Ἔργον
Συμεὼν ὁ Νέος Θεολόγος – Ἠθικαὶ ὁμιλίαι
Λόγος Ι': Η ημέρα του Κυρίου και η μέλλουσα κρίση
Η μυστική βίωση της ημέρας του Κυρίου από τους δικαίους, το δικαστήριο της συνειδήσεως, η Θεία Κοινωνία και οι μακαρισμοί των δεχομένων το θείο φως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος Ι': Η ημέρα του Κυρίου και η μέλλουσα κρίση
Η μυστική βίωση της ημέρας του Κυρίου από τους δικαίους, το δικαστήριο της συνειδήσεως, η Θεία Κοινωνία και οι μακαρισμοί των δεχομένων το θείο φως.
ΛΟΓΟΣ Ιʹ Περὶ τῆς φοβερᾶς τοῦ Κυρίου ἡμέρας καὶ τῆς μελλούσης κρίσεως, ὅτι καὶ πρὸ τοῦ θανάτου ἐν ἡμῖν ἔνθεν ἤδη καθαιρομένοις διὰ δακρύων ἐνεργεῖται καὶ ἐν οἷς ἂν ἐγγένηται κατὰ τὴν παροῦσαν ζωήν, κατὰ τὴν μέλλουσαν οὐχ ὑπαντᾷ. Καὶ τίς ἐστιν ἡ ἡμέρα Κυρίου καὶ τίσιν αἴφνης ἀποκαλύπτεται. Καὶ ὅτι ἡ εἰς Χριστὸν πίστις οὐ δύναται μόνη σῶσαι ἡμᾶς, εἰ μὴ καὶ Πνεύματος ἁγίου γνωστῶς γενώμεθα μέτοχοι· καὶ ὅτι οὐχὶ πάντες οἱ βαπτιζόμενοι διὰ τοῦ βαπτίσματος λαμβάνουσι τὸν Χριστόν. Καὶ πῶς δύναταί τις γνῶναι εἰ περιφέρει ἐν ἑαυτῷ τὸν Χριστὸν καὶ Πνεύματος ἁγίου γέγονε μέτοχος. Καὶ ἑρμηνεία ὡς ἐν παραδρομῇ εἰς τὸ «Ἐν ἀρχῇ ἦν ὁ Λόγος». Καὶ μακαρισμὸς εἰς τοὺς ἐξ ἀγώνων τὴν ἐπιφοίτησιν δεξαμένους τοῦ Πνεύματος. Πολὺς ἡμῖν, ἀγαπητοί, ὁ περὶ τῆς κρίσεως λόγος καὶ δυσερμήνευτος, ὅτι οὐ περὶ ἐνεστώτων καὶ ὁρωμένων ἐστίν, ἀλλὰ περὶ μελλόντων καὶ ἀοράτων· ὅθεν πολλῆς τῶν εὐχῶν χρείας, πολλῆς τῆς σπουδῆς, πολλῆς τῆς τοῦ νοῦ καθαρότητος, καὶ τοῖς λέγουσιν ἡμῖν καὶ τοῖς ἀκούουσιν, ἵνα οἱ μὲν γνῶναι καλῶς καὶ εἰπεῖν, οἱ δὲ συνετῶς ἀκοῦσαι δυνηθῶσι τῶν λεγομένων. Ἀλλὰ τίς ἐστιν ὁ τοῦ λόγου σκοπός; Σκοπὸς οὖν τοῦ παρόντος λόγου ἐστὶν ἡ μεγάλη καὶ ἐπιφανὴς καὶ φοβερὰ τοῦ Κυρίου ἡμέρα, καὶ τίνος ἕνεκεν, ἵνα γνῶμεν, ἡμέρα Κυρίου καλεῖται καὶ λέγεται.
