Ἔργον
Συμεὼν ὁ Νέος Θεολόγος – Ἠθικαὶ ὁμιλίαι
Λόγος Ε': Η συνειδητή μετοχή στο Άγιο Πνεύμα
Ανασκευή της πλάνης περί ανεπίγνωστης λήψης του Αγίου Πνεύματος και η αναγκαιότητα της προσωπικής θεωρίας του θείου φωτός στην παρούσα ζωή.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος Ε': Η συνειδητή μετοχή στο Άγιο Πνεύμα
Ανασκευή της πλάνης περί ανεπίγνωστης λήψης του Αγίου Πνεύματος και η αναγκαιότητα της προσωπικής θεωρίας του θείου φωτός στην παρούσα ζωή.
ΛΟΓΟΣ Εʹ Περὶ τῶν οἰομένων ἀγνώστως ἔχειν ἐν ἑαυτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, μὴ ἐπαισθανομένων δὲ καθόλου τῆς ἐνεργείας αὐτοῦ· καὶ περὶ τῶν λεγόντων μὴ δύνασθαί τινα τῶν ἀνθρώπων κατὰ τὴν παροῦσαν ζωὴν ὁρᾶν τὴν δόξαν αὐτοῦ, καὶ ἀπόδειξις διὰ χρήσεων περὶ τούτου. Καὶ ὅτι φθόνος οὐδεὶς ἐν τοῖς ἁγίοις, ὅταν διὰ πάσης σπουδῆς ἐναρέτου τούτοις συνεξι- ἁγίοις, ὅταν διὰ πάσης σπουδῆς ἐναρέτου τούτοις συνεξισώμεθα. Καὶ ποίῳ τρόπῳ ὁρᾷ τις τὸν Θεὸν καὶ ὅτι ὁ εἰς τοιαῦτα μέτρα πεφθακώς, ὥστε ὁρᾶν κατὰ τὸ ἐφικτὸν τὸν Θεόν, ἔνθεν ἤδη μυεῖται καὶ τὴν μέλλουσαν δοθῆναι ἐν τῷ μέλλοντι τοῖς ἁγίοις ἀπόλαυσιν. Καὶ ὅτι ὅσα ἂν ὁ τοιοῦτος λέγῃ ἢ ποιῇ ἢ γράφῃ, οὐκ αὐτός, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον τὸ λαλοῦν ἐν αὐτῷ ταῦτα λέγει καὶ γράφει· καὶ ὁ τοὺς λόγους αὐτοῦ ἀθετῶν ἢ παραλογιζόμενος, εἰς τὸ Πνεῦμα τοῦ Θεοῦ, τὸ ἐνεργοῦν καὶ λαλοῦν ἐν αὐτῷ, ἁμαρτάνει καὶ βλασφημεῖ.
Ἰδοὺ καὶ πάλιν ἐγὼ πρὸς τοὺς λέγοντας ἔχειν ἀγνώστως Πνεῦμα Θεοῦ καὶ οἰομένους ἀπὸ τοῦ θείου βαπτίσματος τοῦτο κεκτῆσθαι ἐν ἑαυτοῖς καὶ τὸν μὲν θησαυρὸν ἔχειν νομίζοντας, κούφους δὲ τούτου ἑαυτοὺς ὅλως ἐπιγινώσκοντας, πρὸς τοὺς ὁμολογοῦντας μὲν μηδὲν ὅλως ἐπαισθανθῆναι ἐν τῷ βαπτίσματι, ἀγνώστως δὲ καὶ ἀνεπαισθήτως ὑπολαμβάνοντας τὴν τοῦ Θεοῦ δωρεὰν ἐν αὐτοῖς ἀπὸ τότε ἐγκατοικήσασαν καὶ μέχρι τοῦ νῦν ἔνδοθεν τῆς ἑαυτῶν ψυχῆς ἐνυπάρχουσαν· οὐ μόνον δέ, ἀλλὰ γὰρ καὶ πρὸς αὐτοὺς τοὺς μηδεμίαν λέγοντάς ποτε αἴσθησιν ἐν θεωρίᾳ καὶ ἀποκαλύψει ταύτης λαβεῖν, πίστει δὲ μόνῃ καὶ λογισμῷ, ἀλλ’ οὐ πείρᾳ τοῦτο παραδεξαμένους καὶ κρατοῦντας ἐν ἑαυτοῖς ὡς ἐκ τῆς τῶν θείων λογίων ἀκροάσεως.
Ἵνα οὖν τὰ παρ’ ἐκείνων προτάξω λεγόμενα, ὅρα τί φασιν οἱ σοφοὶ καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες· «Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, φησὶν ὁ Παῦλος, Χριστὸν ἐνεδύσασθε. Τί δαί; οὐχὶ βεβαπτισμένοι ἐσμὲν καὶ ἡμεῖς; Εἰ οὖν βεβαπτίσμεθα, δῆλον ὅτι, καθώς φησιν ὁ Ἀπόστολος, καὶ τὸν Χριστὸν ἐνδεδύμεθα.» Αὕτη τοίνυν καὶ παρ’ αὐτῶν ἡ πρώτη πρότασις καὶ ἀπόδειξις.
Τί οὖν, οὐχ ἡμεῖς, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον πρὸς αὐτοὺς εἴποι ἄν; Τὸ οὖν ἔνδυμα τοῦτο, τί εἶναι, ὦ οὗτοι, λέγετε· Χριστόν; Ναί, φησίν. Ὁ τοίνυν Χριστός ἐστί τι, ἵνα ὡς ἄφρων πρὸς ἄφρονας εἴποιμι, ἢ οὐδέν ἐστιν; Ἔστι τι, πάντως εἴποιεν ἄν, εἴ γε μὴ τέλεον παρακοπὴν φρενῶν εἰσι πάσχοντες. Εἰ οὖν εἶναί τι ὁμολογεῖτε, εἴπατε δὴ καὶ τί πρῶτόν ἐστιν, ἵνα οὕτως διδάξητε ἑαυτοὺς μὴ ὡς ἄπιστοι φθέγγεσθαι, ἀλλ’ ὡς πιστοί. Τί τοίνυν ἄλλο ἐστὶν ὁ Χριστός, εἰ μὴ Θεὸς ἀληθὴς καὶ ἄνθρωπος ἐπ’ ἀληθῶς τέλειος πεφυκώς; Τοῦτο τοιγαροῦν ὁμολογοῦντες, εἴπατε ἡμῖν καὶ διὰ τί ἄνθρωπος γέγονεν ὁ Θεός. Πάντως, ὡς αἱ θεῖαι Γραφαὶ διδάσκουσι καὶ αὐτὰ τὰ γεγονότα καὶ καθ’ ἑκάστην γινόμενα, εἰ καὶ ἴσως ὑμεῖς ἐθελοκωφοῦντες ἀγνοεῖτε, ἵνα τὸν ἄνθρωπον ποιήσῃ θεόν. Διὰ τίνος τοῦτο κατεργαζόμενος; διὰ τῆς σαρκὸς ἢ διὰ τῆς θεότητος; Διὰ τῆς θεότητος δηλονότι. «Ἡ σὰρξ γάρ, φησίν, οὐκ ὠφελεῖ οὐδέν· τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν.»
Εἰ οὖν διὰ τῆς αὐτοῦ θεότητος ἣν ἀνέλαβε σάρκα πρῶτον ἐθέωσε, καὶ ἡμᾶς πάντας οὐ διὰ τῆς φθαρτῆς σαρκὸς ἀλλὰ διὰ τῆς θεωθείσης ζωοποιεῖ, ἵνα μηκέτι μηδαμῶς ὡς ἄνθρωπον ἀλλ’ ὡς ἕνα Θεὸν αὐτὸν τέλειον ἐν δυσὶν ἐπιγινώσκωμεν φύσεσιν—εἷς γὰρ Θεός—, ὡς τοῦ φθαρτοῦ ὑπὸ τῆς ἀφθαρσίας καταποθέντος καὶ τοῦ σώματος ὑπὸ τοῦ ἀσωμάτου οὐκ ἀφανισθέντος μέν, ὅλου δὲ ἀλλοιωθέντος καὶ μένοντος ἀσυγχύτου, ἀρρήτως ἀνακεκραμένου καὶ ἐν ἀμίκτῳ μίξει τῇ τριαδικῇ θεότητι ἡνωμένου, ἵνα εἷς Θεὸς ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι προσκυνῆται καὶ μήτε προσθήκην τῷ ἀριθμῷ ἀπὸ τῆς οἰκονομίας λάβῃ τινὰ μήτε πάθος τι ἀπὸ τοῦ σώματος ἡ Τριὰς ὑποστῇ.
