τὸν ἄδυτον τῆς δικαιοσύνης ἥλιον ὅσον οὔπω ἐξανατεῖλαι. Μερίδας δὲ εἶπον λαβεῖν αὐτὸν ἐκ μὲν τῆς γῆς ἁπάσης ὡς χωρίον ἓν ἐν ᾧ ἐφύτευσε τὸν παράδεισον, ἐκ δὲ τοῦ ὅλου σώματος τοῦ Ἀδὰμ μίαν πλευρὰν ἤτοι μέλος ἕν, ἐκ δὲ τῶν ἡμερῶν οὐδέν.

Τίνα τρόπον; Ἐπειδὴ αἱ μὲν μερίδες αὗται ἐλήφθησαν ὡς ἀνακαινισθῆναι δι’ αὐτῶν τὰ συγγενῆ καὶ συμφυῆ καὶ τοῖς οὐρανίοις συναφθῆναι ὀφείλοντα, αἱ δὲ ἡμέραι, οὐκ ἀνακαινισθῆναι ἀλλὰ τελείως παυθήσεσθαι μέλλουσαι ὑπὸ τῆς ἡμέρας ἐκείνης, ἐάθησαν, καὶ τούτου ἕνεκεν μερίδα ἀνακαινισμοῦ οὐκ ἔλαβεν ἐξ αὐτῶν ὁ Θεός, ἀπὸ τῶν αἰώνων δὲ ἔλαβε. Πῶς; ἄκουσον.

Ἑπτὰ ὤφειλον πληρωθῆναι αἰῶνες κατὰ τὸν ἀριθμὸν τῶν ἑπτὰ ἡμερῶν. Οἱ μὲν οὖν ἓξ ἤδη παρῆλθον, ὁ δέ γε ἕβδομος οὐ τελειοῦται, ἀλλ’ ἐξ αὐτοῦ λαμβάνει τὴν μερίδα καὶ ἐπισυνάπτει τῷ ἀϊδίῳ καὶ μὴ ἔχοντι τέλος αἰῶνι. Τὸ δέ, πόσον προώρισε λαβεῖν, ἢ πότε τὸ τέλος τῶν ἡμερῶν τούτων μέλλει γενέσθαι, οὐδεὶς οἶδεν εἰ μὴ μόνη ἡ ἁγία Τριάς, ἡ μία καὶ ἀδιαίρετος θεότης. Τὸ γὰρ παρὰ τοῦ Σωτῆρος ῥηθὲν Ἰησοῦ Χριστοῦ, ὅτι οὐδὲ ὁ Υἱὸς ταύτην οἶδε τὴν ἡμέραν καὶ ὥραν, κατὰ τὴν τῆς ἀνθρωπότητος αὐτοῦ φύσιν εἶπεν ἀγνοεῖν οὐ κατὰ τὴν τῆς θεότητος. Τίνος οὖν ἕνεκεν ἀπὸ τῶν ἡμερῶν μερίδα οὐκ ἔλαβεν, ἀπὸ δὲ τῶν αἰώνων λαμβάνει; Ἐπειδὴ οἱ μὲν αἰῶνες οὗτοι ἀπὸ ἡμερῶν καὶ ἑβδομάδων μετρούμενοι αἰῶνες καλοῦνται, ὁ δὲ μέλλων αἰὼν καὶ ἀΐδιος, οὐ μετρητὸς ὑπὸ ἡμερῶν, ἀλλ’ ἀμέτρητος καὶ ἔστι καὶ ἔσται καὶ ἀτελεύτητος· ἡμερῶν οὖν μὴ μελλουσῶν εἶναι, ἀλλ’ αἰῶνος, οὐκ ἐκ τῶν ἡμερῶν μερίδα, ἀλλ’ ἐκ τῶν αἰώνων, τῷ μέλλοντι αἰῶνι λαβὼν συνάπτει. Ἡ μέντοι μερὶς τῆς γῆς, αὐτὸς δηλαδὴ ὁ παράδεισος, τύπος τῆς ἄνω Ἱερουσαλήμ, φημὶ δή, τῆς βασιλείας τῶν οὐρανῶν, ἦν, ἐν ᾧ καὶ τὸν ἄνθρωπον ἔθετο ὁ Θεός, ἵνα ἀπὸ τοῦ τύπου καὶ τῆς σκιᾶς ἐπὶ τὴν ἀλήθειαν κατὰ προκοπὴν ἀναχθῇ. Τὸ δὲ ξύλον τῆς ζωῆς τὸ ἐν μέσῳ τοῦ παραδείσου εἰκὼν ἦν τῆς αἰωνίου ζωῆς, ἥτις ἐστὶν ὁ Θεός.

Ἡ δὲ πλευρὰ τοῦ Ἀδὰμ ἡ εἰς γυναῖκα οἰκοδομηθεῖσα τύπος ὑπῆρχε τῆς Ἐκκλησίας, ἕτερον πάλιν ὂν καὶ τοῦτο οἰκονομίας μυστήριον, ἵνα, ὁπόταν ἐκπέσῃ ἀπὸ τῆς εἰκόνος τῆς εἰς τύπον γεγονυίας τῆς βασιλείας τῶν οὐρανῶν, ὃς ἦν ὁ παράδεισος, καὶ τῆς τοῦ ξύλου ζωῆς, διὰ τῆς πλευρᾶς τῷ Χριστῷ καὶ Θεῷ συναφθῇ καὶ εἰς ἐκεῖνο πάλιν αὐτὸ τὸ ἀρχαῖον καὶ πρῶτον ἀναχθῇ κάλλος.

Ἐπειδὴ δὲ ἡ Εὔα πρώτη ἀπατηθεῖσα τὴν ἐντολὴν παρέβη καὶ τοῦ καρποῦ ἀπεγεύσατο, εἶτα δέδωκε τῷ Ἀδὰμ κἀκεῖνος ἔφαγε, μετανοῆσαι δὲ καὶ προσπεσεῖν τῷ Δεσπότῃ οὐδαμῶς ἠβουλήθησαν, ἐξορίζονται ἐκεῖθεν καὶ εἰς τὸν κόσμον τοῦτον οἰκεῖν κατεκρίθησαν. Ὅρα δὲ καὶ τῆς ἐπ’ αὐτῷ τοῦ Θεοῦ προνοίας τὴν ἄφατον ἀγαθότητα. Ἐπειδὴ γὰρ ἅπαξ ὑπὸ τῆς ἁμαρτίας εἰς φθορὰν κατηνέχθη, ἵνα μὴ πρὸ καιροῦ φαγὼν ἀπὸ τοῦ ξύλου τῆς ζωῆς ἀθάνατος γένηται, —καὶ ἔσται φθαρτὸς μέν, ἀθάνατος δέ, καὶ οὕτως ἀθάνατον γένηται τὸ κακόν—, ἔθετο τὴν φλογίνην ῥομφαίαν ὁ Θεὸς φυλάσσειν τὴν εἴσοδον τοῦ ξύλου τῆς ζωῆς.

δʹ. Περὶ τοῦ κατακλυσμοῦ καὶ τίνων εἰκόνες ἦσαν τὰ ἐν τῇ κιβωτῷ· καὶ περὶ τοῦ Ἀβραὰμ καὶ τοῦ κατ’ ἐκλογὴν λήμματος καὶ τί ἐστι τὸ λῆμμα τοῦτο· καὶ περὶ τοῦ Ἰσραὴλ καὶ τῆς περιτομῆς. Τοιγαροῦν καὶ γνόντες ἀλλήλους ἐτέκνωσαν καὶ ἐποίησαν υἱοὺς καὶ θυγατέρας καὶ «ἐκάλεσεν Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ ζωήν, ὅτι αὕτη ἦν μήτηρ πάντων τῶν ζώντων».

Ἀλλὰ γὰρ πληθυνθέντων τῶν ἀνθρώπων καὶ εἰς βάθος ἐμπεσόντων κακῶν καὶ εἰς πλῆθος ἁμαρτημάτων πολύ, μέλλων ὕδατι κατακλύσαι τὸν κόσμον ὁ Θεὸς καὶ ἀπαλεῖψαι τὸν ἄνθρωπον ἐκ τῆς γῆς, τὴν μερίδα καὶ αὖθις οὐκ ἐγκατέλιπεν, ἀλλὰ τὸν Νῶε καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ ἐν τῇ κιβωτῷ διεσώσατο. Ἡ δὲ κιβωτὸς πάλιν τῆς Θεοτόκου καὶ ὁ Νῶε τοῦ Χριστοῦ τύπος ἦν, οἱ δὲ σὺν τῷ Νῶε ἄνθρωποι τοῦ ἐξ Ἰουδαίων λήμματος ἀπαρχή, αὐτῶν τῶν εἰς Χριστὸν μελλόντων πιστεύειν, τὰ δὴ θηρία καὶ πάντα τὰ κτήνη καὶ τὰ πετεινὰ καὶ ἑρπετὰ τύπος ὑπῆρχον τῶν ἐθνῶν. Ἔνθεν τοι καὶ ἡ κιβωτὸς μετὰ τὸν κατακλυσμὸν εἶχε τὸν Νῶε, ἡ θεοτόκος δὲ Μαριὰμ τὸν σαρκωθέντα Θεὸν καὶ ἄνθρωπον· ἀλλ’ ἐκεῖνον μὲν μόνον σὺν τοῖς μετ’ αὐτοῦ ἡ κιβωτὸς διεσώσατο, οὗτος δὲ καὶ τὴν κιβωτὸν καὶ πάντα τὸν κόσμον τοῦ κατακλυσμοῦ τῆς ἁμαρτίας καὶ τῆς τοῦ νόμου δουλείας καὶ τοῦ θανάτου ἐρρύσατο.