Λέγεται τοίνυν ἡμέρα Κυρίου οὐχ ὡς ἐσχάτη τῶν ἡμερῶν τούτων οὖσα, οὐδὲ διὰ τὸ ἐν αὐτῇ μέλλειν ἔρχεσθαι αὐτόν, καθὰ δὴ καὶ ἐπὶ τῶν ἡμερῶν τούτων λέγομεν τοῦ παρόντος καιροῦ ἡμέρα τοῦ Πάσχα καὶ ἡ ἡμέρα τῆς Πεντηκοστῆς καὶ ἡ ἡμέρα ἐν ᾗ προελθεῖν μέλλει ὁ βασιλεὺς καὶ τὰ ποιῆσαι καὶ τά· ἀλλ’ οὐδὲ διὰ τὸ ἐν αὐτῇ μέλλειν γενέσθαι τὴν κρίσιν ἡμέρα κρίσεως λέγεται (οὐδὲ γὰρ ἕτερον μὲν ἡ ἡμέρα ἔσται ἐκείνη καὶ ἕτερος ὁ ἐν αὐτῇ μέλλων ἐλεύσεσθαι Κύριος), ἀλλ’ ἐπειδὴ αὐτὸς ὁ τῶν ἁπάντων Θεὸς καὶ δεσπότης λάμψει τηνικαῦτα τῇ δόξῃ τῆς ἰδίας θεότητος. Καὶ ὁ μὲν αἰσθητὸς ἥλιος ὑπὸ τῆς τοῦ Δεσπότου λαμπρότητος καλυφθήσεται καὶ εἰς τὸ μὴ ὁρᾶσθαι γενήσεται, καθὰ νυνὶ τὰ ἄστρα ὑπὸ τούτου καλύπτεται καὶ οὐχ ὁρᾶται, αὐτὰ δὲ τὰ ἄστρα σβεσθήσονται καὶ ἅπαντα εἰλιγήσονται ὡς βιβλίον τὰ ὁρατά, ἤγουν ὑποχωρήσουσι, τόπον δεδωκότα τῷ ποιητῇ· καὶ ἔσται μόνος ἐκεῖνος ἡμέρα τε ὁμοῦ καὶ Θεός, ὁ νῦν ὑπάρχων τοῖς πᾶσιν ἀόρατος, καὶ ὁ φῶς οἰκῶν ἀπρόσιτον τότε πᾶσιν ἀποκαλυφθήσεται οἷός ἐστι καὶ πληρώσει τὰ πάντα τοῦ οἰκείου φωτὸς καὶ γενήσεται ἄδυτος, ἀτελεύτητος, ἀϊδίου χαρμονῆς ἡμέρα ἐν τοῖς ἁγίοις αὐτοῦ, τοῖς δέ γε κατ’ ἐμὲ ῥᾳθύμοις καὶ ἁμαρτωλοῖς εἰς ἅπαν ἀπρόσιτος καὶ ἀθέατος.
Ἐπειδὴ γὰρ ἔτι περιοῦσιν οὐκ ἐγένετο τούτοις διὰ σπουδῆς τοῦ ἰδεῖν τὸ φῶς τῆς δόξης αὐτοῦ διὰ καθάρσεως καὶ ὅλον αὐτὸν ἐν ἑαυτοῖς εἰσοικίσασθαι, εἰκότως ἔσται τούτοις καὶ εἰς τὸ μέλλον ἀπρόσιτος.
Καὶ γὰρ βουληθεὶς ὁ Θεὸς ἐξ ἀρχῆς αὐτῆς ποιῆσαι τὸ ἀγαθὸν καὶ ἡμέτερον, ὥς φησιν ἡ θεία Γραφή, τὸ αὐτεξούσιον τοῖς πρωτοπλάστοις καὶ προπάτορσιν ἡμῶν ἐχαρίσατο καὶ ἡμῖν δι’ αὐτῶν, ὡς ἄν, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης, ἀλλ’ ἐκ τῆς πρὸς αὐτὸν εὐνοίας τε καὶ ἀγάπης διὰ τῆς αὐτοπροαιρέτου θελήσεως μετὰ χαρᾶς τὰς ἐντολὰς αὐτοῦ ἐργαζόμενοι καὶ ταύτας φυλάσσοντες, ὡς ἐξ οἰκείων πόνων τὰς ἀρετὰς κτησάμενοι λογισθήσονται, καὶ ὡς οἰκεῖα δῶρα ταύτας τῷ Δεσπότῃ προσάξουσι, καὶ διὰ τούτων κατὰ προκοπὴν εἰς τὴν τοῦ Θεοῦ τελείαν εἰκόνα καὶ ὁμοιότητα ἀναχθῶσι, καὶ ἀκαταφλέκτως προσεγγίσωσι τῷ ἀπροσίτῳ δίχα σωματικοῦ θανάτου, κατὰ γενεὰν καὶ γενεὰν ὁ καθεὶς αὐτῷ προσπελάζοντες.
