Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Ἠθικαὶ ὁμιλίαι

Συμεὼν ὁ Νέος Θεολόγος

Λόγος Ζ': Οι αληθινοί υπηρέτες του Θεού

Η διάκριση μεταξύ της απλής αποχής από την αμαρτία και της έμπρακτης απόκτησης των αρετών, η πνευματική ίαση και ο ρόλος της χάριτος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 7 από 15

ΛΟΓΟΣ Ζʹ Περὶ τῶν δουλευόντων Θεῷ, τίνες τε εἶεν καὶ ὁποῖοι καὶ ποταποί. Καὶ τίς ἐστιν ὁ μετανοῶν καὶ ἡ ἐργασία αὐτοῦ, καὶ τίς ὁ τὴν ἀσκητικὴν ζωὴν μετερχόμενος καὶ ἡ ἐργασία αὐτοῦ, καὶ τίς ὁ δουλεύων Θεῷ καὶ τὸ ἔργον αὐτοῦ. Καὶ ὅτι, ἐὰν μὴ τὰς ἀρετὰς κτησώμεθα, οὐδὲν ἡμᾶς ἡ ἀπαλλαγὴ μόνον τῶν παθῶν ὠφελήσει. Ἐπειδήπερ ὅσον ἀπὸ τοῦ θείου βαπτίσματος χριστιανοὺς ἡμᾶς ἑαυτοὺς δίχα τῶν ἔργων καὶ πιστοὺς λογιζόμεθα, εἰς τὴν ὁμοούσιον καὶ ἀδιαίρετον Τριάδα πιστεύοντες καὶ εἰς τὸν ἕνα ταύτης τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ Θεόν, καὶ δούλους ἑαυτοὺς ἐκ συνηθείας οὕτω πως ἁπλῶς ἐπιγραφόμεθα τοῦ Θεοῦ καὶ καλοῦμεν, καὶ γράφοντες πρὸς ἑτέρους τοῦτο αὐτοὶ ἑαυτοὺς ἄνωθεν γράφοντες ὀνομάζομεν, μὴ εἰδότες ἴσως αὐτὸ τοῦτο, τί ἐστι δουλεία Θεοῦ καὶ τίς ὁ ἀκούειν ἄξιος καὶ εἶναι δοῦλος Θεοῦ, τὸν λόγον ὑπὸ τοῦ Λόγου κινοῦμαι γυμνάσαι καὶ εἰπεῖν ἐπείγομαι περὶ τῶν δουλευόντων Θεῷ τίνες τε εἶεν καὶ ὁποῖοι καὶ ποταποί, καὶ τίνα τὰ παρὰ τῶν τοιούτων διὰ Κύριον γινόμενα ἔργα, ὡς ἂν ἀπὸ τῶν ἑαυτοῦ πράξεων ἕκαστος γνώσεται ἑαυτόν, καὶ τίνα θεραπεύει διὰ τῶν ἑαυτοῦ ἐγχειρήσεων καὶ τίνι δουλεύει, ἢ τίνα ποτὲ ἐθεράπευσε καὶ τίνι ἐδούλευσεν, εἴσεται, ἵνα μὴ ἑαυτῷ τις χαριζόμενος δοκῇ τῷ Κυρίῳ δουλεύειν καὶ οὐχ ἑαυτῷ.

Ἀλλὰ περὶ μὲν τῶν ἐν τῷ κόσμῳ διαγόντων καὶ ὑπὸ ζυγὸν ὄντων τοῦ βίου οὐδεὶς λόγος ἡμῖν, διαρρήδην τοῦ ἁγίου Παύλου βοῶντος· «Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου πῶς ἀρέσει τῷ Κυρίῳ, ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου πῶς ἀρέσει τῇ γυναικὶ» καὶ τῷ κόσμῳ, περὶ δὲ τῶν ἀποταξαμένων τῷ κόσμῳ καὶ τοῖς ἐν κόσμῳ ἅπας ὁ λόγος ἔσται ἡμῖν.

Οἱ εἰς τὸ στάδιον ἄρτι τῆς μετανοίας ἐξ ἑκουσίου γνώμης καὶ αὐτοθελῶς εἰσερχόμενοι καὶ κατὰ τὸ ἐνὸν εἰς τὴν σωματικὴν γυμνασίαν ἑαυτοὺς ἐγγυμνάζοντες, εἰσαγωγικοί τε, λέγω, καὶ οἱ ἐν ταύτῃ χρονίσαντες, οἴονται τῷ Κυρίῳ δουλεύειν καὶ ἐξ ἔργων δικαιοῦσθαι ἐλπίζουσι. Μὴ προσέχοντες γὰρ τῷ φωτὶ τῶν θείων Γραφῶν, ἀλλ’ ἔξω τούτου ἀεὶ τῶν τοιούτων τινὲς πορευόμενοι καὶ ἐν σκότει τῶν πονηρῶν διανοιῶν αὐτῶν κατεχόμενοι, οὐ γινώσκουσιν ὅτι πολὺ ὑπάρχει τὸ ἐν μέσῳ διάφορον τῶν τε μετανοούντων καὶ ἀγωνιζομένων εἰς τὴν γυμνασίαν τῆς ἀρετῆς καὶ αὐτῶν τῶν τῷ δεσπότῃ δουλευόντων Χριστῷ. Οἱ μὲν γὰρ μετανοοῦντες, ὑπὲρ ὧν κακῶς ἔπραξαν μεταμελόμενοι, συγχώρησιν τῶν ἐπταισμένων αἰτοῦνται λαβεῖν, οἷος ἦν ὁ τελώνης, ἡ πόρνη, ὁ Πέτρος αὐτός, ὅτε, πτοηθεὶς καὶ ἀρνησάμενος τρίτον, ἔκλαυσε πικρῶς, καὶ εἴ τις κατ’ ἐκεῖνον τὸν ἄσῳτον τόν, μετὰ πορνῶν καὶ τελωνῶν καταδαπανήσαντα τὸν κλῆρον τὸν πατρικόν· οὗτοι γὰρ καὶ οἱ τοιοῦτοι οὐχὶ δουλεύειν λέγονται τῷ Κυρίῳ, ἀλλὰ ἐχθροὶ καὶ προσκεκρουκότες ὑπάρχοντες, διὰ μετανοίας καὶ ἐξομολογήσεως καταλλάσσονται αὐτῷ.

Οἱ δὲ τὴν ἄσκησιν μετερχόμενοι καὶ ἄρτι πρὸς τὴν γυμνασίαν τῆς ἀρετῆς ἐκθύμως ἐγγυμναζόμενοι τὰ πάθη μετὰ τὴν μετάνοιαν νικῆσαι σπουδάζουσι, σπουδαίως αὐτὴν καὶ θερμῶς δηλονότι πεποιηκότες ὑπὲρ τῶν προημαρτημένων αὐτοῖς· οὐ μόνον δέ, ἀλλὰ καὶ τὰς ἀρετὰς ἀντὶ τῶν παθῶν κτήσασθαι ἀσφαλῶς ἀγωνίζονται.

Καὶ ὁ μὲν ἄρτι μετανοῶν λυπεῖται, κλαίει, νηστεύει, ἀγρυπνεῖ, χαμευνεῖ, διακονεῖ καὶ πάσας ὑποφέρει τὰς θλίψεις, ἀεὶ τὰ ἑαυτοῦ κακὰ λογιζόμενος καὶ ὡς μειζόνων κολάσεων ἄξιον ἑαυτὸν ἔχων, ἀταράχως ὑπομένει πάντα τὰ ἐπερχόμενα, ἵνα διὰ τῆς τοιαύτης αὐτοῦ ὑπομονῆς ἀφεθῇ αὐτῷ τὰ ἐγκλήματα. Ὁ δὲ ἀγωνιζόμενος ἄρτι καλὸς ἀσκητὴς οὐχὶ διὰ ἔκτισιν ἁμαρτημάτων, ἀλλὰ διὰ τὸν πρὸς τὰ πάθη πόλεμον, ταῦτα πάντα καὶ ἕτερα τούτων πλείονα ἐπιτηδεύεται καὶ ποιεῖ· καὶ πᾶσαν θλῖψιν ἐπερχομένην αὐτῷ μετὰ χαρᾶς ἀποδέχεται, μὴ ἐπερχομένης δέ, αὐτὸς ἑαυτὸν θλίβει· καὶ πᾶσαν πρᾶξιν πραχθεῖσαν, ἣν ἀκούσει, παρὰ τῶν πάλαι ἁγίων, ἢ καὶ παρὰ τῶν συνόντων πραττομένην θεάσεται, σπουδάζει τὸ κατὰ δύναμιν καὶ αὐτὸς ποιῆσαι αὐτήν, ἵνα τῇ ποικιλίᾳ τῶν ἀσκητικῶν ἀρετῶν τε καὶ πράξεων τὰ πολλὰ καὶ ποικίλα πάθη, δι’ ὧν τὴν ἰσχὺν καθ’ ἡμῶν οἱ δαίμονες κέκτηνται, ἐξαλείψῃ καὶ τέλεον ἐκ τῆς ἑαυτοῦ ψυχῆς ταῦτα ἐξαφανίσῃ, πάσῃ δυνάμει ψυχῆς τὰς ἀρετὰς ἀντ’ αὐτῶν ἐν ἑαυτῷ θησαυρίζων.

