Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Ἠθικαὶ ὁμιλίαι

Συμεὼν ὁ Νέος Θεολόγος

Λόγος Δ': Η αληθινή απάθεια και η πνευματική άνοδος

Διακρίσεις μεταξύ εξωτερικής άσκησης και αληθούς απαθείας, η κάθαρση από τα πάθη και η κατ' επίγνωση ένωση της ψυχής με τον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 4 από 15

ΛΟΓΟΣ Δʹ Περὶ ἀπαθείας καὶ τῶν ἐν αὐτῇ κατὰ προκοπὴν χαρισμάτων καὶ δωρεῶν· καὶ τίς ἡ τελείωσις τῆς κατὰ Χριστὸν πνευματικῆς ἡλικίας. Ὥσπερ ὁ τῷ λαμπροτάτῳ ἡλίῳ ἐνατενίζειν βουλόμενος καθαροὺς ὀφείλει τοὺς τοῦ σώματος ὀφθαλμοὺς ἔχειν, οὕτω καὶ ὁ περὶ ἀπαθείας λέγειν ἐπιχειρῶν τὰς τῆς ψυχῆς κόρας, εἴτ’ οὖν αἰσθήσεις, ἀπηλλαγμένας ἔχειν πάσης ἐπιθυμίας πονηρᾶς καὶ ἐμπαθοῦς λογισμοῦ χρεωστεῖ, ἵνα μή, ὑπὸ τῶν τοιούτων τινὸς τὸν νοῦν ὀχλούμενος, εἰς τὸ τῆς καθαρότητος αὐτῆς ὕψος καὶ εἰς τὸν ταύτης βυθὸν οὐκ ἐξισχύσει τρανῶς ἀποβλέψαι ἢ σαφῶς ἐξειπεῖν καὶ ἀξίως κατανοῆσαι τὸ πλῆθος καὶ μέγεθος τῶν ἐνεργειῶν καὶ χαρισμάτων αὐτῆς.

Εἰ γὰρ τεθολωμένῳ τῷ νῷ καὶ ἀκαθάρτῳ τῇ καρδίᾳ τῶν αὐτῆς ἄρξεται θεωρημάτων καὶ ὑποθέσεων, μὴ δυνάμενος διατρανῶσαι τὰς ἐνεργείας αὐτῆς ἐλευθέρῳ τῷ λόγῳ, ἐκπεσεῖται καὶ ὧν ἴσως ἐκ μέρους ἔλαβεν ἐξ αὐτῆς ἀγαθῶν, οἷα δὴ ὡς ἐξουθενῶν καὶ ἀτιμάζων αὐτὴν καὶ ὡς τὴν δόξαν αὐτῆς ἀμαυρῶν· γέγραπται γάρ· «Παντὶ τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτοῦ.» Ὅσοι τοιγαροῦν ἀπάθειαν ἔχουσι, δηλονότι φιλοῦσιν αὐτὴν καὶ φιλοῦνται σφοδρῶς ὑπ’ αὐτῆς· καὶ τὰ περὶ αὐτῆς ἀκορέστως διαλεγόμενοι, ἀπαθέστεροι ἔτι παρ’ αὐτῆς γίνονται, τῷ περὶ αὐτὴν ἐκκαιόμενοι πόθῳ. Ὅσοι δὲ προσδέδενται μικρᾷ ἔτι καὶ τῇ τυχούσῃ ἐπιθυμίᾳ τοῦ κόσμου καὶ τῶν πραγμάτων αὐτοῦ, ἢ πάθει τινὶ σωματικῷ τε ἢ ψυχικῷ, μακράν εἰσι καὶ ἀπέχουσι τοῦ λιμένος αὐτῆς· ὅθεν καὶ ἐὰν περὶ ἀπαθείας λέγειν ἀπάρξωνται καὶ πρὸς τὸ ὕψος αὐτῆς τὸν νοῦν ἆραι ἐπιχειρήσωσιν, ἑλκόμενοι οἷα δοῦλοι καὶ δελεαζόμενοι ὑπὸ τῆς ἐπιθυμίας τοῦ ἐν ᾧ προσδέδενται πάθους, καὶ ἧς πρώην ἐδόκουν ἔχειν εἰρήνης ἀποστεροῦνται τῶν λογισμῶν· καὶ εἰκότως· «ᾯ γάρ τις ἥττηται, φησί, τούτῳ καὶ δεδούλωται.» Τοίνυν καὶ σκότους ἐκεῖθεν πληρούμενοι, τὴν αἰτίαν οὐ σφίσιν αὐτοῖς τῶν γινομένων ἐπιγράφονται, ἀλλὰ τῇ παντοδυνάμῳ ἀπαθείᾳ ἀσθένειαν προσάπτειν κατατολμῶσι.

Τοῦτο δὲ συμβαίνει αὐτοῖς, ἐπειδὴ τῆς μὲν νοερᾶς αἰσθήσεως καὶ θεωρίας καὶ τῆς παντουργοῦ ἐνεργείας αὐτῆς πεῖραν ὅλως οὐ κέκτηνται, στοχαστικῶς δὲ καὶ ἐν ἐπινοίαις ποικίλαις καὶ πολυτρόποις τὰ κατ’ αὐτὴν ἀναλογιζόμενοι, ἀλληνάλλως ταῦτα ὑπὸ τῆς ψευδωνύμου φυσιούμενοι γνώσεως φιλολογοῦσί τε καὶ περὶ ὧν οὐκ οἴδασι διαβεβαιοῦνται τοὺς πυθομένους. Διά τοι τοῦτο οὐδὲ τὴν ἐξ ἀπιστίας καὶ προλήψεως καὶ μακρᾶς συνηθείας καὶ ἀμελείας προσγενομένην αὐτοῖς καὶ προσοῦσαν ἀσθένειαν συνιδεῖν ἢ καθομολογῆσαί ποτε πείθονται, ἀλλὰ καὶ πάντας ἄλλους ἀνθρώπους ὁμοίους ἑαυτῶν εἶναι καὶ ὑπὸ τῶν τοιούτων διαμαρτύρονται καταδουλοῦσθαι παθῶν· οὐ γὰρ συγχωροῦνται ὑπὸ τῆς οἰήσεως καὶ τοῦ φθόνου μείζονά ποτε ἑαυτῶν ἐπ’ ἀρετῇ καὶ σωφροσύνῃ προσμαρτυρῆσαί τινι.

Ἀλλὰ μὴ γένοιτο ἡμᾶς, τοὺς εὐτελεῖς καὶ τοῦ λέγειν ἀναξίους, περὶ τοιούτων οὕτω καθυποκρινομένους, καταψεύδεσθαι τῆς ἀληθείας καὶ διαβεβαιοῦσθαι περὶ ὧν οὐκ ἔγνωμεν πείρᾳ μᾶλλον ἢ λόγοις εἰς ἡμᾶς αὐτοὺς τὴν ἐνέργειαν τῶν μελλόντων ῥηθήσεσθαι πρότερον· ἃ δὲ καταλαβεῖν ἠξιώθημεν καὶ μαθεῖν παρὰ τῶν ἐλλαμφθέντων ὑπὸ τῆς μακαρίας ἀπαθείας τὸν νοῦν καὶ ἃ παρ’ αὐτῆς, παραφρονοῦντες λαλοῦμεν, μυστικῶς ἀκηκόαμεν εἰς τὸ οὖς, ὡς ἀπερριμμένοι τινὲς καὶ τοῦ μηδενὸς ἄξιοι, κατὰ τὴν ἄνωθεν κελεύουσαν χάριν ἐπὶ τῶν δωμάτων κηρύξομεν, ἵνα μὴ ὡς ὁ τὸ τάλαντον κατακρύψας δοῦλος κατακριθῶμεν. Καθάπερ οὖν ἠκούσατε λέγοντος τοῦ Δεσπότου· «Πολλοὶ μὲν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί» καὶ «Ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν», οὕτως εἰδέναι βούλομαι πάντας ὑμᾶς, ὅτι πολλοὶ μὲν ἅγιοι, ὀλίγοι δὲ ἀπαθεῖς· καὶ πρὸς τούτοις πολλὴ πάλιν ἐν ἀμφοτέροις ὑπάρχει διαφορά. Καὶ πρόσεχε ἀκριβῶς τῇ τῶν λεγομένων δυνάμει καὶ ἀκριβείᾳ.

Ἄλλο ὑπάρχει ἀπάθεια ψυχῆς καὶ ἕτερον ἀπάθεια σώματος· ἡ μὲν γὰρ καὶ τὸ σῶμα καθαγιάζει, ἡ δὲ αὐτὴ μόνη καθ’ ἑαυτὴν οὐδὲν τὸν κεκτημένον ὀνίνησιν. Ἄλλο ἀκινησία τῶν τοῦ σώματος μελῶν καὶ τῶν παθῶν αὐτῶν τῆς ψυχῆς καὶ ἕτερον κτῆσις ἀρετῶν· ἡ μὲν γὰρ ἐκ φύσεως πρόσεστιν, ἡ δὲ καὶ τὰς φυσικὰς ἁπάσας κινήσεις εἴωθε καταστέλλειν. Ἄλλο τὸ μὴ ἐπιθυμεῖν τινος τῶν τοῦ κόσμου τερπνῶν καὶ ἡδέων καὶ ἕτερον τὸ ἐφίεσθαι τῶν αἰωνίων καὶ οὐρανίων ἀγαθῶν, ἐπειδὴ τῶν μὲν προτέρων ἄλλοι δι’ ἄλλο τι καὶ πλείονες αὐτῶν κατεφρόνησαν, τῶν δὲ δευτέρων ὀλίγοι παντελῶς ἐφρόντισαν. Ἕτερον μὲν οὖν τὸ μὴ ζητεῖν ἐξ ἀνθρώπων δόξαν καὶ ἕτερον τὸ τῆς δόξης ἐκκρέμασθαι τοῦ Θεοῦ καὶ ταύτην ἀενάως ἐπιζητεῖν· τὴν μὲν γὰρ καὶ ὑπὸ παθῶν ἄλλων πλεῖστοι κυριευθέντες ἀπώσαντο, τὴν δὲ ὀλίγοι λίαν κόπῳ καὶ πόνῳ πολλῷ λαβεῖν ἠξιώθησαν. Ἄλλο τὸ εὐτελεῖ ἐσθῆτι ἀρκεῖσθαι καὶ στολῆς λαμπρᾶς μὴ ἐπιθυμεῖν καὶ ἕτερον τὸ ἐνδεδῦσθαι τὸ φῶς τοῦ Θεοῦ· τῆς μὲν γὰρ ὑπὸ ἑτέρων μυρίων ἐπιθυμιῶν καθελκόμενοί τινες κατεφρόνησαν, τὸ δὲ μόνοι περιβέβληνται οἱ τοῦ φωτὸς υἱοὶ καὶ τῆς ἡμέρας καταξιωθέντες γενέσθαι.

Ἄλλο τὸ ταπεινολογεῖν καὶ ἕτερον τὸ ταπεινοφρονεῖν· καὶ ἄλλο ταπείνωσις καὶ ἕτερον τὸ τῆς ταπεινώσεως ἄνθος καὶ ἕτερον ὁ ταύτης καρπὸς καὶ τὸ τοῦ καρποῦ ταύτης κάλλος καὶ ἡ ἡδύτης αὐτοῦ καὶ ἕτερον αἱ ἐκ τούτου ἐνέργειαι.

Τούτων δὲ τὰ μὲν ἐφ’ ἡμῖν, τὰ δὲ οὐκ ἐφ’ ἡμῖν εἰσι· καὶ τὰ μὲν ἐφ’ ἡμῖν τὸ πάντα νοεῖν, τὸ φρονεῖν, τὸ λογίζεσθαι, τὸ λέγειν καὶ πράττειν ὅσα πρὸς ταπείνωσιν ἡμᾶς φέρουσιν· ἡ δὲ ἁγία ταπείνωσις καὶ τὰ λοιπὰ ταύτης ἰδιώματα καὶ χαρίσματα καὶ αἱ ταύτης ἐνέργειαι δῶρόν εἰσι Θεοῦ καὶ οὐ τῶν ἐφ’ ἡμῖν εἰσιν, ἵνα μηδὲ ἐν τούτῳ τις καυχήσηται· ὧν καὶ οὐδείς ποτε τυχεῖν καταξιωθήσεται, εἰ μὴ καλῶς τὰ ὅσα ἐφ’ ἑαυτόν εἰσι σπέρματα καταβάληται.

Ἄλλο τὸ μὴ δάκνεσθαι μηδὲ ὀργίζεσθαι ἐν ἀτιμίαις καὶ ὕβρεσι καὶ ἐν πειρασμοῖς καὶ θλίψεσι, καὶ ἕτερον τὸ εὐδοκεῖν ἐν αὐτοῖς. Ἄλλο τὸ εὔχεσθαι ὑπὲρ τῶν τὰ τοιαῦτα ποιούντων εἰς ἡμᾶς καὶ ἄλλο τὸ ἀφιέναι αὐτοῖς καὶ ἕτερον τὸ ἀγαπᾶν αὐτοὺς ὡς εὐεργέτας ἀπὸ ψυχῆς καὶ ἕτερον τὸ νοερῶς ἀνατυποῦν τὰ πρόσωπα ἑνὸς ἑκάστου αὐτῶν καὶ ὡς γνησίους φίλους ἀπαθῶς αὐτοὺς κατασπάζεσθαι ἐν δάκρυσιν ἀγάπης εἰλικρινοῦς, ἴχνους ὅλως ἀηδίας τινὸς δηλονότι μὴ ἐμφωλεύοντος αὐτοῦ ἐν τῇ ψυχῇ. Μεῖζον δὲ τούτων ὧν εἴπομεν, ὅταν καὶ ἐν αὐτῷ τῷ τῶν πειρασμῶν καιρῷ τὴν ἴσην κέκτηταί τις καὶ ὁμοίαν ἀναλλοιώτως διάθεσιν καὶ πρὸς αὐτοὺς τοὺς κατὰ πρόσωπον λοιδοροῦντας αὐτὸν καὶ ἐνδιαβάλλοντας καὶ πρὸς πάντας ἄλλους τοὺς ἢ κατακρίνοντας αὐτὸν ἢ ὑβρίζοντας ἢ καταδικάζοντας ἢ ἐμπτύοντας εἰς τὸ πρόσωπον, ἀλλὰ μὴν καὶ πρὸς αὐτοὺς τοὺς ἐν προσχήματι μὲν φιλίας ἔξωθεν διακειμένους, λαθραίως δὲ τὰ αὐτὰ τοῖς εἰρημένοις διαπραττομένους μὲν κατ’ αὐτοῦ, μὴ λανθάνοντας δέ.