Ἐπεὶ δὲ οἱ μὲν πρωτόπλαστοι, πρῶτοι τῷ ἐχθρῷ θελήματι ὑπακούσαντες, τῆς ἐντολῆς τοῦ Θεοῦ παραβάται γεγόνασι καὶ οὐ μόνον τῆς ἐλπίδος τῆς μείζονος, ἤγουν τοῦ ἐν αὐτῷ γενέσθαι τῷ ἀνεσπέρῳ φωτί, ἐξέπεσον, ἀλλὰ καὶ εἰς φθορὰν καὶ θάνατον μετηνέχθησαν καὶ εἰς ἀφεγγὲς περιπεπτώκασι σκότος, δοῦλοι τῷ τοῦ σκότους ἄρχοντι γεγονότες καὶ ὑπ’ αὐτοῦ κατακρατηθέντες, ἐν τῷ τοῦ θανάτου σκότει διὰ τῆς ἁμαρτίας ἐγένοντο, ὕστερον δὲ καὶ ἡμεῖς, οἱ ἐξ ἐκείνων τεχθέντες, θελήματι τῷ τυράννῳ τούτῳ ὑποκύψαντες, ἐδουλώθημεν, καὶ οὐ βίᾳ (ἔδειξαν γὰρ τοῦτο σαφῶς οἱ πρὸ τοῦ νόμου καὶ ἐν τῷ νόμῳ εὐαρεστήσαντες καὶ τὸ ἑαυτῶν θέλημα τῷ δεσπότῃ Θεῷ καὶ οὐ τῷ διαβόλῳ προσαναθέμενοι), τοὺς πρὸ νόμου καὶ ἐν νόμῳ εὐαρεστήσαντας τοῦ αἰωνίου σκότους λυτρώσασθαι βουληθεὶς ὁ φιλάνθρωπος Κύριος καὶ τοῖς μετὰ τὸν νόμον τὴν ἐλευθερίαν δωρήσασθαι ἐν τῇ χάριτι καὶ πάντας, ὡς εἰπεῖν, ὁμοῦ τοὺς εὐηρεστηκότας αὐτῷ πρὸ τοῦ νόμου καὶ ἐν νόμῳ καὶ μετὰ τὸν νόμον τῇς τοῦ διαβόλου τυραννίδος ἐλευθερῶσι, αὐτὸς δι’ ἑαυτοῦ τοῦτο ὁ πάντα δυνατὸς καὶ ἀνεξίκακος ποιῆσαι ἠνέσχετο.