Εἰ γὰρ μὴ οὕτω γένηται παρ’ αὐτοῦ καὶ οὕτω τὰ τῶν ἀγώνων ἕξει καλῶς ἐν αὐτῷ, οὐδὲν ἔσται ὄφελος αὐτῷ ἐκ μόνης τῆς τῶν παθῶν ἀλλοτριώσεως· οὐ γὰρ ὁ μὴ πλεονεκτῶν, ἀλλ’ ὁ ἐλεῶν ἐπαινεῖται, οὐδὲ ὁ τὸ δοθὲν τάλαντον σῶον φυλάξας ἀλλ’ ὁ διπλασιάσας ἐσώθη, οὐδὲ ὁ ἐκκλίνας ἀπὸ κακοῦ ἀλλ’ ὁ ποιήσας τὸ ἀγαθὸν μακαρίζεται, οὐδὲ ὁ τοῖς ἐχθροῖς τοῦ βασιλέως μὴ συντιθέμενος ἀλλ’ ὁ καὶ ὑπὲρ αὐτοῦ κατ’ αὐτῶν ὁπλιζόμενός τε καὶ ἀντιμαχόμενος τὴν ἀγάπην ἐνδείκνυται.

Καὶ μαρτυρεῖ τοῦτο αὐτὸς ὁ δεσπότης Χριστὸς οὕτω διαρρήδην βοῶν· «Ὁ μὴ ὢν μετ’ ἐμοῦ κατ’ ἐμοῦ ἐστι· καὶ ὁ μὴ συνάγων μετ’ ἐμοῦ σκορπίζει.» Τοῦτο δὲ λέγων, δείκνυσιν ὅτι ὁ μὴ παντὶ τρόπῳ καὶ πάσῃ σπουδῇ τὰς ἐντολὰς αὐτοῦ τηρῶν καὶ ἀεὶ τὰς ἀρετὰς διὰ τῆς τῶν ἐντολῶν κτώμενος ἐργασίας καὶ εἰς τὸ πρόσω δι’ αὐτῶν ἀνερχόμενος, ἀλλὰ τῶν μὲν πονηρῶν μόνων τῷ δοκεῖν ἀπεχόμενος, τῶν δέ γε ἀγαθῶν μὴ ἐπὶ πολὺ ἀντεχόμενος, ἀλλ’ οἱονεὶ τοῦ συλλέγειν τὰς ἀρετὰς διὰ τῆς τῶν ἐντολῶν ἀμελείας παυσάμενος, οὐδὲ ἃ δοκεῖ ἔχειν φυλάξαι δύναται· διὰ γὰρ τῆς ἀργίας καὶ ταῦτα ἀπόλλυσι· καὶ δηλοῖ τοῦτο τὸ «ὁ μὴ συνάγων σκορπίζει». Ἐπὶ μὲν γὰρ τῶν αἰσθητῶν τοῦτο ἀδύνατον· ὁ γὰρ μὴ συνάγων ἐκεῖ, ἀλλὰ ἀργὸς καθεζόμενος, οὐχὶ καὶ ὡς ὁ σκορπίζων ἐστίν. Ἐπὶ δὲ τῶν πνευματικῶν οὐχ οὕτως, ἀλλὰ τὸν μὴ ποιοῦντα τὸ ἀγαθὸν ὡς ἁμαρτάνοντα ἔχει ἡ θεία Γραφὴ καὶ κατακρίνεσθαι αὐτὸν ὑπεμφαίνει· «Τῷ γὰρ εἰδότι καλόν, φησί, ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν», καὶ πάλιν· «Ἐπικατάρατος πᾶς ἄνθρωπος ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς.» Ὅπερ ἐμοὶ πάντως ἀρκέσει πρῶτον, τῷ χαύνῳ καὶ ἀμελεῖ, εἰς κατάκρισιν.

Εἰ δὲ ὁ ἀμελῶς ποιῶν τὰς ἐντολὰς τοῦ Θεοῦ κεκατήραται, πόσῳ μᾶλλον ὁ μερικῶς ποιῶν ἐξ ὧν ποιεῖν δύναται, ἢ καὶ μηδόλως ποιῶν, ἐπὶ πλεῖον κατακριθήσεται. Τοῦτο δὲ καὶ ἐπὶ τῶν πολιτικῶν νόμων καὶ τῶν βιωτικῶν πραγμάτων εὑρήσεις γινόμενον· τὸν γὰρ βλέποντα δοῦλον διορυττομένην παρά τινων τὴν οἰκίαν τοῦ κυρίου αὐτοῦ καὶ συλουμένην τὴν περιουσίαν αὐτοῦ καὶ μήτε συνεργήσαντα τοῖς κλέπταις μήτε παρεμποδίσαντα αὐτοῖς ἢ κραυγάσαντα, ἀλλ’ ἐάσαντα τούτους, ἄραντας πάντα, λάθρα διαφυγεῖν, ἴσως ἐκείνοις ἐπίβουλον ἑαυτοῦ καὶ κλέπτην τὸν δοῦλον ἐκεῖνον ὁ δεσπότης λογίζεται. Τί δαί; οὐχὶ καὶ ὑμεῖς πάντες τὰ αὐτὰ κατὰ τοῦ πονηροῦ δούλου κατεψηφίσασθε;

Οὕτως ἔσται πάντως κἀμοὶ τῷ ἀθλίῳ πρῶτον καὶ ταπεινῷ, —ὀκνῶ γὰρ εἰπεῖν καὶ πᾶσιν ὑμῖν—ἐὰν πονηρῶν μὲν ἔργων καὶ πράξεων ἀποσχώμεθα, τὰς δὲ ἀρετὰς ἀντ’ αὐτῶν μὴ πάσῃ ἰσχύϊ κτησώμεθα ἐπὶ τοσοῦτον, ἕως οὗ ἄνδρες γενώμεθα τέλειοι καὶ καταντήσωμεν εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, καθὼς ὁ Παῦλος ἐντέλλεται γενέσθαι πάντας ἡμᾶς. Καὶ εἰκότως· εἰ γὰρ μὴ τοιοῦτοι γενοίμεθα, πῶς δουλεῦσαι τῷ Κυρίῳ ἰσχύσομεν; Πῶς στρατευθῆναι Χριστῷ δυνησόμεθα; Πῶς δὲ καὶ πνευματικῶς ὁπλισόμεθα καὶ εἰς παράταξιν Θεοῦ ζῶντος καταριθμηθῶμεν καὶ τοῖς ἐχθροῖς φοβεροὶ φανησόμεθα; Οὐδαμῶς. Μὴ οὖν οἰέσθω τις νηστεύων ἢ ἀγρυπνῶν ἢ πεινῶν ἢ διψῶν ἢ χαμευνίᾳ συζῶν ἢ πενθῶν ἢ κλαίων ἢ ὕβρεις ἐπερχομένας αὐτῷ καὶ πειρασμοὺς ὑποφέρων, ὅτι τῷ Θεῷ δουλεύει ἢ ἑτέρῳ τινὶ διὰ τῶν τοιούτων χαρίζεταί τι. Ἀλλ’ ἑαυτὸν μόνον ὠφελεῖ, καὶ ταῦτα, ἐὰν ἐν ταπεινώσει καὶ γνώσει πνευματικῇ ὑπομένῃ αὐτὰ καὶ μετέρχηται· εἰ δὲ μή, οὐδὲ ἑαυτόν. Τὸ γὰρ μὴ γινόμενον μετὰ ταπεινοφροσύνης καὶ γνώσεως πνευματικῆς, οἷον ἂν καὶ ἔστιν, οὐδὲν ὀνίνησι τὸν ποιοῦντα. Καὶ πῶς τοῦτο ἔστι, διὰ πάντων τῶν θείων Γραφῶν ὁ βουλόμενος διδαχθήσεται.

Ἡμεῖς γὰρ τοῦτο δεῖξαι μόνον κατεπειγόμεθα, ὅτι οὔτε οἱ ἐν τῇ μετανοίᾳ, οὔτε οἱ ἐν τῇ ἀσκήσει χρονίσαντες τῷ Κυρίῳ δουλεύουσιν, ἀλλ’ ἑαυτοὺς ὠφελοῦσι καὶ ἑαυτοῖς μόνοις χαρίζονται· καί, εἰ δοκεῖ, ἀπὸ παραδειγμάτων πιστότερον τὸν λόγον καὶ βεβαιότερον ἐργασώμεθα.

Τίνας λέγομεν εἶναι τοὺς τῷ ἐπιγείῳ δουλεύοντας βασιλεῖ; Τοὺς ἀναστρεφομένους ἐν τοῖς ἑαυτῶν οἴκοις, ἢ τοὺς συνακολουθοῦντας αὐτῷ πανταχοῦ; Τοὺς διάγοντας ἐν τοῖς ἑαυτῶν προαστείοις, ἢ τοὺς κατειλεγμένους ἐν τοῖς στρατεύμασι;

Τοὺς ἀναπεπτωκότας καὶ τρυφῶντας καὶ οἴκαδε σπαταλῶντας, ἢ τοὺς ἐν πολέμοις ἀνδραγαθοῦντας καὶ πληττομένους, ἔσθ’ ὅτε καὶ πλήττοντας καὶ τῶν ἐχθρῶν ἀναιροῦντας πολλοὺς καὶ τοὺς αἰχμαλωτισθέντας συνδούλους αὐτῶν ἀναρρυομένους καὶ τοὺς ἐχθροὺς καταισχύνοντας;

Τοὺς χρυσοχόους καὶ χαλκοτύπους καὶ λινοξόους, τοὺς ἀεὶ ἐργαζομένους καὶ μόλις ἑαυτοῖς καὶ τοῖς συνοῦσι τὴν σωματικὴν δυναμένους πορίσασθαι χρείαν, ἢ τοὺς στρατηγούς, τοὺς χιλιάρχους καὶ τοὺς λοιποὺς ἄρχοντας καὶ αὐτοὺς τοὺς ὑπ’ αὐτῶν ἀρχομένους λαούς; Οὐ πρόδηλον τούτους εἶναι μᾶλλον τοὺς τῷ ἐπιγείῳ δουλεύοντας βασιλεῖ, ἢ ἐκείνους;