Τούτων δὲ πάλιν ὑπέρτερον ἀσυγκρίτως εἶναι ὑπείληφα τὸ ἐν λήθῃ παντελεῖ τῶν ὧνπερ ἂν πάθοι τις γίνεσθαι καὶ μήτε ἀπόντων μήτε παρόντων τῶν λυπησάντων ἢ ἄλλως ἐμπαροινησάντων μεμνῆσθαί ποτε, ἐπίσης δὲ μᾶλλον τοῖς φίλοις καὶ τούτοις προσφέρεσθαι δίχα τινὸς ἄλλου διαλογισμοῦ ἔν τε ὁμιλίαις, ἔν τε συνεστιάσεσι. Ταῦτα μὲν οὖν ἅπαντα ἔργα καὶ πράξεις τῶν ἐν φωτὶ περιπατούντων ἀνδρῶν εἰσι· ὅσοι δὲ ἔξω τούτων καὶ τῶν τοιούτων ἑαυτοὺς εἶναι καταμανθάνουσι, μὴ πλανάσθωσαν μηδὲ ἐξαπατάτωσαν ἑαυτούς, ἀλλὰ βεβαίως εἰδέτωσαν ὅτι ἐν σκότει πορεύονται.

Καὶ πρὸς τούτοις ἄλλο τὸ φοβεῖσθαι τὸν Θεὸν καὶ ἕτερον τὸ ποιεῖν τὰς αὐτοῦ ἐντολάς, καθὼς γέγραπται· «Φοβήθητε τὸν Κύριον πάντες οἱ ἅγιοι αὐτοῦ», καὶ πάλιν· «Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν.» Ἄλλο ἀργία καὶ ἕτερον ἡσυχία καὶ ἄλλο σιωπή· ἔτι δὲ ἄλλο ἀναχώρησις καὶ ἡ ἐκ τόπων εἰς τόπους μετάβασις, καὶ ἕτερον ἡ ξενιτεία. Ἄλλο ἀναμαρτησία καὶ ἕτερον ἡ τῶν ἐντολῶν ἐργασία. Καὶ ἐπὶ πᾶσι τούτοις ἕτερον τὸ ἀνθίστασθαι καὶ πολεμεῖν τοῖς ἐχθροῖς καὶ ἄλλο τὸ τελείως ἡττῆσαι καὶ ὑποτάξαι καὶ θανατῶσαι αὐτούς· τὸ μὲν πρότερον ἀγωνιστῶν ἐστι καὶ ἁγίων, ἐὰν ἐν τούτῳ φθάσωσι τελειωθῆναι, τὸ δὲ δεύτερον, ἀπαθῶν καὶ τελείων, διὰ κόπων δηλονότι πολλῶν καὶ ἱδρώτων τοὺς ἑαυτῶν τροπωσαμένων ἐχθροὺς καὶ τελείαν τὴν κατ’ αὐτῶν ἀραμένων νίκην καὶ τὴν ζωηφόρον τοῦ Κυρίου νέκρωσιν στολισαμένων λαμπρῶς.

Τοιγαροῦν καὶ πολλοὶ μὲν πρὸς ταῦτα ἑαυτοὺς ἄλλος δι’ ἄλλο τι ἐπιδεδώκασιν, ὀλίγοι δὲ λίαν οἱ μετὰ φόβου ἐμφύτου καὶ ἀγάπης τῆς πρὸς Θεὸν μετὰ πίστεως ἀδιστάκτου τούτοις ἐπιχειροῦντες, οἳ καὶ μόνοι, ὑπὸ τῆς χάριτος βοηθούμενοι, συντόμως κατορθοῦσι τὴν τῆς ἀρετῆς ἐργασίαν καὶ πρὸς τὰ προειρημένα πάντα προκόπτοντες καθ’ ὥραν προσεπεκτείνονται.

Οἱ δ’ ἄλλοι «ἀφίενται ὡς ἐν ἀβάτῳ» κατὰ τὸ εἰρημένον «περιπλανᾶσθαι καὶ οὐχ ὁδῷ», περὶ ὧν γέγραπται· «Ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν· πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.» «Καθὸ γὰρ οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν ποιεῖν τὰ μὴ καθήκοντα.» Οἱ οὖν καλὸν τὸν θεμέλιον τῆς πίστεως καὶ ἐλπίδος ἐν φόβῳ καὶ τρόμῳ ἐπὶ πέτραν ὑπακοῆς πνευματικῶν πατέρων καταβαλόντες καὶ ὡς ἐκ Θεοῦ στόματος τὰ παρ’ ἐκείνων ἐντελλόμενα τῷ θεμελίῳ τούτῳ τῆς ὑποταγῆς ἀδιστάκτως ἐποικοδομοῦντες εὐθὺς κατορθοῦσι τὸ ἀπαρνήσασθαι ἑαυτούς. Τὸ γὰρ μὴ τὸ ἑαυτοῦ ἀλλὰ τὸ τοῦ πνευματικοῦ πατρὸς αὐτοῦ θέλημα ἐκπληροῦν ἕνεκεν ἐντολῆς Θεοῦ καὶ γυμνασίας πρὸς ἀρετήν, οὐ μόνον ἀπάρνησιν ἑαυτοῦ, ἀλλὰ καὶ νέκρωσιν τὴν πρὸς τὸν κόσμον ἅπαντα ἐμποιεῖ.

Ἔπειτα ὡς ἐν ἐρήμῳ, μᾶλλον δὲ ἔξω τοῦ κόσμου, ἐν αἰσθήσει τελείᾳ γενόμενος ὁ τοιοῦτος, ἀρρήτῳ φόβῳ καὶ τρόμῳ κατασχεθείς, βοᾷ πρὸς τὸν Θεὸν ἐξ ὅλης ψυχῆς, ὡς ὁ Ἰωνᾶς ἐκ τοῦ κήτους, ὡς ὁ Δανιὴλ ἐκ τοῦ λάκκου τῶν λεόντων, ὡς οἱ τρεῖς παῖδες ἐκ τῆς καμίνου τοῦ πυρός, ὡς ὁ Μανασσῆς ἐκ τοῦ χαλκουργήματος. Οὗ καὶ εἰσακούων ὁ πανάγαθος Δεσπότης εὐθύς, ὁ δοὺς τὴν ψυχὴν αὐτοῦ ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν, τῶν κατωδύνων στεναγμῶν τῆς φωνῆς τῆς δεήσεως αὐτοῦ, ῥύεται αὐτόν, ὡς ἐκ κήτους μέν, ἐκ τοῦ βυθοῦ τῆς ἀγνοίας καὶ τοῦ σκοτασμοῦ τῆς φιλίας τοῦ κόσμου πρὸς τὸ μηκέτι αὐτὸν πρὸς τὰ τοιαῦτα κἂν τῷ λογισμῷ ἐπιστρέψαι· ὡς ἐκ λάκκου δὲ τῶν λεόντων, τῶν πονηρῶν ἐπιθυμιῶν τῶν ἁρπαζόντων καὶ κατεσθιόντων τὰς τῶν ἀνθρώπων ψυχάς· ὡς ἐκ καμίνου δὲ πυρός, ἐκ τῶν κατεχόντων πάντας ἀνθρώπους προλήψεων ἐμπαθῶν, τῶν ὡς πῦρ κατακαιόντων καὶ καταλυμαινομένων καὶ πρὸς ἀτόπους πράξεις βίᾳ ἑλκόντων ἡμᾶς καὶ τὴν φλόγα τῶν παθῶν ἐν ἡμῖν ἀναπτόντων, καταδροσίζων ἐν ἁγίῳ Πνεύματι καὶ ἀκατάφλεκτον ἀποτελῶν αὐτόν· ὡς ἐκ τοῦ χαλκουργήματος δέ, ἐκ τῆς γεώδους καὶ βαρείας καὶ ἐμπαθοῦς ἡμῶν ταύτης σαρκός, ἐν ᾗ οἰκοῦσα ἡμῶν ἡ ψυχὴ καὶ δεινῶς κατεχομένη καὶ πεδουμένη καὶ βαρουμένη, πρὸς πᾶσαν ἀρετὴν καὶ ἐργασίαν τῶν ἐντολῶν τοῦ Θεοῦ ἀκίνητος ὑπάρχει παντάπασι καὶ ἀπρόθυμος.

Ἐξ ἧς ἐλευθερουμένη μέν, οὐ χωριζομένη δέ, βοᾷ σὺν τῷ προφήτῃ Δαυὶδ καὶ αὐτὴ λέγουσα· «Διέρρηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην, ὅπως ἂν ψάλλῃ σοι ἡ δόξα μου.» Οὐ μόνον δέ, ἀλλὰ καὶ εὐχαριστεῖ μετὰ Παύλου λέγουσα· «Εὐχαριστῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ὅτι ὁ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.» Τούτων οὖν οὕτω Χριστοῦ χάριτι γενομένων, καὶ τῆς ἀγνοίας καὶ τοῦ σκοτασμοῦ τῆς φιλίας τοῦ κόσμου ῥυσθείς, ἵνα τὰ αὐτὰ πάλιν εἴπω, τῶν πονηρῶν τε καὶ αἰσχρῶν ἀπαλλαγεὶς ἐπιθυμιῶν καὶ ἀπὸ τοῦ θανάτου τοῦ σώματος, τοῦ ὑπὸ τὸν νόμον τῆς ἁμαρτίας καταδουλοῦντος ἡμᾶς, ἐλευθερωθείς, τί ἔκτοτε ὁ τοιοῦτος μέλλει ποιεῖν; Ἆρά γε τῇ ἐλευθερίᾳ ταύτῃ εἰς ἄνεσιν καὶ ἀμεριμνίαν χρήσεται;

Ἄπαγε· δούλων ὄντως αἱ ὑπολήψεις αὗταί εἰσι καὶ οὐκ ἐλευθέρων· ὁ γὰρ τῆς ἐλευθερίας ταύτης καταξιωθεὶς οἶδεν ὅτι ἠλευθερώθη ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας τοῦ μηκέτι δουλεύειν αὐτὸν τῇ ἁμαρτίᾳ, ἀλλὰ δουλεύειν τῇ δικαιοσύνῃ, ὅς ἐστι Χριστὸς ὁ Θεός, ὁ δικαιοσύνης ἥλιος καὶ ὢν καὶ καλούμενος. Καὶ ἵνα ἐκ παραδείγματος δείξω ὑμῖν οἵαν μᾶλλον ἔκτοτε ἐπιδείκνυται πρὸς τὸν Θεὸν εὔνοιαν ὁ τοιοῦτος, ἐκ τῶν ἀνθρωπίνων καὶ εἰς ἡμᾶς ἀεὶ γινομένων παραστήσω αὐτήν.

Καθάπερ γὰρ βασιλεύς τις, εὔσπλαγχνος ὢν καὶ φιλάνθρωπος, δοῦλον ἑαυτοῦ ὑπὸ τυράννου τινὸς ἑκουσίως αἰχμαλωτισθέντα καὶ εἰς δουλείαν ὑπαχθέντα τῷ πηλῷ καὶ τῇ πλινθείᾳ καὶ τῷ βορβόρῳ θεασάμενος αὐτὸν ἀνηλεῶς κακοπαθοῦντα καὶ ταῖς τοῦ πονηροῦ τυράννου ἐκείνου ἀκαθάρτοις ἐπιθυμίαις ὑπηρετούμενον, αὐτὸς ἐκεῖνος ἀφικνούμενος ἀφαρπάζει καὶ ἐλεύθερον τῆς αἰσχρᾶς ἐκείνης καὶ μοχθηρᾶς ἀποδείκνυσι λειτουργίας, καὶ τοῦτον ἀναγαγὼν ἐν τοῖς βασιλείοις ἀποκαθίστησι, μηδαμῶς ἐν μηδενὶ προσονειδίσας αὐτόν· ὁ δὲ δοῦλος ἐκεῖνος, ὁ τοσούτων καὶ τηλικούτων ἀπαλλαγεὶς ἀνιαρῶν, τῇ πρὸς τὸν ἑαυτοῦ δεσπότην εὐνοίᾳ τῶν μὴ αἰχμαλωτισθέντων συνδούλων αὐτοῦ σπουδαιότερος ἐν ταῖς ἐντολαῖς τοῦ δεσπότου αὐτοῦ φανῆναι φιλοτιμεῖται, ὡς ἂν μείζονα καὶ τὴν πρὸς αὐτὸν ἀγάπην καὶ θερμοτέραν ἐπιδείξηται, διηνεκῶς μεμνημένος ὅσων ὑπ’ αὐτοῦ ἐρρύσθη κακῶν· οὕτω μοι καὶ περὶ τοῦ ἀπολαύσαντος τῆς ἐπικουρίας Θεοῦ, καθάπερ εἴρηται, ὑπονόει. Καὶ καθάπερ ὁ βασιλεὺς ἐκεῖνος εὐπροθύμως ὁρῶν καὶ μετὰ ταπεινώσεως πάσης τὰ θελήματα αὐτοῦ ἐκπληροῦντα τὸν δοῦλον ἐκεῖνον, εἰ καὶ μηδὲν δεῖται τῆς ὑπηρεσίας αὐτοῦ, πλήθη ἀναρίθμητα οἰκετῶν ἔχων, ἀλλ’ ὅμως διὰ τὴν εὐγνωμοσύνην αὐτοῦ ἀμέτρητον ἐπιδείξεται εἰς αὐτὸν τὴν ἀγάπην, οὕτω καὶ ἐν τοῖς εἰρημένοις ὑπολάμβανε.