Ὃν γὰρ ἰδίαις καὶ ἀοράτοις χερσὶ καθ’ ὁμοίωσιν καὶ κατ’ εἰκόνα αὐτοῦ πεποίηκεν, οὐ δι’ ἑτέρου, ἀλλὰ δι’ ἑαυτοῦ πάλιν καταπεσόντα ἀναστῆσαι ἠθέλησεν, ὡς ἂν καὶ πλειόνως τιμήσῃ καὶ δοξάσῃ τὸ γένος ἡμῶν ἐν τῷ κατὰ πάντα ἐξομοιωθῆναι ἡμῖν αὐτὸν καὶ ἴσον ἐν τῷ ἀνθρωπίνῳ μέρει γενέσθαι. Ὢ τῆς ἀφάτου φιλανθρωπίας καὶ ἀγαθότητος, ὅτι οὐ μόνον παραβάντας ἡμᾶς καὶ ἁμαρτήσαντας οὐκ ἐκόλασεν, ἀλλὰ καὶ οἷοι γεγόναμεν ἡμεῖς διὰ τῆς παραβάσεως, τοιοῦτος γενέσθαι καὶ αὐτὸς κατεδέξατο, ἄνθρωπος φθαρτὸς ἐξ ἀνθρώπου φθαρτοῦ, θνητὸς ἐκ θνητοῦ, ἁμαρτία ἐξ ἁμαρτήσαντος γεγονώς, ὁ ἄφθαρτος, ὁ ἀθάνατος καὶ ἀναμάρτητος ὤν, σαρκὶ μόνον τεθεωμένῃ τῷ κόσμῳ ὀφθείς, οὐχὶ καὶ αὐτῇ γυμνῇ τῇ θεότητι. Τίνος χάριν; Ὅτι οὐκ ἦλθε κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι τὸν κόσμον, ὥς φησιν αὐτὸς ἐν τοῖς εὐαγγελίοις αὐτοῦ.
Ἡ γὰρ ἀποκάλυψις αὐτοῦ τῆς θεότητος κρίσις ἐν οἷς ἀποκαλυφθῇ γίνεται· οὐ γὰρ ἂν ὑπήνεγκε τὴν δόξαν αὐτοῦ τῆς θεότητος πᾶσα σὰρξ γυμνὴν ἐπιφανεῖσαν τῆς θεανδρικῆς συναφείας τε καὶ ἀφράστου ἑνώσεως, ἀλλὰ ψυχικῶς τε ὁμοῦ καὶ σωματικῶς ἄρδην ἔμελλε πᾶσα ἡ κτίσις ἀπόλλυσθαι διὰ τὸ ὑπὸ ἀπιστίας τηνικαῦτα πάντας κατέχεσθαι.
Ἡ γὰρ θεότης, ἤγουν ἡ χάρις τοῦ παναγίου Πνεύματος, οὐδενὶ οὐδέποτε δίχα πίστεως πεφανέρωται· εἰ δὲ ἐφάνη, εἴτε πάλιν ἐκ παραδόξου φανείη τινὶ τῶν ἀνθρώπων, φοβερὰ καὶ φρικτὴ δείκνυται, οὐ φωτίζουσα, ἀλλὰ φλέγουσα, οὐ ζωοποιοῦσα, ἀλλὰ τιμωροῦσα δεινῶς. Καὶ τοῦτο φανερὸν ἐξ ὧν ὁ μακάριος Παῦλος, τὸ σκεῦος τῆς ἐκλογῆς, ἔπαθεν· πρὸς γὰρ τῇ ἀστραψάσῃ αἴγλῃ τοῦ ἀπροσίτου φωτὸς ἐν αὐτῷ πληγεὶς τὰς ὄψεις, οὐ φωτισθείς, καὶ σκοτισθεὶς μᾶλλον, οὐχὶ αὐγασθείς, καὶ τὴν κατὰ φύσιν προσαπώλεσεν ὅρασιν· καὶ ταῦτα, ὁ μέγας μέλλων τηνικαῦτα τῆς τοῦ Χριστοῦ Ἐκκλησίας γενέσθαι διδάσκαλος. Ὁ τοιοῦτος γὰρ καὶ τηλικοῦτος, ὃς ἔφη· «Ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν», καὶ μετ’ ὀλίγα· «Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον» τῆς ἐλλάμψεως δηλονότι «ἐν ταῖς καρδίαις ἡμῶν», τότε οὐδὲ μικρὰν ἀπαυγὴν αὐτοῦ ἀντιβλέπειν ἠδύνατο.