Χαλκεὺς γὰρ καὶ χρυσοχόος καὶ τέκτων, εἴ τι ἔργον ἐργάσονται τῷ βασιλεῖ, παρὰ τῶν ὑπηκόων τὸν συμφωνηθέντα λαμβάνουσι μισθὸν καὶ ὡς ξένοι τινὲς καὶ ἀλλότριοι ἀναστρέφουσιν οἴκαδε, μήτε τὸν βασιλέα ἰδόντες, μήτε γνῶσιν ἔχοντες φιλίας τῆς οἱασοῦν πρὸς αὐτόν· οἱ δὲ στρατηγοὶ καὶ οἱ ἄρχοντες πάντες γνωστοὶ καὶ δοῦλοι, οἱ δὲ καὶ φίλοι, τοῦ βασιλέως εἰσὶ καὶ δι’ αὐτῶν ὁ ὑφ’ ἑνὶ ἑκάστῳ αὐτῶν ὑπάρχων λαός. Οὕτως οὖν καὶ ἐπὶ τοῦ ἐπουρανίου νόει μοι βασιλέως καὶ ἐπὶ τῶν δουλευόντων αὐτῷ. Δοῦλοι γὰρ αὐτοῦ, ὡς ὑπ’ αὐτοῦ καὶ κτισθέντες καὶ παραχθέντες, οἱ πάντες ἐσμέν, πιστοί τε καὶ ἄπιστοι, δοῦλοι καὶ ἐλεύθεροι, πλούσιοι καὶ πένητες, ἱερεῖς, ἀρχιερεῖς, βασιλεῖς τε ὁμοῦ καὶ ἄρχοντες· ἀλλ’ οἱ μὲν εὐγνωμόνως καὶ ἐν πάσῃ ἰσχύϊ τὰς ἐντολὰς αὐτοῦ τηροῦντες καὶ διὰ τούτων τὴν εἰς αὐτὸν πίστιν βεβαίαν ἐπιδεικνύμενοι, ἀγαθοὶ καλοῦνται καὶ πιστοὶ λέγονται, οἱ δὲ ἀμελῶς μὲν καὶ ῥᾳθύμως, ὅμως δὲ δουλεύειν αὐτῷ προαιρούμενοι, πονηροὶ καλοῦνται καὶ ὀκνηροί, οἱ δὲ καὶ ἐναντία τῶν ἐκείνου προσταγμάτων ποιοῦντες ἢ λέγοντες ἐχθροί εἰσι καὶ πολέμιοι, εἰ καὶ ἀσθενεῖς εἰσι καὶ οὐδὲν ὅλως ἰσχύοντες κατ’ αὐτοῦ.

Ἡμεῖς οὖν τοῦ Κυρίου ἀκούσαντες λέγοντος· «Ὅστις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι» καὶ τοῦ Ἀποστόλου διδάσκοντος· «Τεκνία, μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ· ἡ γὰρ ἀγάπη τοῦ κόσμου ἔχθρα εἰς Θεόν ἐστι» καὶ ὅτι· «Ὁ ἀγαπῶν τὸν κόσμον ἐχθρὸς τοῦ Θεοῦ καθέστηκεν», πάντα τῷ δοκεῖν ἀφέντες, τῷ Σωτῆρι ἡμῶν καὶ Θεῷ ἠκολουθήσαμεν, μᾶλλον δὲ τὸν κόσμον ὡς ἐμπόδιον ἡμῖν πρὸς ἀρετὴν ὄντα, πρὸς τὸν μονήρη βίον μετήλθομεν, οἱονεὶ τὴν πολεμίαν καταλιπόντες γῆν, ἐν ᾗ αἰχμάλωτοι, ἑκουσίως ἀποφυγόντες, διήγομεν, καὶ πρὸς τὴν χώραν τοῦ ἡμετέρου δεσπότου καὶ βασιλέως Χριστοῦ μετέβημεν, ἐνδυσάμενοι μόνον τὸ σχῆμα τοῦ ὑπ’ αὐτὸν τελοῦντος λαοῦ, οὐ μέντοιγε διὰ τοῦ ἐνδύματος αὐτῷ στρατευθέντες ἢ δουλεύοντες, ὡς οὐδὲ οἱ τὴν ἴσην τοῖς στρατιώταις φοροῦντες στολὴν στρατιῶται τοῦ βασιλέως τυγχάνουσιν, ἀλλ’ ὑπὸ τὴν αὐτοῦ τέως γεγονέναι λέγομεν βασιλείαν, τὸ μοναχικὸν ἐνδυσάμενοι ἔνδυμα, στρατευθῆναι δὲ αὐτῷ διὰ τοῦτο οὐ λέγομεν, διότι τὰ ὅπλα ἡμῶν οὔκ εἰσι σωματικὰ ἀλλὰ πνευματικά· «Οὐ γάρ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.»

Ὅταν οὖν ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός, ἀσπίδα καὶ περικεφαλαίαν καὶ τὰ λοιπά, ἃ Παῦλος ὁ ἅγιος ἀπηριθμήσατο, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος ἠκονημένην λάβωμεν ἐν χερσί, τότε καὶ στρατευθῆναι λέγομεν καὶ πρὸς παράταξιν ἡμᾶς ἑαυτοὺς εὐτρεπίζομεν.

Τέως δέ, οἱ περιβαλόμενοι τὸ μοναχικὸν ἔνδυμα καὶ εἰσελθόντες εἰς τὸ στάδιον τῆς μετανοίας καὶ τῆς ἀσκήσεως, σκοπήσωμεν, εἰ δοκεῖ, τί ἐργαζόμεθα. Κλαίομεν; Διὰ τί; Πάντως ἵνα τῶν ἁμαρτημάτων ἡμῶν τὴν ἄφεσιν λάβωμεν, οὐ μόνον δέ, ἀλλ’ ἐκκαθαρθῶμεν καὶ τῶν ἐξ αὐτῶν μολυσμῶν.

Νηστεύομεν; Πάντως ἵνα τὰς τῆς σαρκὸς κινήσεις συστείλωμεν καὶ τὴν καρδίαν μαλακωτέραν ποιήσωμεν. Ἀγρυπνοῦμεν καὶ ψάλλομεν; Ἵνα μὴ πονηρὰ διαλογιζώμεθα καὶ πρὸς μετεωρισμοὺς ἐκτρεπώμεθα. Εὐχόμεθα σωματικῶς;

Ὡς ἂν μὴ ὑπὸ τοῦ ἐχθροῦ αἰχμαλωτιζώμεθα νοερῶς καὶ ὥστε εἰς τὸ τὰ χρηστὰ ἐννοεῖν καὶ κατὰ διάνοιαν πνευματικῶς ἀεὶ καὶ ἀδιαλείπτως προσεύχεσθαι φθάσωμεν. Πενθοῦμεν; Πάντως ἵνα τῆς χαρᾶς τοῦ πένθους ἐπαπολαύωμεν. Εὐτελῆ φοροῦμεν καὶ τρύχινα, χαμαικοιτοῦμέν τε καὶ σιδήροις τὸ σῶμα σφίγγομεν οἱ πολλοί; Διὰ τί; Ἵνα πάντως τὸ σφριγῶν τοῦτο σῶμα κατάγξωμεν καὶ φορτίσωμεν καὶ μὴ ἐάσωμεν αὐτό, ὥσπερ τινὰ πῶλον ἀδάμαστον, χαλινοῦ δίχα τοῦ αὐτὸν ἄγχοντος, καὶ συνελάσαν εἰς κρημνόν, ἑαυτὸ καὶ τὸν ἐπιβάτην νοῦν κατακρημνίσῃ εἰς βόθρον ἀπωλείας καὶ πυρὸς αἰωνίου. Ταῦτα δὲ ποιοῦντες, τί ἄρα τοῖς ὁρῶσιν αὐτοῖς χαριζόμεθα; Πάντως οὐδέν. Εἰ δὲ μὴ τοῖς ὁρῶσι, πολλῷ μᾶλλον τῷ καὶ σοφίαν καὶ δύναμιν χαρισαμένῳ εἰς τὸ ἑαυτοὺς ἡμᾶς διασώσασθαι.