Διὰ τί οὖν ταῦτα λέγω; Ἵνα προγινώσκων σὺ ἃ ὡμολόγησας ἐρωτώμενος παρ’ ἐμοῦ, μὴ ἐξ ἀγνοίας ἐκκλίνῃς τῆς εὐθείας τῶν νοημάτων ὁδοῦ καὶ κόπους παρέξῃς ἡμῖν καὶ κρῖμα προξενήσῃς πλεῖον τῇ σῇ ψυχῇ. Πάλιν τοιγαροῦν προσαναμνήσω σε τὰ ῥηθέντα ἐν ἐπιτόμῳ, ἵνα εὐσύνοπτον γένηται ὃ μέλλω εἰπεῖν. Ἔστι τοίνυν Χριστός. Τί δέ ἐστι;
Θεὸς ἀληθὴς καὶ ἄνθρωπος τέλειος παναληθῶς πεφυκώς, διὰ τοῦτο γενόμενος ἄνθρωπος, ὅπερ πρώην οὐκ ἦν, ἵνα ποιήσῃ θεὸν τὸν ἄνθρωπον, ὅπερ οὐδέποτε γέγονεν, διὰ τῆς θεότητος θεώσας καὶ θεωποιῶν ἡμᾶς δηλαδὴ καὶ οὐχὶ διὰ μόνης αὐτοῦ τῆς σαρκός· οὐδὲ γὰρ μεριστή. Πρόσεχε τοίνυν καὶ ἐρωτῶντί μοι μετὰ συνέσεως ἀποκρίθητι. Εἰ οἱ βαπτιζόμενοι τὸν Χριστὸν ἐπενδύονται, τί τοῦτό ἐστιν ὃ ἐπενδύονται; Θεός. Ὁ οὖν Θεὸν ἐνδυσάμενος οὐκ ἐπιγνώσεται νοερῶς καὶ ἴδῃ τί ἐνεδύσατο; Ὁ γυμνὸς τῷ σώματι ἐνδυσάμενος ἐπαισθάνεται καὶ τὸ ἱμάτιον ὁποῖον ὁρᾷ, ὁ δὲ γυμνὸς τῇ ψυχῇ Θεὸν ἐνδυσάμενος οὐ γνώσεται; Εἰ γὰρ οὐκ αἰσθάνεται ὁ τὸν Θεὸν ἐνδυόμενος τί ποτε ἄρα ἐνεδύσατο, λοιπὸν κατὰ σὲ οὐδέ ἐστί τί ποτε ὁ Θεός· εἰ γὰρ ἦν, οἱ αὐτὸν ἐνδυόμενοι ἐγίνωσκον ἄν. Τὸ γὰρ μηδὲν ἐνδυόμενοι οὐδὲν αἰσθανόμεθα, τὸ δέ τί ποτε ἢ παρ’ ἑτέρου ἢ ἡμᾶς αὐτοὺς ἐπενδύοντες καὶ λίαν ἐπαισθανόμεθα, εἴ γε καὶ σώας τὰς αἰσθήσεις κεκτήμεθα· νεκροὶ γὰρ ἐνδυόμενοι οὐκ αἰσθάνονται μόνοι καὶ δέδοικα μὴ καὶ οἱ ταῦτα λέγοντες νεκροὶ καὶ γυμνοὶ ἐπ’ ἀληθείας ὄντως εἰσίν. Καὶ οὕτω λέλυται τὸ ζητούμενον.
Εἶτα φασί· «Τὸ Πνεῦμα μὴ σβέννυτε» ὁ Παῦλος διακελεύεται. Καὶ τοῦτο λέγοντες, τὸν σκοπὸν τῶν λεγομένων μὴ ἐπιστάμενοι, τὴν ἑαυτῶν ἄγνοιαν ἐμφανίζουσιν· ὁ γὰρ λέγων τινί· «Μὴ σβέσῃς, φησί, τὴν λαμπάδα», οὐ περὶ τῆς ἤδη ἐσβεσμένης αὐτῷ πάντως λέγει, ἀλλὰ περὶ τῆς ἔτι καιομένης καὶ ἀστράπτον ἐχούσης τὸ φῶς. Ἀλλὰ γὰρ αὖθις πρὸς αὐτοὺς ὧδε ἀνθυποφέρομεν.
Τί δαί; Ὁρᾶτε κἂν ὅλως ἐν ὑμῖν αὐτοῖς, ὦ οὗτοι, τὸ Πνεῦμα καιόμενον καὶ λάμπον ὥσπερ εἰκός; Καὶ πρὸς τοῦτο οὐ μόνον οὐδὲν ἀποκρίνονται, ἀλλὰ καὶ τὰς ὄψεις εὐθὺς ἀλλοιούμενοι ἀποστρέφονται καὶ ὡς βλασφημίαν ἀκούσαντες δυσχεραίνουσιν· εἶτα, τὸν ἐρωτῶντα φιλοτιμούμενοι καὶ τὸν πρᾷον δῆθεν ὑποκρινόμενοι, οὐ μετὰ στυφότητος ἀποκρίνονται· «Καὶ τίς ποτε ἰδεῖν τοῦτο τολμηρῶς εἴποι ἢ ὅλως αὐτὸ ἐθεάσατο; Ἄπαγε. «Θεόν, φησίν, οὐδεὶς ἑώρακε πώποτε.» Ὢ τῆς σκοτώσεως. Τίς τοῦτο εἶπε, λέξον ἡμῖν. «Ὁ μονογενής, φησίν, Υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ἐκεῖνος ἐξηγήσατο.» Ἀληθῶς λέγεις καὶ ἡ μαρτυρία σου ἀληθὴς μέν, ἀλλὰ κατὰ τῆς σεαυτοῦ ψυχῆς.
Ἐὰν γὰρ ἐγὼ δείξω σοι τὸν αὐτὸν Υἱὸν τοῦ Θεοῦ λέγοντά σοι δυνατὸν εἶναι τοῦτο, τί ἐρεῖς; Φησὶ γάρ· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα.» Τοῦτο δὲ οὐ κατὰ τὴν τῆς σαρκὸς εἶπε θεωρίαν ἀλλὰ κατὰ τὴν τῆς θεότητος ἀποκάλυψιν.
Εἰ γὰρ κατὰ τὴν σωματικὴν ἰδέαν τοῦτο γενόμενον ἐννοήσωμεν, λοιπὸν καὶ οἱ τοῦτον σταυρώσαντες καὶ ἐμπτύσαντες τὸν Πατέρα ἑωράκασι· καὶ οὕτως οὐδεμία ἔσται διαφορὰ ἢ προτίμησις ἀπίστων τε καὶ πιστῶν, ἀλλὰ πάντες ἐξ ἴσης τοῦ πεποθημένου μακαρισμοῦ ἔτυχόν τε δηλονότι καὶ τύχωσιν. Ἀλλ’ οὐκ ἔστι ταῦτα, οὐκ ἔστι, καθὰ δὴ καὶ αὐτὸς πάλιν δείκνυσιν Ἰουδαίοις διαλεγόμενος καὶ λέγων· «Εἰ ἐγνώκειτέ με, καὶ τὸν Πατέρα μου ἐγνώκειτε ἄν.» Ὅτι δὲ δυνατὸν ἡμῖν ἐστι τὸ κατιδεῖν τὸν Θεόν, ὡς ἀνθρώπῳ ἰδεῖν ἐφικτόν, ἄκουσον αὐτοῦ Χριστοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ πάλιν λέγοντος· «Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» Τί οὖν ἐρεῖς πρὸς ταῦτα;
Ἀλλ’ οἶδα, ὁ τὰ ἐν χερσὶν ἀπιστῶν ἀγαθὰ καὶ λαβεῖν ταῦτα μὴ προθυμούμενος ἐπὶ τὰ μέλλοντα μεταβήσεται καὶ ἀποκριθεὶς ἐρεῖ· «Ναί, ὄντως οἱ καθαροὶ τῇ καρδίᾳ τὸν Θεὸν ὄψονται, ἀλλ’ ἐν τῷ μέλλοντι τοῦτο καὶ οὐκ ἐν τῷ νῦν αἰῶνι γενήσεται.» Διὰ τί ἢ πῶς τοῦτο ἔσται, ἀγαπητέ; Εἰ γὰρ διὰ τῆς καθαρᾶς καρδίας τὸν Θεὸν εἶπεν ὄψεσθαι, πάντως ὅτε ἡ καθαρότης προσγένηται, καὶ ἡ θεωρία συνέπεται αὐτῇ. Καὶ εἰ ταύτην ποτὲ ἐκαθάρισας, ἔγνως ἂν ὡς ἀληθῆ τὰ λεγόμενα· ἐπεὶ δὲ οὐκ ἔθου τοῦτο ἐν τῇ καρδίᾳ σου οὐδὲ εἶναι ἀληθὲς ἐπίστευσας, διὰ τοῦτο καὶ τῆς καθάρσεως κατεφρόνησας καὶ τῆς θεωρίας διήμαρτες. Εἰ γὰρ ἐνταῦθα ἡ κάθαρσις, καὶ ἐνταῦθα ἔσται ἡ ὅρασις· εἰ δὲ μετὰ θάνατον εἴπῃς τὴν ὅρασιν εἶναι, θήσεις πάντως καὶ τὴν κάθαρσιν μετὰ θάνατον, καὶ οὕτω σοι γενήσεται τὸ μηδέποτε ἰδεῖν τὸν Θεὸν ἐν τῷ μὴ εἶναί σοι ἐργασίαν μετὰ τὴν ἔξοδον δι’ ἧς εὑρήσεις τὴν κάθαρσιν. Ἀλλὰ καὶ ὁ Κύριος τί φησιν; «Ὁ ἀγαπῶν με τὰς ἐντολάς μου τηρήσει καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν.» Πότε οὖν ἡ ἐμφάνεια τούτου γενήσεται; Ἐνταῦθα ἢ ἐν τῷ μέλλοντι; Εὔδηλον ὅτι ἐνταῦθα. Ὅπου γὰρ ἡ ἀκριβὴς τῶν ἐντολῶν φυλακή, ἐκεῖ ἔσται καὶ ἡ τοῦ Σωτῆρος ἐμφάνεια, μετὰ δὲ τὴν ἐμφάνειαν ἡ τελεία ἐν ἡμῖν ἀγάπη προσγίνεται.