Ἀλλὰ γὰρ μετὰ τὸν κατακλυσμὸν εἰς ἀγνωσίαν καὶ αὖθις Θεοῦ κατενεχθέντες οἱ ἄνθρωποι καὶ ὡσαύτως πάλιν τραχηλιάσαντες διὰ τὸ εἶναι αὐτοὺς χεῖλος ἕν, ἤτοι γλῶσσαν καὶ φωνὴν μίαν, πύργον οἰκοδομεῖν ἤρξαντο καὶ εἰς οὐρανοὺς ἀνελθεῖν ἐπεχείρουν, ἰσοθεΐαν καὶ αὖθις ἐν ἑαυτοῖς φαντασθέντες.

Τοίνυν καὶ συγχέειν μέλλων ὁ Θεὸς τὰς γλώσσας αὐτῶν κἀκ τούτου διαμερίσαι καὶ διασπεῖραι αὐτοὺς ἐν πάσῃ τῇ γῇ, ὡς πολλὰ μέλη ἐκ τῆς τοῦ Ἀδὰμ πλευρᾶς γεγονότας καὶ εἰς ἓν σῶμα τῇ μιᾷ διαλέκτῳ ὄντας, πάλιν ἐκ τούτων ἔλαβε τὴν μερίδα αὐτοῦ, ἤτοι τὴν πλευράν, καὶ τὸ λοιπὸν σῶμα εἰς πολλὰς ποιήσας μελῶν μερίδας διέσπειρε· καὶ ἐκάλεσεν αὐτοὺς ἔθνη, ἄγνοιαν Θεοῦ παντελῶς ἔχοντας.

Τὴν γοῦν μερίδα ταύτην αὐτοῦ ὠνόμασεν Ἰσραήλ, τουτέστιν ὁρῶντα Θεόν· αὕτη δὲ ἦν ὁ Ἀβραὰμ ἐν ᾧ κατὰ διαδοχὴν ὑπῆρχεν ἄνωθεν τὸ τῆς πίστεως καὶ τῆς θεογνωσίας σπέρμα διασωθέν, ᾧ καὶ ὤφθη λέγων· «Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω· καὶ ποιήσω σε εἰς ἔθνος μέγα»· ᾧ καὶ δέδωκε τὴν περιτομήν, οἱονεὶ σύσσημον καὶ σφραγῖδα γνωρίσας αὐτῷ ταύτην· καὶ ὤμοσεν αὐτῷ πληθῦναι τὸ σπέρμα αὐτοῦ ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης. Μετὰ ταῦτα δὲ ὤφθη πάλιν αὐτῷ ὁ Θεὸς καί φησι· «Γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σοῦ ἐν γῇ οὐκ ἰδίᾳ», τὴν εἰς Αἴγυπτον κάθοδον τοῦ Ἰωσὴφ καὶ Ἰακὼβ τοῦ πατρὸς αὐτοῦ καὶ τῶν ἀδελφῶν αὐτοῦ προμηνύων αὐτῷ· ἐξ ὧν καὶ ἐπληθύνθη ἐκεῖ ἡ μερὶς αὕτη καὶ ἐγένετο εἰς ἔθνος μέγα, οὓς καὶ διὰ Μωσέως ἐκεῖθεν ἐξήγαγε, τὸν ἀμνὸν πρότερον αὐτοῖς τὸν τοῦ ἀληθινοῦ ἀντίτυπον ἑστιάσας. Εἶτα καὶ διασχίσας τὴν θάλασσαν καὶ διαβιβάσας αὐτοὺς καὶ εἰς τὴν ἔρημον ἀναγαγὼν καὶ διαθρέψας αὐτοὺς ἐκεῖ τεσσαράκοντα ἔτη, ἐγενήθη «μερὶς Κυρίου, λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ».

Εἶχον οὖν οὗτοι τὴν περιτομὴν ὡς σφραγῖδα καὶ πάντες περιετέμνοντο καὶ ἦν ἐκ τούτου ἡ μερὶς Κυρίου, ὡς εἴρηται, γνώριμος καθαπερεὶ προβάτων ἀγέλη βασιλικῶν, ἕκαστον αὐτῶν σφραγῖδα τὴν περιτομὴν ἐν τῷ κρυπτῷ μορίῳ ἐπιφερόμενον· καὶ τοῦτο πρὸς τὸ μὴ συμμίγνυσθαι τοῖς λοιποῖς προβάτοις, ἤγουν τοῖς ἔθνεσι, τοῖς εἰς θηρίων καὶ ἀλόγων τάξιν ὑπὸ τῆς τοῦ Θεοῦ ἀγνωσίας κατενεχθεῖσι, σοφῶς ᾠκονομήθη ἀπὸ Θεοῦ. Διὰ τί δὲ οὐκ ἐν ἄλλῳ μέρει τοῦ σώματος, ἀλλ’ ἐν αὐτῷ τὴν σφραγῖδα ὑπέθετο γίνεσθαι;

Ἐπειδὴ ἐξ αὐτοῦ ἡ σπορὰ προέρχεται καὶ ἡ κατὰ σάρκα γένεσις τοῦ ὅλου ἀνθρώπου γίνεται. Ἄλλως τε δὲ καὶ ὡς ὅλον ἄνθρωπον τὴν σάρκα ἀποδυόμενον διὰ τούτου ἡμῖν ὑποζωγραφεῖ, ὡς ἂν ἐκ ταύτης κἀκεῖνοι ὡς τῆς σαρκὸς τέκνα γνώριμοι ὦσι καὶ τύπος γένηται τῆς πνευματικῆς περιτομῆς τῶν δίχα ῥεύσεως καὶ συνουσίας καὶ φθορᾶς ἀναγεννᾶσθαι μελλόντων ὕστερον τέκνων πνευματικῶν, ἵν’ ὅταν ἐκείνη φανῇ, αὐτὴ τηνικαῦτα παυθῇ καὶ ἐν τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ἕκαστον τῶν προβάτων ἀντ’ αὐτῆς τῷ αἵματι τοῦ Χριστοῦ σφραγισθῇ, ἐν τῇ ἀχειροποιήτῳ περιτομῇ δηλονότι κατὰ τὸν Παῦλον καὶ τῇ ἀπεκδύσει τῆς σαρκός, αὐτοῦ φημι τοῦ γηΐνου φρονήματος, περιτεμνομένων ἡμῶν μυστικῶς μέν, ἐν αἰσθήσει δὲ ψυχῆς καὶ γνώσει γινομένων αὐτῆς.

εʹ. Ὅτι τῷ παραχθέντι πρώτῳ κατ’ ἀρχὰς κόσμῳ ἕτεροι δύο συνεπεγένοντο, ὧν ὁ ἔσχατος τύπος ἐστὶ τῶν μετὰ ταῦτα μελλόντων γενέσθαι, μέσος τις ὢν τῶν ἀρχαίων καὶ τῶν ἐς ὕστερον· καὶ τίνος ἦν εἰκὼν ἡ τῆς ἐπαγγελίας γῆ καὶ τὰ ἑξῆς. Ὁ μὲν οὖν λαὸς οὗτος ὁ ἐκ τοῦ σπέρματος Ἀβραάμ, ἤγουν ἡ μερὶς ἡ ἐκ τῆς πλευρᾶς τοῦ Ἀδάμ, οἷα δὴ νέος ἄλλος τις καὶ τρίτος κόσμος ὑπὸ τοῦ Θεοῦ κατέστη, εἰκόνα τοῦ πρώτου φέρων ἐκείνου κόσμου καὶ παραδείσου καὶ αὐτοῦ <τοῦ> δευτέρου, τοῦ ἐν τῇ κιβωτῷ δηλονότι, οὐ μόνον δέ, ἀλλὰ καὶ τύπον τῶν μετὰ ταῦτα μελλόντων γενέσθαι, μέσος τις ὢν καὶ τὰ μὲν ἀρχαῖα τοῖς εἰς ὕστερον ὑπογράφων, τοῖς δέ γε ὕστερον τὰ ἀρχαῖα σημαίνων συνάπτεσθαι. Εἶχε γὰρ τὴν γῆν τῆς ἐπαγγελίας ἀντὶ τοῦ παραδείσου ἐκείνου παράδεισον ἄλλον δεύτερον, τὴν κιβωτὸν ἀντὶ τῆς Θεοτόκου, προμηνύων ἡμῖν δι’ αὐτῶν καὶ ἐξεικονίζων τὴν ἐν ἀνακαινώσει Πνεύματος ἁγίου μέλλουσαν ἔσεσθαι τοῖς ἁγίοις ἐν ἐκείνῳ ἐπάνοδον καὶ κληρονομίαν. Εἶχε τὸν νόμον, ὡς τὴν ἐντολὴν οἱ προπάτορες· ἐδήλου δὲ διὰ τῆς τοῦ νόμου δουλείας τὴν ὑπὲρ νόμον δοθήσεσθαι μέλλουσαν ἐλευθερίαν ἐν νόμῳ πνευματικῷ. Εἶχε τὴν στάμνον τοῦ μάννα ἀντὶ τοῦ ξύλου τῆς ζωῆς τοῦ ἐν μέσῳ τοῦ παραδείσου, οὗ φαγεῖν οὐκ ἐάθησαν ἐκεῖνοι, εἰκόνα φέρουσαν καὶ δηλοῦσαν τὴν στάμνον τὴν τὸν Χριστὸν φέρειν ἐντὸς μέλλουσαν.