Ἀλλὰ λοιδορίας καὶ θλίψεις ἐπερχομένας μετ’ εὐχαριστίας ἀμνησικάκως ὑποφέρομεν; Καὶ ἐν τούτῳ πάλιν ἡμᾶς αὐτοὺς καὶ οὐχ ἕτερον εὐεργετοῦμεν. Καὶ ἄκουσον τοῦτο λέγοντος τοῦ Κυρίου· «Ἐὰν μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν ἀπὸ τῶν καρδιῶν ὑμῶν, οὐδὲ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει ὑμῖν τὰ παραπτώματα ὑμῶν.» Ἰδοὺ οὖν, κἂν λοιδορίας, κἂν ῥαπίσματα, κἂν κολαφίσματα, κἂν ἐμπαιγμούς, κἂν ἐκπτύσματα, κἂν ὁτιοῦν πανθάνωμεν, εἰ μὲν εὐχαρίστως ὑποφέρομεν καὶ τοὺς ταῦτα ἡμῖν ἐπιφέροντας ἀπὸ ψυχῆς συμπαθοῦμεν, ἡμῖν αὐτοῖς χαριζόμεθα, τῶν εἰς Θεὸν ἁμαρτηθέντων ἡμῖν λαμβάνοντες ἄφεσιν· εἰ δὲ μνησικακοῦμεν καὶ ἀνταποδιδόναι αὐτοῖς πολυτρόπως πειρώμεθα, ἑαυτοὺς ἡμᾶς βλάπτομεν, ἀσυγχώρητα ἡμῶν διατηρεῖσθαι ποιοῦντες τὰ ἁμαρτήματα. Καθεζόμεθα ἐν κελλίῳ, φεύγομεν εἰς τὰ ὄρη, ἐν σπηλαίοις κατοικοῦμεν καὶ ἐν στύλοις ὑψούμεθα; Διὰ τί; Σπεύδοντες πάντως διεκφυγεῖν τὸν ὡς λέοντα περιπατοῦντα καὶ φρικτὰ ὠρυόμενον καθ’ ἡμῶν καὶ ζητοῦντα τίνα καταπίῃ. Εἰ οὖν δῴη ὁ Θεός—ἄνευ γὰρ τῆς ἐκείνου βοηθείας ἐκφεύξασθαι οὐ δυνησόμεθα τοὺς ἐκείνου ὀδόντας καὶ τὰ ποικίλα δεσμά, ὅπου ἂν καὶ ἀπέλθωμεν—καὶ διασωθῶμεν, μὴ βρῶμα τῷ δεινῷ τούτῳ θηρίῳ γενόμενοι, πῶς δουλεύειν τῷ Κυρίῳ διὰ τῶν τοιούτων πράξεων εἴποιμεν; Ἐμοὶ οὐ δοκεῖ τοῦτο εὔλογον, οἶμαι δέ, οὐδὲ ὑμῖν.

Πῶς γὰρ ὁ καταδιωκόμενος μὲν ὑπό τινος, φεύγων δὲ αὐτὸς ἰσχυρῶς, τὸν εἰσδεξάμενον αὐτὸν ἐν τῇ ἑαυτοῦ οἰκίᾳ καὶ στάντα πρὸ τῶν θυρῶν καὶ τοῦ διώκοντος αὐτὸν ἐχθροῦ λυτρωσάμενον δουλεῦσαι τούτου γε ἕνεκα εἴποι ἄν;

Οὐδαμῶς, ἀλλ’ ὡς ὑπ’ αὐτοῦ μᾶλλον εὐεργετηθεὶς καὶ ῥυσθεὶς τοῦ ἐχθροῦ αὐτοῦ, ὀφείλει τὴν εὐχαριστίαν αὐτῷ ἀποδιδόναι διηνεκῶς. Πῶς δέ, εἴπατέ μοι, οἱ προσαιτοῦντες πένητες, ἢ διὰ ἀσθένειαν σώματος ἢ διὰ ἀργίαν καὶ ὀκνηρίαν ἐργάζεσθαι μὴ βουλόμενοι, δουλεύειν τοῖς ἐλεημοσύνην διδοῦσι καὶ διακονοῦσιν αὐτοῖς λογισθήσονται, καὶ οὐχὶ μᾶλλον παρὰ τῶν ἐλεημόνων οἱ πτωχοὶ δωρεὰν φανῶσι διακονεῖσθαι καὶ ἐκδουλεύεσθαι; Οὕτω τοιγαροῦν καὶ ἡμεῖς ἅπαντες, πτωχοὶ καὶ ἐπιδεεῖς ὑπάρχοντες ἐκ προγεγονότων ἀνομιῶν, τῷ ἡμᾶς ἐλεοῦντι Θεῷ οὕτω διακειμένους ἡμᾶς δουλεύειν οὐδέποτε ἂν εἴποιμεν, ἐπειδή, ὡς εἴρηται, οἱ μὲν ἐκ προγεγονότων ἁμαρτημάτων, οἱ δὲ ἐκ συνηθείας κακῆς, οἱ δὲ ἐξ ὀκνηρίας καὶ ἀργίας τῶν ἐντολῶν τοῦ Θεοῦ, οἱ δὲ ἐκ προαιρέσεως πονηρᾶς, οἱ δὲ ἐκ προλήψεως ἡδονῶν, οἱ δὲ ἐξ ἀγνοίας καὶ ἀπιστίας τῶν θείων Γραφῶν, ἄλλοι ἐξ οἰήσεως καὶ τοῦ δοκεῖν μηδὲν πλέον χρῄζειν εἰς σωτηρίαν ψυχῆς, καὶ ἁπλῶς πάντες ὑπάρχομεν πένητες καὶ γυμνοί.

Οὐ μόνον δέ, ἀλλὰ καὶ τραυματίαι, ποικίλαις κατεχόμενοι νόσοις καὶ ὡς ἐν διαφόροις ξενῶσι καὶ γηρωκομείοις ἐν αὐτοῖς τοῖς κελλίοις καὶ μοναστηρίοις ἡμῶν ἐλεεινῶς ἀνακεκλιμένοι ὄντες ἢ καὶ περιπατοῦντες ποσῶς, βοῶμεν καὶ θρηνοῦμεν καὶ κλαίομεν καὶ αὐτὸν προσκαλούμεθα τὸν ἰατρὸν ψυχῶν τε καὶ σωμάτων—ὅσοι δηλαδὴ τῆς ἀλγηδόνος τῶν τραυμάτων ἢ τῶν παθῶν ἐλάβομεν αἴσθησιν, ἐπειδήπερ εἰσὶ καὶ ὡς φρενήρεις τινές, μηδὲ ὅτι τίποτε ἀσθενοῦσιν εἰδότες ἢ ὅτι κατέχονται ὑπό τινος πάθους—, ἵνα ἐλθὼν ἰάσηται ἡμῶν τὰς τετραυματισμένας καρδίας καὶ δῷ τὴν ὑγίειαν ταῖς ψυχαῖς ἡμῶν, κειμέναις ὑπὸ τὴν κλίνην τῆς ἁμαρτίας καὶ τοῦ θανάτου, ἐπειδὴ ἅπαντες ἡμάρτομεν, κατὰ τὸν θεῖον Ἀπόστολον, καὶ δεόμεθα τοῦ ἐλέους αὐτοῦ καὶ τῆς χάριτος.

Τῷ οὖν ἡμᾶς ἐλεοῦντι, οὕτω διακειμένους ὡς λέλεκται, καὶ ἐφ’ ἡμᾶς σπλαγχνιζομένῳ καὶ τὰς ψυχὰς ἡμῶν ἰατρεύοντι καὶ τὰ πρὸς σωτηρίαν ἡμᾶς διδάσκοντι καὶ παρεχομένῳ κατὰ μικρὸν ἡμῖν τὴν ὑγίειαν τῶν τραυμάτων καὶ νοσημάτων ἡμῶν, δουλεύειν ὅλως εἰπεῖν τολμήσομεν; Οὔμενουν, ὡς οὐδὲ ὁ ὑπὸ τῶν λῃστῶν συντριβεὶς τὸ σῶμα καὶ ἡμιθανὴς κείμενος τῷ ἐπὶ τοῦ ἰδίου κτήνους αὐτὸν ἄραντι καὶ εἰς τὸ πανδοχεῖον ἀπαγαγόντι καὶ οἶνον ἐπιθέντι αὐτῷ καὶ ἔλαιον δουλεῦσαι λέγεται, ἀλλὰ μᾶλλον ἐλεηθῆναι καὶ ἰαθῆναι καὶ εἰς τὴν προτέραν ὑγίειαν ἐπανελθεῖν δι’ αὐτοῦ. Τοιγαροῦν παρειμένοι καὶ λελωβημένοι καὶ ἡμεῖς ὄντες καὶ τραυματίαι καὶ ἀμελοῦντες τῶν πρὸς ἰατρείαν ἡμῶν καὶ παντὶ τρόπῳ μὴ ποιεῖν, ὡς εἶπον, σπουδάζοντες, πῶς τολμήσομεν εἰπεῖν ἢ ἐννοῆσαι ὅτι τῷ Κυρίῳ δουλεύομεν; Οὐδαμῶς· ἀλλὰ τί;

Παρακαλοῦμεν, ὡς ἔφθην εἰπών, εἰ ὅλως ἐν οἵοις ἐσμὲν αἰσθανόμεθα, δεόμενοι ἰαθῆναι ἀπὸ τῶν νόσων ἡμῶν. Ὅτε δὲ τοῦτο γένηται καὶ τὴν νόσον ὡς ἱμάτιον πεπαλαιωμένον καὶ διερρωγὸς καὶ ῥερυπαρωμένον κατ’ ὀλίγον ἀποδυσόμεθα ἄνωθεν, καὶ τὴν ὑγίειαν ὡς διπλοΐδα φωτεινὴν ὅλῳ τῷ σώματι ἐνδυσόμεθα, ἤγουν ἀπὸ κορυφῆς ἕως ἄκρων ποδῶν, τότε ἄλλοις καὶ αὐτοὶ διακονοῦντες ἐν οἴνῳ καὶ ἐλαίῳ καὶ τοῖς λοιποῖς ἐμπλάστροις τε καὶ φαρμάκοις τούτους ἰατρεύοντες, αὐτῷ δουλεύειν τῷ Κυρίῳ λογισθησόμεθα τῷ οὕτως εἰπόντι· «Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.» Εἰ δὲ οὐχ οὕτως πρῶτον ἕξομεν, ἀλλ’ ἔτι νοσοῦντες τοῦτο ποιῆσαι ἐπιχειρήσομεν, ἀποκριθεὶς ὁ Δεσπότης ἐρεῖ ἡμῖν· «Ἰατρέ, ἰάτρευσον σεαυτόν.» Διπλοΐδα δὲ φωτεινὴν εἰπόντας ἡμᾶς τὴν ὑγίειαν τῆς ψυχῆς ἀκούσας, μὴ ἐξ ἀγνοίας καταγελάσῃς τοῦ ῥήματος μηδὲ σωματικὴν ὑγίειαν ὑπολάμβανε λέγειν ἡμᾶς, ἀλλ’ ἀσώματόν τινα καὶ θείαν καὶ νοεράν, ἥτις οὐκ ἀπὸ φαρμάκων καὶ βοτανῶν εἴωθε γίνεσθαι, «οὐδὲ ἐξ ἔργων τινῶν, ἵνα μή τις καυχήσηται».