Εἰ γὰρ μὴ τοῦτο γένηται, οὔτε πιστεύειν, οὔτε ἀγαπᾶν αὐτὸν ὡς χρὴ δυνάμεθα· γέγραπται γάρ· «Ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ὁρᾷ, τὸν Θεὸν ὃν οὐ βλέπει πῶς δύναται ἀγαπᾶν;» Οὐδαμῶς.
Ὁ τοίνυν μὴ δυνάμενος ἀγαπᾶν, οὐδὲ πιστεύειν δύναται δηλονότι· καὶ ταῦτα Παύλου λέγοντος ἄκουε· «Μένει δὲ τὰ τρία ταῦτα, πίστις, ἐλπίς, ἀγάπη· μείζων δὲ πάντων ἡ ἀγάπη.» Εἰ οὖν ἡ πίστις τῇ ἐλπίδι συνέζευκται, ἡ δὲ ἐλπὶς τῇ ἀγάπῃ συνέπεται, ὁ μὴ ἔχων ἀγάπην ἐλπίδα οὐ κέκτηται, ὁ δὲ ἐλπίδος ἐκτός, δηλονότι καὶ πίστεως. Πῶς γάρ, τῶν αἰτιῶν τῆς ἀγάπης μὴ ὄντων, αὐτὴν ἐκείνην παρεῖναι ἐνδέχεται; Ὡς γὰρ θεμελίων ἐκτὸς ὄροφος οἴκου οὐχ ἵσταται, οὕτως οὐδὲ πίστεως καὶ ἐλπίδος βεβαίας χωρὶς ἀγάπην Θεοῦ ἐν ψυχῇ ἀνθρώπου εὑρεθῆναι δυνατόν· ὁ δὲ μὴ τὴν ἀγάπην ἔχων οὐδὲν ἐκ τῶν λοιπῶν ἀρετῶν ὠφελεῖται ἢ χωρὶς ταύτης ὠφεληθήσεται, καθὰ δὴ καὶ αὐτὸς Παῦλος γράφων διαμαρτύρεται. Περὶ δὲ τοῦ ἀπ’ ἐντεῦθεν ὁρᾶν τὸν Θεὸν ἄκουε αὐτοῦ πάλιν λέγοντος· «Νῦν βλέπω ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον» καὶ πάλιν· «Νῦν γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθ’ ὃ καὶ ἐπεγνώσθην.» Ἀλλ’ ἐκεῖνος, φησί, Παῦλος ἦν.
Παῦλος δὲ οὐχὶ κατὰ πάντα ἄνθρωπος ἦν, ἡμῖν ὁμοιοπαθής τε καὶ σύνδουλος; Καὶ τίς Παύλου ἴσος, ὦ ὑπερήφανε σὺ καὶ ἀπονενοημένε, φησίν, ὅτι τοῦτον ἡμῖν τοῖς ἀνθρώποις συνεξισάζοις; Οἷς οὐχ ἡμεῖς, αὐτὸς δὲ ὁ Παῦλος μεγάλῃ βοᾷ τῇ φωνῇ, οὕτω λέγων· «Χριστὸς ἦλθεν—ἀκούσατε— ἁμαρτωλοὺς σῶσαι ὧν πρῶτός εἰμι ἐγώ.» Πρῶτος οὖν ἐκεῖνος τῶν σῳζωμένων ἁμαρτωλῶν· γενοῦ σὺ δεύτερος, γενοῦ τρίτος, γενοῦ δέκατος, γενοῦ ταῖς χιλιάσιν, εἰ βούλει, καὶ μυριάσι σύμψυχος καὶ τῷ Παύλῳ σεαυτὸν συναρίθμησον· καὶ οὕτω Παῦλον τιμήσεις, καθὼς ἐκεῖνός φησι· «Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ», καὶ πάλιν· «Ἤθελον πάντας εἶναι ὡς ἐμαυτόν.» Εἰ τοίνυν ἐπαινέσαι βούλει τὸν Παῦλον ἢ τιμῆσαι αὐτόν, μίμησαι τοῦτον· καὶ οἷος ἐκεῖνος γενοῦ τοιοῦτος τῇ πίστει καὶ σύ, καὶ τότε ἐπ’ ἀληθείας τιμήσεις αὐτὸν κἀκεῖνὸς προσδέξεταί σε καὶ ὡς ἰδίαν δόξαν καὶ στέφανον καυχήσεως λογίσεταί σε, ὅτι, τοῖς ἐκείνου λόγοις πεισθεὶς καὶ ἀκολουθήσας αὐτῷ, μιμητὴς ἐκείνου καὶ οἷος ἐκεῖνος ἐγένου καὶ σύ. Εἰ δὲ λέγεις ἀτιμίαν εἶναι Παύλου τὸ καὶ ἄλλον ἴσον γενέσθαι αὐτοῦ καὶ διὰ τοῦτο τῆς σῆς σωτηρίας καταφρονῶν ἀμελεῖς, γίνωσκε ὡς παραλογιζόμενον σεαυτὸν μᾶλλον ἀπώσεται καὶ διὰ τοῦτο αὐτός σε βδελύξεται.
Βούλει οὖν σοι δείξω ὅτι μᾶλλον μειζόνως τιμήσεις αὐτὸν καὶ εὐφρανεῖς καὶ δοξάσεις, εἰ μείζων ἐκείνου δυνηθῇς γενέσθαι καὶ τῷ Θεῷ οἰκειότερος; Ἄκουσον αὐτοῦ τοῦτο παριστῶντος καὶ λέγοντος· «Εὐχόμην ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα.» Ἐκεῖνος χωρισθῆναι ἀπὸ Χριστοῦ προαιρεῖται τελείως, ἵνα σὺ σωθῇς, καὶ λέγεις ὅτι ἀτιμίαν ἡγήσεται, ἐὰν ὡς ἐκεῖνος θελήσω καὶ σπεύσω γενέσθαι κἀγώ; Οὐχί, ἀδελφέ, οὐκ ἔστι φθόνος ἐν ἁγίοις Θεοῦ, οὐκ ἔστιν ἐν αὐτοῖς προεδρίας ἢ μείζονος δόξης ἐπιθυμία καὶ ὄρεξις. Μία γὰρ αὐτοῖς καὶ τοῖς κατὰ γενεὰν καὶ γενεὰν φίλοις καὶ προφήταις ἀναδεικνυμένοις Θεοῦ προεδρία καθέδρας καὶ προτίμησις στάσεως καὶ δόξα καὶ ἀπόλαυσις καὶ τρυφή, τὸ ὁρᾶν τὸν Θεόν· οἱ δὲ ὁρῶντες αὐτὸν περιεργίας πάσης ἀπηλλαγμένοι ὑπάρχουσιν.