Εἶχε τὸ μάννα ἀντὶ τοῦ Χριστοῦ· αὐτὸς γάρ ἐστιν ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβὰς καὶ ζωὴν αἰώνιον τῷ κόσμῳ διδούς· διὰ τοῦτο γὰρ καὶ τὸ μάννα ἐξ οὐρανῶν ἦν· «Ἄρτον γάρ, φησίν, ἀγγέλων ἔφαγεν ἄνθρωπος.» Καὶ συνελόντα εἰπεῖν, παράδεισον αὐτὸν νέον πεποιηκώς, πολλὰ τοῦ παραδείσου ἐκείνου τιμιώτερά τε καὶ ὑψηλότερα ἐν αὐτῷ ἔθετο, ὅσῳ καὶ μειζόνων ἐπαγγελιῶν καὶ πραγμάτων τύπος ἦν.

Ἔθετο καὶ γὰρ ἐν αὐτῷ τὸν Μωϋσῆν, καθάπερ ἐκεῖ τὸν Ἀδάμ· καὶ ἐλάλει αὐτῷ ὁ Θεὸς ὡς τῷ Ἀδὰμ καὶ ὁ Μωϋσῆς ἐλάλει τῷ Θεῷ καθὼς ὁ Ἀδάμ· ἀλλ’ οὐκ εἶχεν ὁ Ἀδὰμ ὡς οὗτος ἐπαγγελίας ἐλπίδα τοῦ σωματικῶς ἐκεῖσε παραγενέσθαι τὸν μονογενῆ τοῦ Θεοῦ Υἱὸν καὶ Θεόν. Εἶχεν ἐκεῖνος τὸ ξύλον τῆς ζωῆς, οὐκ ἐκείνην δὲ αὐτὴν τὴν ζωήν· οὗτος δὲ ἐκδηλοτέραν μὲν ὑπὲρ τὸ τῆς ζωῆς ξύλον τὴν τοῦ Πνεύματος χάριν ἐν τοῖς προφήταις ἐκέκτητο, τὴν τελείαν καὶ ἀληθινὴν ζωὴν ἐν τῷ Χριστῷ δοθήσεσθαι κατεπαγγελλομένοις. Εἶχεν ὁ παράδεισος ἐκεῖνος ἄπονον ζωὴν καὶ ἀμέριμνον, δένδρα τε καὶ καρποὺς ὡραίους εἰς βρῶσιν· εἶχε καὶ οὗτος τὸ μάννα ἐξ οὐρανοῦ τροφὴν αὐτοσχέδιον, ὥσπερ εἴρηται· ἔπινόν τε ἐκ πέτρας ἀκολουθούσης ὕδωρ ὑπὲρ μέλι γλυκάζον· οὐ μὴν ἀλλὰ γὰρ καὶ «τὰ ἱμάτια αὐτῶν καὶ τὰ ὑποδήματα οὐκ ἐπαλαιοῦντο οὐδὲ ἐφθείροντο», ἀλλὰ συνηύξανον καὶ ταῦτα τοῖς αὐτῶν σώμασι καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν. Εἶχον οἱ ἐν τῷ πρώτῳ παραδείσῳ ἀπειλὴν θανάτου καὶ κατάρας ἐν τῇ παραβάσει τῆς ἐντολῆς· εἶχον οἱ ἐν τούτῳ ἀφέσεως ἁμαρτιῶν ἐλπίδα καὶ εὐλογίαν ζωῆς αἰωνίου ἐν τῷ μὴ πληρῶσαι τὸν νόμον τοῦ Θεοῦ τινα ἐξ αὐτῶν, τοῦ Χριστοῦ ἐλθεῖν κατεπαγγελλομένου καὶ ποιῆσαι τὸ ἀδύνατον παρ’ ἐκείνοις δυνατόν, οὐχὶ πρὸς κατάκρισιν τῶν μὴ φυλαξάντων, ἀλλὰ πρὸς σωτηρίαν τῶν πιστευσάντων.

Εἶχεν ὁ πρῶτος τὴν φλογίνην ῥομφαίαν φυλάττουσαν τὴν εἴσοδον τοῦ ξύλου τῆς ζωῆς καὶ ἀπείργουσαν ἐξ αὐτοῦ τὸν Ἀδὰμ καὶ τοὺς ἐξ αὐτοῦ· εἶχεν οὗτος τὸν ἀρχιστράτηγον Μιχαήλ, τοὺς ἐν αὐτῷ μᾶλλον περισκέπτοντα καὶ φυλάσσοντα, τὰ δὲ διασπαρέντα ἔθνη τοῦ εἰσελθεῖν ἐν αὐτῷ μὴ παραχωροῦντα. Προῳκονόμησεν ἐκεῖ ὁ Θεός, ἵνα διὰ τῆς πλευρᾶς τοῦ Ἀδὰμ ἡ τοῦ Ἀδὰμ ἀνάπλασις γένηται· καὶ διὰ τοῦτο ἐκ τοῦ ἀνδρὸς τότε ἄνευ συνουσίας γέγονεν ἡ γυνή, ὡς ἂν ἐκ τῆς γυναικὸς πάλιν ἡ πλευρὰ ληφθῇ τοῦ Ἀδὰμ καὶ ἄνευ ῥεύσεως καὶ συνουσίας γεννηθῇ ἀνὴρ ὁ Χριστὸς καὶ Θεὸς καὶ δι’ αὐτοῦ ὁ Ἀδὰμ ἀνακαινισθῇ· προεπηγγείλατο ἐν τούτῳ τῷ παραδείσῳ ὁ Θεὸς τῷ Ἀβραὰμ εἰσαγαγεῖν ἐν τῷ σπέρματι αὐτοῦ πάντα τὰ ἐξωσθέντα ἔθνη καὶ μίαν ποίμνην αὐτοὺς ἀπεργάσασθαι.

Ἐπεὶ οὖν οἱ ἐν τοῖς ἀγαθοῖς τούτοις ὄντες καὶ πρὸ τοῦ εἰσελθεῖν εἰς τὴν τῆς ἐπαγγελίας γῆν καὶ μετὰ τὸ εἰσελθεῖν παρέβησαν καὶ αὐτοὶ τὴν ἐντολὴν τοῦ Θεοῦ τὴν λέγουσαν· «Ἄκουε, Ἰσραήλ· Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι καὶ οὐ προσκυνήσεις θεῷ ἀλλοτρίῳ» καὶ «ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις καὶ ἤσθιον καὶ ἔπινον τὸν οἶνον τῶν σπονδῶν αὐτῶν καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, ἀπέκτεινάν τε τοὺς ἁγίους καὶ ἐλιθοβόλησαν τοὺς προφήτας, ἐστράφησαν εἰς τόξον στρεβλὸν καὶ παρώξυναν ἐπ’ ἀλλοτρίοις καὶ ἐν βδελύγμασιν αὐτῶν τὸν Θεὸν τὸν θρέψαντα αὐτοὺς ἐν τῇ ἐρήμῳ καὶ ἐπελάθοντο αὐτοῦ»—τί οὖν ὁ παρὰ πάντα τὰ ἔθνη ἐκλεξάμενος αὐτοὺς Κύριος; Ὠργίσθη καὶ ἀπεστράφη αὐτούς; Οὐδαμῶς, ἀλλὰ ἀπέστειλε τὸν Υἱὸν αὐτοῦ κατακλύσαι τὰς ἁμαρτίας αὐτῶν, ἐπειδὴ ἐφθάσθησαν ὁμοιωθῆναι καὶ οὗτοι τοῖς ἔθνεσι, καθὼς γέγραπται· «Καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι καὶ ἔμαθον τὰ ἔργα αὐτῶν» καὶ «οὐ συνῆκαν ἐν τιμῇ ὄντες.» Τοιγαροῦν ἀναμνήσθητί μοι τῆς κιβωτοῦ, τῶν υἱῶν Νῶε καὶ τῶν θηρίων καὶ ἑρπετῶν τῶν ἐν αὐτῇ τότε εἰσεληλυθότων, ὡς εἶπον, τὰ ἐν αὐτῇ διηγούμενος, τὸν μὲν Νῶε τύπον εἶναι τοῦ Χριστοῦ, τοὺς υἱοὺς δὲ αὐτοῦ τοῦ ἐν τῷ νόμῳ λαοῦ, τὰ δὲ θηρία καὶ τὰ ἑρπετὰ τῶν ἐθνῶν.