Καθάπερ γάρ τις ὀστοῦν συντιθεὶς νεκρὸν πρὸς ὀστοῦν καὶ ἁρμονίαν πρὸς ἁρμονίαν, ἅτινά μοι καὶ λάβοις εἰς ἔργα καὶ κτῆσιν τῆς ἀρετῆς, οὐδὲν ὠφελεῖ, μὴ ὄντος τοῦ δυναμένου κρέας καὶ νεῦρα εἰς αὐτὰ ἐξυφᾶναι, ἀλλὰ καὶ τοῦτο ποιήσας καὶ τὰς μὲν ἁρμονίας συνδήσας τοῖς νεύροις, τὰ δὲ νεκρὰ ἐκεῖνα ὀστᾶ κρέας ἐπενδύσας καὶ δέρμα καὶ εἰς σῶμα ἀποτελέσας αὐτά, οὐδὲν ἔσται πάλιν ὄφελος, ἐστερημένον ὑπάρχον τοῦ ζωοποιοῦντος καὶ κινοῦντος αὐτὸ πνεύματος, τουτέστιν ἔρημον ψυχῆς ὄν, οὕτω καὶ ἐπὶ τῆς νενεκρωμένης μοι νόει ψυχῆς καὶ ἐπὶ τὰ ἔνδοθεν τῶν ταύτης μελῶν μετάγαγέ σου τὸν νοῦν καὶ ἰδὲ πάσας συναγομένας τὰς πράξεις, νηστείαν λέγω καὶ ἀγρυπνίαν, χαμευνίαν καὶ ξηροκοιτίαν, ἀκτημοσύνην καὶ ἀλουσίαν καὶ τὰ τούτοις ἀκόλουθα, ὡς ὀστᾶ νεκρά, καὶ συναρμολογουμένας ἀλλήλαις καὶ ἑτέραν τῇ ἑτέρᾳ συνακολουθούσας καὶ συντιθεμένας καὶ οἱονεί πως ἀκέραιον ἀποτελούσας τὸ τῆς ψυχῆς σῶμα. Τί οὖν τὸ ὄφελος, ἐὰν ἄψυχον κεῖται καὶ ἄπνουν, μὴ ὄντος τοῦ ἁγίου Πνεύματος ἐν αὐτῷ; Μόνον γὰρ ἐκεῖνο ἐλθὸν ἐν ἡμῖν καὶ ἐγκατοικῆσαν, ὡς ἄψυχα μέλη ἀπ’ ἀλλήλων διεσπασμένα, οὕτω νενεκρωμένας τὰς ἐναρέτους πράξεις συνδεῖ νεύροις ἰσχύος πνευματικῆς καὶ συνενοῖ τῇ ἀγάπῃ τῇ πρὸς Θεόν, καὶ τηνικαῦτα καινοὺς ἡμᾶς ἀπὸ παλαιῶν καὶ ζῶντας ἐκ νεκρῶν ἀποδείκνυσιν· ἄλλως δὲ οὐκ ἔνι ζῆσαι ψυχήν.

Ὥσπερ γὰρ τὸ σῶμα ἡμῶν, κἂν ἀσθενῇ κἂν μή, δίχα ψυχῆς κινεῖσθαι τοῦτο, ἢ κἂν ὅλως ζῆν, τῶν ἀδυνάτων ἐστίν, οὕτω καὶ ἡ ψυχή, κἂν ἁμαρτήσῃ κἂν μή, ἄνευ τοῦ ἁγίου Πνεύματος νεκρά ἐστι καὶ ζῆσαι τὴν αἰωνίαν ζωὴν ὅλως οὐ δύναται· εἰ γὰρ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία ἐστίν, ὁ ἁμαρτήσας πάντως πληγεὶς ὑπ’ αὐτοῦ ἀπέθανεν· εἰ δὲ οὐδεὶς ἀναμάρτητος—πάντες γάρ, φησίν, ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ—, πάντες δηλονότι οἱ ἁμαρτήσαντες ἀπεθάνομεν καί ἐσμεν νεκροί. Νόει οὖν μοι νεκρὸν νοερῶς σεαυτόν. Εἰπὲ τοίνυν πῶς ἐπαληθῶς ζήσειας, μὴ ἑνωθεὶς τῇ ἀληθινῇ ζωῇ, τουτέστι τῷ ἁγίῳ Πνεύματι, δι’ οὗ πᾶς πιστὸς ἀναγεννᾶται καὶ ἀναζωοῦται ἐν Χριστῷ. «Ἐγὼ γάρ, φησίν, εἰμὶ ἡ ἀλήθεια καὶ ἡ ἀνάστασις καὶ ἡ ζωή.» Οἱ δοῦλοι καὶ μαθηταὶ τοῦ Χριστοῦ φῶς εἰσι καὶ ἀλήθεια καὶ ζωή· «Ὁ δεχόμενος γὰρ ὑμᾶς, φησίν, ἐμὲ δέχεται· καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με.» Εἰ οὖν ἡμεῖς νεκροί, ἐκεῖνος δὲ μόνος ἡ αἰώνιός ἐστι ζωή, πρὸ τοῦ ἑνωθῆναι αὐτῷ καὶ ζῆσαι, μὴ λέγωμεν ὅτι τῷ Κυρίῳ δουλεύομεν. Νεκροὶ γὰρ πῶς τινί ποτε ἐκδουλεύσουσιν; Εἰ μὴ ἐκεῖνον γνωστῶς ὡς διπλοΐδα περιβαλώμεθα, μὴ νομίσωμεν ὅτι τῶν νοσημάτων ἡμῶν ἢ τῶν ἐνοχλούντων παθῶν ὅλως ἠλευθερώθημεν.

Ὥσπερ γὰρ τὸ σκότος οὐ φεύγει, εἰ μὴ τὸ φῶς παραγένηται, οὕτως οὐδὲ ἡ νόσος τῆς ψυχῆς φυγαδεύεται, εἰ μὴ ὁ τὰς ἀσθενείας ἡμῶν αἴρων ἐλεύσεται καὶ ἡμῖν ἑνωθῇ. Ἐρχόμενος δὲ αὐτός, ἐπεὶ πᾶσαν νόσον καὶ πᾶσαν ἀσθένειαν ψυχικὴν ἀπελαύνει, καλεῖται ὑγίεια, τὴν ὑγείαν ἡμῖν χαριζόμενος τῆς ψυχῆς· φωτίζων δὲ ἡμᾶς, λέγεται φῶς, ὑπὲρ φῶς ἅπαν ὤν· καὶ ζωοποιῶν ἡμᾶς, λέγεται ζωή, ὑπὲρ ζωὴν ἅπασαν ὤν· περιλάμπων δὲ ἡμᾶς ὅλους καὶ τῇ δόξῃ τῆς αὐτοῦ θεότητος περικυκλῶν καὶ ἐπιθάλπων, καλεῖται ἱμάτιον, καὶ οὕτως ἐνδιδύσκεσθαι τοῦτον λέγομεν τὸν ἀναφῆ πάντῃ καὶ ἄληπτον· ἑνούμενος δὲ ἀμίκτως ἡμῶν τῇ ψυχῇ καὶ ὅλην ποιῶν ταύτην ὡς φῶς, ἐνοικεῖν λέγεται ἐν ἡμῖν καὶ ἀπεριγράπτως περιγράφεσθαι. Ὢ τοῦ θαύματος! Οὕτω τοιγαροῦν γίνεται πάντα ἡμῖν ὁ ὑπεράνω πάντων ὤν, ἄρτος, σκέπη καὶ ὕδωρ, ὃ πάλαι τῇ Σαμαρείτιδι εἶπε τὸν πιόντα μὴ διψῆσαί ποτε. Εἰ οὖν ἔτι διψᾷς, οὔπω ἐξ ἐκείνου τοῦ ὕδατος ἔπιες· ἀψευδὴς γάρ ἐστιν ὁ τοῦτο εἰπών. Ἐγὼ γάρ τινος ἤκουσα λέγοντος, ὅτι ἀφ’ οὗ ἐκ τούτου τοῦ ὕδατος εἰς κόρον πιεῖν ὁ φιλάνθρωπος Δεσπότης μοι ἐχαρίσατο, εἰ συνέβη ἐπιλαθέσθαι με καὶ ὡς μὴ πιόντα ζητεῖν πάλιν δοθῆναί μοι παρ’ ἐκείνου πιεῖν, αὐτὸ ἐκεῖνο, ὅπερ δηλονότι ἔπιον ὕδωρ, ἔνδοθεν ἥλλετο τῆς καρδίας μου καὶ ἐπήδα ὥσπερ ῥεῖθρον φωτοειδὲς καὶ εὐθὺς ἑώρων αὐτό.

Ἐκεῖνο δὲ οἱονεὶ ἐλάλει διὰ τῶν παλμῶν ἐν ἐμοὶ καὶ ἔλεγεν· «Οὐχ ὁρᾷς με ὅτι ἐνταῦθά εἰμι μετὰ σοῦ; Καὶ πόθεν μοι δοθῆναί σοι ἢ ἄλλοθέν ποθεν παραγενέσθαι με ἐπιζητεῖς; Οὐκ οἶδας ὅτι ἀεὶ σύνειμι οἷς ἅπαξ ἐμαυτὸ ἐπιδώσω πιεῖν με καὶ πηγὴ γίνομαι ἀθάνατος ἐν αὐτοῖς;» Εἰ οὖν τοῦτο γεγονὸς ἔγνως καὶ ἐν σοί, ὦ ἀδελφέ, μακάριος εἶ.