Οὐδὲ γὰρ πρός τι τοῦ βίου ἢ πρὸς ἕτερόν τινα τῶν ἀνθρώπων βλέπειν καὶ ἐπιστρέφεσθαι ἢ ὅλως ἐννοεῖν τι τῶν ἀνοικείων δεδύνηνται, ἀλλὰ τοῦ πρός τι γενέσθαι τὸν νοῦν ἠλευθέρωνται· διὰ τοῦτο καὶ μένουσιν εἰς αἰῶνας ἄτρεπτοι καὶ πρὸς τὸ κακόν εἰσιν ἀνεπίστροφοι.
Ἀλλὰ γὰρ ἐρωτήσω σε, σὺ δέ μοι συνετῶς ἀποκρίθητι. Ταῦτα πόθεν οἱ γράψαντες ἴσασι, καὶ νῦν ὁ γράφων πόθεν ἐπίσταται; Εἰπὲ σύ, ἵνα μὴ πάλιν ἐγὼ δόξω σοι κενοδόξως λαλεῖν· τίνος ταῦτα τὰ ῥήματα; Λελογισμένως συλλογίσθητι καὶ πάντως πεισθήσῃ καὶ συζητήσεων ἀπαλλάξεις με.
Ἀνθρώπου πάντως, φησίν. Οἴμοι ὅτι οὐδὲ διὰ τῆς ἀκοῆς σου ἡ ὅρασις ἐπιγίνεται, ἀλλὰ μένεις ἀκούων καὶ μηδόλως ὁρῶν. Ἀνθρώπου λέγεις εἶναι ταῦτα τὰ ῥήματα; Εἰ ἀνθρώπου εἰσίν, εἰπεῖν ἔχεις πάντως καὶ ποταποῦ, ἐπειδὴ ἄνθρωπος οὐ μόνον ἀνθρώπου συλλογισμούς τε καὶ διαθέσεις, ἀλλ’ οὐδὲ κτήνους ὁρμὰς ἢ στάσεις ἢ ἐνδιάθετον κατάστασιν ψυχῆς δύναται γνῶναι ἢ ἐξειπεῖν· «Οὐδεὶς γὰρ οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐνοικοῦν ἐν αὐτῷ.» Εἰ δὲ ἀνθρώπου καὶ κτηνῶν ἀλόγων διαθέσεις καὶ ὁρμὰς χαλεπὸν ἄνθρωπον εἰδέναι καλῶς, τὰ τοῦ Θεοῦ, ἤγουν τὴν ἐκ τῆς θεωρίας αὐτοῦ ἐγγινομένην τοῖς ἁγίοις ἀλλοίωσιν καὶ κατάστασιν, ἵνα μὴ τό γε νῦν ἔχον εἴπω ἐνέργειαν, πόθεν ἢ πῶς εἰδέναι τις δύναται; Ἄλλως τε δὲ εἰ ἀνθρώπου τὰ ῥήματα, δηλονότι καὶ τὰ νοήματα.
Τὰ δὲ ἐν τούτοις νοήματα οὐ χρὴ καλεῖσθαι νοήματα, ἀλλὰ θεωρίαν τῶν ὄντως ὄντων· ἀπὸ γὰρ τῆς ἐκείνων θεωρίας λαλοῦμεν· καὶ λέγεσθαι μᾶλλον χρὴ τῶν ὁραθέντων διήγησιν τὰ λεγόμενα, νοήμα δὲ ἐκεῖνο λέγεσθαι ἄξιον τὸ περὶ ἀνυποστάτου πράγματος ἢ βουλήματος γεννώμενον ἐνθύμημα ἐκ τοῦ νοῦ, οἷον τοῦ ποιῆσαί τι ἀγαθὸν ἢ πονηρὸν ὃ οὔπω ἐπράχθη παρ’ ἡμῶν, ὃ καὶ ἀπὸ τοῦ νοήματος εἰς ἔργον ἐξάγεται, ὥστε τὸ νόημα ἀρχή ἐστι τοῦ μέλλοντος γίνεσθαι πράγματος παρ’ ἡμῶν κατὰ τό· «Πρῶτον μὲν ἐννοεῖ τὰς ἀγγελικὰς δυνάμεις καὶ οὐρανίους καὶ τὸ ἐννόημα ἔργον ἦν.» Σκόπει δὲ ὅτι οὐ περὶ ἀνυποστάτων τινῶν καὶ ἀδήλων πραγμάτων, ἀλλὰ περὶ τῶν ἤδη γινομένων καὶ γενέσθαι μελλόντων, οἱ λόγοι πάντες ἡμῖν καὶ πᾶσα ἡ περὶ τούτων ἐξήγησις ἐκ τῆς ὁράσεως μᾶλλον γίνεται καὶ τῆς θεωρίας αὐτῶν. Πᾶσα γὰρ ἀνάγκη παντὶ τῷ ἐξηγουμένῳ περί τινος πράγματος, οἴκου φέρε εἰπεῖν ἢ πόλεως, ἢ παλατίου τινὸς καὶ τῆς ἐν αὐτῷ τάξεώς τε καὶ καταστάσεως, ἢ περὶ θεάτρου πάλιν τινὸς καὶ τῶν ἐν αὐτῷ τελουμένων, ἰδεῖν μὲν πρότερον καὶ καταμαθεῖν τὰ ἐν τούτοις, εἶθ’ οὕτως περὶ οὗ εἰπεῖν βούλεται ἐστοχασμένως καὶ λελογισμένως εἰπεῖν. Ἐπεί, ἐὰν μὴ πρότερον ἴδῃ, τί ἂν καὶ οἴκοθεν εἴποι; Ποίαν δὲ νόησιν πρὸς τὴν τοῦ μήπω μηδαμῶς ὁραθέντος πράγματος ἄλλοθεν πορίσεται διηγούμενος;
Ποίαν, εἰπέ μοι, ἐνθύμησιν ἢ εὐφυΐαν ἢ μάθησιν, ποίαν δὲ φρόνησιν, σκέψιν τε καὶ ἐπίνοιαν καὶ συλλογισμὸν εὑρήσει καιρίως περὶ οὗ οὐκ οἶδεν εἰπεῖν; Τὸ γὰρ εἰπεῖν τι περὶ ὧν οὐκ οἶδεν ἢ οὐκ ἐθεάσατο πάντως ἄλογον καὶ ἀπαίδευτον. Εἰ τοίνυν περὶ ὁρωμένων καὶ ἐπιγείων οὐδεὶς εἰπεῖν τι ἢ διηγήσασθαι δύναται, εἰ μὴ αὐτόπτης τοῦ πράγματος γένηται, πῶς εἰπεῖν τις ἰσχύσειεν ἢ διηγήσασθαι, ἀδελφοί, περὶ Θεοῦ καὶ θείων πραγμάτων καὶ αὐτῶν τῶν τοῦ Θεοῦ ἁγίων καὶ δούλων, οἵαν ἐκεῖνοι τὴν ὁλικὴν πρὸς τὸν Θεὸν ἐσχήκασι σχέσιν καὶ οἵα ἐστὶν ἡ τοῦ Θεοῦ ὅρασις ἡ ἐν αὐτοῖς ἀρρήτως ἐγγινομένη; Ἥτις ἐνέργειαν ἄφθεγκτον ἐμποιεῖ νοερῶς ἐν ταῖς καρδίαις αὐτῶν, εἰ καὶ μὴ πλέον εἰπεῖν τι ὁ ἀνθρώπινος δίδωσι λόγος, μὴ πρότερον φωτισθεὶς φῶς γνώσεως, κατὰ τὴν κελεύουσαν ἐντολήν.