Οἱ γοῦν ἐν τῷ νόμῳ ἄνθρωποι, οἱ μερὶς Κυρίου κληθέντες, ὁ κλῆρος αὐτοῦ, τοῖς θηρίοις εἴτ’ οὖν τοῖς ἔθνεσιν ἐξωμοιώθησαν· καὶ θέλων αὐτοὺς ὁ Θεὸς ἀνακαλέσασθαι καὶ εἰς τὸ ἀρχαῖον πάλιν ἀποκαταστῆσαι κατῆλθεν ἐπὶ γῆς καὶ ἐσαρκώθη, λαβὼν τὴν πλευρὰν τοῦ Ἀδὰμ ἐκ τῶν πανάγνων τῆς Θεοτόκου σαρκῶν, καὶ ἐγένετο ἄνθρωπος, ὁμοιωθεὶς ἡμῖν κατὰ πάντα πλὴν ἁμαρτίας. Τί τοῦτο; Ἵνα καὶ τοὺς ἐν νόμῳ φυλάξαντας τελειώσῃ διὰ τῆς εἰς αὐτὸν πίστεως, καὶ τοὺς εἰς εἰδωλολατρείαν ἐξ αὐτῶν ἐκπορνεύσαντας διὰ πίστεως τῷ λοιπῷ σώματι ἐπισυνάψῃ, καὶ οὕτως δικαιωθῶσιν ὡσαύτως καὶ τὰ ἔθνη διὰ τῆς πίστεως κατὰ τὸ οὕτως εἰρημένον ὑπὸ τοῦ Παύλου· «Εἰ γὰρ τὸ αὐτῶν παράπτωμα πλοῦτος, φησί, τοῦ κόσμου γέγονε, πόσῳ μᾶλλον ἡ σωτηρία αὐτῶν γενήσεσθαι ἔμελλεν;» Ἀλλ’ ἡ θεωρία τοῦ εἰρημένου ὅσον ἀπὸ τοῦ γράμματος νοεῖν μοι καὶ ἕτερόν τι σαφῶς ὑποτίθεται. Ἀλλὰ προσέχετε, ἵνα γνῶτε καλῶς τί ἐστιν ὃ λέγει ὁ θεῖος Ἀπόστολος· «Εἰ τὸ αὐτῶν παράπτωμα πλοῦτος κόσμου γέγονε, πόσῳ μᾶλλον ἡ σωτηρία αὐτῶν γενήσεσθαι ἔμελλεν;»

ϛʹ. Εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου· «Εἰ γὰρ τὸ αὐτῶν παράπτωμα πλοῦτος κόσμου γέγονε» καὶ τὰ ἑξῆς· καὶ προσωποποιΐα τῶν ἑκατέρων λαῶν, τῶν ἐθνῶν φημι καὶ τοῦ Ἰσραήλ. Ἀπὸ τῆς διασπορᾶς τῶν ἐθνῶν, ὡς ἔφθην εἰπών, μερὶς Κυρίου γέγονεν ὁ Ἰσραήλ. Ὁ γοῦν Ἰσραὴλ οὗτος, εἰς ἔθνος μέγα καὶ λαὸν πολὺν γεγονώς, ἐξώκειλεν εἰς εἰδωλολατρείαν, καθὼς ἐποίουν τὰ ἔθνη· καὶ ὀλίγοι λίαν ὡς ζύμη τις καὶ μερὶς τῷ Θεῷ ἐφυλάχθησαν. Ἐλθόντος οὖν τοῦ Χριστοῦ, εἰ ἐπίστευσαν αὐτῷ καὶ προσεκύνησαν ὡς Θεῷ, ἔμελλον ἅπαντες, δίκαιοί τε καὶ ἄδικοι, θεοσεβεῖς καὶ εἰδωλολάτραι, εἰς ἓν γενέσθαι καὶ ἅμα σωθήσεσθαι. Καὶ εἰ τοῦτο γέγονεν, ἔλεγον ἂν τὰ ἔθνη πρὸς αὐτόν· «Θεὲ τοῦ παντὸς καὶ Δέσποτα, Κύριε τῶν αἰώνων, ἰδοὺ χωρὶς ἔργων δικαιοσύνης τινῶν πάντας αὐτοὺς ἔσωσας. Τί οὖν; Ἡμεῖς δὲ οὐκ ἐσμὲν ἔργα χειρῶν σου καὶ πλάσμα;» Ἀντέλεγον δὲ τούτοις οἱ Ἰουδαῖοι ἃ δὴ καὶ ἔλεγον· «Οὐχί, ἀλλ’ ἡμεῖς ἐσμεν μόνοι μερὶς αὐτοῦ, ἡμεῖς μόνοι κλῆρος αὐτοῦ· πρὸς ἡμᾶς αἱ πλάκες τῆς διαθήκης, ἡ περιτομὴ καὶ τὰ λοιπὰ ἃ μόνοις ἡμῖν ἐπηγγείλατο καὶ ἡμῖν δέδωκεν, ὑμῖν δὲ οὐδαμῶς δώσει.»

Πρὸς ταῦτα πάλιν ἂν ἀνθυπέφερον τὰ ἔθνη, λόγου μὴ ἀξιοῦντα τοὺς φθονεροὺς Ἰουδαίους· «Ἡμᾶς μέν, ὦ Δέσποτα καὶ Λόγε Θεοῦ, ἀξίως ὡς ἀναξίους ἀπώσω, ὡς σκληροτραχήλους καὶ ἀνηκόους ἀνεπιμελήτους καταλιπών, καὶ λιμῷ ἀγνωσίας καὶ δίψει ἀνυδρίας τοῦ μὴ ἀκοῦσαι ἡμᾶς λόγων ἁγίων σου ἔασας καὶ δικαίως. Εἰς δὲ τούτους αὐτοὺς πᾶσαν ἐπεδείξω ἀγάπην καὶ ἐπιμέλειαν· προφήτας καὶ κριτὰς καὶ διδασκάλους ὡς ὁδηγοὺς καὶ παιδευτὰς δέδωκας αὐτοῖς· νόμον καὶ περιτομὴν καὶ σημεῖα καὶ τέρατα ἐποίησας εἰς αὐτούς· καὶ πάντα ταῦτα εἰς οὐδὲν λογισάμενοι, ἐγκατέλιπόν σε καὶ εἰδώλοις μεθ’ ἡμῶν ὡς θεοῖς προσεκύνησαν· καὶ ἅπερ ἡμεῖς ἐπράξαμεν ἔργα, πάντα καὶ αὐτοὶ διεπράξαντο· καὶ ὁμοίως ἡμῖν ἠρνήσαντό σε τὸν εὐεργέτην. Νυνὶ δὲ μόνῃ τῇ εἰς σὲ πίστει συνεπάθησας αὐτοῖς, ἠλέησας καὶ ᾠκτείρησας καὶ τοῖς μὴ ἁμαρτήσασιν ἁγίοις σου συνηρίθμησας.

Οὐκ ἐλεήσεις δὲ καὶ ἡμᾶς; Οὐκ οἰκτειρήσεις; Οὐ προσδέξῃ, φιλάνθρωπε;» Καὶ οὕτως δικαίως καὶ εὐλόγως τοῖς ἐν περιτομῇ εἰδώλοις θύσασιν οἱ ἐν ἀκροβυστίᾳ συνήπτοντο καὶ οἱ πάντες εἰς ἓν ἐν Χριστῷ γενήσεσθαι ἔμελλον.

Ἐπεὶ δὲ μετὰ τῶν προγενεστέρων αὐτῶν κακῶν καὶ αὐτὸν τὸν Χριστὸν καὶ Θεὸν ὡς κακουργὸν ἀπέκτειναν, τὸν δὲ Βαραββᾶν ὡς ἀντίτυπον τοῦ Ἀντιχρίστου ᾐτήσαντο καὶ ἀπέλυσαν καὶ μετὰ ταῦτα καὶ αὐτοὺς ἐδίωξαν τοὺς ἀποστόλους αὐτοῦ, ἐξορίσας αὐτούς, ὥσπερ εἴπομεν, ἐκ τοῦ παραδείσου, διέσπειρεν εἰς πάντα τὰ ἔθνη, ὡς τὴν τῶν ἐθνῶν ἀνταλλαξαμένους ἀσέβειαν. Τὰ δέ γε ἔθνη τὰ ἐκ τῆς πλευρᾶς τοῦ Ἀδὰμ ὁ τὴν πλευρὰν ἀναλαβὼν τοῦ Ἀδὰμ ἐκ τῆς γυναικὸς καὶ εἰς ἄνδρα τέλειον οἰκοδομήσας αὐτήν, σὰρξ αὐτὸς ὅλος ὁ φύσει Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ δι’ αὐτῆς γεγονὼς καὶ υἱὸς τοῦ Ἀδὰμ κατὰ τὴν φύσιν τοῦ Ἀδὰμ χρηματίσας, πρὸς ἑαυτὸν ἐπεσπάσατο. Τοῦτο ὁ πλοῦτος τοῦ κόσμου· καὶ εἰ τοῦτο γέγονε πλοῦτος κόσμου, πόσῳ μᾶλλον, εἰ κἀκεῖνοι ἐπίστευσαν, γενήσεσθαι ἔμελλον. Ἦν μὲν οὖν ἐκ τῆς πρώτης διασπορᾶς μερὶς ὁ πᾶς Ἰσραὴλ ὃν καὶ προέγνω καὶ προώρισε· καὶ ὅτε ἦλθεν ἐκάλεσεν αὐτὸν εἰς πίστιν τὴν ἑαυτοῦ. Ἐπεὶ δὲ ἐλθεῖν πρὸς αὐτὸν οὐκ ἠθέλησε, λαβὼν ἐκ τῆς ὅλης μερίδος μερίδα μικρὰν τοὺς εἰς αὐτὸν πιστεύσαντας, δηλονότι τὸν Ἰωάννην καὶ πρόδρομον, τοὺς ἀποστόλους καὶ καθεξῆς τοὺς λοιπούς, τὸ πλεῖστον τῆς μερίδος τὸ ἐκ προθέσεως οἰκείας εἰς ἀπιστίαν πεσὸν ἀπέρριψε· καὶ ἀντ’ αὐτῶν εἰσῆλθον τὰ ἔθνη καὶ τῇ κατ’ ἐκλογὴν πίστεως μερίδι ἐκ πίστεως καὶ αὐτοὶ ἐκολλήθησαν.

Καὶ σκόπει μοι ἀπ’ ἐντεῦθεν τὴν τοῦ λόγου καθ’ ὁδὸν προκοπήν, ὅπως ἔρχεται τὰ τῆς καινῆς καὶ θαυμασίας μερίδος ἐκδιηγήσασθαι.