Εἰ δὲ τὸν Χριστὸν μὲν τεθέασαι, οὔπω δέ σοι τοῦτο τὸ πόμα πιεῖν ἐχαρίσατο, πρόσπεσον, κλαῦσον, δυσώπησον, θρήνησον, τύψον σεαυτοῦ τὰς ὄψεις, ὥσπερ ποτὲ ὁ Ἀδάμ, τίλλε σου τὰς τρίχας τῆς κεφαλῆς· μὴ ἀναπέσῃς ἐπὶ κλίνης, ἀλλὰ κλίνη γενέσθω σοι ἅπαν ἔδαφος· μὴ δῷς ὕπνον εἰς κόρον σοῖς ὀφθαλμοῖς, μὴ ὅλως νυσταγμὸν τοῖς βλεφάροις σου· μὴ πρός τι τῶν ἐπὶ γῆς ἢ τῶν ἐν οὐρανῷ ἐπιστρέψῃς σου τὸ ὄμμα—τί γάρ σοι καὶ πρὸς ἄλλο τι, τὸν ποιητὴν τῶν ἁπάντων ὁρῶν σου πρὸ ὀφθαλμῶν; —μὴ ἐμπλήσῃς τὴν γαστέρα σου τῶν ἐδωδίμων ποτέ· μὴ γλυκάνῃς σου τὸν λάρυγγα ἐνηδόνῳ βρώσει ἢ πόσει εἰς πλησμονήν· μὴ περιεργάσῃ τὰ γινόμενα πράγματα, μηδὲ πρὸς τοὺς ἀδιαφόρως καὶ καταφρονητικῶς βιοῦντας ἀποβλέψῃς, ἵνα μὴ εἰς οἴησιν ἐμπέσῃς ἢ καὶ κατακρίνῃς αὐτούς· ἀλλὰ γὰρ μηδὲ συγκαθεσθῇς πρὸς συντυχίας ἀκαίρους ποτὲ μετ’ αὐτῶν· μὴ περιέλθῃς, τοὺς ὀνομαστοὺς ζητῶν μοναχούς, μηδὲ ἐρεύνα τοὺς βίους αὐτῶν, ἀλλ’ εἰ μὲν πνευματικῷ πατρὶ Θεοῦ χάριτι ἐνέτυχες, αὐτῷ μόνῳ λέγε τὰ κατὰ σέ· εἰ δ’ οὖν, ἀλλὰ τὸν Χριστὸν ὁρῶν, εἰς ἐκεῖνον ἀπόβλεπε ἀεὶ καὶ διὰ παντὸς ἐκεῖνον μόνον τῆς σῆς κατηφείας καὶ θλίψεως ἔχε θεωρητήν.

Δείκνυε αὐτῷ, μᾶλλον δὲ ἐκεῖνος ὁράτω σου τὴν ἀλουσίαν, τὴν ἄγαν ἀκτημοσύνην, τὸν ἀφιλάργυρον τρόπον. Μηδέ, εἰ ῥέει ποθὲν ἅπας ὁ πλοῦτος τοῦ κόσμου ἢ καὶ πλῆθος χρυσίου ἔρριπται πρὸ τῶν ποδῶν σου—γίνεται γὰρ καὶ τοῦτο ἐκ τῆς τοῦ Πονηροῦ μηχανῆς καὶ τῶν ἐκείνου συνεργῶν καὶ ὑπασπιστῶν—, ἐπιστρέψαι κἂν ὅλως τὸν ὀφθαλμὸν καὶ ἀπιδεῖν πρὸς ταῦτα θελήσῃς, εἰ καὶ προφάσει τῶν πτωχῶν ἀναμαρτήτως δοκεῖ καὶ λαμβάνεσθαι καὶ δίδοσθαι παρὰ σοῦ.

Ἐκεῖνος βλεπέτω σε τυπτόμενον καὶ μὴ ἀντιτύπτοντα, ὑβριζόμενον καὶ μὴ ἀνθυβρίζοντα, λοιδορούμενον καὶ τοὺς λοιδοροῦντάς σε εὐλογοῦντα, μὴ δόξαν ζητοῦντα, μὴ τιμήν, μὴ ἀνάπαυσιν, καὶ ἁπλῶς πάντα ποιοῦντα καὶ πάντα διαπραττόμενον καὶ μηδόλως ἐνδιδοῦντα μήτε εἰς τὰ ὀπίσω στρεφόμενον, ἕως οὖ σπλαγχνισθεὶς ἐπιδώσει σοι τὸ φοβερὸν ἐκεῖνο καὶ ἄρρητον καὶ ἀκατονόμαστον πόμα πιεῖν. Καὶ ὅταν τούτου ἀξιωθῇς, τότε γνώσεις ἅπερ λαλοῦμεν καὶ ἅπερ σοι ὑφηγούμεθα. «Λαλοῦμεν γὰρ σοφίαν, φησίν, οὐ τοῦ αἰῶνος τούτου τὴν καταργουμένην, ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην.» Εἰ δὲ οὐδὲ αὐτὸν τὸν Χριστὸν ὅλως ἰδεῖν κατηξίωσαι, τί ὅτι καὶ δοκεῖς ζῆν; Τί ὅτι καὶ δουλεύειν νομίζεις αὐτῷ, ὃν οὐδέπω τεθέασαι; Μὴ θεασάμενος δὲ μηδὲ φωνῆς αὐτοῦ ἀκοῦσαι ἀξιωθείς, πόθεν τὸ θέλημα αὐτοῦ τὸ ἅγιον καὶ εὐάρεστον καὶ τέλειον διδαχθήσῃ; Εἰ δὲ ἐκ τῶν ἁγίων εἴπῃς μαθήσεσθαι τοῦτο Γραφῶν, ἐρωτῶ πῶς αὐτό, νεκρὸς ὅλος ὢν καὶ ἐν σκότει κείμενος, ἀκοῦσαι δυνηθῇς ἢ ἐκπληρῶσαι, ἵνα καὶ ζῆσαι ἀξιωθῇς καὶ ἰδεῖν τὸν Θεόν. Οὐδαμῶς.

Τί οὖν; Εἰ νεκροί ἐσμεν, φησί, καὶ ἐν σκότει διάγομεν, πῶς ζῆσαι ἰσχύσομεν ἢ πῶς τὸν Χριστόν, τὸ ἀληθινὸν φῶς, ἐλθόντα ἐπὶ τῆς γῆς θεασόμεθα; Ἄκουε νουνεχῶς καὶ μὴ θέλε δικαιοῦν σεαυτόν· ἀλλὰ ταπεινώθητι ἐνώπιον τοῦ Θεοῦ καὶ εἰπέ· «Κύριε, ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν, ὁ κατελθὼν διὰ τοῦτο ἐπὶ τῆς γῆς, ἵνα τοὺς κειμένους καὶ τεθανατωμένους ὑπὸ τῆς ἁμαρτίας ἐξαναστήσῃς καὶ σὲ κατιδεῖν αὐτούς, τὸ φῶς τὸ ἀληθινόν, ὡς ἰδεῖν ἀνθρώπῳ δυνατόν, καταξιώσῃς, πέμψον μοι ἄνθρωπον γινώσκοντά σε, ἵνα, ὡς σοὶ δουλεύσας αὐτῷ καὶ πάσῃ δυνάμει μου ὑποταγεὶς καὶ τὸ σὸν ἐν τῷ ἐκείνου θελήματι ποιήσας θέλημα, εὐαρεστήσω σοι τῷ μόνῳ Θεῷ καὶ καταξιωθῶ σου κἀγὼ τῆς βασιλείας, ὁ ἁμαρτωλός.» Ἐὰν οὖν οὕτως ἐπιμείνῃς ἐξ ὅλης ψυχῆς καὶ δυνάμεως κρούων, παρακαλῶν τε καὶ δεόμενος αὐτοῦ, οὐκ ἐγκαταλείψει σε, ἀλλὰ ἢ δι’ ἑαυτοῦ ἢ δι’ ἑνὸς τῶν δούλων αὐτοῦ, ὅσα δεῖ σε ποιῆσαι διδάξει σε καὶ διὰ τῆς αὐτοῦ χάριτος καὶ τῆς εὐχῆς τοῦ δούλου αὐτοῦ ἰσχύν σοι χαρίσεται τοῦ ἐκπληρῶσαι αὐτά.