Φῶς δὲ γνώσεως ὅταν ἀκούσῃς, ἵνα σε διὰ πάντων φωταγωγήσωμεν, μὴ ὑπολάβῃς γνῶσιν εἶναι μόνην τῶν λεγομένων δίχα φωτός. Οὐ γὰρ εἶπε διήγησιν ἢ λόγον γνώσεως, ἀλλὰ φῶς γνώσεως καὶ γνώσεως φῶς, ὡς τοῦ φωτὸς δηλονότι ἐμποιοῦντος τὴν γνῶσιν ἡμῖν· ἄλλως γὰρ οὐκ ἔστι γνῶναί τινα τὸν Θεόν, εἰ μὴ διὰ τῆς θεωρίας τοῦ ἐξ αὐτοῦ ἐκπεμπομένου φωτός. Ὥσπερ γὰρ ὁ περὶ ἀνθρώπου ἢ περὶ πόλεώς τινος πρός τινας διηγούμενος, ἐκεῖνος μὲν ἃ εἶδε καὶ ἃ ἑώρακε λαλεῖ πρὸς αὐτούς, οἱ δὲ ἀκούοντες μὴ θεασάμενοι τὸν ἄνθρωπον ἢ τὴν πόλιν περὶ ἧς καὶ ἀκούουσιν, οὐ δύνανται ἀπὸ τῆς ἀκοῆς μόνης, ὡς ὁ ἰδὼν καὶ διηγούμενος τὰ περὶ τοῦ ἀνθρώπου, γινώσκειν καὶ τὰ περὶ τῆς πόλεως, οὕτως καὶ περὶ τῆς ἄνω Ἱερουσαλὴμ καὶ τοῦ ἐν αὐτῇ κατοικοῦντος ἀοράτου Θεοῦ, περὶ τῆς ἀπροσίτου δόξης τε τοῦ προσώπου αὐτοῦ καὶ περὶ τῆς ἐνεργείας καὶ δυνάμεως τοῦ παναγίου αὐτοῦ Πνεύματος, εἴτ’ οὖν φωτός, οὐδεὶς εἰπεῖν δύναται, εἰ μὴ πρῶτον αὐτὸ τὸ φῶς ἴδῃ ψυχῆς ὀφθαλμοῖς καὶ ἀκριβῶς γνῷ τὰς αὐτοῦ ἐλλάμψεις καὶ ἐνεργείας ἐν ἑαυτῷ. Ἀλλ’ εἴ τι καὶ διὰ τῶν θείων ἀκούοι Γραφῶν λαλοῦντας δι’ αὐτῶν τοὺς τὸν Θεὸν ἰδόντας, διὰ τοῦ Πνεύματος ἐκεῖνα καὶ μόνα διδάσκεται· ὅθεν οὐδὲ δύναται λέγειν ὅτι ἐν γνώσει γέγονα τοῦ Θεοῦ διὰ μόνης ταύτης τῆς ἀκοῆς. Ὃν γὰρ οὐχ ἑώρακε πῶς γινώσκειν ἐνδέχεται;
Εἰ γὰρ ἡ ὅρασις μόνη τελείαν τὴν γνῶσιν τοῦ ὁρωμένου παρ’ ἡμῶν ἀνθρώπων οὐκ ἐμποιεῖ ἐν ἡμῖν, πῶς ἡ ἀκοὴ μόνη τὴν τοῦ Θεοῦ γνῶσιν ἡμῖν ἐμποιήσειε; Φῶς ὁ Θεὸς καὶ ὡς φῶς ἡ θέα αὐτοῦ· ἐν γοῦν τῇ τοῦ φωτὸς θέᾳ γνῶσις πρώτη ὅτι Θεός, καθὰ καὶ ἐπὶ τοῦ ἀνθρώπου ἀκοὴ πρῶτον περὶ αὐτοῦ, εἶτα ὅρασις, καὶ ἐν τῷ αὐτὸν ἰδεῖν γνῶσις ὅτι ἄνθρωπός ἐστι περὶ οὗ ἤκουον.
Καὶ οὐδὲ οὕτως ἵσταται τοῦ λεγομένου ἡ ἔννοια· ὅσα γὰρ ἂν ἐξ ἀκοῆς σοί τις εἴπῃ περὶ ἀνθρώπου, ὅτε ἴδῃς αὐτόν, ἀπὸ μόνης τῆς ἀκοῆς γνωρίσαι αὐτὸν ἀκριβῶς καὶ πληροφορηθῆναι ὅτι αὐτὸς ἐκεῖνός ἐστι περὶ οὗ ἤκουες οὐ δύνασαι, ἀλλὰ ἀμφιβολίᾳ ἡ ψυχή σου διαμερίζεται καὶ ἢ ἐκεῖνον αὐτὸν ἐρωτᾷς ἢ ἕτερόν τινα τὸν γνωρίζοντα αὐτόν, καὶ τότε βεβαίως μανθάνεις ὅτι αὐτὸς ἐκεῖνός ἐστιν.
Οὕτως οὖν καὶ περὶ τοῦ ἀοράτου Θεοῦ ἀπαραλλάκτως γίνεται. Ὅταν γὰρ ἀποκαλυφθέντα θεάσηταί τις αὐτόν, φῶς ὁρᾷ· καὶ θαυμάζει μὲν ἰδών, τίς δὲ ὁ φανεὶς οὐκ οἶδεν εὐθύς, ἀλλ’ οὐδὲ αὐτὸν ἐρωτῆσαι τολμᾷ, —πῶς γάρ, ὃν οὐδὲ ἀναβλέψαι τοῖς ὀφθαλμοῖς καὶ ἰδεῖν δύναται ποταπός; — βλέπει δὲ μόνον ἐν τρόμῳ καὶ φόβῳ πολλῷ οἱονεὶ πρὸς τοὺς πόδας αὐτοῦ, εἰδὼς ὅτι ὅλως τίς ἐστιν ὁ φανεὶς πρὸ προσώπου αὐτοῦ. Καὶ εἰ μὲν ὑπάρχει ὁ περὶ τούτων προεξηγησάμενος αὐτῷ, ὡς προεγνωκὼς τὸν Θεόν, ἀπερχόμενος λέγει αὐτῷ· «Εἶδον.» Καί φησι· «Τί, τέκνον, εἶδες;» —«Φῶς, ὦ πάτερ, γλυκύ, γλυκύ· ποταπὸν εἰπεῖν σοι, πάτερ, οὐκ ἐξικανοῦσαν ἔχω μου τὴν διάνοιαν.» Καὶ ὡς οὖν τοῦτο λέγει, σκιρτᾷ καὶ πάλλει ἡ καρδία αὐτοῦ καὶ πρὸς τὸν πόθον τοῦ ὀφθέντος εὐθὺς ἀνάπτεται. Εἶτα πάλιν ἄρχεται λέγειν μετὰ δακρύων θερμῶν καὶ πολλῶν ὡς· «Ὡράθη μοι, πάτερ, ἐκεῖνο τὸ φῶς· ἤρθη ὁ οἶκος τῆς κέλλης εὐθὺς καὶ παρῆλθεν ὁ κόσμος, φυγὼν ὡς οἶμαι ἀπὸ προσώπου αὐτοῦ· ἔμεινα δὲ μόνος ἐγὼ μόνῳ συνὼν τῷ φωτί. Οὐκ οἶδα δὲ εἰ ἦν καὶ τὸ σῶμα τοῦτο, πάτερ, τηνικαῦτα ἐκεῖ· εἰ γὰρ ἔξω τούτου γέγονα ἀγνοῶ, τέως οὐκ ᾔδειν ὅτι σῶμα φορῶ καὶ περίκειμαι. Ἦν μοι δὲ χαρὰ ἡ καὶ νῦν συνοῦσά μοι ἄφραστος, ἀγάπη τε καὶ πόθος πολύς, ὡς κινηθῆναί μου τὰ νάματα κατὰ ποταμοὺς τῶν δακρύων, καθὰ δὴ καὶ νῦν, ὡς ὁρᾷς.»