ζʹ. Ὅτι νέος κόσμος ἡ τοῦ Χριστοῦ Ἐκκλησία καὶ νέος παράδεισος ἡ πρὸς αὐτὸν πίστις. Καὶ πρὸς τούτοις ἀνακεφαλαίωσις τοῦ πρώτου κόσμου, ἀντιπαρατιθεμένων τοῖς ἐν ἐκείνῳ πραχθεῖσι τῶν ἐν τῇ Ἐκκλησίᾳ διὰ Χριστοῦ τελεσθέντων. Καὶ πρὸς τὸ τέλος ἐπανάληψις τοῦ ἀποστολικοῦ ῥητοῦ· «Οὓς προέγνω, τούτους καὶ προώρισε ...». Πάλιν μὲν οὖν νέας μερίδος ἀρχὴ καὶ νέου κόσμου καὶ μετὰ τῆς μερίδος φύραμα ξένον, καινὸν καὶ παράδοξον. Τὰ μὲν μέχρι τούτου τύποι καὶ σκιαὶ καὶ αἰνίγματα ταύτης ἦν, αὕτη δὲ ἡ ἀλήθεια καὶ ἡ τοῦ κόσμου παντὸς ἀνακαίνισίς τε καὶ ἀνανέωσις. Ἀλλὰ γὰρ μερὶς μὲν ἡ ἐκ τοῦ Ἀδὰμ γεγονυῖα φθαρτὴ καὶ εἰς πολὺ πλῆθος λαοῦ φθαρτοῦ καὶ θνητοῦ γενομένη ὑπὸ τοῦ κατακλυσμοῦ πᾶσα ἀπώλετο· καὶ Νῶε μόνος ἐξ αὐτῆς καὶ οἱ υἱοὶ αὐτοῦ μερὶς πάλιν ἐκ ταύτης ἐναπελείφθησαν, ἀρχὴ κόσμου δευτέρου. Ἐπεὶ δὲ πάλιν εἰς οὐρανὸν ἀνελθεῖν ἐπεχείρουν, κατακλυσμὸν δὲ μηκέτι ποιήσειν ἐπηγγείλατο ὁ Θεὸς μηδὲ ἀποκτεῖναι πᾶσαν σάρκα ζῶσαν ἐπὶ τῆς γῆς, αὖθις μερίδα ἔλαβε τὸν Ἀβραὰμ κατ’ ἐκλογὴν πίστεως καὶ πάντας ἄλλους εἰς τὸν κόσμον διέσπειρεν. Ἀπὸ ταύτης οὖν τῆς τοῦ Ἀβραὰμ μερίδος μερίδα τοῦ σπέρματος αὐτοῦ, αὐτὴν δὴ τὴν πλευράν, ὡς πολλάκις εἶπον, αὐτὸς ἐκεῖνος ἀνέλαβεν ὁ Θεὸς καὶ ᾠκοδόμησεν ἑαυτῷ καὶ ᾠκοδομήθη εἰς σάρκα δίχα τροπῆς καὶ ἐγένετο ἄνθρωπος οὐ ψιλός.

Οὐδὲ γὰρ ἀπαρχὴ τέκνων σαρκικῶν, λαοῦ φθαρτοῦ, καθὰ καὶ ὁ Νῶε τηνικαῦτα ἐγένετο, ὡς ἄν, ἐν τῷ πληθυνθῆναι καὶ ἀπόλλυσθαι μέλλοντος αὐτοῦ, ἄλλην ἀπαρχὴν πάλιν εἰς ἑτέρου λαοῦ γένεσιν ὕστερον ἐξ αὐτοῦ λάβῃ, ἀλλὰ ἀπαρχὴ ἀθάνατος καὶ ἀείζωος γέγονε τέκνων πνευματικῶν καὶ τὸν χαρακτῆρα ἀναμορφουμένων αὐτοῦ, καθά φησιν ὁ Ἀπόστολος· «Ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ», καὶ ἑτέρωθι· «μέχρις οὗ μορφωθῇ Χριστὸς ἐν ἡμῖν». Οἱ μὲν γὰρ προπάτορες ἅπαντες ἐκεῖνοι θνητοὶ ὑπῆρχον, ὁ δὲ ἐκ τῆς μερίδος τοῦ σπέρματος Ἀβραὰμ τὴν μερίδα λαβὼν καὶ Υἱὸς τοῦ Θεοῦ καὶ αὐτοῦ τοῦ Ἀδὰμ υἱὸς γεγονώς, ἄφθαρτός ἐστι καὶ ἀθάνατος, οὐ γεννῶν σαρκικῶς ἀλλὰ ἀναπλάττων πνευματικῶς.

Καὶ σκόπει μοι τὸν τρόπον τῆς ἀναπλάσεως. Τίς οὗτος; Ἐν τῷ παραδείσῳ ἀπὸ ἀνδρὸς γυνὴ γέγονε, μήτηρ οὖσα πάντων τῶν ἀπὸ γῆς γεννηθέντων· ἐν δὲ τῇ τῶν πιστῶν Ἐκκλησίᾳ ἀπὸ γυναικὸς ἀνὴρ Χριστὸς ὁ Θεὸς ἐγεννήθη, ἀπαρχὴ καὶ ζωὴ πάντων τῶν ἀναγεννωμένων πνευματικῶς ἐκ τῆς εἰς αὐτὸν πίστεως. Ἐκεῖ ξύλον τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, ὃ καὶ μεταληφθὲν θανάτου ἐκείνοις γέγονεν αἴτιον· ἐνταῦθα τὸ ξύλον τοῦ σταυροῦ, ἐν ᾧ τὰς μὲν χεῖρας ἀντὶ τῶν ἁψαμένων χειρῶν τοῦ Ἀδάμ, τοὺς δὲ πόδας ἀντὶ τῶν ἐπὶ τῇ παραβάσει βαδισάντων ποδῶν, προσηλώθη Χριστὸς ὁ δεύτερος Ἀδὰμ καὶ Θεός. Καὶ ὁ μὲν Ἀδάμ, γευσάμενος ἀπὸ τοῦ ξύλου ἐκείνου, θανάτου καὶ κατάρας αἴτιος τοῖς ἐξ αὐτοῦ γέγονεν· ὁ δὲ Χριστὸς καὶ Θεός, χολῆς γευσάμενος καὶ ὄξος πιών, ἐκείνους μὲν τῆς κατάρας ἀπήλλαξε καὶ τῆς τοῦ θανάτου φθορᾶς ἠλευθέρωσε, τοῖς δὲ πιστεύουσιν εἰς αὐτὸν ζωὴν καινὴν ἐδωρήσατο καὶ ἰσάγγελον ἔχειν πολιτείαν ἐν τῷ κόσμῳ τούτῳ ἐνίσχυσεν.

Ἐκεῖ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου ἦν, ὃ καὶ φαγεῖν οἰκονομικῶς οὐ συνεχωρήθη ὁ Ἀδάμ, ἀλλ’ ἐξεβλήθη τοῦ παραδείσου, διὸ καὶ φυλάσσειν ἐτάχθη τὴν τούτου εἴσοδον ἡ φλογίνη ῥομφαία· ἐνταῦθα λόγχῃ τὴν πλευρὰν ἐνύγη Χριστὸς καὶ τὴν ῥομφαίαν ἐκείνην ἀπέστρεψε καὶ τὴν εἴσοδον ἤνοιξε καὶ ἐν ὅλῳ τῷ κόσμῳ τὸ τῆς ζωῆς ξύλον ἐφύτευσε, μᾶλλον μὲν οὖν καὶ καθ’ ἡμέραν τοῦτο φυτεύειν ἐξουσίαν ἡμῖν δέδωκεν, ὃ καὶ ἀθρόον αὐξάνει καὶ ζωῆς αἰωνίου πᾶσι τοῖς ἐσθίουσιν ἐξ αὐτοῦ πρόξενον γίνεται.

Ὢ παραδείσου τοῦ νυνὶ παρὰ Χριστοῦ τοῦ Θεοῦ φυτευθέντος! Ὢ μυστηρίου καινοῦ καὶ θαυμάτων φρικτῶν! Ἐκεῖ μὲν γὰρ δένδρα αἰσθητὰ καὶ ὁρατὰ ὁμολογουμένως ὑπῆρχον ὁ Ἀδάμ τε καὶ ἡ Εὔα, αὐτό τε τὸ ξύλον τῆς γνώσεως καὶ τὸ ξύλον ὁμοῦ τῆς ζωῆς ἕτερον παρὰ τοῦτο ὄν· ἐνταῦθα δὲ ὁ νέος Ἀδὰμ τὰ πάντα ὁμοῦ τοῖς πιστοῖς γίνεται καὶ τρυφὴ καὶ γνῶσις, οὐ θανατοῦσα καὶ τοῦ τῆς ζωῆς ξύλου ἀπείργουσα, ἀλλὰ διδάσκουσα ἃ διὰ ῥημάτων δεῖ τῷ ὄφει δεόντως ἀνταποκρίνεσθαι· «Ἄπελθε, φησίν, ὀπίσω μου, Σατανᾶ» καὶ τὰ ἑξῆς· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ εἰσάγουσα πρὸς τὴν ζωὴν ἥτις αὐτὸς ἐκεῖνος πάλιν ἐστίν.