Οὔτε γὰρ ὁ τῆς ἐλευθερίας τοῦ Πνεύματος ἀπὸ Θεοῦ ἀπολαύσας ἐνδώσει ποτὲ τοῦ μὴ ἔτι καὶ ἔτι ἐπὶ πλεῖον ποιεῖν τὸ θέλημα τοῦ Θεοῦ καὶ μετὰ θερμοτέρας τῆς προθυμίας, οὔτε ὁ αἰώνιος βασιλεὺς καὶ Θεὸς ὑστερήσει αὐτὸν τὰ ἀγαθὰ τῆς αἰωνίου ζωῆς τοῦ μὴ ἐπιδαψιλεύσασθαι ταῦτα ἐπ’ αὐτῷ, καὶ τοσοῦτον ὅσῳ καὶ τὴν πρὸς αὐτὸν θεραπείαν ἐπιτείνοντα καθ’ ἑκάστην βλέπει αὐτόν. Τῶν εὐεργεσιῶν δὲ καὶ τῶν δωρεῶν τοῦ Θεοῦ, ὧν ποιεῖ εἰς τοὺς δούλους αὐτοῦ, οὐκ ἔστι μέτρον ἢ κατάληψις αὐτῶν παρ’ ἡμῶν· καὶ τὰ μὲν δίδωσιν αὐτοῖς, τὰ δὲ δώσει.

Ἀλλὰ γὰρ ἐξ ὧν δίδωσιν ἐνταῦθα τοῖς ἀγαπῶσιν αὐτὸν ὁ φιλοικτίρμων Θεός, ὀλίγα τινὰ χρὴ πρὸς τὴν ὑμετέραν ἀγάπην εἰπεῖν, τὰ μὲν ἐκ τῶν θείων Γραφῶν, τὰ δὲ ἐξ αὐτῆς τῆς πείρας καταλαβόντα. Ἐπειδήπερ διὰ τρία ταῦτα πᾶσαν σπουδὴν καὶ μέριμναν οἱ ἄνθρωποι ἐπιδείκνυνται, φημὶ δὴ διὰ πλοῦτον, διὰ τιμήν, διὰ δόξαν καὶ τὴν ἐξ αὐτῶν ἐγγινομένην ἡμῖν ἐλευθερίαν τε καὶ χαρὰν καὶ ἀπόλαυσιν, ἐν πρώτοις ὁ Δεσπότης ἡμῶν καὶ Θεὸς ταῦτα τοῖς πάντα ῥίψασι καὶ τὸν σταυρὸν ἄρασι καὶ κατὰ πόδας αὐτοῦ ἀνεπιστρόφως βαδίζουσι πλουσίως χαρίζεται· ἀντὶ φθαρτοῦ γὰρ πλούτου αὐτὸς αὐτοῖς ὅλον ἑαυτὸν δίδωσιν. Οἶδας τὴν τοῦ ῥήματος δύναμιν; Ἤκουσας θαῦμα φρικτόν; Καθάπερ γὰρ οἱ ἐν τῷ κόσμῳ πλούσιοι τὸν πλοῦτον αὐτῶν ἐν οἵαις ἂν βούλωνται χρείαις καὶ ἐπιθυμίαις καὶ ἀπολαύσεσιν ἀναλίσκουσιν, οὕτω καὶ ὁ καλὸς ἡμῶν Δεσπότης ἑαυτὸν δωρεῖται τοῖς γνησίοις δούλοις αὐτοῦ καὶ πᾶσαν αὐτῶν ἔφεσιν καὶ ἐπιθυμίαν, ὡς βούλονται καὶ ὑπὲρ ὃ βούλονται, πληροῖ· καὶ ἐμπιπλᾷ αὐτοὺς ἀφθόνως παντὸς ἀγαθοῦ καὶ δαψιλῶς καὶ ἀδιαλείπτως ἐπιχορηγεῖ αὐτοῖς τὴν ἄφθαρτον τρυφὴν καὶ ἀέναον.

Καὶ πρῶτα μὲν πληροῦνται ἀρρήτου χαρᾶς, ὅτι οὐχὶ τὸν κόσμον οὐδὲ τὰ ἐν τῷ κόσμῳ, ἀλλὰ τὸν Ποιητὴν τῶν ἁπάντων καὶ Κύριον καὶ Δεσπότην ἐκτήσαντο ἐν ἑαυτοῖς. Ἔπειτα ἐπενδύονται τὸ φῶς, αὐτὸν τὸν Χριστὸν καὶ Θεόν, ὅλον ὅλῳ τῷ σώματι· καὶ ὁρῶσι κεκοσμημένους ἑαυτοὺς ἀρρήτῳ δόξῃ καὶ ἀστραπτούσῃ θείᾳ στολῇ καὶ τὰς ὄψεις καλύπτουσιν ἑαυτῶν, μὴ φέροντες ὁρᾶν τὴν ἀκατανόητον καὶ ἄστεκτον τῆς στολῆς αὐτῶν λαμπηδόνα, ὡς ἐπιζητεῖν αὐτοὺς τόπον ἀποκρυβῆς, ὅπως ἐκεῖσε γένωνται καὶ τὸ πολὺ βάρος τῆς δόξης ἀπώθωνται. Εἶθ’ οὕτως ὁ αὐτὸς Δεσπότης καὶ τροφὴ καὶ πόσις γίνεται αὐτοῖς ἀέναος καὶ ἀθάνατος· τοῖς μὲν ὡς φωτοειδὴς μαζὸς τῷ τοῦ νοὸς αὐτῶν στόματι ἐμβαλλόμενος καθορᾶται καὶ θηλάζειν αὐτοῖς παρέχει, ὅσοι νήπιοι ἔτι κατὰ Χριστὸν πέλουσι καὶ οὔπω στερεᾶς τροφῆς μεταλαβεῖν εἰσιν ἱκανοί, οἷς καὶ γίνεται ἅμα τροφή τε καὶ πόσις, τοσαύτην ἐμποιῶν αὐτοῖς τὴν ἡδύτητα, ὡς μὴ βούλεσθαι, μᾶλλον δὲ μηδὲ δύνασθαι, ὅλως ἀποσπασθῆναι αὐτοῦ· τοῖς δέ γε ἀπογαλακτισθεῖσι καθάπερ πατὴρ φιλότεκνος προσφέρεται παιδαγωγῶν καὶ παιδεύων αὐτούς.

Ὥσπερ γὰρ ὁ φιλόστοργος πατὴρ συνεστίους μὲν ποιεῖται τοὺς ἑαυτοῦ υἱούς, ἐπὰν δὲ περὶ τὰ μαθήματα αὐτῶν ἀμελῶς ἴδῃ διατεθέντας αὐτοὺς καὶ μετεωριζομένους ἔν τισιν ἀνωφελέσι πράγμασιν, ἐξωθεῖ τῆς ἑαυτοῦ τραπέζης καὶ τοῖς αὐτοῦ δούλοις παρακελεύεται μὴ δοῦναι αὐτοῖς τροφήν, παιδεύων αὐτοὺς μὴ καταφρονητὰς εἶναι καὶ ἀμελεῖς, οὕτω καὶ ὁ καλὸς Δεσπότης ἡμῶν καὶ Θεὸς ἐν τοῖς δούλοις αὐτοῦ καὶ κατὰ φιλανθρωπίαν καὶ χάριν υἱοῖς διατίθεται· ἐπιδίδωσι γὰρ ἑαυτὸν αὐτοῖς, «ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων καὶ ζωὴν διδοὺς τῷ κόσμῳ»· καὶ ἐξ αὐτοῦ καὶ σὺν αὐτῷ εἰς κόρον τρέφονται ἀενάως καὶ πρὸς ζωὴν ἀΐδιον μεθαρμόζονται τῇ μεθέξει, καὶ ψυχὴν καὶ σῶμα καθαγιαζόμενοι.

Ὅτε δὲ τῶν ἐντολῶν ἀμελήσουσι καὶ ῥᾳθύμως ἢ καταφρονητικῶς διατεθῆναι τῷ αὐτεξουσίῳ θελήσουσι καὶ πρός τι τῶν τοῦ κόσμου πραγμάτων ἀσχοληθῶσιν, ἀποκλίναντες εἰς ἀνωφελῆ καὶ τὰ μὴ προσήκοντα τῇ θεοσεβείᾳ, τότε ἀποστερεῖ αὐτοὺς ἑαυτὸν ὁ τροφεὺς τοῦ παντός. Ἀλλὰ γὰρ εἰς συναίσθησιν ἐλθόντες τοῦ ἀγαθοῦ οὗ ἐστερήθησαν, ἐπιστρέψαντες αὖθις καὶ συνήθως τοῦτον ζητήσαντες καὶ μὴ εὑρόντες, κόπτονται, κλαίουσι καὶ ἑαυτοὺς ἀποδύρονται, πᾶσάν τε κακοπάθειαν ἑαυτοῖς ἐπιφέρουσι καὶ πᾶσαν θλῖψιν καὶ πάντα πειρασμὸν καὶ ἀτιμίαν ἐπιποθοῦσιν, ὅπως ἴδοι ὁ φιλάνθρωπος τούτων πατὴρ τὰς θλίψεις αὐτῶν καὶ τὴν ἐθελούσιον κάκωσιν καὶ ἐλεήσας αὐτοὺς ἐπιστρέψῃ καὶ αὖθις αὐτοῖς ἑαυτὸν ἐπιδῷ· ὃ καὶ γίνεται. Καὶ εἰς τὴν προτέραν οἰκειότητα καὶ δόξαν καὶ εἰς αὐτὴν τῶν ἀγαθῶν τὴν τρυφὴν «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη» μετὰ πλείονος τῆς παρρησίας ἀποκαθίστανται, εὐλαβούμενοι πλέον ἢ πρότερον τὸν ἑαυτῶν πατέρα καὶ τρέμοντες ὡς δεσπότην, ὅπως μὴ τοῖς αὐτοῖς ἐξ ἀπροσεξίας καὶ αὖθις περιπαρῶσι κακοῖς καὶ τοῦ παναγάθου ἀπορριφῶσι πατρός.

Καὶ ταῦτα μὲν οἱ ἐμπόνως μετανοοῦντες ποιοῦσιν ἅμα καὶ πράττουσι καὶ τῶν εἰρημένων ἐπιτυγχάνουσιν ἀγαθῶν. Ὅσοι δὲ πρὸς τοὺς πόνους καὶ πρὸς τὰς θλίψεις καὶ στενοχωρίας τῆς μετανοίας ἀπαγορεύσουσι, πρὸς ῥᾳθυμίαν δὲ καὶ ἀνέσεις ἑαυτοὺς ἐπιδώσουσιν, ὡς ἀνάξιοι καὶ νόθοι υἱοί, μᾶλλον δὲ εἰπεῖν ὡς καταφρονηταί, καὶ τὰς τοῦ σώματος ἡδονὰς ὑπὲρ τὰ αἰώνια ἀγαθὰ καὶ ὑπὲρ αὐτὸν τὸν Θεὸν αὐτῶν προτιμήσαντες, οὐκέτι τῆς τρυφῆς ταύτης οὔτε μὴν τοῦ ἐνδύματος τῆς τοῦ Θεοῦ δόξης καταξιοῦνται, ἀλλὰ καὶ τοῦ πλούτου τῆς χρηστότητος τοῦ Θεοῦ ἑαυτοὺς ἐνδίκως ἀποστεροῦσι καὶ κυσὶν ὁμοιοῦνται ἀδεσπότοις.

Καθάπερ γὰρ οἱ ἀδέσποτοι κύνες ἐν ταῖς πλατείαις καὶ ῥύμαις τῆς πόλεως περιΐασιν, ἵν’ ὀστοῦν που ἢ δέρματος παλαιοῦ μέρος ἀπορριφὲν λάβωσιν, ἢ καὶ κόπρον ἢ αἷμα λείξουσι σφαγέντων κτηνῶν, εἰ δὲ καὶ θνησιμαῖον αὐτοῖς εὑρεθῇ, ἀκορέστως ἐσθίουσι καὶ οὐ χωρίζονται τοῦ πτώματος πρότερον, ἀλλὰ καὶ τοὺς ἄλλους κύνας μαχόμενοι ἐκδιώκουσιν, ἕως ἂν οὐ τῶν ἐγκάτων μόνον ἀλλὰ καὶ αὐτὰ τὰ ὀστᾶ γυμνὰ τῶν νεύρων ἀποδείξωσιν, οὕτω καὶ οὗτοι ἐν ταῖς τῶν πλουσίων καὶ πενήτων θύραις ἀγυρτικῶς περιτρέχουσιν, ἵνα χρυσόν που ἢ ἄργυρον ἢ χαλκὸν διδόμενον ἐγκολπώσωνται, ἐπεὶ τοῦ ἀληθινοῦ καὶ ἀρρεύστου πλούτου ἐξέπεσον· καὶ ὅταν τύχωσι τοῦ σκοποῦ, τότε πρὸς ὀλίγον, ὡς κεκορεσμένοι καὶ μηδενὸς χρῄζοντες, οὕτω διάκεινται· ἐπὰν δὲ ὁ λιμὸς τῆς ἀπληστίας ἐξ ἀνελπιστίας αὐτοὺς καταλάβῃ, τῇ προτέρᾳ καὶ αὖθις ἀγυρτίᾳ ἑαυτοὺς ἐκδιδόασιν, ἐλεεινοὶ τῶν παρόντων, κἂν τοῦ κόσμου τὸν πλοῦτον ἅπαντα κτήσωνται, ἐλεεινότεροι τῶν μελλόντων, ὅτι τὴν αἰώνιον ζωὴν ἑκουσίως ἀπώσαντο.