Ἀποκριθεὶς οὖν λέγει αὐτῷ· «Ἐκεῖνος, τέκνον, ἐστί.» Καὶ σὺν τῷ λόγῳ βλέπει πάλιν αὐτὸν καὶ μικρὸν μικρὸν τελείως καθαίρεται, καθαιρόμενος δὲ παρρησιάζεται καὶ ἐκεῖνον αὐτὸν ἐρωτᾷ καί φησιν· «Ὁ Θεός μου, σὺ εἶ;» Καὶ ἀποκρίνεται καὶ φησί· «Ναί, ἐγώ εἰμι, ὁ Θεός, ὁ διὰ σὲ ἄνθρωπος γεγονώς· καὶ ἰδοὺ ἐγὼ πεποίηκά σε, ὡς ὁρᾷς, καὶ ποιήσω θεόν.» Ὅτε τοίνυν χρονίσει πενθῶν καὶ κλαίων καὶ προσπίπτων καὶ ταπεινούμενος, ἄρχεται ἐκ τοῦ κατ’ ὀλίγον γινώσκειν τὰ τοῦ Θεοῦ· καὶ εἰς τοῦτο πεφθακώς, τότε μανθάνει «τὸ θέλημα αὐτοῦ τὸ ἅγιον καὶ εὐάρεστον καὶ τέλειον». Εἰ γὰρ μὴ ἴδῃ, ἵνα πάλιν εἴπω, αὐτόν, οὐδὲ δύναται γινώσκειν αὐτόν· καὶ εἰ μὴ γνῷ αὐτόν, πῶς ἰσχύσει γνῶναι τὸ αὐτοῦ ἅγιον θέλημα; Εἰ γὰρ ἐπὶ ἀνθρώπων τοῦτο ἀδύνατον, πολλῷ μᾶλλον ἐπὶ Θεοῦ. Διὸ καὶ προκόπτων καὶ ἐπὶ πλεῖον προσοικειούμενος τῷ Θεῷ, ἐκ τῶν εἰς αὐτὸν γινομένων παρὰ Θεοῦ γινώσκει καὶ ἅπερ μετὰ τῶν προλαβόντων ἁγίων ἁπάντων ἐποίησε καὶ ὅσα μέλλει μετὰ τῶν μεταγενεστέρων ποιεῖν. Περὶ δὲ τῶν μελλόντων στεφάνων καὶ ἀμοιβῶν διδάσκεται μὲν μυούμενος παρ’ αὐτοῦ τοῦ Θεοῦ, τεκμαιρόμενος δηλονότι ὅτι ὑπὲρ νοῦν καὶ λόγον καὶ διάνοιαν ταῦτά εἰσιν· οὐ μόνον δέ, ἀλλὰ καὶ νοεῖ σαφῶς ὁποῖοι μετὰ τὴν ἀνάστασιν ἔσονται αὐτός τε καὶ πάντες οἱ μετ’ αὐτοῦ, οὐκ ἀπολαμβάνει δὲ ταῦτα νυνί, εἰ καί τινες τοῦτο λέγειν ἡμᾶς κακῶς ἐλογίσαντο.
Εἰ γὰρ ἐνταῦθα τὸ πᾶν ἀπολαμβάνειν ὑποτιθέμεθα, λοιπὸν κατ’ αὐτοὺς καὶ τὴν ἀνάστασιν αὐτὴν ἀπαρνούμεθα, τὴν κρίσιν τε καὶ τὴν ἀνταπόδοσιν, καὶ τὴν τῶν μελλόντων ἐλπίδα ἑκουσίως ἀποβαλλόμεθα. Ἀλλ’ οὐχ οὕτως ἡμεῖς φρονοῦμεν ἢ λέγομεν, ἀλλὰ καὶ τοὺς τοῦτο λέγοντας σφοδρῶς καθυποβάλλομεν ἀναθέματι. Τοίνυν καὶ νῦν μὲν μετρίως τοὺς ἀρραβῶνας ἐντεῦθεν ἤδη ἀπολαμβάνειν τῶν ἀγαθῶν ἁπάντων ὁμολογοῦμεν καὶ λέγομεν, τὸ δὲ ὅλον μετὰ τὸν θάνατον ἐλπίζομεν λήψεσθαι, καθὼς γέγραπται· «Νῦν μὲν γινώσκω, φησίν, ἐκ μέρους· ὅταν δὲ ἔλθῃ τὸ πᾶν, τότε τὸ ἐκ μέρους καταργηθήσεται.» Καὶ ἀλλαχοῦ· «Καὶ νῦν τέκνα Θεοῦ ἐσμεν καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα· οἴδαμεν δὲ ὅτι, ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα.» Καὶ ἵνα κατὰ πεῦσιν καὶ ἀπόκρισιν τὸν λόγον μεταποιήσωμεν, οἱονεὶ τὸν εἰρηκότα τοῦτο ἐρωτήσωμεν· «Πόθεν, ὦ ἠγαπημένε καὶ φίλε Χριστοῦ, οἶδας ὅτι ὅμοιος αὐτοῦ ἔσῃ;
Φράσον ἡμῖν, πόθεν;» «Ἐκ τοῦ Πνεύματος, φησίν, οὗ ἔδωκεν ἡμῖν, ἐκ τούτου γινώσκομεν ὅτι ἐσμὲν τέκνα Θεοῦ καὶ αὐτὸς ὁ Θεὸς ἐν ἡμῖν ἐστιν, ἐπειδὴ καὶ αὐτὸς ταῦτά μοι εἶπε μυστικῇ τῇ φωνῇ.» Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.
Πρῶτον ἄνωθεν εἴπομεν ὅτι νοήματα ἡμῶν ἐκεῖνα λέγεσθαι δίκαιον, ὅταν ἐν τῷ ἡμετέρῳ νοῒ λόγος περὶ πράγματός τινος ἀγαθοῦ ἢ κακοῦ γεννηθῇ, οἷον φέρε εἰπεῖν, ἵνα κτήσωμαί τι ἢ κακοποιήσω ἢ ἀγαθοποιήσω τινά, ἐξήγησιν δὲ καὶ οὐχὶ νόημα τὸ περὶ γεγενημένων ἤδη ἢ ἑωραμένων πραγμάτων λαλεῖν. Εἶτα πάλιν εἴπομεν ὅτι περὶ ὧν τις οὐχ ἑώρακε πραγμάτων ἢ πόλεων ἢ θεάτρων ἢ ἀνθρώπων, πῶς λέγειν δύναται περὶ αὐτῶν ἢ τὰς ἰδέας ἢ τὰς μορφὰς καὶ τὰς θέσεις αὐτῶν ἀφηγήσασθαι; Εἰ δὲ καὶ εἴπῃ, μυθολόγος ἂν δικαίως ὑπὸ τῶν ἀκουόντων αὐτὸν κληθήσεται. Οἱ οὖν εἰπόντες περὶ τῆς τοῦ Κυρίου ἡμέρας καὶ περὶ τῆς ἐνδόξου καὶ φρικτῆς αὐτοῦ παρουσίας προφῆται καὶ ἀπόστολοι, ὅτι ὡς κλέπτης ἐν νυκτὶ καὶ ὡς ὠδὶν τῇ τικτούσῃ καὶ ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, πόθεν μαθόντες ταῦτα εἰρήκασι; Πάντως γάρ, ἢ παρά τινος ἀκηκόασιν, ἢ αὐτόπται τῆς ἡμέρας ἐκείνης ἐγένοντο. Ἐπεὶ ὃ οὐκ εἶδον, ὃ παρ’ ἑτέρου οὐκ ἤκουσαν λέγοντος, πῶς ἐκεῖνοι εἰρήκασιν;
Εἰ οὖν ἤκουσαν, παρὰ τίνος εἰπέ· οὔπω γὰρ τέως λέγω ὅτι εἶδον αὐτοὶ καὶ εἶπον, ἀλλ’ ὅτι ἤκουσαν· εἰπὲ λοιπόν, εἰ οἶδας, πόθεν ταῦτα μεμάθηκαν. Εἰ δὲ τί εἰπεῖν οὐκ ἐπίστασαι, ἄκουσον καὶ γνῶθι ὅτι παρὰ τοῦ ἁγίου ταῦτα μεμαθήκασι Πνεύματος, καθὼς αὐτοῖς καὶ ὁ Κύριος ἔλεγεν· «Ὅταν δὲ ἔλθῃ ὁ παράκλητος, τὸ Πνεῦμα τὸ ἅγιον ὃ πέμπει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν.» Ὅτι δὲ καὶ ἃ οὐκ εἶπεν αὐτοῖς ὁ Χριστός, ταῦτα τὸ Πνεῦμα τὸ ἅγιον τοῖς ἀποστόλοις ἐπελθὸν ἐδίδαξε καὶ εἶπε, φησὶν ὁ αὐτός· «Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν· οὐ γὰρ λαλήσει ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ἂν ἀκούσῃ λαλήσει καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν.» Ἔμαθες πόθεν ἐδιδάχθησαν οἱ γράψαντες τὰ περὶ τὴς ἡμέρας ἐκείνης καὶ τῆς τοῦ Κυρίου ἐπιφανείας καὶ τῶν ἀποκειμένων καὶ ἐπελθεῖν μελλόντων τοῖς ἁμαρτωλοῖς καὶ δικαίοις. Οὕτω καὶ περὶ τῶν λοιπῶν πάντων τῶν μὴ βλεπομένων ἡμῖν αὐτοὶ φωτισθέντες διὰ τοῦ Πνεύματος εἶδον ἅμα καὶ ἔγραψαν.