Τοιγαροῦν ἐντεῦθεν ἀκριβῶς διδασκόμεθα ὅτι τοῖς μὲν ἔτι τῇ ἀπιστίᾳ καὶ τοῖς πάθεσι κατεχομένοις ἀπρόσιτος καὶ ἀόρατος ἡ χάρις εἰς ἅπαν ἐστί, τοῖς δὲ διὰ πίστεως ἐν φόβῳ καὶ τρόμῳ τὰς ἐντολὰς κατεργαζομένοις καὶ μετάνοιαν ἀξίαν ἐπιδεικνυμένοις ἀποκαλυπτομένη ὁρᾶται, καὶ αὐτὴ δι’ ἑαυτῆς τὴν μέλλουσαν γενέσθαι κρίσιν ἀναντιρρήτως ἐν αὐτοῖς ἐμποιεῖ· μᾶλλον δὲ ἡμέρα θείας κρίσεως γίνεται, ἐξ ἧς ὁ καθαρὸς ἀεὶ ἐλλαμπόμενος ἐν ἀληθείᾳ ἑαυτὸν οἷός ἐστι, καὶ τὰ ἔργα αὐτοῦ, τά τε αἰσθητῶς πραχθέντα, τά τε ψυχικῶς ἐνεργηθέντα, οἷά εἰσι, πάντα λεπτομερῶς καθορᾷ.
Οὐ μόνον δέ, ἀλλὰ καὶ πυρὶ θείῳ κρίνεται καὶ ἀνακρίνεται καὶ ὕδατι τότε δακρύων πιαινόμενος ὅλον τὸ σῶμα κάθυγρος γίνεται καὶ βαπτίζεται κατ’ ὀλίγον ὅλος ὑπὸ τοῦ θείου πυρός τε καὶ Πνεύματος καὶ γίνεται ὅλος καθαρός, ὅλος ἀμόλυντος, υἱὸς φωτὸς καὶ ἡμέρας καὶ οὐχὶ ἔκτοτε ἀνθρώπου θνητοῦ.
Διά τοι τοῦτο καὶ ὁ τοιοῦτος ἐν τῇ μελλούσῃ κρίσει καὶ δίκῃ οὐ κρίνεται, προκέκριται γάρ· οὐδὲ ὑπὸ τοῦ φωτὸς ἐκείνου ἐλέγχεται, προπεφώτισται γάρ· οὐδὲ ἐν τούτῳ τῷ πυρὶ εἰσερχόμενος δοκιμάζεται ἢ καίεται, προδεδοκίμασται γάρ· οὐδὲ ὡς τότε φανεῖσαν τὴν ἡμέραν Κυρίου λογίζεται, ὅλος γὰρ ἐκ τῆς ὁμιλίας καὶ συνουσίας Θεοῦ ἡμέρα φαεινὴ καὶ λαμπρὰ γέγονεν· οὐδὲ ἐν τῷ κόσμῳ τότε εὑρίσκεται ἢ σὺν τῷ κόσμῳ, ἀλλ’ ἔξω τούτου εἰς ἅπαν ἐστίν. «Ἐγὼ γάρ, φησίν, ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου», καὶ ὁ Ἀπόστολος· «Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν», καὶ πάλιν· «Ὡς τέκνα φωτὸς περιπατεῖτε», φησίν.