Ἐφανέρωσε γὰρ αὐτοῖς ὁ Θεὸς τὸν τῆς χάριτος αὐτοῦ πλοῦτον, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους· καὶ τῆς ἐπουρανίου δωρεᾶς γεύσασθαι αὐτοὺς κατηξίωσε καὶ Πνεύματος ἁγίου μετόχους πεποίηκε, καθὰ καὶ ὁ θεῖος Παῦλος ἀνέκραγεν· «Οἱ δὲ οὐχ ὡς Θεὸν ἐδόξασαν», ἢ ἠγάπησαν, ἢ τὸ ἄπειρον τῆς αὐτοῦ ᾐδέσθησαν ἀγαθότητος, «ἢ αὐτῷ εὐχαρίστησαν, ἀλλ’ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες γὰρ εἶναι σοφοί, ἐμωράνθησαν.» Οὐχ οὕτως δὲ πάντες οἱ φοβούμενοι τὸν Κύριον· ἀλλ’ ὅσοι τὰς τοῦ ἰδίου πατρὸς καὶ δεσπότου παιδείας ὡς εὐγνώμονες δοῦλοι καὶ ὡς υἱοὶ γνήσιοι μετὰ χαρᾶς ὑπενέγκωσι, λέγοντες· «Παιδείαν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ», καὶ ἄλλως· «Οὐκ ἄξια τὰ παρόντα παθήματα πρὸς τὴν ἀποκαλυπτομένην ἡμῖν δόξαν εἰσί», καὶ οὕτως ἐμμείνωσι τῇ καθημερινῇ, ὡς ἔφημεν, παιδείᾳ καὶ διηνεκεῖ μετανοίᾳ, μὴ ἀποσκιρτῶντες ἢ πρὸς ταύτην ἀχθόμενοι, τῷ προειρημένῳ τρόπῳ παιδαγωγούμενοι, ἐν τῷ οἴκῳ τῷ πατρικῷ ἐστολισμένοι λαμπρῶς ἀεὶ διαμένουσι, συνέστιοι τῷ ἑαυτῶν πατρὶ γινόμενοι καὶ τὴν δόξαν καθορῶντες αὐτοῦ καὶ τὸν πλοῦτον ὃν κληρονομεῖν μέλλουσιν. Ὅταν δὲ καλῶς ἀνατραφῶσι καὶ παιδευθέντες εἰς μέτρον ἡλικίας τελείου ἀνδρὸς καταντήσωσι, τηνικαῦτα καὶ ὁ πανάγαθος πατὴρ πάντα τὰ ὑπάρχοντα αὐτῷ δίδωσιν εἰς τὰς χεῖρας αὐτῶν.

Ἀλλὰ γὰρ εἴπωμεν πρότερον τί τὸ μέτρον τῆς πνευματικῆς ἡλικίας καὶ τὸ ὕψος τοῦ πληρώματος τοῦ Χριστοῦ καὶ οὕτως περὶ τῶν ὑπαρχόντων τῷ Πατρὶ καὶ ὅπως δίδωσι ταῦτα εἰς τὰς χεῖρας τῶν πιστευόντων αὐτῷ διεξέλθωμεν.

Πρόσεχε οὖν τῇ δυνάμει τῶν ῥηθησομένων σοι συνετῶς. Μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ ταῦτά εἰσι πνευματικῶς θεωρούμενα· καὶ ἵνα κάτωθεν τὴν ἀρχὴν ταύτης ποιήσωμαι, πόδες αὐτῆς ἡ πίστις καὶ ἡ ἁγία ταπείνωσίς ἐστι, βάσις στερρὰ καὶ ἀκράδαντος. Σκέλη καὶ ἀστράγαλοι, κνῆμαι καὶ γόνατα καὶ μηροί, ἡ ἀκτημοσύνη, ἡ γυμνότης, ἡ ξενιτεία, ἡ διὰ Χριστὸν ὑποταγὴ μετὰ γνώσεως, ἡ ὑπακοὴ καὶ ἡ εὐπρόθυμος δουλεία. Μέλη καὶ μόρια ἃ ἐγκαλύπτεσθαι χρεών, ἡ ἀδιάλειπτος εὐχὴ κατὰ νοῦν, ἡ ἐκ τῆς χύσεως τῶν δακρύων ἐγγινομένη ἡδύτης, ἡ χαρὰ τῆς καρδίας καὶ ἡ ἄφατος ταύτης παράκλησις. Νεφροὶ καὶ ὀσφύς, ἡ πρὸς τὰς εὐχὰς καὶ τὰς συνάξεις στάσις καὶ καρτερία καὶ ἡ ἐκεῖθεν ἐγγινομένη πύρωσις τοῦ ἐπιθυμητικοῦ πρὸς θεωρίαν καὶ συνουσίαν Θεοῦ, καθὼς ὁ θεῖος Δαυὶδ ἀναγράφεται οὕτω λέγων· «Πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου.» Καὶ ὁ Παῦλός φησι· «Στῆτε οὖν περιζωσάμενοι τὰς ὀσφῦς ὑμῶν ἐν ἀληθείᾳ.» Καὶ τῶν ἀποστόλων ὁ κορυφαιότατος Πέτρος «Διό, φησίν, ἀναζωσάμενοι τὰς ὀσφῦς τῆς διανοίας ὑμῶν, νήφοντες τελείως, ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς.» Χάριν, τὴν τοῦ παναγίου Πνεύματός φησι δωρεάν, ἥτις συμμετόχους ἡμᾶς καὶ συγκοινωνοὺς Θεοῦ ἀπεργάζεται.

Κοιλία καὶ στόμαχος καὶ ἡ τῶν ἐνδοσθίων κατασκευὴ τὸ χωρητικὸν ὑπάρχει καὶ νοερὸν τῆς ψυχῆς ἐργαστήριον, ἐν ᾧ τὸ λογιστικὸν ὡς καρδίαν μέσον νοήσεις, καὶ ἐν τῷ λογιστικῷ, τὸ ἐπιθυμητικόν τε καὶ θυμικόν· ἃ καὶ δίκην πλευρῶν, ψυῶν τε καὶ νεύρων καὶ πιμελῆς, ἡ πραότης, ἡ ἁπλότης, ἡ ἀνεξικακία, ἡ συμπάθεια καὶ ἡ εὐλάβεια συνέχουσι καὶ συνδοῦσι, περιέπουσί τε καὶ συγκαλύπτουσι καὶ πρὸς τὰ ὁρώμενα οὐκ ἐῶσιν ἀποβλέπειν ἤ τινος ἐπιθυμεῖν τῶν ἐν αὐτοῖς, ἀλλ’ οὐδὲ μνησικακεῖν συγχωροῦσιν ἢ φθονεῖν ἢ ζηλοῦν ἢ ὀργίζεσθαι ἢ ὁρᾶσθαι ταῦτά ποτε ὑπὸ τῶν ἀνθρώπων.

Ὁρμῆς γὰρ αὐτῶν ἐμπαθοῦς ὅλως πρὸς τὰ ἔξω μὴ γινομένης, κεκαλυμμένα διατηροῦνται· ἔνδοθεν δὲ αὐτὰ καθ’ ἑαυτὰ ὄντα καὶ ἀσφαλῶς ὑφ’ ὧν εἰρήκαμεν φυλαττόμενα, τὸ μὲν λογιστικὸν διακρίνει καὶ διαιρεῖ τὸ χεῖρον ἀπὸ τοῦ κρείττονος καὶ δεικνύει τῷ ἐπιθυμητικῷ οἷς δεῖ σχετικῶς προσκεῖσθαι καὶ ἃ δεῖ ἀγαπᾶν καὶ ἃ χρεὼν ἀποστρέφεσθαι καὶ μισεῖν· τὸ δὲ θυμικὸν μέσον τούτων ὥσπερ τις ὑπηρέτης εὐγνώμων πάρεστι, τοῖς ἐκείνων ἐξυπηρετῶν βουλήμασι καὶ θελήμασι συνεργῶν, διεγείρων πρὸς ἀνδρείαν καὶ ἄμυναν τῶν βουλομένων ἀγαθῶν ἀνδρῶν ἢ πονηρῶν τὴν ἐφ’ ἑκατέρᾳ τούτων ἐπὶ τοῖς πράγμασιν ἔνστασιν.

Ἐπεὶ δὲ κρείσσων ἀσυγκρίτως τῶν ὁρωμένων ἁπάντων ὁ ταῦτα κατασκευάσας Θεός, ἀντὶ πάντων καὶ πρὸ πάντων εἰκότως ὁ λόγῳ τετιμημένος καὶ ἀθόλωτον, ὡς εἴπομεν, καὶ ἀσύγχυτον ἐκ τῶν ἐμπαθῶν προλήψεων κεκτημένος τὸν νοῦν, τὸν τῶν ἁπάντων ποιητὴν καὶ δεσπότην προτιμήσει καὶ ἀγαπήσει καὶ πρὸς μόνον ἐκεῖνον ὅλον αὐτοῦ τὸ ἐπιθυμητικὸν ἀνενέγκῃ, οἱονεί πως ὑποδεικνύων αὐτῷ καὶ λέγων· «Ἄκουσόν μου καὶ ἴδε· ἅψαι φρικτῶς, γεῦσαι τῆς ἀκηράτου γλυκύτητος, τοῦ πνευματικοῦ ὀσφράνθητι μύρου καὶ γνῶθι ὡς οὐδεὶς τούτου ἐστὶν ὡραιότερος ἢ τερπνότερος ἢ ἡδύτερος ἢ τὸ σύνολον δυνατώτερος ἢ ἐνδοξότερος, οὐ μὴν ἀλλὰ γὰρ οὐδὲ ζωῶσαι ἢ ἀφθαρτῶσαι ἢ ἀπαθανατίσαι σε δυνάμενος.» Τοιγαροῦν καὶ ὅταν διὰ πάντων τούτων ἡ ἐπιθυμία πληρωθῇ τοῦ ἀνθρώπου, τηνικαῦτα καὶ ὅλον τὸ θυμικὸν τῷ λογιστικῷ τε καὶ ἐπιθυμητικῷ συγκραθέν, ἓν τὰ τρία ἐν τῇ θεωρίᾳ τῆς τριαδικῆς ἑνάδος καὶ ἐν αὐτῇ τῇ τερπνότητι τοῦ ἑαυτῶν γίνονται δεσπότου. Οὐ γὰρ ἐπιγινώσκεται ὅλως ἡ τριττὴ τότε τούτων διαίρεσις, ἀλλ’ εἰσὶν ἐκ παντὸς ἕν.

Ὁπηνίκα οὖν ἐκ μόνου τοῦ ἑνὸς καὶ ἀγαθοῦ τῇ ἁπλότητι, ἐπὶ τῇ τῶν πονηρῶν καὶ ἀγαθῶν πραγμάτων διακρίσει καὶ διαιρέσει, ἐπιστραφῶσιν αἱ δυνάμεις αὗται πρὸς τὰ ἐνταῦθα, τηνικαῦτα ἡ τούτων θέλησις καὶ διαίρεσις καὶ ἡ πρὸς τὰ ἐναντία τῶν θείων θελημάτων ἀποστροφὴ ἀδιαιρέτως δείκνυται· ἐν γὰρ μόνοις τούτοις ἡ τοῦ θυμικοῦ κίνησις γίνεται.

Εἴχομεν ἔτι καὶ ἕτερα τούτων πλείονα περὶ στομάχου καὶ ἥπατος, περὶ τροφῆς, περὶ πόσεως, περὶ πείνης καὶ δίψης εἰπεῖν· ἀλλ’ ἵνα μὴ μακρὸν ἀποτείνω τὸν λόγον καὶ ἔκφορα τὰ ἀνέκφορα ποιήσω τῶν λόγων τοῖς θηρευταῖς, τοῖς εἰθισμένοις πλουτεῖν ἐξ ἀλλοτρίων χρημάτων, κατελίπομεν ταῦτα τῇ σιωπῇ κεκαλυπτομένα τοῖς διὰ τῆς πρακτικῆς γνώσεως ἐκζητεῖν βουλομένοις. Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Ἐπεὶ οὖν μέχρι γαστρὸς καὶ στομάχου τὸ σῶμα τῆς κατὰ Χριστὸν διεπλάσαμεν ἡλικίας, χρεὼν καὶ μέχρι τῆς κεφαλῆς ἀνελθεῖν ἕως οὗ ἄρτιον καὶ σῶον αὐτὸ πνευματικῶς ἐκπληρώσωμεν.

Στῆθος τοιγαροῦν καὶ νῶτον, ὤμους, βραχίονας, χεῖρας ἤδη καὶ τράχηλον τούτῳ τῷ σώματι τῆς πνευματικῆς ἡλικίας συμπλάττομεν. Καὶ στῆθος μὲν ἐπὶ τούτῳ νοήσεις τὴν εὐσπλαγχνίαν, ἐν ᾗ οἱ μαστοὶ τῆς φιλανθρωπίας τὸ γάλα τῆς ἐλεημοσύνης ὀρφανοῖς καὶ χήραις καὶ πᾶσιν ἄλλοις ἀφθόνως προχέουσι κατὰ τὸν λέγοντα ἅγιον· «Ἀδελφοί, κτήσασθε σπλάγχνα οἰκτιρμῶν.» Ὅθεν τὸ γάλα τοῦτο τοῖς μαστοῖς χορηγεῖται καὶ ὅπως ἐργάζεται, ὑμῖν ἐάσω ζητεῖν. Νῶτον δέ, τὸ τὰ ἀλλότρια βάρη ἐφ’ ἑαυτὸν εὐπροθύμως αἴρειν καὶ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν ἑαυτῷ περιφέρειν, καθώς φησιν ὁ Ἀπόστολος· «Ὑμεῖς οἱ δυνατοὶ τὰ βάρη τῶν ἀδυνάτων βαστάζετε», καὶ αὖθις· «Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.» Καὶ ὁ Κύριος διὰ τοῦ προφήτου· «Τὸν νῶτόν μου, φησί, δέδωκα εἰς μάστιγας καὶ τὰς σιαγόνας μου εἰς ῥαπισμόν.» Ἅπερ, εἰ καὶ μὴ ἀπαντήσοι καιρὸς τοῦ παθεῖν, ἀλλὰ χρὴ ἐλπίζειν ἀεὶ καὶ πρὸς ταῦτα καθ’ ὥραν παρασκευάζεσθαι. Ὤμους δὲ καὶ βραχίονας, τὸ ὑπομονητικόν τε καὶ καρτερικὸν ἐν τοῖς πειρασμοῖς καὶ ταῖς θλίψεσι, δι’ ὧν αἱ χεῖρες καὶ μεθ’ ὧν ἐνεργεῖν δύνανται. Χεῖρας δέ φημι τὸ πρὸς πᾶσαν ὑπακοὴν καὶ ἐργασίαν τῶν ἐντολῶν τοῦ Θεοῦ ἐνεργητικόν τε καὶ πρόθυμον, ἅτινα δίχα ὑπομονῆς καὶ καρτερίας πολλῆς οὐδεὶς οὐδαμῶς κτήσασθαι δύναται.