Ἀλλὰ ποῦ, φησίν, ὁ νέος παράδεισος ὃν λέγεις πεποιηκέναι Χριστόν; Ἰδοὺ γὰρ ὁρῶμεν ὅτι ἅπας ὁ κόσμος, καθὼς ἐξ ἀρχῆς κατεσκευάσθη, ἐστί· καὶ τὴν γῆν κατοικοῦμεν ἐν ᾗ ἐν κόπῳ καὶ μόχθῳ καὶ ἱδρῶτι τοῦ προσώπου ἡμῶν ἐσθίειν κατεκρίθημεν τὸν ἄρτον ἡμῶν. Ποῦ οὖν ὁ παράδεισος ὃν διηγῇ ἡμῖν; Εἰ βούλει μαθεῖν Θεοῦ ἀκαταλήπτου καὶ ἀοράτου ἀόρατα καὶ ἀκατάληπτα τοῖς ἀπίστοις ἔργα τε καὶ μυστήρια, ἐπίστησον ἐντεῦθεν τὸν νοῦν καὶ διηγουμένων γνώσῃ καὶ μαθήσῃ αὐτά.

Πρῶτον ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς καὶ ὕστερον τούτων πάντων οἰκείαις χερσὶ τὸν ἄνθρωπον ἔπλασεν, εἶθ’ οὕτως ἐποίησε τὸν παράδεισον καὶ τὰ ἐν αὐτῷ καὶ ἔθετο τὸν ἄνθρωπον ἐν αὐτῷ ὃν ἐποίησε· καὶ λαβὼν μίαν αὐτοῦ τῶν πλευρῶν ᾠκοδόμησεν αὐτὴν εἰς γυναῖκα καὶ οὕτως ἔδωκεν αὐτοῖς ἐντολὴν τοῦ μὴ φαγεῖν ἀπὸ τοῦ ξύλου τοῦ γνωστοῦ καλοῦ καὶ πονηροῦ, ἵνα μὴ θανάτῳ θανατωθήσονται, ἀλλ’ ἐργάζωνται κατὰ τὴν ἐντολὴν καὶ φυλάσσωσιν. Αὐτοὶ δὲ μετὰ ταῦτα ἀπέστησαν μὲν ἐν πρώτοις τοῦ μεμνῆσθαι Θεοῦ καὶ τῶν εὐεργεσιῶν αὐτοῦ, ἥτις ἦν ἡ ἐργασία ἡ ἀπὸ Θεοῦ δοθεῖσα αὐτοῖς, δεύτερον κατέλιπον τοῦ φυλάσσειν τὴν ἐντολὴν καὶ ἐκ τοῦ ξύλου οὗ ἐνετείλατο αὐτοῖς μὴ φαγεῖν ἔφαγον· καὶ ἀπέθανον εὐθὺς μὲν τὸν ψυχικόν, μετὰ δὲ πολλοὺς χρόνους ὕστερον καὶ τὸν σωματικὸν θάνατον καὶ κατήχθησαν ἐν τῷ ᾅδῃ. Καὶ οὐ μόνον οὗτοι ἀλλὰ καὶ πάντες οἱ ἐξ αὐτῶν γεννηθέντες τοῦτο πεπόνθασι μέχρι τῆς αὐτοῦ τοῦ Χριστοῦ καὶ Θεοῦ τοῦ νέου Ἀδὰμ παρουσίας καὶ τῆς εἰς τὸν ᾅδην αὐτοῦ καταβάσεως καὶ τῆς ἐκ νεκρῶν αὐτοῦ ἀναστάσεως.

Ἀλλὰ γὰρ ἐλθόντος τοῦ τὰ πάντα τότε δημιουργήσαντος καὶ ἀνακαινίσαι ταῦτα θελήσαντος, οὐχὶ κατὰ τὴν ἀκολουθίαν ἣν ἔκτισε ταῦτα καὶ ἀνακαινίσαι ἠθέλησεν. Ἀλλὰ πῶς; Πρῶτον τὸν ἄνθρωπον καὶ οὕτω τὴν κτίσιν ὕστερον.

Τίνα τρόπον καὶ διὰ τί; Ἐπειδὴ τότε μὲν ὡς βασίλεια τῷ Ἀδὰμ τὰ ὁρώμενα πάντα εἰς κατοικίαν καὶ ἀπόλαυσιν αὐτοῦ πρῶτον ηὐτρέπισε καὶ εἶθ’ οὕτως ἐκεῖνον παρήγαγε· νυνὶ δὲ πάλιν, ἐὰν τὴν κτίσιν ἀνακαινίσαι πρῶτον ἠθέλησε καὶ πνευματικὴν αὐτὴν καὶ ἄφθαρτον καὶ ἀΐδιον ἀπεργάσασθαι, ποῦ ἄρα ὁ σάρκα φθαρτὴν περικείμενος, ὁ ψυχικὸς δηλονότι καὶ θνητὸς αὐτὸς ἄνθρωπος, οἰκεῖν ἔμελλεν; Ἐν ποίῳ δὲ κόσμῳ διάγειν τότε καὶ γαμεῖν καὶ ἐκγαμίσκεσθαι, γεννᾶν τε καὶ γεννᾶσθαι καὶ ἀνατρέφεσθαι ὤφειλεν; Ὄντως οὐκ ἔχεις εἰπεῖν. Διὰ τοῦτο οὖν πρῶτον τὸν καταπεσόντα καὶ συντριβέντα καὶ παλαιωθέντα ἄνθρωπον ἀνεγείρει, ἀναπλάττει τε καὶ ἀνανεοῖ, καὶ τότε τὴν κτίσιν.

Ἀλλὰ γὰρ ὥσπερ κατὰ τάξιν τὴν δημιουργίαν καὶ τὴν ταύτης ἔκπτωσιν εἰρήκαμεν, οὕτω δέον εἰπεῖν καὶ τὴν αὐτῆς ἀνακαίνισιν. Σκόπει δὲ τὴν παράθεσιν τῶν παλαιῶν πραγμάτων, ὅπως ἐξ ἰσότητος ἔχει παρατιθεμένη τῇ οἰκονομίᾳ καὶ διαθήκῃ Θεοῦ. Πρῶτον τοιγαροῦν εἰσήχθη ὁ Ἀδὰμ εἰς τὸν παράδεισον ὑπὸ τοῦ Θεοῦ καὶ τότε ἡ Εὔα παρήχθη· πρῶτον καὶ ὁ Υἱὸς τοῦ Θεοῦ, αὐτὸς ὁ ποιητὴς τοῦ Ἀδάμ, κατῆλθε καὶ εἰσῆλθεν ἐν τῇ ἀχράντῳ γαστρὶ τῆς Παρθένου καὶ οὕτως ἔλαβεν ἐξ αὐτῆς τὴν πλευρὰν τοῦ Ἀδάμ, ἤτοι τὴν πανάμωμον σάρκα, καὶ ἐγένετο ἄνθρωπος καὶ προῆλθεν ἐν κόσμῳ ἀντὶ Εὔας τῆς ἀπατηθείσης ὑπὸ τοῦ ὄφεως Ἀδὰμ νέος ὁ κτεῖναι μέλλων τὸν ὄφιν τὸν τὴν Εὔαν ἐξαπατήσαντα.

Πρῶτον ἡ Εὔα ἠπατήθη, λαλήσαντος αὐτῇ τοῦ ὄφεως, καὶ ἀπὸ τοῦ ξύλου ἔφαγε καὶ τὴν ἐντολὴν παρέβη καὶ τὸν θάνατον ἀπέθανε τῆς ψυχῆς· πρώτη ἡ θεοτόκος Μαρία ὑπὸ τοῦ ἀγγέλου εὐαγγελίζεται καὶ τὴν τοῦ Θεοῦ βουλὴν ἀπαγγελθεῖσαν πιστεύει καὶ πείθεται λέγουσα· «Ἰδοὺ ἡ δούλη Κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.» Καὶ οὕτως τὸν τοῦ Θεοῦ Λόγον οὐσιωδῶς ἐν ἑαυτῇ ὑπεδέξατο πρώτη, τὴν ψυχὴν αὐτῆς δηλαδὴ τοῦ αἰωνίου ἐκείνου θανάτου ἐκλυτρωσάμενον. Καὶ τηνικαῦτα σαρκωθεὶς τὸ τοῦ Ἀδὰμ ἀνέπλασε σῶμα, ᾧ τὴν πνοὴν εὐθὺς εἰς ζῶσαν ψυχὴν ἐνεφύσησεν· ἐψυχωμένην γὰρ λαβὼν τὴν πλευρὰν αὐτοῦ ὕστερον καὶ οἰκοδομήσας αὐτὴν εἰς γυναῖκα, οὐχὶ οἰκοδομῆσαι καὶ τὴν πνοὴν γέγραπται. Καὶ ἵνα σαφέστερον εἴπωμεν, οὕτως ἐπεργασώμεθα τοῦτο αὐτὸ τὸ ῥηθέν.