Χωρὶς γὰρ ἐκείνου οὐ δυνήσῃ ποιῆσαι οὐδέν· ἀλλ’ ἐκεῖνος, καθώσπερ ἔφθην εἰπών, ἀπαραλείπτως γενήσεταί σοι τὰ πάντα· εἰ δὲ μὴ πάντα, τέως εὑρίσκῃ ἐν τῇ ἐξόδῳ σου τὸν Χριστὸν ἐκζητῶν, τέως τοῖς αὐτοῦ φίλοις καὶ ἄρχουσιν ὑποτασσόμενος εἲς καὶ δουλεύων εὑρίσκῃ διὰ τούτων ἐκείνῳ, τέως τῶν τοῦ Θεοῦ δούλων καὶ οὐχὶ τὸ σὸν θέλημα ἐκπληροῖς—Θεοῦ δὲ θέλημα τὸ θέλημα τῶν ἐκείνου δούλων ἐστίν—, τέως ἐν ἐργασίᾳ καὶ οὐκ ἀργίᾳ, τέως ἐν ταπεινώσει καὶ οὐκ ἐν οἰήσει. Μνήσθητι ὧν εἶπον, ὅτι οἱ στρατηγοὶ καὶ οἱ ἄρχοντες πάντες οἱ μὲν δοῦλοι, οἱ δὲ καὶ φίλοι τοῦ βασιλέως εἰσὶ καὶ διὰ τούτων αὐτῶν καὶ ὁ ὑφ’ ἑνὶ ἑκάστῳ τούτων πέλων λαός· οἵ, εἰ καὶ μὴ τὸν βασιλέα καθορῶσι καὶ συντυγχάνουσιν, ἀλλὰ τῷ στρατηγῷ αὐτῶν ἢ τῷ ἄρχοντι ὡς ἐκείνῳ αὐτῷ τῷ βασιλεῖ καλῶς ἐκδουλεύοντες δωρεάς τε καὶ ἀξιώματα λαβεῖν δι’ αὐτῶν ἀπὸ τοῦ βασιλέως ἐλπίζουσιν, οἱ δὲ καὶ λαμβάνουσι μεσίτας τοὺς ἑαυτῶν ἄρχοντας προβαλλόμενοι. Εἰσὶ δὲ οἳ καὶ διὰ τῆς οἰκείας ἀνδρείας καὶ ἀρετῆς ἀκουστοὶ γίνονται καὶ παρὰ τοῦ βασιλέως προσλαμβάνονται καὶ τιμῶνται καὶ ἄλλων ἄρχοντες καὶ μεσίται ἀποκαθίστανται, καὶ τηνικαῦτα καταξιοῦνται καὶ αὐτῷ ἐκείνῳ τῷ βασιλεῖ τὴν κατὰ πρόσωπον ὑπηρεσίαν ἀποπληροῦν καὶ αὐτῷ προσομιλεῖν καὶ τῆς ἐκείνου ἀκούειν φωνῆς.

Εἰ δὲ σὺ μέν, ὡς προείρηται, ζητῆσαι καὶ κροῦσαι οὐκ ἀνέχῃ, ἀλλὰ ὑπὸ στρατιώταις ἀνωνύμοις γενέσθαι, τουτέστιν ὑποτακτικὸς εὐτελὴς μετὰ εὐτελῶν καταταγῆναι προτεθύμησαι, καὶ ἄρχουσι πνευματικοῖς ἐκδουλεῦσαι οὐ βούλει, τί ἐμὲ μέμφῃ λέγοντά σε νεκρὸν ἢ τυφλὸν ἢ ἀσθενῆ καὶ παρειμένον καὶ τῆς δουλείας ἀποκεχωρισμένον τοῦ βασιλέως Χριστοῦ; Ἀλλὰ κάθῃ, εἴποις, ἐν τῷ κελλίῳ, σεαυτῷ προσέχων καὶ μηδένα μηδαμῶς ἀδικῶν; Τοῦτο δὲ αὐτὸ ἆρα ποιῆσαι καὶ αὐτὸς καταδέξῃ τὸν σὸν δοῦλον ἢ ὑπηρέτην, ἵνα καταφρονήσας σου τῆς ὑπηρεσίας, ἐν ἑτέρῳ καὶ αὐτὸς ἀπελθὼν κελλίῳ καθίσῃ, μηδένα μηδὲν μηδὲ σεαυτὸν ἀδικῶν;

Ἀλλὰ ἕτερος τίς ἀνθρώπων ὅλως ἀκοῦσαι τοῦτο ἀνέξεται; Πῶς οὖν, καθήμενος ἐν τῷ κελλίῳ καὶ παρ’ ἑτέρων ὑπηρετούμενος, σὺ δουλεύειν λέγεις Θεῷ; Διὰ ποίων τῶν ἔργων; Εἰπέ. Εἰ γὰρ σεαυτῷ διηκόνεις εἰς πάντα καὶ ἐκ τῶν ἔργων τῶν χειρῶν σου τὰ πρὸς χρείαν εἶχες πᾶσαν τοῦ σώματος, οὐδὲ οὕτως τῷ Θεῷ δουλεύειν σε λέγειν ἐχρῆν. Ὁ γὰρ δοῦλος οὐχὶ ἐν τῷ ἑαυτὸν διατρέφειν καὶ ἐνδιδύσκειν ἐπαινεῖται, ἀλλ’ ἐὰν μὴ καὶ τὸ κοινῶς λεγόμενον πάκτον ἐκ τοῦ ἔργου αὐτοῦ καθ’ ἑκάστην πρὸς τὸν ἑαυτοῦ παρέχῃ κύριον, ὡς ἄχρηστος τιμωρεῖται καὶ κατακρίνεται. Πῶς οὖν ἡμεῖς, ὡς ἐλεύθεροι ζῶντες καὶ τῇ ἀνέσει καὶ ἀμελείᾳ καὶ ῥᾳθυμίᾳ ἑαυτοὺς ἐκδιδοῦντες καὶ μὴ μόνον μηδὲν ἐργαζόμενοι μήτε διακονοῦντες ἑτέροις, ἀλλὰ καὶ ἀγανακτοῦντες καὶ βλασφημοῦντες καὶ καθ’ ὥραν γογγύζοντες, εἰ μὴ παρ’ ἑτέρων διακονούμεθα, τῷ Θεῷ δουλεύειν καὶ μηδένα ἀδικεῖν λέγομεν; Ὅσοις γὰρ ἂν ὑπηρετεῖν δύναταί τις καὶ μὴ προαιρεῖται τοῦτο ποιεῖν, τοσούτους ἀδικεῖ καὶ ὑπεύθυνον ἑαυτὸν τοῦ κρίματος ἀποκαθιστᾷ καὶ τῆς Δεσποτικῆς ἀποφάσεως τῆς οὕτω λεγούσης· «Ἀπέλθετε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐπείνασα γάρ» καὶ τὰ ἑξῆς ἀπαριθμησάμενος «ἐν ἀσθενείᾳ ἤμην, εἶπε, καὶ οὐ διηκονήσατέ μοι.» Πῶς οὖν ἢ ποίῳ προσώπῳ αὐτὸν θεασώμεθα, τὸ ἑκάστου ἔργον ἐρχόμενον ἐπισκέψασθαι;

Μὴ πλανᾶσθε· ὁ Θεὸς πῦρ ἐστι καὶ πῦρ ἦλθε καὶ ἔβαλεν ἐπὶ τῆς γῆς· ὃ καὶ περιέρχεται ζητῶν ὕλην δράξασθαι, ἤτοι πρόθεσιν καὶ προαίρεσιν ἀγαθήν, καὶ ἐμπεσεῖν εἰς αὐτὴν καὶ ἀναφθῆναι. Εἰς οὓς δὲ ἀναφθῇ, αἴρεται εἰς φλόγα μεγάλην καὶ ἀφικνεῖται ἕως τῶν οὐρανῶν καὶ οὐκ ἐᾷ τὸν ἐμπυρισθέντα ἀργεῖν ὅλως ἢ ἠρεμεῖν. Οὐδὲ ἀγνώστως, ὥς τινες οἴονται τῶν νεκρῶν, κατακαίει τὴν ἐμπρησθεῖσαν ψυχήν—οὐδὲ γὰρ ἀναίσθητος ὕλη ἐστίν—, ἀλλ’ ἐν αἰσθήσει καὶ γνώσει καὶ ὀδύνῃ ἀφορήτῳ τὸ καταρχάς· αἰσθητικὴ γὰρ ὑπάρχει καὶ λογική· μετὰ δὲ ταῦτα, καθάραν τοῦ ῥύπου τῶν παθῶν τελείως ἡμᾶς, γίνεται τροφὴ καὶ πόσις, φωτισμὸς καὶ χαρὰ ἀδιαλείπτως ἐντὸς ἡμῶν, καὶ φῶς αὐτοὺς ἡμᾶς κατὰ μέθεξιν ἀπεργάζεται.

Ὥσπερ γὰρ ἐκκαιόμενος κλίβανος καταρχὰς μὲν ἐκ τοῦ τῆς ὕλης ἐκπεμπομένου καπνοῦ μᾶλλον μελαίνεται, ἐπὰν δὲ σφοδρῶς ἐκκαῇ, ὅλος διαυγὴς γίνεται καὶ τοῦ πυρὸς ὅμοιος καὶ οὐδεμίαν μελανίαν ἐκ τοῦ καπνοῦ ἔκτοτε κατὰ μέθεξιν προσλαμβάνει, οὕτω δὴ καὶ ψυχὴ ἡ τῷ θείῳ ἐναρξαμένη πόθῳ ἐκκαίεσθαι πρῶτα μὲν τὸν τῶν παθῶν ζόφον ἐν τῷ πυρὶ τοῦ Πνεύματος ὡς καπνὸν ἐν ἑαυτῇ ἐκπεμπόμενον καθορᾷ καὶ τὴν προσοῦσαν αὐτῇ ἐξ αὐτοῦ μελανίαν ἐνοπτρίζεται καὶ θρηνεῖ καὶ τοὺς ἀκανθώδεις λογισμοὺς καὶ τὰς φρυγανώδεις προλήψεις καταφλεγομένας καὶ ἀποτεφρουμένας τέλεον ἐπαισθάνεται· ἐπὰν δὲ ταῦτα ἐξαναλωθῇ καὶ ἡ τῆς ψυχῆς οὐσία μόνη χωρὶς πάθους ἐναπομείνῃ, τότε οὐσιωδῶς καὶ αὐτῇ ἑνοῦται τὸ θεῖον καὶ ἄϋλον πῦρ· καὶ εὐθὺς ἀνάπτεται καὶ διαυγάζει καὶ μεταλαμβάνει, ὥσπερ ὁ κλίβανος, τοῦ αἰσθητοῦ τούτου πυρός· οὕτω καὶ τὸ σῶμα, τοῦ θείου καὶ ἀρρήτου φωτός, καὶ αὐτό, πῦρ κατὰ μέθεξιν γίνεται.