Ἔχει δὲ πρὸς ταύταις καὶ πνευματικὰς χεῖρας ἡ ἡλικία αὕτη, δι’ ὧν τοὺς μὲν ὀλιγοψύχους παραμυθεῖται, τοὺς δὲ καταπίπτοντας ἀνιστᾷ, τοὺς συντετριμμένους καταδεσμεῖ, ἔλαιον καὶ οἶνον ἐπιχέων αὐτοῖς, μεθ’ ὧν καὶ ἄλλα πολλὰ λόγῳ καὶ ἔργῳ πρὸς τοὺς πλησίον καθ’ ἑκάστην ποιεῖ καὶ αὐτοῦ τοῦ κρασπέδου ἅπτεται τοῦ δεσποτικοῦ καὶ ἄρτον προσφέρει τῷ Κυρίῳ αὐτοῦ καὶ τὸ ποτήριον δίδωσιν εἰς τὰς χεῖρας αὐτοῦ. Καὶ οὕτω τρέφει τὸν τρέφοντα νεύματι πᾶσαν πνοήν, τροφὴν ἣν εἶπεν ἐκεῖνος ἐπιθυμεῖν καὶ ἐφίεσθαι· καὶ μακάριος ὁ εἰδὼς ταῦτα καὶ ἔχων καὶ προσφέρων τῷ δεσπότῃ αὐτοῦ, ὅτι κἀκεῖνος ἀνακλινεῖ αὐτὸν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὁ ἐπὶ τῶν Χερουβὶμ ἐποχούμενος, καὶ περιζωσάμενος κατὰ τὴν ἀψευδῆ ἐπαγγελίαν αὐτοῦ διακονήσει αὐτῷ.

Τράχηλος δὲ τοῦ σώματος τούτου ἡ ἀδίστακτός ἐστιν ἐλπίς. Ἰδοὺ οὖν ὅλον τὸ σῶμα ἀπηρτίσαμεν, Θεοῦ βοηθείᾳ καὶ χάριτι, ἀνδρός, ὡς οἶμαι, τελείου πάντα τὰ μέλη ὁλόκληρα ἔχον. Λείπεται τοιγαροῦν τούτῳ μόνη ἡ κεφαλή. Ἀλλ’ ἴσως πάντα εἰπεῖν ἡμᾶς ἐλογίσασθε καὶ μηδὲν μηδαμῶς ὑστερηκέναι, ὡς ἀρκούντων δῆθεν καὶ τῶν εἰρημένων εἰς ὁλοκληρίαν ἀρετῆς καὶ σωτηρίαν ψυχῆς. Οὐκ ἔστι δὲ τοῦτο, οὐκ ἔστιν. Ὥσπερ γὰρ τὸ σῶμα, ἔχον πάντα τὰ μέλη, τῆς δὲ κεφαλῆς ἐστερημένον, νεκρόν ἐστιν εἰς ἅπαν καὶ ἀνενέργητον, καὶ πάλιν ἡ κεφαλὴ δίχα τοῦ λοιποῦ ὅλου σώματος αὐτὴ μὲν καθ’ ἑαυτὴν κεφαλή ἐστι, κεχωρισμένη δὲ τούτου τυγχάνουσα, τὰς ἑαυτῆς ἐνεργείας δεικνύειν οὐ δύναται, οὕτω μοι νόει καὶ εἰς τὸ ὑφ’ ἡμῶν διὰ τῆς συνεργείας τοῦ ἁγίου Πνεύματος κατασκευασθὲν πνευματικὸν σῶμα γίνεσθαι καὶ ὅτι ἅπερ εἴπομεν πάντα δίχα κεφαλῆς ἕωλά εἰσι καὶ ἀνωφελῆ, εἰ καὶ πολλοὶ ἐπὶ τῇ τούτων ἐργασίᾳ καὶ μερικῇ κτήσει ὡς τὸ πᾶν κατορθώσαντες ἀφρόνως διάκεινται καὶ νεκροὶ ὄντες οὐκ ἐπαισθάνονται οὗ ἀπεστέρηνται ἀγαθοῦ.

Τὰ μὲν γὰρ εἰρημένα, εἰ καὶ διῃρημένως εἰς ὑπόδειγμα καὶ γνῶσιν τρανότερον διηγησάμεθα, ἀλλ’ ἄνευ τῆς κεφαλῆς καὶ τῆς εἰς ἄλληλα φυσικῆς συναφείας συστῆναι ταῦτα καὶ κραταιωθῆναι ἀδύνατον. Καθάπερ γὰρ σῶμα παιδίου μικροῦ ἐστερημένον τῆς ἑαυτοῦ κεφαλῆς οὐκ ἐνδέχεται αὐξηθῆναί ποτε, ἀλλ’ ἀμφότερα ἡνωμένα ὄντα καὶ τὴν ἐξ ἀλλήλων τροφὴν δεχόμενα, εἴτ’ οὖν τὸ σῶμα διὰ τοῦ στόματος καὶ ἡ κεφαλὴ πάλιν διὰ τῆς ἀναπεμπομένης ὑγρότητος ἀπὸ τοῦ σώματος, οὕτω τρέφεται καὶ αὔξεται ὅλος ὁ ἄνθρωπος, τὸ αὐτό μοι μετὰ τὸ ἐπιτεθῆναι τῷ πνευματικῷ σώματι τὴν κεφαλὴν κατανόησον καὶ ὄψει γινόμενον. Καὶ ἵνα σοι σαφέστερον τοῦτο ποιήσωμαι, ἐπανάληψιν ποιουμένου μου τῶν εἰρημένων ἀκριβῶς ἄκουε.

Ἔχεις τοιγαροῦν πίστιν καὶ ταπείνωσιν τὰς βάσεις τῶν ἀρετῶν καὶ ἐπὶ ταύταις τὰς ἀρετὰς πάσας, ἃς ἔφθην εἰπών, ἐποικοδομηθείσας, δι’ ἃς ὅλον δηλονότι κατεσκευάσθη τὸ σῶμα καὶ μέχρι τραχήλου ἀπετελέσθη, ὅπερ ἐστὶν ἡ ἐλπίς· ἥτις τοῦ μὲν λοιποῦ ὑπερανέστηκε σώματος, αὐτὴ δὲ μόνη καθ’ ἑαυτὴν μὴ συναφθεῖσα τῇ κεφαλῇ συννενέκρωται τοῖς λοιποῖς τοῦ σώματος μέλεσιν, μὴ ἔχουσα ὅθεν εἰς πνοὴν ἢ ἀναπνοὴν τοῦ ζωοποιοῦντος καὶ κινοῦντος τὸ σῶμα καὶ τὰ μέλη Πνεύματος δέξασθαι καὶ τροφῆς ὅλως ἀφθάρτου μεταλαβεῖν. Διὰ δὴ τοῦτο, ἵνα μὴ ἀτελὲς τὸ τῆς ἡλικίας Χριστοῦ μέτρον ἐάσωμεν, ὥσπερ κεφαλὴν τῷ ὄντι τὴν ἁγίαν ἀγάπην ἐπιτίθεμεν ἐπ’ αὐτῇ, οὐκ ἀφ’ ἑαυτῶν τοῦτο νοήσαντες ἢ συσκευάσαντες, ἄπαγε, ἀλλ’ ἐκ τοῦ ἁγίου ἐκείνου Πνεύματος διδαχθέντες, οὗ εἶχεν ὁ εἰπών· «Μένει δὲ τὰ τρία ταῦτα, πίστις, ἐλπίς, ἀγάπη· μείζων δὲ πάντων ἡ ἀγάπη», καὶ αὖθις· «Ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν γνῶσιν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μοι καὶ ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.»

Ἡ γὰρ πίστις διὰ τῆς ἐλπίδος μεσιτευούσης ὑπὸ τῆς ἁγίας ἀγάπης ἀοράτως καὶ ἀνεπαισθήτως, ἐν τοῖς νηπίοις ἔτι λέγω, προθυμουμένη καὶ διδασκομένη καὶ ἱκανουμένη, πάντα τὰ προειρημένα ἐπιτελεῖ· ἐπιτελοῦσα δὲ τρέφει καὶ θεραπεύει καὶ αὐξάνειν ποιεῖ διὰ τῶν τοιούτων τὴν κεφαλήν, αὐτήν, φημί, τὴν ἀγάπην· αὕτη δὲ θεραπευομένη καὶ αὐξάνουσα, πλείονα κατὰ ἀναλογίαν παρέχει τῷ λοιπῷ τῶν ἀρετῶν σώματι τὴν ἰσχὺν καὶ τοῖς ἔμπροσθεν προσεπεκτείνεσθαι παρασκευάζει θερμότερον.

Καὶ οὕτως αὐξάνουσι κατὰ μικρὸν ὅλα τὰ μέλη τοῦ πνευματικοῦ σώματος, ὥσπερ ὀστοῦν πρὸς ὀστοῦν καὶ ἁρμονία πρὸς ἁρμονίαν, ὑπὸ τῆς ἁγίας ἀγάπης συντιθέμενα καὶ συναρμολογούμενα καὶ συνδούμενα. Ἡ δὲ ἀγάπη αὕτη, εἴτ’ οὖν ἡ κεφαλὴ πάντων τῶν ἀρετῶν, ἐστὶν ὁ Χριστὸς καὶ Θεός, ὃς διὰ τοῦτο κατῆλθεν ἐπὶ τῆς γῆς καὶ γέγονεν ἄνθρωπος, μεταλαβὼν τῆς ἡμετέρας γεώδους σαρκός, ἵνα μεταδῷ τῆς αὐτοῦ θεότητος οὐσιωδῶς ἡμῖν καὶ πνευματικοὺς ἡμᾶς ἐργασάμενος καὶ ἀφθάρτους ἀποτελέσας εἰς οὐρανοὺς ἀνενέγκῃ. Αὕτη ἐστὶν ἡ ἀγάπη ἣν λέγει ὁ θεῖος Ἀπόστολος ὅτι ἐκκέχυται πλουσίως ἐν ταῖς καρδίαις ἡμῶν, ἤγουν ἡ μετουσία καὶ μέθεξις τῆς θεότητος αὐτοῦ, δι’ ἧς ἑνούμεθα τῷ Θεῷ. Περὶ ταύτης καὶ ὁ Ἰωάννης φησὶν ὁ θεολόγος· «Ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον», καὶ ὅτι· «Ὁ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ», καὶ πάλιν· «Ἴδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμῖν ὁ Πατήρ, ἵνα τέκνα Θεοῦ κληθῶμεν.» Ἀγάπην ἐνταῦθα τὸ τοῦ Θεοῦ ἅγιον καλεῖ Πνεῦμα, δι’ οὗ καὶ τὴν υἱοθεσίαν ἀπολαμβάνομεν.

Ταύτην οὖν τὴν ἀγάπην οὐδεὶς ἀνθρώπων ἰδεῖν ἢ λαβεῖν ἢ συναφθῆναι αὐτῇ καὶ κεφαλὴν αὐτοῦ ταύτην γνωστῶς κτήσασθαι ἠδυνήθη, εἰ μὴ τὴν εἰς Χριστὸν πίστιν, ὡς εἴπομεν, στερρὰν ἐτήρησεν καὶ ἀκράδαντον καὶ ἐπὶ ταύτῃ τῇ πίστει τὰς εἰρημένας ἁπάσας πράξεις ἐπῳκοδόμησεν ἐν σπουδῇ· ὁ δέ γε μὴ θεασάμενος, μήτε συναφθεὶς αὐτῇ, μήτε τῆς γλυκύτητος αὐτῆς μετασχών, οὐδὲ ἀγαπῆσαι ταύτην ἀξίως δύναται. Ὃν γὰρ οὐκ ἴδῃ τις, πῶς ἀγαπᾶν αὐτὸν δύναται; «Ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, φησίν, ὃν ἑώρακε, τὸν Θεὸν ὃν οὐχ ἑώρακε πῶς δύναται ἀγαπᾶν;» Πάλιν δὲ εἰ μὴ ἐξ ὅλης ψυχῆς, ἐξ ὅλης καρδίας, κατὰ τὰς φυσικὰς ἐννοίας καὶ κατὰ τὴν προσοῦσαν ἡμῖν φιλικὴν ἀγάπησιν καὶ διάθεσιν, ἀγαπήσει αὐτὸν πρότερον, ἰδεῖν οὐ καταξιοῦται αὐτόν. «Ὁ ἀγαπῶν με γάρ, εἶπεν, ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου», καὶ τότε ἐπιφέρει· «καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν.» Ἐξ ὧν δείκνυται φανερῶς ὅτι, ἐὰν μὴ πρότερον ἐξ ὅλης αὐτοῦ τῆς ψυχῆς ἀγαπήσῃ τις τὸν Θεὸν καὶ τὴν πρὸς αὐτὸν ἀγάπην ἐν τῇ ἀπαρνήσει ἑαυτοῦ καὶ τοῦ κόσμου παντὸς ἐπιδείξηται, τῆς αὐτοῦ ἐμφανείας ἐν ἀποκαλύψει Πνεύματος ἁγίου μυστικῶς οὐκ ἀξιοῦται οὐδὲ τὴν κεφαλὴν ἑαυτοῦ αὐτὸν κέκτηται, ἀλλὰ σῶμά ἐστι νεκρὸν ἐν τοῖς πνευματικοῖς ἔργοις, τὴν ζωὴν τῶν ἁπάντων ἐστερημένον, Χριστόν.