Ἔλαβεν ὁ Θεὸς ἀπὸ τοῦ Ἀδὰμ τὴν τῆς σαρκὸς αὐτοῦ μερίδα καὶ ἀντ’ αὐτῆς ἑτέραν ἀνεπλήρωσε σάρκα, καὶ ἣν ἔλαβεν εἰς ὅλον ᾠκοδόμησεν ἄνθρωπον, ψυχὴν δὲ οὔτε αὐτῷ προσέθηκε τῷ Ἀδὰμ ἀνθ’ ἧς ἔλαβε σὺν αὐτῇ τῇ πλευρᾷ, οὔτε πάλιν ἐν τῇ Εὔᾳ ταύτην ἐπηύξησεν· ἀλλ’ οἷον ἡ μὲν σὰρξ ἡ ληφθεῖσα ἀντὶ τῆς πλευρᾶς ἔσχε τὴν ἀναπλήρωσιν, ἡ δὲ ψυχὴ οὐκέτι. Ἀλλ’ ἔτι τοῦτο σαφέστερον ἄκουε. Ὁ Θεὸς ἐκ τῆς Παρθένου σάρκα ἔννουν καὶ ἐψυχωμένην ἔλαβεν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ καὶ ἄλλην ἀντ’ αὐτῆς ἀνεπλήρωσε· καὶ ταύτην ἐξ ἐκείνης λαβὼν δέδωκεν αὐτῇ τὸ Πνεῦμα αὐτοῦ τὸ ἅγιον καὶ ἀνεπλήρωσεν ἣν οὐκ εἶχεν αἰωνίαν ζωὴν ἡ ψυχὴ αὐτῆς. Ἡ ἀναπληρωθεῖσα γὰρ ἀντὶ τῆς πλευρᾶς τοῦ Ἀδὰμ σὰρξ ἐν τῷ σώματι αὐτοῦ, αὕτη ἦν ὁ ἀρραβὼν καὶ τῆς οἰκονομίας Θεοῦ τὸ ἐχέγγυον, ὡς ἂν ἐκ τῆς πλευρᾶς πάλιν λάβῃ πλευρὰν καὶ δώσῃ ἀντ’ αὐτῆς οὐ σάρκα πάλιν, προανεπληρώθη γάρ, ἀλλὰ Πνεῦμα οὐσιωδῶς Θεοῦ, ἵνα, ὥσπερ ἐκ τῆς πλευρᾶς τοῦ Ἀδὰμ ἡ γυνὴ γέγονε καὶ πάντες ἄνθρωποι θνητοὶ ἐξ αὐτῆς, οὕτω καὶ ἐκ τῆς σαρκὸς τῆς γυναικὸς ὁ ἀνὴρ Χριστὸς ὁ Θεὸς γένηται καὶ ἐξ αὐτοῦ πάντες ἀθάνατοι χρηματίσωσι καὶ ἀναπληρώσῃ ὃ εἶχεν ὁ Ἀδὰμ πλεῖον τῆς γυναικός. Τί δὲ ἦν ὃ εἶχε πλεῖον ἐκεῖνος;

Ἡ σὰρξ ἡ ἀναπληρωθεῖσα ἀντὶ τῆς πλευρᾶς ἐν τῷ σώματι αὐτοῦ. Λαβὼν γάρ, ἵνα πάλιν σοι τὰ αὐτὰ εἴπω, ἐκ τῆς Παρθένου τὴν σάρκα Χριστός, ἔδει ταύτην καὶ αὖθις ἀναπληρῶσαι, καθὼς καὶ τότε ἀνεπλήρωσε τοῦ Ἀδάμ. Ἐπεὶ δὲ οὐ πρὸς φθορὰν καὶ αὖθις ἀλλὰ πρὸς ἀφθαρσίαν ἔμελλε γίνεσθαι, διὰ Πνεύματος καὶ οὐ διὰ σαρκὸς ἡ ἀναπλήρωσις γέγονεν, ὅπως καὶ τὴν φύσιν τοῦ Ἀδὰμ ἀναπλάσῃ καὶ τὰ μέλλοντα γενέσθαι τέκνα Θεοῦ διὰ Πνεύματος ἁγίου τὴν ἀναγέννησιν λάβωσι καὶ οὕτως ἐν Πνεύματι Θεοῦ συγγενεῖς αὐτοῦ ἅπαντες οἱ εἰς αὐτὸν πιστεύοντες γένωνται καὶ σῶμα ἕν.

Καὶ καθάπερ ἐπὶ τῶν πρωτοπλάστων ἐρρήθη· «Ἕνεκεν, φησί, τούτου»—Ποίου; Τῆς γυναικὸς δηλονότι, φημὶ δὴ τῆς πλευρᾶς τοῦ Ἀδάμ—«καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ» ἤγουν τῇ πλευρᾷ τοῦ Ἀδὰμ «καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν», οὕτω καὶ ἐπὶ Χριστοῦ τοῦ Θεοῦ γίνεται. Ἐπειδὴ γὰρ ἀνέλαβε σάρκα ἐκ τῶν παναχράντων αἱμάτων τῆς Θεοτόκου καὶ Πνεῦμα ἅγιον αὐτῇ ἐχαρίσατο, ἐσαρκώθη τε καὶ γέγονεν ἄνθρωπος, τούτου ἕνεκα καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, ἔτι δὲ καὶ γυναῖκα καὶ τέκνα καὶ ἀδελφοὺς καὶ ἀδελφάς, καὶ προσκολληθήσεται οὐ τῇ γυναικὶ οὐδὲ σαρκικῶς, ἀλλ’ ὡς πάντες ἐκ τῆς γυναικὸς οἱ κατὰ σῶμα γεννώμενοι καὶ ὄντες ἡμεῖς, τῷ ἐκ τῆς γυναικὸς γεννηθέντι ἄνευ σπορᾶς ἀνδρί, τῷ νυμφίῳ Χριστῷ. Καὶ οὕτως, πνευματικῶς συναπτόμενοι καὶ κολλώμενοι αὐτῷ, ἐσόμεθα ἕκαστος μετ’ αὐτοῦ εἰς πνεῦμα ἓν καὶ σῶμα ἓν ὡσαύτως, διὰ τὸ σωματικῶς ἐσθίειν τὸ σῶμα αὐτοῦ καὶ τὸ αἷμα αὐτοῦ πίνειν ἡμᾶς.

Οὕτω γὰρ καὶ αὐτὸς ὁ Κύριος ἡμῶν καὶ Θεὸς ἀπεφθέγξατο· «Ὁ τρώγων μου τὸ σῶμα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ.» Τούτῳ δὲ τῷ θείῳ λόγῳ καὶ τὸ οὕτω λέγον τοῦ Ἀποστόλου συνᾴδει ῥῆμα· «Ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστι μετ’ αὐτῆς· ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι μετ’ αὐτοῦ.» Ἓν δὲ λέγω οὐ ταῖς ὑποστάσεσιν, ἀλλὰ τῇ φύσει τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος ἕν· τῇ μὲν φύσει τῆς θεότητος, ὡς θεοὶ καὶ αὐτοὶ θέσει γινόμενοι κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Ἰωάννου· «Καὶ οἴδαμεν ὅτι φανερωθέντος αὐτοῦ, φησίν, ὅμοιοι αὐτῷ ἐσόμεθα.» Τίνα τρόπον; Ὅτι «ἀπὸ τοῦ πληρώματος αὐτοῦ, φησίν, ἡμεῖς πάντες ἐλάβομεν»· τῇ δὲ φύσει τῆς ἀνθρωπότητος, ὡς συγγενεῖς καὶ ἀδελφοὶ αὐτοῦ χρηματίσαντες, καθὼς καὶ ἑτέρωθι εἴπομεν. Ταῦτα γὰρ καὶ οἱ ἅγιοι εἰδότες πατέρες ἡμῶν ἀναφανδὸν ἔλεγον· «Δὸς αἷμα καὶ λαβὲ Πνεῦμα», ὡς τοῦ Πνεύματος ἄλλως μὴ διδομένου ἡμῖν, εἰ μὴ διὰ τῆς ἑκουσίου πρὸς τὸν κόσμον σταυρώσεως ὁμοῦ καὶ νεκρώσεως. Πνεῦμα γὰρ ὢν ὁ Θεὸς κατὰ τὴν θείαν φωνήν, ἐν Πνεύματι ἁγίῳ βούλεται ἡμᾶς ἑνοῦσθαι αὐτῷ καὶ κολλᾶσθαι καὶ συσσώμους εἶναι καὶ συγκληρονόμους αὐτοῦ, ὡς πᾶσα θεία Γραφὴ μαρτυρεῖ. Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.

Τοιγαροῦν ἔλαβε σάρκα ὁ Θεὸς Λόγος ἐκ τῆς ἁγνῆς Θεοτόκου καὶ δέδωκεν ἀντ’ αὐτῆς οὐ σάρκα, ἀλλὰ Πνεῦμα οὐσιωδῶς ἅγιον. Καὶ ἐν πρώτοις ἐζωοποίησε τούτῳ τὴν τιμίαν καὶ ὑπεράμωμον ταύτης ψυχήν, ἀναστήσας αὐτὴν ἐκ τοῦ θανάτου· τοῦτο δὲ ἐποίησεν, ἐπειδὴ ἡ Εὔα πρώτη τῷ ψυχικῷ θανάτω ἀπέθανε. Σαρκωθεὶς δὲ ἐγένετο ἄνθρωπος, σῶμα ἐν ἑαυτῷ ἔννουν μετὰ ψυχῆς κεκτημένος· ταύτην γὰρ τὴν σάρκα καὶ τότε ἐκ τοῦ Ἀδὰμ καὶ νῦν ἐκ τῆς Θεοτόκου ἐψυχωμένην ἀπορρήτως ἀνέλαβε καὶ οὕτως πᾶσαν τὴν φύσιν ἡμῶν μυστικῶς ἀνεκαίνισε. Γεννηθεὶς δὲ ἀφράστως, ὡς οἶδεν αὐτός, εἰς τὸν κόσμον εἰσῆλθε. Τίνος χάριν καὶ διὰ τί; Ἵνα τὸν ἐν τούτῳ τῷ κόσμῳ ἐξορισθέντα Ἀδὰμ ζητήσῃ καὶ εὑρὼν ἀναπλάσῃ αὐτόν. Καὶ θέα μοι ἐντεῦθεν, ἐπανάληψιν τῶν προειρημένων ποιουμένῳ, τὸ φρικτὸν τῆς οἰκονομίας μυστήριον.