Ὅσοι οὖν τέκνα τοῦ φωτὸς ἐκείνου καὶ υἱοὶ τῆς μελλούσης ἡμέρας γένωνται καὶ ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατεῖν δύνανται, ἐπ’ αὐτοὺς ἡ ἡμέρα Κυρίου οὐδέποτε ἐπελεύσεται· ἐν αὐτῇ γάρ εἰσιν ἀεὶ καὶ διὰ παντός. Ἡ γὰρ ἡμέρα Κυρίου, οὐχὶ εἰς τοὺς ὑπὸ τοῦ θείου φωτὸς ἀεὶ καταλαμπομένους, ἀλλ’ εἰς τοὺς ἐν τῷ σκότει τῶν παθῶν ὄντας καὶ ἐν τῷ κόσμῳ διάγοντας καὶ τὰ τοῦ κόσμου ποθοῦντας, αἴφνης μέλλει ἀποκαλύπτεσθαι καὶ φοβερὰ αὐτοῖς καὶ ὡς πῦρ ἄστεκτον λογισθήσεται. Φανήσεται δὲ τοῦτο τὸ πῦρ ὁ Θεὸς οὐχ ὅλον πνευματικῶς, ἀλλ’ ὡς ἄν τις εἴποι ἀσωμάτως ἐν σώματι, ὥσπερ ἐξαναστὰς ὡρᾶτο τοῖς μαθηταῖς πάλαι ὁ Χριστός, καθά φησιν ὁ εὐαγγελιστής· ἀναλαμβανομένου γὰρ αὐτοῦ εἰς οὐρανούς, ταῦτά φασιν οἱ ἄγγελοι πρὸς αὐτούς· «Ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν, οὕτως πάλιν ἐλεύσεται.» Εἰ γὰρ μὴ τοῦτο ἔσται, πῶς αὐτὸν οἱ ἁμαρτωλοί, οἱ ἄπιστοι, οἱ αἱρετικοὶ καὶ πνευματομάχοι θεάσονται, τυφλοὶ ὄντες τῇ ψυχῇ καὶ τοὺς ὀφθαλμοὺς αὐτῆς ἐμπεφραγμένους τῷ βορβόρῳ τῆς ἀπιστίας καὶ ἁμαρτίας ἔχοντες, ὥσπερ πρὸς Θεσσαλονικεῖς καὶ Παῦλος ὁ ἀπόστολος ἔγραψεν.
Ἐπειδὴ γὰρ περὶ τῶν κεκοιμημένων καὶ τῆς μελλούσης δόξης εἶπε καὶ ὅπως πάντες οἱ ἅγιοι διὰ νεφελῶν ἁρπαγήσονται, ἔφη· «Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε τοῦ γράφεσθαι ὑμῖν· αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται· ὅταν γὰρ εἴπωσιν, εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ τικτούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν.
Ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ· πάντες ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. Οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους· ἄρ’ οὖν μὴ καθεύδωμεν ὡς καὶ οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν.» Καὶ μετ’ ὀλίγα· «ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ Θεὸς εἰς ὀργήν, ἀλλ’ εἰς περιποίησιν σωτηρίας, ἵνα εἴτε γρηγοροῦμεν, εἴτε καθεύδομεν, ἅμα σὺν αὐτῷ ζήσωμεν.» Υἱοὺς οὖν ἀκούων φωτὸς καὶ υἱοὺς ἡμέρας, ἀγαπητέ, μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου ὅτι, ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν καὶ εἰς ἐκεῖνον πιστεύομεν καὶ Θεὸν αὐτὸν προσκυνοῦμεν, αὐτὸν καὶ ἐνδεδύμεθα καὶ υἱοὶ ἡμέρας καὶ υἱοὶ φωτὸς ἀνεπαισθήτως πάντως ἐσμὲν καὶ οὐχὶ νυκτὸς οὐδὲ σκότους.