Ἀλλ’ ἐρωτῶντί μοι ἀποκρίθητι. Τὸ Πνεῦμα τὸ ἅγιον τί ἐστι; Θεός, ἐκ Θεοῦ ἀληθινοῦ ὁμολογουμένως Θεὸς ἀληθινός. Σὺ οὖν, ὡς ὁρᾷς, λέγεις τοῦτο Θεόν, τοῖς δόγμασι τῆς Ἐκκλησίας ἑπόμενος. Τοῦτο τοίνυν λέγων τε καὶ φρονῶν Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ ἐκπορευόμενον, συνιστᾷς ὅτι οἱ τὸ ἅγιον ἔχοντες Πνεῦμα αὐτὸν ἐκεῖνον ὁμολογουμένως ἔχουσι τὸν Θεὸν μένοντα πάντοτε μεθ’ ἑαυτῶν, καθὼς πρὸς τοὺς ἀποστόλους ὁ Χριστὸς ἔφη· «Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσετε· καὶ ἐγὼ ἐρωτήσω τὸν Πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα.» Ἰδοὺ οὖν ἐδιδάχθης ὅτι καὶ μένει καὶ κατοικεῖ εἰς ἀτελευτήτους αἰῶνας· τὸ γὰρ εἰπεῖν «ἵνα μένῃ μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα» τὸ ἀϊδίως καὶ ἀτελευτήτως αὐτοῖς συνέσεσθαι καὶ εἶναι ἀχώριστον μετ’ αὐτῶν ἔν τε τῷ νῦν καιρῷ, ἔν τε τῷ μέλλοντι αἰῶνι δηλοῖ. Ὅτι δὲ καὶ ἑώρων τὸ ἅγιον Πνεῦμα οἱ θεῖοι ἀπόστολοι καὶ ὅσοι τοῦτο λαβεῖν ἠξιώθησαν, ἄκουσον τὸ ἑπόμενον· «Τὸ Πνεῦμα τῆς ἀληθείας ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὔτε γινώσκει αὐτό, ὑμεῖς δὲ γινώσκετε αὐτό, ὅτι παρ’ ὑμῖν μένει.»
Ἵνα δὲ γνῷς ὅτι καὶ τὸν Χριστὸν βλέπουσιν οἱ ἀγαπῶντες αὐτὸν καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάσσοντες, αὐτοῦ τοῦ Κυρίου ἄκουσον λέγοντος· «Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν.» Γνωστὸν τοιγαροῦν ἔστω πᾶσι χριστιανοῖς ὅτι ὁ Χριστὸς ἀψευδὴς καὶ Θεὸς ἀληθινός ἐστι καὶ τοῖς τὴν πρὸς αὐτὸν ἀγάπην διὰ τῆς τηρήσεως τῶν ἐντολῶν αὐτοῦ ἐνδεικνυμένοις ὁμολογουμένως ἐμφανίζεται, καθὼς εἶπεν αὐτός· αὐτό τε τὸ ἅγιον Πνεῦμα διὰ τῆς ἐμφανείας αὐτοῦ δωρεῖται αὐτοῖς καὶ διὰ τοῦ ἁγίου πάλιν Πνεύματος αὐτὸς καὶ ὁ Πατὴρ ἀχωρίστως μένουσι μετ’ αὐτῶν. Οἱ δὲ τοιοῦτοι ἀφ’ ἑαυτῶν λαλοῦσιν οὐδέν· ὁ δὲ λέγων λαλεῖν αὐτούς τι ἀφ’ ἑαυτῶν, δυνατὸν εἶναι λέγει εἰδέναι καὶ ἄνθρωπον τὰ τοῦ ἀνθρώπου καὶ ἀνθρώπους ὡσαύτως τὰ τοῦ Θεοῦ· εἰ δὲ μὴ τοῦτο, ἀλλὰ ψεύστας καὶ μυθολόγους πάντως τοὺς διὰ τοῦ ἁγίου Πνεύματος φθεγγομένους ἀποκαλεῖ, ὡς μὴ ἐξ αὐτοῦ διδασκομένους, ἀλλὰ περὶ ὧν οὐκ εἶδον ἢ ἤκουσαν ἀπὸ οἰκείων συλλογισμῶν ἑτέρους διδάσκοντας. Ἀλλὰ χρεὼν εἰδέναι ὅτι, εἰ συνᾴδοντα καὶ οὗτοι τοῖς προλαβοῦσι θεοφόροις πατράσι φθέγγονται, ἐν τῷ αὐτῷ Πνεύματι καὶ αὐτοὶ δηλονότι φθέγγονται καὶ οἱ αὐτοῖς ἀπιστοῦντες ἢ καὶ ἐνδιαβάλλοντες εἰς τὸν δι’ αὐτῶν φθεγγόμενον ἁμαρτάνουσιν.
Ἐδιδάχθης τοίνυν, ἀγαπητέ, ὅτι ἡ βασιλεία τῶν οὐρανῶν ἐντός σου, εἰ θέλεις, ἐστὶ καὶ τὰ αἰώνια ἅπαντα ἀγαθὰ ἐν χερσί σού εἰσι. Σπεῦσον οὖν ἰδεῖν καὶ λαβεῖν καὶ ἐν σεαυτῷ κτήσασθαι τὰ ἀποκείμενα ἀγαθὰ καὶ μὴ διὰ τοῦ οἴεσθαι ταῦτα ἔχειν ἀποστερηθήσῃ πάντων αὐτῶν· κλαῦσον, πρόσπεσον, ὥσπερ ποτὲ ὁ τυφλός, οὕτω καὶ νῦν καὶ σὺ καὶ εἰπέ· «Ἐλέησόν με, Υἱὲ τοῦ Θεοῦ, καὶ διάνοιξόν μου τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς, ἵνα ἴδω τὸ φῶς τοῦ κόσμου, σὲ τὸν Θεόν, καὶ γενήσομαι υἱὸς ἡμέρας θείας κἀγώ· καὶ μὴ ἄμοιρον, ὡς ἀνάξιον, τῆς σῆς θεότητος καταλείψῃς με, ἀγαθέ. Ἐμφάνισόν μοι, Κύριε, σεαυτόν, ἵνα γνώσωμαι ὅτι ἠγάπησάς με, ὡς τὰς θείας τηρήσαντά σου, Δέσποτα, ἐντολάς. Πέμψον τὸν παράκλητον, οἰκτίρμον, καὶ ἐπ’ ἐμοί, ἵνα αὐτός με διδάξῃ τὰ περὶ σοῦ καὶ τὰ σὰ ἀναγγείλῃ μοι, ὦ Θεὲ τοῦ παντός. Λάμψον ἐπ’ ἐμοὶ τὸ φῶς τὸ ἀληθινόν, εὔσπλαγχνε, ἵνα ἴδω τὴν δόξαν τὴν σήν, ἣν εἶχες πρὸ τοῦ τὸν κόσμον γενέσθαι παρὰ τῷ σῷ Πατρί. Μεῖνον, ὡς εἶπας, καὶ ἐν ἐμοί, ἵνα κἀγὼ μεῖναι ἐν σοὶ γένωμαι ἄξιος καὶ γνωστῶς εἰσέλθω τότε ἐν σοὶ καὶ γνωστῶς σε κτήσωμαι ἐν ἐμοί. Μορφωθῆναι θέλησον, ἀόρατε, ἐν ἐμοί, ἵνα βλέπων τὸ ἀμήχανον κάλλος σου, τὴν εἰκόνα, ἐπουράνιε, φορέσω τὴν σὴν καὶ πάντα τὰ ὁρατὰ ἐπιλάθωμαι.