Οἱ γοῦν ἀξιωθέντες αὐτῷ συναφθῆναι καὶ κεφαλὴν αὐτὸν κτήσασθαι, πρόσεχε τῷ λόγῳ, παρακαλῶ, γίνονται καὶ οὗτοι θέσει θεοί, ὅμοιοι τῷ Υἱῷ τοῦ Θεοῦ. Ὢ τοῦ θαύματος! Ἐνδύει γὰρ αὐτοὺς ὁ Πατὴρ τὴν πρώτην στολήν, τὸ τοῦ Κυρίου ἱμάτιον ὃ πρὸ καταβολῆς κόσμου ἐνεδιδύσκετο. «Ὅσοι γάρ, φησίν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε», δηλονότι τὸ ἅγιον Πνεῦμα ὃ καὶ ἀλλοιοῖ θεοπρεπῶς ὅλους αὐτοὺς ξένην τινὰ καὶ ἄρρητον καὶ θείαν ἀλλοίωσιν περὶ ἧς φησιν ὁ Δαυίδ· «Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου», καὶ ὁ ἐπιστήθιος μαθητὴς τοῦ Χριστοῦ· «Ἀδελφοί, νῦν τέκνα ἐσμέν· ἀλλ’ οὔπω, φησίν, ἐφανερώθη» τοῖς ἐν τῷ κόσμῳ δηλονότι «τί ἐσόμεθα· οἴδαμεν δὲ» ἐκ τοῦ Πνεύματος οὗ δέδωκεν ἡμῖν «ὅτι, ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα». Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ χαρίζεται αὐτοῖς καὶ τὸν νοῦν τοῦ Χριστοῦ, ὑπὲρ κεφαλῆς αὐτῶν λάμποντα, μυστήρια αὐτοῖς ἀποκαλύπτοντα ἃ οὐκ ἐξὸν γλώσσῃ φθέγξασθαι ἀνθρωπίνῃ. Πρὸς τούτοις δίδωσιν αὐτοῖς καινοὺς ὀφθαλμοὺς καὶ καινὴν ἀκοήν. Καὶ τί τὰ πολλὰ θέλω λέγειν; Ἀδύνατον γὰρ πάντα εἰπεῖν.

Ὅλος αὐτὸς ἐκεῖνος ὁ τοῦ Θεοῦ Λόγος μετὰ Πατρὸς καὶ Πνεύματος οἰκεῖ ἐν αὐτοῖς· γίνεται οὖν ἕκαστος τῶν τοιούτων ναὸς ἐν αἰσθήσει καὶ γνώσει Θεοῦ καὶ τηνικαῦτα μετὰ παρρησίας λέγων βοᾷ· «Ζῶ μὲν οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ ὁ Χριστός», καὶ αὖθις· «Ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου.» Διὰ τοῦτο πάντα στέγω, πάντα ὑπομένω· καὶ λοιδορούμενος εὐλογῶ καὶ παρακαλῶ βλασφημούμενος καὶ ἀνέχομαι διωκόμενος, «ἵνα ἐπισκηνώσῃ ἐν ἐμοί, φησίν, ἡ δύναμις τοῦ Χριστοῦ».

Αὕτη τοιγαροῦν ἡ τελεία τῶν πνευματικῶν ἀνδρῶν ἀτέλεστος ἡλικία· τελεία μέν, κατὰ τὸ ἡμῖν ἐφικτὸν λέγω, ἀτέλεστος δέ, ὅτι ἡ τελειότης αὐτῆς ἐν τῷ Θεῷ ἀποκεκρυμμένη ἐστί, πλήρωμα δὲ ταύτης ὁ ὑπὲρ Χριστοῦ καὶ τῶν ἐντολῶν αὐτοῦ θάνατος, ἵνα ὥσπερ ἐκεῖνος ἅπαντα μὲν τὸν νόμον ἐτέλεσεν, ὑπὲρ παντὸς δὲ τοῦ κόσμου παρέδωκεν ἑαυτόν, σταυρὸν καὶ θάνατον ὑπομείνας, εὐχόμενος καὶ ὑπὲρ τῶν σταυρωσάντων αὐτὸν καὶ λέγων· «Ἄφες αὐτοῖς, πάτερ, τὴν ἁμαρτίαν ταύτην· οὐ γὰρ οἴδασι τί ποιοῦσιν», οὕτω καὶ ἡμεῖς ὑπὲρ ἐκείνου καὶ τῶν αὐτοῦ ἐντολῶν, ἀλλὰ μὴν καὶ ὑπὲρ τῆς σωτηρίας τῶν ἀδελφῶν ἡμῶν τὸ ἀπόκριμα τοῦ θανάτου ἐν ἑαυτοῖς ὀφείλομεν περιφέρειν, «ἵνα μὴ ὦμεν πεποιθότες ἐφ’ ἑαυτοῖς, ἀλλ’ ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς·» Εἰ γὰρ καὶ μὴ συναντήσοι τοῦτο ἡμῖν τὸ βιαίῳ θανάτῳ τὸν βίον ὑπεξελθεῖν, ἀλλὰ τῇ προαιρέσει, ὡς ἔργῳ τοῦτο ἤδη παθόντες καὶ ὑπομείναντες, λογισθήσεται ἡμῖν ὑπὸ τοῦ φιλανθρώπου Θεοῦ ἡμῶν καὶ ἀγωνοθέτου κατὰ τὸν λέγοντα ἅγιον· «Νὴ τὴν ὑμετέραν ἀγάπην, καθ’ ἡμέραν ἀποθνῄσκω.» Οὐχ ὡς τῇ πείρᾳ τοῦτο πολλάκις παθών, ἀλλὰ τῇ προθέσει, φησί, καὶ πάλιν· «Διώκω εἰ καὶ καταλάβω, ἐφ’ ᾧ καὶ κατελήφθην.»

Ἔτι δὲ καὶ ὑπὲρ πάντων ὀφείλομεν τῶν δι’ ἥντινα αἰτίαν λυπούντων ἢ λοιδορούντων ἡμᾶς καὶ ὑπὲρ τῶν ἐχθρωδῶς πρὸς ἡμᾶς ἐκ πονηρᾶς προθέσεως διακειμένων ἀεί, ἀλλὰ καὶ ὑπὲρ τῶν πιστῶν ἁπάντων καὶ ἀπίστων προσεύχεσθαι, ὡς ἂν οἱ μὲν πρὸς τὸ τέλειον καταντήσωσιν, οἱ δὲ τῆς πλάνης ἀπαλλαγῶσι καὶ τῇ ἀληθινῇ πίστει προσέλθωσι.

Ταῦτα οὐδείς ποτε ἀνθρώπων ἐννοῆσαι ἀφ’ ἑαυτοῦ ἢ εἰπεῖν ἢ ἀκοῇ παραδέξασθαι, μὴ ὅτι γε ἔργῳ αὐτὰ διαπράξασθαι ἠδυνήθη, εἰ μὴ ἡ ἀγάπη τοῦ Θεοῦ πρότερον ἐξεχύθη πλουσίως ἐν τῇ καρδίᾳ αὐτοῦ καὶ ἔνοικον ἔσχε δι’ αὐτῆς τὸν εἰπόντα· «Οὐ δύνασθε χωρὶς ἐμοῦ ποιεῖν οὐδέν.» Ἀλλ’ οὐδὲ τῆς τοιαύτης χάριτος καὶ δωρεᾶς ἔτυχέ τις, εἰ μὴ πρότερον ἑαυτὸν ἀπηρνήσατο, καθὼς ἐνετείλατο ὁ Σωτὴρ καὶ ἡμεῖς λεπτότερον ἐδηλώσαμεν, τῷ Κυρίῳ δηλονότι ἐν ὅλῃ καρδίᾳ εὐπροθύμως δουλεύσας καὶ ἀγαπήσας αὐτόν. Εἰ δὲ μὴ ταύτην ἀναφαίρετον εἴληφε, μηδεὶς ἑαυτὸν ἀπατάτω, γινωσκέτω δὲ τοῦτο, ὡς οὐδὲ τῆς μετὰ Θεοῦ ἑνώσεως τῆς ἐν νοερᾷ αἰσθήσει καὶ γνώσει καὶ θεωρίᾳ γινομένης κατηξιώθη ἢ καταξιωθήσεται πώποτε. Οἱ γὰρ χρηματίσαντες ἄνδρες τέλειοι ἐν τῇ μεθέξει τῆς τοῦ Θεοῦ χάριτος καὶ τὴν πνευματικὴν ἡλικίαν ἐν τῷ ῥηθέντι μέτρῳ τελείαν κτησάμενοι ὅλοι γίνονται μετὰ τοῦ Θεοῦ, ὁρῶντες αὐτὸν τοσοῦτον ὅσον ὁρῶνται καὶ αὐτοὶ ὑπ’ αὐτοῦ. Μένει γὰρ γνωστῶς ὁ Θεὸς ἐν αὐτοῖς καὶ αὐτοὶ γνωστῶς ἐν τῷ Θεῷ μένουσιν ἀχωρίστως καὶ ἀδιαστάτως.

Ὁπηνίκα δὲ οὕτως ἕξουσι τελειωθέντες καλῶς, τηνικαῦτα καὶ ὁ Πατὴρ αὐτῶν ὁ οὐράνιος τὰ ὑπάρχοντα αὐτῷ δίδωσιν εἰς τὰς χεῖρας αὐτῶν. Χεῖρας δὲ τὸ ἀσφαλὲς καὶ πεπληροφορημένον νοήσεις· ὑπάρχοντα δὲ αὐτοῦ ταῦτά εἰσιν· τὸ ἀθάνατον, τὸ ἄφθαρτον, τὸ ἄτρεπτον, τὸ ἀναλλοίωτον, τὸ ἀΐδιον, τὸ ἀμήχανον κάλλος τῆς δόξης ἧς εἶχεν ὁ Υἱὸς πρὸ τοῦ τὸν κόσμον γενέσθαι παρὰ τῷ Θεῷ καὶ Πατρί, καθώς φησιν αὐτὸς ὁ Λόγος καὶ Υἱὸς τοῦ Πατρός· «Δόξασόν με σύ, πάτερ, τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί», καὶ πάλιν· «Τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ἓν ὦσι, καθὼς σύ, Πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν αὐτοῖς.» Ἐξ οὗ πηγάζει τὸ φῶς τὸ ἀπρόσιτον μὲν τοῖς ἁμαρτωλοῖς ἅπασι, προσιτὸν δὲ ἐν αὐτοῖς ἀνατέλλον καὶ γινόμενον τούτοις χαρὰ ἀνεκλάλητος, εἰρήνη πάντα νοῦν ὑπερέχουσα, τρυφὴ καὶ ἀπόλαυσις καὶ εὐφροσύνη ἐν ἀκορέστῳ κόρῳ νῦν καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας.

Καὶ ἵνα συνελὼν εἴπω, μᾶλλον δὲ εἰπεῖν μὴ δυνάμενος, οὕτω πως κἀγὼ ἐκπληττόμενος, τὰς ἀπαρχὰς τῶν ἀγαθῶν ἐκείνων ἁπάντων, ὧν ὀφθαλμὸς τεθολωμένος τοῖς πάθεσι τὸ κάλλος οὐκ εἶδεν, οὐδὲ οὖς βεβυσμένον τῇ ἀγνωσίᾳ ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀκάθαρτον ἀνέβη ἀνθρώπου, ἃ ὁ Θεὸς ἡτοίμασε τοῖς ἀγαπῶσιν αὐτόν, ὡς ἀρραβῶνας ἀπ’ ἐντεῦθεν ἤδη τοῖς πιστοῖς ὁ ἀψευδὴς καὶ πιστὸς δίδωσι.

Ταῦτα οὖν εἰσιν ἃ προϋπεσχόμην ὑμῖν εἰπεῖν ὑπάρχοντα εἶναι τοῦ Πατρός. Καὶ οὕτω ταῦτα δίδωσιν, ὡς ἠκούσατε, τοῖς ἀγαπῶσιν αὐτὸν καὶ διάγουσιν ἐν τῇ γῇ καθάπερ ἐν οὐρανῷ, καὶ οὖσιν ἐν τῷ θανάτῳ ὡς ἤδη τῇ ἀθανασίᾳ τετιμημένοι, καὶ ἐν τῷ σκότει περιπατοῦσιν ὡς ἐν ἡμέρᾳ καὶ ἐν ἀδύτῳ φωτί· ἐν δὲ τῷ βορβορώδει τούτῳ σώματι ἀναπνέουσιν, ὡς ἐν τῷ τῆς τρυφῆς παραδείσῳ κεκτημένοι τὸ τῆς ζωῆς ξύλον ἐν μέσῳ, ναὶ μὴν καὶ αὐτὴν τὴν τῶν ἀγγέλων τροφήν, τὸν οὐράνιον ἄρτον, ἐξ ὧν πᾶσαι αἱ ἄϋλοι δυνάμεις τῶν οὐρανῶν τρεφόμεναι ἀκηράτως ζωοῦνται· οἳ καὶ στρεφόμενοι ἐν μέσῳ τοῦ κόσμου καὶ τῶν ἐν τῷ κόσμῳ πραγμάτων βοῶσιν ἐν ἀληθείᾳ μετὰ τοῦ Παύλου· «Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει», ἔνθα πέλουσα ἡ ἁγία ἀγάπη, συγγινομένη τοῖς ἑαυτῆς ἐρασταῖς καὶ πλουσίως αὐτοὺς περιλαμποῦσα, ἀπαθεῖς καὶ τῷ ὄντι ἀγγέλους ἐργάζεται. Ὁ οὖν πρὸ τοῦ συναφθῆναι αὐτῇ καὶ συγκραθῆναι ὁλοτελῶς ἀπαθῆ ἑαυτὸν ὀνομάζων, ἢ διδάσκων ἑτέρους, ἢ τὰ τῶν ἀπαθῶν ἔργα πράττειν ἐπιχειρῶν, ἢ πάλιν τὰ ὑπ’ ἐκείνων πραττόμενα ἀπιστῶν, νηπίῳ ἔοικεν ἁπλῷ, ἐν ἀώρῳ τῇ ἡλικίᾳ τὰ τῶν ἀνδρῶν ὅπλα αἴροντι καὶ ἑτέρους περὶ πολέμου διδάσκειν ἐπαγγελλομένῳ, οὐ μόνον δέ, ἀλλὰ καὶ ἑαυτὸν συνεξισοῦντι καὶ παρενείροντι τοῖς ἀνδράσι καὶ πολεμισταῖς καὶ πρὸς πόλεμον ἀπιέναι σὺν αὐτοῖς ἐπιχειροῦντι.