Μὴ τοῦτο εἴπῃς ἢ ὑπολάβῃς καὶ ἐν ἀμελείᾳ καὶ ἀμεριμνίᾳ τὰς ὑπολοίπους τῆς ζωῆς σου διέλθῃς ἡμέρας, δοκῶν μόνον καὶ οἰόμενος εἶναί τι, μηδὲν ὤν· ἀλλὰ σκόπησον καὶ κατὰ σεαυτὸν ἀκριβῶς κατανόησον καὶ εἰπέ· «Εἰ πάντες ἄνθρωποι οἱ ἐν τῷ κόσμῳ ὄντες καὶ τὸν ἥλιον τοῦτον αἰσθητῶς βλέποντες ἐν τῷ σκότει εἰσί, πάντως, ἐπεὶ οὐδὲν πλέον τῶν ἄλλων ὁρῶ, καὶ ἐγὼ σὺν αὐτοῖς ἐν σκότει εἰμί. Ὥσπερ γὰρ δύνοντος αὐτοῦ καθ’ ἑκάστην νὺξ γίνεται καὶ οὐδὲν πλέον τι τούτου ὁρῶ, οὕτως, ἀποθανόντος μου, οὐδαμοῦ φῶς θεάσομαι, ἀλλ’ ἐν ἀφεγγεῖ σκότει καὶ ἀνηλίῳ εἰς αἰῶνας ἔσομαι καὶ οὐκέτι διὰ τῶν ὀφθαλμῶν βλέψω τὸ ὁρώμενον τοῦτο φῶς· τοῦ γὰρ σώματος οἱ ἄνθρωποι χωριζόμενοι, τῶν αἰσθητῶν εὐθὺς πάντων ἀποχωρίζονται. Εἰ οὖν ἐν σκότει εἰμὶ νῦν, καὶ ἐν σκότει μετὰ θάνατον ἔσομαι· πάντως καὶ ἐπ’ ἐμοὶ ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ ἐπελεύσεται καὶ ὡς ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ καὶ οὐ μὴ δυνηθῶ ἐκφυγεῖν.» Οὐ γὰρ ἐν τῷ τοῦ ὕδατος μόνον βαπτίσματι ἡ σωτηρία ἡμῶν ἐστιν, ἀλλὰ καὶ ἐν τῷ Πνεύματι, οὐδὲ ἐν τῷ ἄρτῳ μόνῳ καὶ τῷ οἴνῳ τῆς μεταλήψεως ἡ τῶν ἁμαρτιῶν ἄφεσις καὶ ἡ τῆς ζωῆς μετουσία δίδοται, ἀλλὰ καὶ ἐν τῇ συνεπομένῃ καὶ ἀνακεκραμένῃ μυστικῶς καὶ ἀσυγχύτως τούτοις θεότητι.
Μυστικῶς δὲ λέγεται διὰ τὸ μὴ πᾶσιν, ἀλλὰ τοῖς ἀξίοις ζωῆς αἰωνίου, ἀποκαλύπτεσθαι καὶ υἱοὺς φωτὸς καὶ υἱοὺς ἡμέρας ποιεῖν τοὺς ὁρῶντας αὐτήν· οἱ γὰρ τὸ φῶς μὴ ὁρῶντες, εἰ καὶ λάμπει τρανῶς, ἀλλ’ οὖν ἐκεῖνοι ἐν σκότει κάθηνται. Μηδεὶς ὑμᾶς, ἀδελφοί, κενοῖς λόγοις ἐξαπατάτω μηδὲ εἰς τὴν πίστιν τὴν εἰς Χριστὸν μόνην θαρρείτω τίς. «Χριστὸς» γάρ, φησίν, «ἐὰν περιτέμνησθε, οὐδὲν ὑμᾶς ὠφελήσει», καὶ πάλιν· «Ἡ πίστις δίχα τῶν ἔργων νεκρά ἐστιν.» Ὥσπερ γὰρ τὸ σῶμα δίχα ψυχῆς ὑπάρχει νεκρόν, οὕτω καὶ ἡ πίστις δίχα τῶν ἔργων νεκρά ἐστιν. Οἱ γὰρ Θεὸν εἶναι τὸν Χριστὸν ὁμολογοῦντες, τὰς δὲ ἐντολὰς αὐτοῦ μὴ φυλάσσοντες, οὐχ ὡς ἀρνούμενοι μόνον, ἀλλὰ καὶ ὡς ἀτιμάζοντες αὐτὸν λογισθήσονται· οὐ μόνον δέ, ἀλλὰ καὶ μειζόνως ὑπὲρ τοὺς τὰ ἴδια σώματα περιτέμνοντας, ὡς τὰς τοῦ Θεοῦ ἐντολὰς ἀκρωτηριάζοντες, ἐνδίκως κατακριθήσονται.