Δός μοι τὴν δόξαν ἥν σοι δέδωκεν, εὔσπλαγχνε, ὁ Πατήρ, ἵνα ὅμοιός σοι ὡς πάντες οἱ δοῦλοί σου γένωμαι κατὰ χάριν θεὸς καὶ συνέσομαί σοι διηνεκῶς νῦν καὶ ἀεὶ καὶ εἰς ἀπεράντους αἰῶνας, ἀμήν.» Ναί, ἀδελφέ μου ἀγαπητέ, πίστευσον καὶ πείσθητι ὅτι οὕτως ἐστὶ καὶ αὕτη ἡ πίστις ἡμῶν. Τοῦτο οὖν ἐστι, πίστευσον, ἀδελφέ, τὸ ἀναγεννηθῆναι καὶ ἀνακαινισθῆναι καὶ ζῆσαι τὴν ἐν Χριστῷ ζωήν. Ἦ οὐκ ἀκούεις τὸν μέγαν Βασίλειον λέγοντα εἰς τὸν προτρεπτικὸν αὐτοῦ λόγον τῶν Φώτων· «Οὐκ ἐπιθυμεῖς σεαυτὸν ἰδεῖν, ἄνθρωπε, ἀπὸ γέροντος νέον γινόμενον;» καὶ τὸν Παῦλον· «Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά.» Ποῖα πάντα λέγει τοιγαροῦν; Εἰπέ, σύ, εἰπέ. Μὴ ὁ οὐρανὸς ἐνηλλάγη; Μὴ ἡ γῆ; Ἀλλὰ ὁ ἥλιος, ἢ οἱ ἀστέρες, ἢ ἡ θάλασσα, ἤ τι τῶν βλεπομένων καινὸν καὶ πρόσφατον γέγονεν; Ἀλλ’ οὐκ ἔχεις τοῦτο εἰπεῖν· πρὸς ἡμᾶς γὰρ καὶ δι’ ἡμᾶς τοῦτο εἴρηκε. Νεκροὶ γὰρ ὄντες, πρὸς ζωὴν ἀνιστάμεθα· φθαρτοί, καὶ εἰς ἀφθαρσίαν μεταποιούμεθα· θνητοί, καὶ εἰς ἀθανασίαν μεταβαλλόμεθα· γήϊνοι, καὶ γινόμεθα ἐπουράνιοι· σαρκικοὶ ἐκ σαρκὸς τὴν γένεσιν ἔχοντες, καὶ πνευματικοὶ γινόμεθα, τῶ ἁγίῳ ἀναγεννώμενοι καὶ ἀναπλαττόμενοι Πνεύματι.
Ταῦτα τοιγαροῦν ἡ ἐν Χριστῷ καινὴ κτίσις εἰσίν, ἀδελφοί· ταῦτα εἰς τοὺς ἀληθινοὺς πιστοὺς καὶ ἐκλεκτοὺς καθ’ ἑκάστην ἐπιτελοῦνται καὶ γίνονται, καὶ τούτων ἁπάντων μέτοχοι μερικῶς, ὡς πολλάκις εἴπομεν, ἐν σώματι ὄντες, γνωστῶς γίνονται· οὐ μόνον δὲ ἀλλὰ καὶ μετὰ θάνατον ὁλοτελῶς ταῦτα καὶ βεβαίως κληρονομῆσαι ἐλπίζουσιν, ὅλοι δηλαδὴ ἐν ὅλοις τοῖς νυνὶ μεταληφθεῖσι γινόμενοι ἀγαθοῖς. Εἰ γὰρ καὶ τὸν Χριστὸν ἐσθίειν καὶ πίνειν, ἐνδύεσθαί τε καὶ ὁρᾶν καὶ αὖθις ὁρᾶσθαι παρ’ αὐτοῦ ἀεὶ διδασκόμεθα, ἀλλὰ καὶ ἐν ἡμῖν αὐτὸν ἔχειν καὶ ἐν αὐτῷ πάλιν μένειν ἡμᾶς οἴδαμεν, ὡς αὐτὸν μὲν εἶναι ἡμῶν ἔνοικον, ἡμᾶς δὲ πάλιν ἐνοίκους αὐτοῦ, οἰκίᾳ γινομένῳ δηλονότι ἡμῖν καθὰ καὶ ἡμεῖς πάλιν οἰκία γινόμεθα αὐτῷ, εἶτα καὶ υἱοὶ μὲν ἡμεῖς αὐτοῦ, αὐτὸς δὲ πατὴρ ἡμῶν γίνεται, καὶ φῶς ἐκεῖνος ἐν σκότει λάμπον ἐστίν, αὐτὸν δὲ βλέπειν ἡμεῖς λέγομεν κατὰ τὸ «ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα», ἐὰν οὖν ταῦτα πάντα καὶ τὰ λοιπά, ὡς δεδήλωται, ὅσα δηλονότι αἱ θεῖαι Γραφαὶ γίνεσθαι ἐν ἡμῖν ἐν τῷ ἐνεστῶτι καιρῷ τῆς παρούσης ζωῆς ἐκδιδάσκουσι, μηδόλως γίνεσθαι λέγωμεν εἰς ἡμᾶς, ἢ γίνεσθαι μέν, μυστικῶς δὲ καὶ ἀνεπαισθήτως, μηδὲν πρὸς ταῦτα γινωσκόντων ἡμῶν, τί νεκρῶν διαφέρομεν;
Μὴ δὴ τῇ ἀπιστίᾳ οὕτως ἑαυτοὺς ἐκδιδόντες, εἰς βυθὸν ἀπωλείας κατέρχεσθε· ἀλλ’ εἰ καὶ μέχρι τοῦ νῦν αἴσθησιν τῶν τοιούτων λαβεῖν οὐκ ἠλπίσατε καὶ διὰ τοῦτο οὐδὲν ᾐτήσασθε, κἂν ἀπὸ τοῦ παρόντος πληροφορήθητε, πρῶτον ἀληθῆ ταῦτα πιστεύσαντες εἶναι καὶ συνᾴδοντα ταῖς θείαις Γραφαῖς, πάσας αὐτὰς δηλονότι διεξερχόμενοι, ὅτι ἐντεῦθεν ἤδη γνωστῶς ἡ σφραγὶς τοῦ ἁγίου Πνεύματος ἡμῖν τοῖς πιστοῖς δίδοται. Καὶ πιστεύσαντες οὕτω διώκετε ἵνα καταλάβητε, οὕτω πυκτεύσατε ὡς οὐκ ἀέρα δέροντες· καὶ πρὸς τούτοις «αἰτεῖτε καὶ δοθήσεται ὑμῖν· κρούετε καὶ ἀνοιγήσεται ὑμῖν», εἴτε ἐνταῦθα εἴτε ἐν τῷ αἰῶνι τῷ μέλλοντι. Τέως διδάσκεσθε, τέως μετανοεῖτε, ὑποτάσσεσθε, νηστεύετε, κλαίετε, εὔχεσθε· καὶ οὕτω διὰ τούτων καὶ τῶν τοιούτων τρέχετε, πυκτεύετε, διώκετε, ζητεῖτε, κρούετε, αἰτεῖσθε, πρὸς μηδὲν ἕτερον ἀπονεύοντες, ἕως καταλάβητε, ἕως δράξησθε, ἕως λάβητε, ἕως ὑμῖν ἀνοιγῇ καὶ εἰσέλθητε, ἕως ἔνδον τοῦ νυμφῶνος τὸν νυμφίον θεάσησθε, ἕως ἀκούσητε· «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω», ἕως υἱοὶ φωτὸς καὶ υἱοὶ ἡμέρας γένησθε.
Ἀλλὰ γὰρ μὴ πρὸ τοῦ ταῦτα καὶ ἰδεῖν καὶ λαβεῖν καὶ παθεῖν φρεναπατοῦντες ὑμᾶς ἑαυτοὺς καὶ παραλογιζόμενοι εἶναί τι δοκεῖτε μηδὲν ὄντες, καὶ ὡς ἀναπεπτωκότες τῇ συνειδήσει πνευματικοὺς ἑαυτοὺς εἶναι πρὸ τοῦ τὸ Πνεῦμα τὸ ἅγιον λαβεῖν οἴεσθε, καὶ διὰ τοῦτο εἰς τὸ ἀναδέχεσθαι λογισμοὺς ἀλλοτρίους ἀσυνέτως ἐπείγεσθε καὶ εἰς ἡγουμενείας καὶ ἀρχὰς ἐπιβαίνετε καὶ ἱερωσύνης ἀφόβως κατατολμᾶτε καὶ πρὸς μητροπόλεις καὶ ἐπισκοπὰς τοῦ ποιμαίνειν τὸν τοῦ Κυρίου λαὸν ἑαυτοὺς ὑμᾶς διὰ μυρίων μεθόδων ἀναιδῶς ἐπιδίδοτε. Ἀλλὰ προσέχετε, παρακαλῶ, ἑαυτοῖς, τὰ ἄνω φρονοῦντες, τὰ ἄνω ζητοῦντες, τὰ ἄνω ἐπιποθοῦντες, μηδενὸς τῶν ἐπιγείων, πρὸ τοῦ λαβεῖν ἐκεῖνα, φροντίζοντες.
Ναί, καταφρονήσωμεν πάντων τῶν ὁρωμένων, ἀξιῶ τὴν ἀγάπην ὑμῶν· ἀποσεισώμεθα τὰ ἀνθρώπινα πάντα, ἅπαντα τὰ ἐμπαθῆ καὶ βλαβερὰ βδελυξώμεθα, ἵνα καὶ τῶν ἐνταῦθα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, τῷ ἑνὶ τρισαγίῳ φωτί, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.