Ὅπερ οὐκ ἀδύνατον μόνον ἐστίν, ἀλλὰ καὶ πολλοῦ γέλωτος ἄξιον· ὑπ’ αὐτῶν γὰρ ὧν ἐπιφέρεται ὅπλων συμποδισθήσεται πάντως καὶ καταβληθήσεται καὶ συντριβήσεται καὶ οὐδὲ ἀναστῆσαι ἴσως δυνήσεται. Καὶ εἰκότως· οὐκ οἶδε γὰρ ὅτι οἱ ἐν πολέμῳ πληττόμενοι καὶ καταβαλλόμενοι ἐξεγείρονται πάλιν καὶ ἐμπειρότεροι γίνονται καὶ κραταιότερον τοῖς ἐχθροῖς ἀντιμάχονται. Εἰ γὰρ δειλὸν ἄνδρα μὴ ἐξιέναι εἰς πόλεμον τῷ Μωϋσῇ ὁ Θεὸς διετάξατο, πόσῳ γε μᾶλλον νηπίῳ ἔτι καὶ μηδὲ ἀφ’ ἑαυτοῦ περιπατεῖν ἢ ζώννυσθαι δυναμένῳ ἁρμόσει τὴν ἀνδρῴαν ἡλικίαν ἐκδέξασθαι καὶ μὴ πρὸ τούτου τοῖς ἀδυνάτοις ἐπιχειρεῖν.

Ὅμως μέντοι ἐπειδὴ «οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις», οὐδὲ τὰ ὅπλα ἡμῶν σαρκικὰ καὶ ὁρώμενα, ἀλλὰ πνευματικὰ καὶ νοούμενα, ὑπάρχει δὲ καὶ ὁ πόλεμος οὗτος ἀόρατος ἀοράτως πρὸς ἀοράτους ἐχθροὺς γινόμενος, διὰ τοῦτο πάντες οἱ δοκοῦντες εἶναί τι ἑαυτοὺς ἐπιδείκνυνται τοῖς ἀνθρώποις τολμηροὺς περὶ ταῦτα καὶ ἀνδρείους καὶ περὶ τὴν ἐξήγησιν τῆς τοιαύτης πάλης καὶ τῆς ἀντιπαρατάξεως λίαν ἐμπείρους, ἀλλὰ μὴν καὶ αὐτῆς τῆς ἥττης καὶ νίκης τῶν πονηρῶν σοφοὺς καὶ ἐπιστήμονας καὶ διδακτικούς. Ὅθεν καὶ ὡς μονομάχοι τινὲς καὶ νικηταὶ τῶν ἐχθρῶν διὰ τῆς κενολογίας καὶ ἀπάτης τῶν συλλογισμῶν τοῖς πᾶσι γνωρίζεσθαι σπεύδουσιν· οἵ, καὶ ἐλεγχόμενοι καὶ ὑπὸ τοῦ οἰκείου συνειδότος κατακρινόμενοι ὡς ἄπρακτοι καὶ τοῦ τοιούτου πολέμου ἄπειροι, οὐ δύνανται συγκαταθέσθαι καὶ τὴν ἑαυτῶν ἀσθένειαν καὶ ἀπειρίαν καθομολογῆσαι ὑπὸ φιλοδοξίας καὶ ἀνθρωπαρεσκείας κατακρατούμενοι· λίαν γὰρ τῆς δόξης ἐκπεσεῖν τῶν ἀνθρώπων φοβοῦνται.

Ἐπειδὴ γὰρ οὐ βλέπονται κατὰ ψυχὴν τοῖς πλησίον ὁποῖοί ποτ’ ἄν εἰσιν, οὐδὲ παρὰ τῶν ἀνθρώπων καταλαμβάνονται ὅτι γυμνοὶ τυγχάνουσι τῶν τοῦ Πνεύματος ὅπλων, οὐδὲ ὅτι ἀσθενεῖς ἔτι καὶ νήπιοί εἰσι, κρύπτουσιν ἑαυτοὺς τῷ κωδίῳ τῆς ὑποκρίσεως καὶ τῇ δορᾷ τοῦ προβάτου· καὶ τοῦτο τοῖς πᾶσι διὰ τῆς χρηστολογίας φαίνεσθαι βούλονται ὅπερ οἱ τὴν κατὰ Χριστὸν ἡλικίαν διὰ πόνων κτησάμενοι αὐτοί, μηδὲ τὰς βάσεις ἴσως τῆς πίστεως καὶ ἐλπίδος ἐπὶ τὴν πέτραν ἐρείσαντες, μηδὲ τὴν οἰκοδομὴν τῶν ἀρετῶν ἐπὶ τὸν θεμέλιον Χριστὸν ἀνυψώσαντες. Διὰ δὴ τοῦτο ἀμφίβολοι ἔτι καὶ ἀδόκιμοι ὄντες, τῇ ἐπιφορᾷ τῶν πειρασμῶν καὶ τῇ καταιγίδι τῶν λογισμῶν ὠθούμενοι, συμποδίζονται καὶ σκελιζόμενοι ἐλεεινῶς καταπίπτουσιν. Εἰ γὰρ ἐβλέποντο τοῖς πᾶσιν οἷοί εἰσιν οἱ τὴν μόρφωσιν τῆς εὐσεβείας μόνην οἷα δὴ σκηνὴν περικείμενοι, οὐδὲ στῆναι εἰς πρόσωπον ὅλως ἀνθρώπου ἠδυνήθησαν ἄν, οὐδὲ ὀφθῆναι, ὡς οἶμαι, τινί· καὶ μάλιστα οἱ προὔχειν δοκοῦντες τῶν ἄλλων ἐν γνώσει καὶ λόγῳ καὶ τὸν βασιλικὸν οἰόμενοι χαρακτῆρα ἐν ἑαυτοῖς ἐπιφέρεσθαι, οἳ καὶ ὡς σοφοὶ καὶ εὐλαβεῖς καὶ σώφρονες παρὰ τῶν πολλῶν τιμώμενοι καὶ σεβόμενοι οὐδὲν ἧττον κατὰ τὰς ἀφανεῖς κινήσεις τῆς ψυχῆς τῶν τὴν κακίαν πολυτελῶν διαφέρουσιν.

Ἀλλ’ ἄγε δὴ καὶ τὴν δόξαν τῶν ὄντως ἁγίων καὶ ἀπαθῶν ἀνδρῶν οἱ βουλόμενοι διδαχθῆναι θελήσατε, οἱ ταύτης ἐφιέμενοι δηλαδὴ καὶ ταύτην ἐπικτήσασθαι ἐπιποθοῦντες θερμῶς· εἰκόνα γὰρ ὑμῖν φράσω παριστῶσαν αὐτῶν τὴν τῶν ὅπλων περιβολὴν καὶ τὴν ἐκείνων λαμπρότητα καὶ γνώσεσθε, ἕκαστος ἑαυτὸν τοῖς ἁγίοις ἐκείνοις συγκρίνων, ἐν οἵοις ἐστὲ καὶ ὅσον τῆς ἐκείνων ἀνδρείας ὁμοῦ καὶ ἀξίας καὶ δυνάμεως πάντες ἀπολειπόμεθα.

Τοιγαροῦν ἐννόησόν μοι τὸν οὐρανὸν οἷος ὑπάρχει ἐν αἰθρίᾳ καὶ ἀνεφέλῳ νυκτὶ καὶ βλέπε μοι ἐν αὐτῷ τὸν τῆς σελήνης δίσκον ὅλον πεπληρωμένον τὸ εἰλικρινὲς καὶ καθαρώτατον φῶς, κύκλῳ δὲ ταύτης τὸν πολλάκις γινόμενον κύκλον περὶ αὐτήν· καὶ σκοπήσας ταῦτα καλῶς, μετάβηθι τῷ νῷ καὶ πρὸς ὃ μέλλω πάλιν εἰπεῖν. Τῶν ἁγίων ἐοίκασιν ἕκαστος, ἔτι ἐν σώματι ὄντες, οὐρανῷ, ἡ δὲ καρδία αὐτῶν τῷ δίσκῳ ἔοικε τῆς σελήνης. Ἡ δὲ ἁγία ἀγάπη τὸ παντουργὸν ὑπάρχει καὶ παντοδύναμον φῶς, πολὺ τοῦ ἡλιακοῦ τούτου φωτὸς καὶ ἀσυγκρίτως λαμπρότερον, ἥτις, ἁπτομένη τῶν καρδιῶν αὐτῶν καὶ καθ’ ἑκάστην αὐξάνουσα, πληροῖ τελείως αὐτάς· οὐδὲ γὰρ λήγουσά ἐστι καθάπερ τὸ τῆς σελήνης φῶς, ἀλλ’ ὁλόφωτος ἀεὶ διὰ σπουδῆς καὶ ἀγαθοεργίας τῶν ἁγίων συντηρουμένη. Ἡ δὲ ἁγία ἀπάθεια, ὥσπερ κυκλοειδὴς στέφανος καὶ ὡς σκηνὴ μέσον αὐτοὺς περιφέρουσα καὶ περιέπουσα, σκέπει πάντοθεν καὶ περιφρουρεῖ καὶ ἀτρώτους ἀπὸ πάσης ἐννοίας πονηρᾶς, μὴ ὅτι γε ἁμαρτίας, διατηρεῖ, καὶ ἀβλαβεῖς καὶ ἐλευθέρους ἐκ πάντων ἐχθρῶν ἀποκαθιστᾷ· οὐ μόνον δέ, ἀλλὰ καὶ ἀπροσίτους αὐτοὺς τοῖς ὑπεναντίοις ἐργάζεται.

Εἴδετε δόξαν οἱ ταύτην ὄντως ποθοῦντες; Συνήκατε τῆς λεχθείσης εἰκόνος τὸ μέγεθος καὶ ὅσον ἕκαστος ἡμῶν τῆς τῶν ἁγίων δόξης καὶ λαμπρότητος ὑστερεῖ; Ἡ γὰρ εἰκὼν αὕτη τύπος τῶν ἐν ἡμῖν τελουμένων ἐστίν, οὐχ ὑφ’ ἡμῶν ἐπινοηθεῖσα, μὴ γένοιτο, ἀλλ’ ὑπὸ τοῦ Θεοῦ προϋποστᾶσα καὶ γενομένη. Ἐν γὰρ τῇ κτίσει ὁ τεχνίτης Θεοῦ Λόγος ὡς ἐν πίνακι προεζωγράφησε τὰ ὕστερον μέλλοντα εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν γίνεσθαι, ἵνα, τὸν τύπον ἐν τοῖς αἰσθητοῖς φαινόμενον βλέποντες, μὴ ἀπιστήσωμεν ὅτι καὶ ἐν τοῖς καθ’ ἡμᾶς πνευματικῶς τελεῖται καὶ περαιοῦται ἡ ὄντως ἀλήθεια, ἀλλ’ εἰδότες ὅτι ἕκαστος ἡμῶν δεύτερος κόσμος ὑπὸ Θεοῦ, μέγας ἐν τῷ μικρῷ τούτῳ κόσμῳ καὶ ὁρωμένῳ, παράγεται, καθά μοι καί τις τῶν θεολόγων συμμαρτυρεῖ, μὴ χείρονες ἐν μηδενὶ φανῆναι θελήσωμεν τῶν εἰς διδασκαλίαν ἡμῶν γενομένων ἀλόγων ἢ καὶ ἀψύχων ὑπὸ τοῦ φιλανθρώπου Θεοῦ, ἀλλὰ τὰ μὲν καλὰ ζηλώσωμεν ἅπαντα, τῶν δὲ ἐναντίων τὴν μίμησιν φύγωμεν ὅση δύναμις.

Καὶ ἵνα τἄλλα παρήσω πολλὰ ὄντα, τοῦτο μόνον εἰς ὑπόμνησιν ὑμῶν λέξας, καταπαύσω τὸν λόγον. Ἴτω πᾶς ὁ ἀκούων ὅτι, ὥσπερ ἀπὸ νυκτὸς ἡμέραν καὶ ἀπὸ ἡμέρας πάλιν νύκτα γινομένην ὁρῶμεν, οὕτω πιστεύειν χρεὼν καὶ πεπεῖσθαι ὅτι οἱ ἐν σκότει τῆς ἁμαρτίας ὑπάρχοντες καὶ ἐν τούτῳ ἀπὸ γεννήσεως διατελοῦντες δυνάμεθα διὰ πίστεως καὶ τῆς τῶν ἐντολῶν ἐργασίας εἰς ἡμέραν θείαν καὶ φωτισμὸν πνευματικὸν ἀναχθῆναι, καθὰ ῥᾳθυμίᾳ πάλιν καὶ καταφρονήσει καὶ ἀμελείᾳ τοῖς προτέροις κακοῖς περιπίπτομεν καὶ ὑπὸ τὴν νύκτα τῆς ἁμαρτίας γινόμεθα. Δεῖ οὖν ἡμᾶς ἐν τούτῳ τὸν ὑπηρέτην ἡμῶν μιμεῖσθαι, εἰ μή τινα ἄλλον, καὶ θεράποντα ἥλιον. Καθάπερ γὰρ ἐκεῖνος οὐδέποτε παύεται τοῦ ἀνατέλλειν καὶ ἐπιλάμπειν, ἀλλὰ τὸ τοῦ Δεσπότου ἀενάως ἐκπληροῖ πρόσταγμα, οὕτω καὶ ἡμεῖς μὴ θελήσωμεν διὰ ἀμελείας ἐν τῷ σκότει καθῆσθαι τῶν ἡδονῶν καὶ παθῶν· τὸ πρόσταγμα δὲ μᾶλλον τοῦ εἰπόντος· «Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν» φυλάσσοντες, διὰ τῆς καθημερινῆς καὶ ἀδιαλείπτου μετανοίας καὶ τῶν ἐξ αὐτῆς καὶ δι’ αὐτῆς προχεομένων δακρύων καὶ πάσης ἄλλης ἀγαθοεργίας ἐκκαθαιρόμενοι, πρὸς τὸ ἀνέσπερον φῶς ὡς υἱοὶ φωτὸς ἐπανέρχεσθαι σπεύσωμεν.