Οὐκ ἂν δὲ τοῦτό ποτε γένηται ἐν ἡμῖν, ἐὰν μὴ τὸν κόσμον καὶ τὰ ἐν τῷ κόσμῳ ἅπαντα βδελυξώμεθα καὶ αὐτὰς ἡμῶν τὰς ψυχὰς κατὰ τὴν τοῦ Κυρίου φωνὴν ἀπολέσωμεν. Τὸ γὰρ πῦρ ἐκεῖνο ἄλλως ἐν ἡμῖν οὐκ ἀνάπτεται· ὃ οἱ λαβόντες οὐ μόνον νοσημάτων ψυχικῶν παντελῶς ἀπηλλάγησαν, ἀλλὰ καὶ πολλοὺς ἄλλους, ἐκ τῶν δικτύων ἐξελόντες τοῦ διαβόλου, νοσοῦντας ψυχικῶς καὶ ἀσθενοῦντας ἰάσαντο καὶ τῷ δεσπότῃ Χριστῷ ὡς δῶρα τούτους προσήγαγον. Ἐκ γὰρ τοῦ πυρὸς ἐκείνου τοῦ θείου πᾶσαν ἐπιστήμην καὶ πᾶσαν τέχνην οὗτοι σοφῶς διδαχθέντες, διὰ πάντων ἐν παντὶ τῷ βίῳ καὶ ἐν πάσῃ αὐτῶν τῇ ζωῇ τῷ Θεῷ εὐηρέστησαν, οἷος ἦν ὁ τὰς κλεῖς τῆς βασιλείας λαβὼν Πέτρος ὁ θεῖος ἀπόστολος, οἷος ἦν Παῦλος ὁ εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν καὶ καθεξῆς οἱ θεῖοι ἀπόστολοι· τοιοῦτοι δὲ ὑπῆρχον καὶ οἱ ἅγιοι καὶ θεοφόροι πατέρες ἡμῶν καὶ διδάσκαλοι, οἱ τὰς αἱρέσεις διὰ τοῦ πυρὸς τούτου τοῦ θείου ὡς ἀκάνθας ἐξαφανίσαντες, οἱ τοῖς δαίμοσιν ὡς δούλοις ἀχρείοις καὶ ἀσθενέσιν ἐπιτάσσοντες (κἀκεῖνοι, μετὰ φόβου αὐτοῖς ὑπακούοντες, τοιοῦτοι γεγόνασι καὶ ἀεὶ γίνονται), οἱ οὕτως τὸν Θεὸν ἀγαπήσαντες, ὡς μηδὲ τῆς ἑαυτῶν φείσασθαι ψυχῆς.

Οὗτοι τοιγαροῦν καὶ ὅσοι κατ’ αὐτοὺς τῷ Θεῷ δουλεῦσαι καὶ δουλεύειν ἀεὶ λέγονται, οἱ δὲ ἁμαρτίαις ἔτι ὄντες ὑπεύθυνοι οὐχί, ἀλλὰ δούλοις ἐοίκασι πονηροῖς καὶ προσκεκρουκόσι τῷ ἰδίῳ δεσπότῃ· οἱ δὲ καὶ ὑπὸ παθῶν ἔτι ὀχλούμενοι, τοῖς ἀεὶ μαχομένοις καὶ τοῖς ἀντιπίπτουσιν ἢ παλαίουσιν· οἱ δὲ τὰς ἀρετὰς ἀκμὴν μὴ κτησάμενοι, ἀγωνιζόμενοι δὲ ταύτας κτήσασθαι, τοῖς ἠκρωτηριασμένοις τὰ σώματα, ἢ καὶ τοῖς λειπομένοις τῶν πρὸς ζωὴν πένησι παρεικάζονται, δεομένοις μᾶλλον ὧν ὑστεροῦνται μελῶν καὶ χρειῶν, οὐχὶ δὲ παρέχουσιν ἄλλοις τὰ πρὸς τὴν χρείαν ἢ ἀμισθὶ δυναμένοις δουλεύειν.

Χρεὼν δέ ἐστι κατὰ τὴν τοῦ Ἀποστόλου φωνὴν πᾶσαν ἀρετὴν κατορθώσαντας ἄρτιον ἡμᾶς ἀποτελέσαι τὸν κατὰ Θεὸν ἡμῶν ἄνθρωπον, ἐν μηδενὶ μηδὲν λειπόμενον δηλονότι, καὶ τὴν τοῦ Πνεύματος χάριν ἀπὸ τοῦ ἐπουρανίου βασιλέως Χριστοῦ, ὡς οἱ ἀπὸ τοῦ ἐπιγείου στρατιῶται τὸ σιτηρέσιον, λαβεῖν· καὶ τηνικαῦτα, ὡς ἤδη τέλειοι γεγονότες ἄνδρες, εἰς τὴν ἡλικίαν τοῦ Χριστοῦ καὶ τὸ μέτρον ἀναδραμόντες αὐτῆς καὶ τοῖς στρατιώταις καὶ δούλοις καταλεγέντες αὐτοῦ, ἐκστρατεύσομεν κατὰ τῶν πολεμίων ἐχθρῶν, ἐπειδή, ὥς φησι Παῦλος ὁ θεῖος ἀπόστολος, οὐδεὶς «στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ». Τί λέγων ὀψώνιον; Τὸ βασιλικὸν σιτηρέσιον. Εἰ τοίνυν καὶ ἡμεῖς μὴ λάβοιμεν ἀπὸ Θεοῦ τὸν ἄρτον τὸν ἐκ τοῦ οὐρανοῦ καταβαίνοντα καὶ διδοῦντα τῷ κόσμῳ ζωήν, ἤγουν τὴν χάριν τοῦ Πνεύματος—τοῦτο γάρ ἐστι τὸ πνευματικὸν σιτηρέσιον, ᾧ τρέφονται οἱ Χριστῷ στρατευθέντες καὶ ὃ ἀντὶ ὅπλων πνευματικῶς ἐπενδύονται—, πῶς εἰς παράταξιν, εἰπέ μοι, ἐξέλθωμεν τοῦ Θεοῦ ἢ πῶς καταταγῶμεν ἐν τοῖς δούλοις αὐτοῦ;

Ἀλλὰ δεῦτε καὶ διαναστῶμεν, ὅσοι ἀπὸ δουλείας τῆς τῶν παθῶν βούλεσθε φυγεῖν καὶ Χριστῷ τῷ ἀληθινῷ προσδραμεῖν δεσπότῃ, ἵνα καὶ δοῦλοι αὐτοῦ χρηματίσητε· καὶ τοιοῦτοι σπουδάσωμεν καὶ ἡμεῖς γενέσθαι, οἵους ὁ λόγος προλαβὼν ἀνετάξατο. Μὴ οὖν καταφρονήσωμεν τῆς σωτηρίας ἡμῶν μηδὲ ἀπατῶμεν ἡμᾶς ἑαυτοὺς καὶ προφασιζώμεθα προφάσεις ἐν ἁμαρτίαις ἐν τῷ λέγειν· ἀδύνατον τοῦτό ἐστι κατὰ τὴν παροῦσαν γενεὰν τοιοῦτον γενέσθαι ποτέ.

Μὴ δὴ φιλοσοφῶμεν κατὰ τῆς σωτηρίας ἡμῶν μηδὲ κατὰ τῶν ἰδίων ψυχῶν ῥητορεύωμεν· δυνατὸν γάρ ἐστιν, ἐὰν θέλωμεν, καὶ τοσοῦτον ὡς ἀρκεῖν προαίρεσιν μόνην εἰς τοσοῦτον ὕψος ἀνενέγκαι ἡμᾶς· ὅπου γάρ, φησίν, ἑτοίμη προαίρεσις, τὸ κωλῦον οὐδέν. Ὁ Θεὸς βούλεται θεοὺς ἐξ ἀνθρώπων ποιῆσαι ἡμᾶς, ἑκόντας δὲ καὶ οὐκ ἄκοντας· καὶ ἡμεῖς ἀναδυόμεθα, τὴν εὐεργεσίαν ἀποσειόμενοι; Καὶ πόσης τοῦτο εὐηθείας οὐκ ἔστιν ἢ παραπληξίας καὶ ἀφροσύνης ἐσχάτης; Τοσοῦτον γὰρ βούλεται τοῦτο ὁ Θεός, ὅτι ἐκ τῶν κόλπων τοῦ εὐλογημένου Πατρὸς αὐτοῦ ἀνεκφοιτήτως ἐξελθὼν κατῆλθεν καὶ ἦλθεν διὰ τοῦτο ἐπὶ τῆς γῆς. Εἰ τοίνυν θελήσομεν καὶ ἡμεῖς, οὐδὲν οὐδαμῶς εἰς τοῦτο ἡμᾶς ἐμποδίσαι δυνήσεται· μόνον ὁρμήσωμεν διὰ μετανοίας θερμῆς πρὸς αὐτὸν καὶ αὐτὸς ἐγγίσας ἡμῖν καὶ ἐφαψάμενος τῶν καρδιῶν ἡμῶν μόνῳ τῷ ἀχράντῳ δακτύλῳ αὐτοῦ ἀνάψει τὰς λαμπάδας τῶν ψυχῶν ἡμῶν καὶ οὐκέτι ἐάσει σβεσθῆναι αὐτὰς ἕως τῆς συντελείας τοῦ αἰῶνος καὶ ἐπ’ αἰώνων καὶ ἔτι, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις νῦν καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων· ἀμήν.