Ἔτι ὢν ἐν τῷ παραδείσῳ ἐκλήθη ὁ Ἀδὰμ εἰς μετάνοιαν· φησὶ γὰρ ὁ Θεὸς πρὸς αὐτόν· «Ἀδάμ, ποῦ εἶ» καὶ «Τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες;» Καὶ ὅμως ταῦτα ἀκηκοὼς οὐκ ἠβουλήθη μετανοῆσαι ἢ κλαῦσαι καὶ συγχώρησιν ἐξαιτήσασθαι. Ἀλλὰ τί; Αἴτιον τῆς ἀφροσύνης αὐτοῦ καὶ τῆς ἁμαρτίας τὴν γυναῖκα ποιεῖται· διὸ καὶ τοῦ παραδείσου εἰκότως ἐκβάλλεται.

Ἐπειδὴ δὲ τηνικαῦτα μετανοῆσαι ὁ Ἀδὰμ οὐκ ἠβουλήθη, τῇ τοῦ πονηροῦ δαίμονος καὶ τοῦτο ἐπιβουλῇ, διὰ τοῦτο πάλιν προσκαλεῖται πάντας διὰ τῆς μετανοίας πρὸς ἑαυτὸν ἐλθὼν ἐπὶ τῆς γῆς ὁ Θεὸς καί φησι· «Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.» Ἤγγικε, πρὸ τῶν πυλῶν ἵσταται τῶν καρδιῶν καὶ τῶν στομάτων ὑμῶν· ἀνοίξατε διὰ τῆς πίστεως τὰς καρδίας ὑμῶν καὶ εὐθέως εἰσελεύσεται καὶ αὐτίκα διανοιχθήσονται τὰ στόματα ὑμῶν καὶ βοήσετε· «Ἔχομεν τὸν θησαυρὸν τοῦ Πνεύματος ἐν ἡμῖν, ἔχομεν· τὴν ζωὴν κεκτήμεθα ἐν ταῖς καρδίαις ἡμῶν τὴν αἰώνιον.» Σκόπει δέ· τοὺς Ἰουδαίους ἐν πρώτοις ἐκάλεσεν ὁ Θεὸς καὶ οὐκ ἐπείσθησαν ἀπελθεῖν· καλεῖ πάντα τὰ ἔθνη διὰ τοῦ Υἱοῦ ἔσχατον καὶ πεισθέντα προσέφυγον αὐτῷ καὶ προσέδραμον. Διὸ καὶ πρὸς τοὺς αὐτοῦ ἀποστόλους φησίν· «Ἐξέλθετε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως καὶ πάντας τοὺς πτωχοὺς καὶ ἀναπήρους, χωλούς τε καὶ τυφλούς, εἰσαγάγετε ὧδε», πόλιν λέγων τὸν κόσμον ἅπαντα τοῦτον, πλατείας δὲ καὶ ῥύμας τὰς φυλὰς τῶν ἐθνῶν καὶ τὰς ἀνακεκρυμμένας χώρας τὰς μακράν, πτωχοὺς δὲ καὶ ἀναπήρους, χωλούς τε καὶ τυφλούς, τοὺς ὑπὸ πολλῶν ἁμαρτημάτων καὶ διαφόρων πταισμάτων καὶ ἀνομημάτων συντεθλασμένους καὶ ὑπὸ ἀγνωσίας Θεοῦ τετυφλωμένους.

Πάντας οὖν προσκαλεῖται ἀπὸ ἀνατολῶν ἕως δυσμῶν, Ἑβραίους λέγω καὶ Ἕλληνας. Προέγνω δέ, ὡς Θεός, τῶν Ἑβραίων, ὡς πολλάκις ἔφημεν, τὴν ἐξ ἀπιστίας ἀπείθειαν καὶ τὴν τῶν ἐθνῶν ἐκ πίστεως ἐπιστροφήν· καὶ πρὸ τῶν αἰώνων προώρισεν ἵνα ὅσοι πιστεύσωσιν εἰς αὐτὸν καὶ βαπτισθῶσιν εἰς τὸ ὄνομα αὐτοῦ, ἤγουν εἰς ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, καὶ φάγωσι τὸ ἄχραντον σῶμα τοῦ Υἱοῦ αὐτοῦ καὶ πίωσι τὸ τίμιον αἷμα αὐτοῦ, δικαιωθῶσιν ἀπὸ τῆς ἁμαρτίας, ἐλευθερωθῶσι δηλονότι καὶ δοξασθῶσι καὶ ζωῆς αἰωνίου μέτοχοι γένωνται, καθὼς αὐτὸς ἐκεῖνος ὁ τῶν ἁπάντων Δεσπότης φησίν· «Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον· καὶ εἰς κρίσιν οὐκ ἔρχεται ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.» Ἰδοὺ τοιγαροῦν καὶ προεγνώσθης ὑπὸ Θεοῦ, ἄδελφε, καὶ προωρίσθης καὶ ἐκλήθης καὶ ἐδοξάσθης καὶ ἐδικαιώθης καὶ εἰς ζωὴν αἰώνιον διὰ τῆς εἰς Χριστὸν πίστεως καὶ τοῦ ἁγίου βαπτίσματος ἀνεκλήθης· καὶ οὐκ ἐν παραδείσῳ αἰσθητῷ, ὡς πρὶν ὁ Ἀδάμ, εἰσηνέχθης, ἀλλ’ εἰς τὸν οὐρανὸν καὶ τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθά, «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ εἰς καρδίαν ἀνθρώπου οὐκ ἀνέβη.»

Ἐργάζου τοίνυν τὰς ἀρετὰς καὶ φύλασσε τὰς ἐντολὰς τοῦ Θεοῦ, μᾶλλον δὲ σεαυτὸν διὰ τῶν ἐντολῶν φύλαττε τοῦ μὴ παραβῆναί τι τῶν ἐνταλθέντων σοι, καὶ πείσῃ τὸ τοῦ Ἀδὰμ ἢ μᾶλλον καὶ χείρω, τῶν μειζόνων καὶ οὐρανίων στερούμενος ἀγαθῶν.

Μὴ προτιμήσῃς ἔτι τῶν ἐπιγείων τινὸς μηδὲ ἐπιθυμία τις τῶν φθειρομένων κατακρατήσῃ σου, ἵνα μὴ γυμνωθῇς τῆς δόξης ἧς ἐδοξάσθης παρὰ Χριστοῦ καὶ ὡς μὴ ἐνδεδυμένος ἔνδυμα γάμου δεθήσῃ χεῖρας καὶ πόδας καὶ ἐκβληθήσῃ εἰς τὸ σκότος τὸ ἐξώτερον ἐν ᾧ ὑπάρχει ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

Ἡ εἰς Χριστὸν πίστις ὁ νέος ἐστὶ παράδεισος. Διὸ καὶ προέγνω πρὸ καταβολῆς κόσμου πάντας τοὺς πιστεύσαντας καὶ πιστεῦσαι ὀφείλοντας εἰς αὐτόν· οὓς καὶ ἐκάλεσε καὶ μέχρι συντελείας καλῶν οὐ παύσεται, καὶ ἐδόξασε καὶ δοξάσει, καὶ ἐδικαίωσε καὶ δικαιώσει, συμμόρφους δηλονότι τῆς δόξης τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ διὰ τοῦ ἁγίου βαπτίσματος καὶ τῆς τοῦ Πνεύματος χάριτος ἀποδεικνύων αὐτούς, υἱοὺς Θεοῦ πάντας αὐτοὺς μυστικῶς ἐργαζόμενος καὶ καινοὺς ἀπὸ παλαιῶν καὶ ἐκ θνητῶν ἀθανάτους αὐτοὺς ἀποκαθιστῶν καὶ διδοὺς αὐτοῖς ἐντολάς, καθώς ποτε τῷ Ἀδάμ. Ὅσοι τοιγαροῦν μέχρι θανάτου πάσας τὰς αὐτοῦ ἐντολὰς φυλάξουσιν, οὗτοι καὶ τὴν πρὸς Θεὸν ἀγάπην ἐπιδείκνυνται καὶ εἰς μείζονα κατὰ προκοπὴν δόξαν ἀνέρχονται.

Ὅσοι δὲ καταφρονηταὶ καὶ ἀμελεῖς καὶ ἀγνώμονες περὶ τὸν εὐεργέτην ὀφθῶσι καὶ τὰς δοθείσας παρ’ αὐτοῦ ἐντολὰς οὐ φυλάξουσι, τῶν τοιούτων ἀγαθῶν, ὡς ὁ Ἀδὰμ τοῦ παραδείσου, ἐκπίπτουσι, οὐχὶ παρὰ τὸ μὴ προεγνῶσθαι αὐτοὺς παρὰ τοῦ Θεοῦ ἀλλ’ ἐξ οἰκείας ἀφροσύνης καὶ πονηρίας τοῦτο πανθάνοντες. Διὰ δὴ τοῦτο καὶ μέσον τοῦ παραδείσου τούτου προέθετο ὁ Θεὸς τὸ σωτήριον φάρμακον, τὴν μετάνοιαν, ὡς ἂν οἱ ἐκ ῥᾳθυμίας καὶ ἀμελείας ἐκπίπτοντες τῆς αἰωνίου ζωῆς διὰ τῆς μετανοίας πάλιν μετὰ λαμπροτέρας καὶ περιφανεστέρας δόξης εἰς αὐτὴν ἐπανέρχωνται· εἰ μὴ γὰρ τοῦτο ὁ φιλάνθρωπος Θεὸς ᾠκονόμησεν, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ.

Τοίνυν καὶ πᾶσαν ἄλλην μέριμναν καταλιπόντες, τῆς μετανοίας ὅση δύναμις ἐπιμελησώμεθα, ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.