Οὕτω γὰρ καὶ αὐτοὶ πάλιν ἡμεῖς ἡμέρα ἄϋλος καὶ γῆ καινὴ καὶ καινοὶ οὐρανοί, τὸν τῆς δικαιοσύνης ἥλιον λάμποντα ἐν ἑαυτοῖς ἔχοντες, διὰ τοῦ ὑποδείγματος τοῖς πλησίον ἡμῶν χρηματίσομεν, τὰ τοῦ Θεοῦ δηλονότι προστάγματα καὶ τὴν δόξαν αὐτοῦ οὐ λόγοις κενοῖς καὶ ματαίοις, ἀλλ’ ἔργοις αὐτοῖς, διηγούμενοι, ἔμπρακτοι διδάσκαλοι ἐν παντὶ καὶ ἐν πᾶσι γινόμενοι τοῖς ἀμελεστέροις τῶν ἀδελφῶν καὶ ἀναπολογήτους αὐτοὺς ἐργαζόμενοι.

Μὴ δὴ οὖν εἰς ῥᾳθυμίαν ἐνάγωμεν τοὺς πλησίον ἐν τῷ λέγειν· «Πῶς ἄρα τοῦτο ἢ πῶς ἐκεῖνο δυνατὸν παρὰ ἀνθρώπων κατορθωθῆναι;» κἀκ τούτου ὀκνηροτέρους ποιῶμεν αὐτοὺς εἰς τὴν ἐργασίαν τῶν ἐντολῶν. Ὅτι μὲν γὰρ τὰ πολλὰ τοῖς πολλοῖς ἀδύνατα, σύμφημι κἀγώ, ἀλλ’ ἐν τοῖς κατ’ ἐμὲ ῥᾳθύμοις καὶ καταφρονῆσαι τοῦ κόσμου καὶ σκύβαλα τὰ ἐν αὐτῷ πάντα ἡγήσασθαι μὴ προαιρουμένοις, τοῖς τῇ ματαίᾳ δόξῃ προσκειμένοις καὶ πλούτου ὀρεγομένοις καὶ ἐπαίνοις καὶ τιμαῖς ἐνηδομένοις ταῖς ἐξ ἀνθρώπων, τοῖς οἰήσει μετὰ τούτων καὶ τύφῳ ἀθλίως κεκρατημένοις.

Παρήσω γάρ, τό γε νῦν ἔχον, ἐθελουσίως τοὺς ἐγκαλινδουμένους χοίρων δίκην εἰς τὰ βορβορώδη τῶν κακῶν τῆς ἁμαρτίας πράγματα, οἳ τὴν οἰκίαν τῆς ψυχῆς κενὴν περιφέροντες τοῦ ἐνοικοῦντος ἐν τοῖς πιστοῖς καὶ οὕτω καθ’ ἑκάστην βοῶντος· «Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον», τῷ ἐναντίῳ συντάττονται.

Ἐν ἐκείνοις γὰρ τοῖς διὰ πίστεως καὶ τῆς ἑαυτῶν ἀπαρνήσεως τῷ Χριστῷ καὶ Θεῷ πίστει καὶ ἀγάπῃ καὶ ταπεινώσει ἀκολουθήσασι καὶ αὐτὸν σὺν Πατρὶ καὶ Πνεύματι ἐν ἑαυτοῖς κτησαμένοις πάντα δυνατὰ καὶ ῥᾴδια γίνονται κατὰ τὸν εἰρηκότα ἐν Πνεύματι· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.» Ὃν οἱ πεπλουτηκότες ὁρῶσιν ἀοράτως αὐτοῦ τοῦ Θεοῦ τὸ ἄφραστον κάλλος· κρατοῦσιν ἀνεπάφως, κατανοοῦσιν ἀκατανοήτως τὸ ἀνίδεον εἶδος αὐτοῦ, τὴν ἄμορφον μορφὴν καὶ τὸ ἀσχημάτιστον σχῆμα ἐν ἀθεάτῳ θέᾳ καὶ ἀσυνθέτῳ κάλλει ἀποικίλτως πεποικιλμένον.

Τί δέ ἐστιν ὃ κατανοοῦντες ὁρῶσι; Τὸ ἁπλοῦν τῆς θεότητος αὐτὸ φῶς αὐτὸ τοῖς νοεροῖς ὀφθαλμοῖς ὁρῶσι πλουσίως, ὃ καὶ ψηλαφῶντες ἀΰλοις χερσὶν ἀκατασχέτῳ τῷ ἔρωτι, ἀνεστίως ἐσθίουσιν ἐν πνευματικῷ τῷ τοῦ νοὸς καὶ τῆς ψυχῆς αὐτῶν στόματι, οὗ τῆς θεωρίας τοῦ κάλλους καὶ τῆς γλυκύτητος ὅλως κορεσθῆναι οὐδέποτε δύνανται. Ἀεὶ γάρ, τὸ καινότερον, προσθήκην ἡδύτητος βλύζει καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἐκκαίει σφοδρότερον· εἰ δέ ποτε μὴ πάλιν αὐτοῖς τρανότερον φαίνοιτο, ὡς τοῦ ὅλου στερισκόμενοι διάκεινται, εἰ δὲ καὶ κρυβῆναι τελείως κἂν πρὸς μικρὸν ἐθελήσειε, πόθου ἀρρήτου πόνον δριμὺν καὶ ἀφόρητον ἐν αὐτοῖς ἀπεργάζεται.

Ἀλλὰ γὰρ τοῦ τοιούτου πόθου ἐν παραδείγματι τὴν ἀνάγκην καὶ τὴν φλόγα κατανοήσωμεν. Νόει μοι ἐρωμένην κόρην πτωχῷ τινι, ἐκ βασιλικοῦ μὲν τυγχάνουσαν γένους καὶ βασιλικῷ κατεστεμμένην τῷ διαδήματι, ὡραιοτέραν τε οὖσαν πασῶν τῶν ἐπὶ γῆς γυναικῶν καὶ ἔνδοθεν ὑπάρχουσαν τοῦ κοιτῶνος αὐτῆς, τὸν δὲ ταύτης ἐρῶντα ἔξωθεν προσπελάζοντα, οἷα δὴ ἀπερριμμένον διὰ πτωχείαν καὶ ἄκραν εὐτέλειαν. Εἰ τοίνυν ἐκ μικρᾶς καὶ στενοτάτης ὀπῆς ἡ κόρη, μόνην χρυσῷ πεπυκασμένην τὴν χεῖρα ἔξωθεν ἐκτείνασα, τῷ ἐραστῇ ἐπιδώσει, κᾀκεῖνος ταύτης δραξάμενος καὶ τὸ ἀμήχανον κάλλος αὐτῆς κατανοῶν κατασπάζεται αὐτήν, ὡς συμβασιλεῦσαι καὶ συναφθῆναι αὐτῇ προσδοκῶν, τοῦτο ἐκείνης μεθ’ ὅρκων ὑπισχνουμένης αὐτῷ, εἶτα αἴφνης ἐκ τῶν ἐκείνου χειρῶν τὴν αὐτῆς ἡ κόρη χεῖρα ἁρπάσασα συστείλῃ πρὸς ἑαυτὴν καὶ ἀποκρύψει τελείως, οὐχὶ θλῖψιν ἀφόρητον αὐτῷ προξενήσει καὶ τὴν τοῦ πόθου μᾶλλον ἔκκαυσιν περισσοτέραν ἐκ τούτου τῷ τοιούτῳ σφοδρῶς ἀπεργάσεται;

Οἶμαι, συμμαρτυρήσετέ μοι τῷ λόγῳ τοῦ ὑποδείγματος καὶ ὑμεῖς. Εἰ δὲ ἐν ὁρωμένοις καὶ αἰσθητοῖς σώμασιν ὁμοῦ καὶ πράγμασιν οὕτω ταῦτα συμβαίνειν εἴωθε, φθειρομένοις οὖσι καὶ ταχέως παρερχομένοις, πόσῳ γε μᾶλλον ἐν τοῖς νοητοῖς καὶ ἀοράτοις τοῦτο συμβήσεται, ἀφθάρτοις οὖσι καὶ ἀϊδίοις· ὅσῳ γὰρ κρείττονα τῶν προσκαίρων εἰσὶ τὰ αἰώνια ἀγαθά, τοσοῦτον ἀναλόγως καὶ τὸν ἔρωτα ἐμποιοῦσι σφοδρότερον ἐν ταῖς τῶν ἐρώντων ψυχαῖς· ὅθεν οὐδὲ ἐᾷ τούτους ὁ πόθος τοῦ Θεοῦ ἐπιθυμίᾳ ἢ προσπαθείᾳ ἔν τινι κρατηθῆναι κἂν ὁπωσοῦν.

Οὐ δόξης γάρ, οὐ τρυφῆς, οὐ χρημάτων οὗτοι ἐφίενται, ἀλλ’ οὐδὲ σωμάτων ἔρωτος προσψαῦσαι ὅλως κατὰ νοῦν συγκεχώρηνται· ἀλλὰ καθάπερ ὁ τὴν ἐκ χρωμάτων κατασκευασθεῖσαν ἄψυχον εἰκόνα τῆς νύμφης νυμφίος ὁρῶν ταύτῃ πρόσκειται καὶ ἐνατενίζει διηνεκῶς καὶ βούλεται ὁρᾶν αὐτήν, ἀναφλέγων τὸν πόθον αὐτοῦ καὶ τὴν ἐπιθυμίαν τὴν πρὸς αὐτήν, ἐπὰν δὲ αὐτὴν ἐκείνην τὴν νύμφην παραγενομένην θεάσηται, οὐ κατὰ τὴν τῆς εἰκόνος μορφὴν οὖσαν, ἀλλ’ ἐν ἀσυγκρίτῳ καὶ ἀφράστῳ κάλλει ἀμώμητον τὸ εἶδος κεκτημένην τῆς εὐπρεπείας, καὶ ταύτην κατασπάσηται καὶ περιπλακῇ, οὐκέτι ὅλως ἀνέχεται πρὸς τὴν εἰκόνα ταύτης ἐναπιδεῖν σχετικῶς, τὸ αὐτὸ δὴ μειζόνως πάσχουσι καὶ οἱ ἐκ μεγέθους καὶ καλλονῆς τῶν ὁρωμένων κτισμάτων τὴν δύναμιν καὶ τὴν σοφίαν τοῦ γενεσιουργοῦ ἀναθεωροῦντες καὶ εἰς ἀγάπην καὶ πίστιν τὴν πρὸς αὐτὸν καὶ εἰς φόβον ἐκ τούτων ἁγνὸν κατὰ προκοπὴν ἀναγόμενοι. Ὁπότε γὰρ αὐτῷ ἐκείνῳ οὐσιωδῶς τῷ Θεῷ ἑνωθῶσι καὶ τῆς ἐκείνου θέας καὶ μεθέξεως ἀξιωθῶσιν, οὐκέτι τῇ εἰκόνι τῶν ποιημάτων, οὐδὲ τῇ σκιᾷ τῶν ὁρωμένων ἐμπαθῶς ἢ προσπαθῶς ἢ σχετικῶς προσανέχουσι.

Τῆς διανοίας γὰρ αὐτῶν ἐν τοῖς ὑπὲρ αἴσθησιν ἐμφιλοχωρούσης καὶ οἱονεὶ ἀνακιρναμένης καὶ λαμπρότητα θείας φύσεως μεταμφιεννυμένης, οὐκέτι τὴν αἴσθησιν πρὸς τὰ ὁρώμενα καθὰ καὶ πρότερον κέκτηνται. Τοῦτο οὖν τὸ μακάριον πάθος, μιμήσομαι γὰρ ἐν τούτῳ τὸν εἰπόντα· «Ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί», καὶ ἡμεῖς οἱ ἀπερριμμένοι, φιλανθρωπίᾳ Θεοῦ καὶ χάριτι, διὰ πολλῶν δεήσεων παθεῖν ἠξιώθημεν, δι’ οὗ καὶ τῶν εἰρημένων ἁπάντων τὴν πεῖραν ἐν αἰσθήσει καὶ ὁράσει καὶ γνώσει μυστικῶς διδαχθέντες καὶ λαβόντες ὁμοῦ εἰς ὠφέλειαν καὶ προτροπὴν τῶν ἐκζητεῖν τὸν Θεὸν καὶ αὐτὸν εὑρεῖν βουλομένων ταῦτα γραφῇ παρεδώκαμεν. Συναλγήσατε οὖν ἡμῖν καὶ συνεύξασθε οἱ ἐκ τοῦ παρόντος λόγου καρπούμενοι. τὴν ὠφέλειαν καὶ πρὸς τὸ ὕψος τούτου πρακτικῶς ἀνελθεῖν προαιρούμενοι, ὅπως ταῖς πρὸς Θεὸν ὑμῶν εὐπροσδέκτοις δεήσεσι μὴ μόνον ἄσβεστος ἐν ἡμῖν ὁ τοῦ θείου πόθου πυρσὸς διατηρηθῇ, ἀλλὰ καὶ σφοδρότερον μᾶλλον φλογὸς ἀναφθῇ καὶ ἀμώμους ἡμᾶς καὶ ἀμέμπτους καὶ ἀσπίλους διατηρήσῃ ὁ ἀπὸ γῆς εἰς οὐρανοὺς ἀναβιβάσας καὶ δοξάσας τὸ γένος ἡμῶν τῶν ἀνθρώπων.

Ναὶ μὴν ἐπὶ πλεῖον συγκολλήσει καὶ τρανῶς συνενώσει καὶ συγκραθῆναι γνωστῶς ἀξιώσει ὅλον με ὅλῳ ἑαυτῷ καὶ ὑμῖν, ἐν ἀμίκτῳ μίξει καὶ συναφείᾳ ἀφράστῳ κατὰ τὰς ἀψευδεῖς ὑποσχέσεις αὐτοῦ, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ παναγίῳ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων· ἀμήν.