Ὁ τὸν πατέρα γὰρ ἀτιμάζων, πῶς υἱὸς λογισθήσεται; Ὁ τοῦ φωτὸς χωριζόμενος, πῶς ἐν αὐτῷ ὡς ἐν ἡμέρᾳ διάξειεν; Οὐδαμῶς, ἀδελφοί. Εἰ δὲ λέγοι τις ὅτι οὐδεὶς δύναται τηρῆσαι πάσας τὰς ἐντολάς, γινωσκέτω ὅτι τὸν Θεὸν ἐνδιαβάλλει καὶ κατακρίνει ὡς ἀδύνατα ἡμῖν ἐπιτάξαντα· ὃς οὐκ ἐκφεύξεται τὸ τῆς δίκης ἄφυκτον, ἀλλ’ ὡς ὁ εἰπών· «ᾜδειν σε ὅτι σκληρὸς εἶ, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας», καὶ οὗτος κατακριθήσεται, καὶ τῷ εἰπόντι τῷ Ἀδὰμ ὄφει· «Γινώσκων ὁ Θεὸς ὅτι ᾗ ὥρᾳ φάγεσθε ἀπὸ τοῦ ξύλου ὅμοιοι αὐτῷ ἔσεσθε, τούτου χάριν ἐνετείλατο ὑμῖν μὴ φαγεῖν ἐξ αὐτοῦ» ὁμοιωθήσεται. Ψεύστην γὰρ καὶ πλάνον καὶ φθόνου μεστὸν τὸν Θεὸν ὁ τοιοῦτος ἀποκαλεῖ· ψεύστην μέν, ὅτι ἐκείνου εἰπόντος· «Ὁ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν», οὐ μόνον οὐκ ἐλαφρὸν οὗτος, ἀλλὰ καὶ ἀβάστακτον αὐτὸ ἀποφαίνεται· πλάνον δέ, ὅτι κατῆλθε πολλὰ ὑποσχόμενος καὶ μηδὲν δοῦναι θέλων ἡμῖν, μᾶλλον δὲ φθονῶν τῇ σωτηρίᾳ ἡμῶν ἀδύνατα ἐπέταξεν ἡμῖν ποιῆσαι καὶ φυλάξαι, ὅπως ἐκπληρῶσαι ταῦτα μὴ δυναμένους, προφάσεως δῆθεν εὐλόγου λαβόμενος, τῶν ἀγαθῶν ἡμᾶς ἐκείνων ἀποστερήσῃ.
Ἀλλ’ οὐαὶ τοῖς ταῦτα λέγουσιν, ἐὰν μὴ μετανοήσωσιν· οὐδὲν γὰρ φορτικόν, οὐδὲν ἐπαχθὲς ὁ Δεσπότης ἡμῶν καὶ Θεὸς ἐνετείλατο, μᾶλλον μὲν οὖν ῥᾴδιά τε ὁμοῦ πάντα καὶ εὔκολα, καθὰ—πιστεύσατέ μοι —καὶ αὐτὸς ἔγνων ἐγὼ εὔκολον εἶναι τὴν ἐντολὴν τοῦ Θεοῦ καὶ τὴν ἐπίτευξιν αὐτοῦ τε καὶ τῆς βασιλείας αὐτοῦ.
Ἀλλὰ διὰ παραδείγματος τοῦτο ὑμῖν ὑποδείξω. Ἄνθρωπός τις ἀντάρτῃ δουλεύων τινὶ ἀντιδίκῳ καὶ τοῦ βασιλέως τῶν Χριστιανῶν ἐχθρῷ, πολλὰ τρόπαια κατὰ τῶν δούλων αὐτοῦ καὶ ἀνδραγαθίας ποιῶν, καὶ ἐν τιμῇ μεγίστῃ παρὰ τῷ τυράννῳ ἐκείνῳ καὶ τοῖς ὑπ’ αὐτὸν στρατεύμασιν ὤν, ἐμηνύθη παρὰ τοῦ βασιλέως τῶν Χριστιανῶν διαφόρως τοῦ προσελθεῖν καὶ σὺν αὐτῷ εἶναι καὶ ἀξιωθῆναι μεγάλων δωρεῶν καὶ συμβασιλεύειν αὐτῷ. Ὁ δὲ ἐπὶ χρόνους τινὰς οὐκ ἠβουλήθη, κατ’ αὐτοῦ δὲ μᾶλλον χεῖρον ἔκτοτε τὸν πόλεμον ἀνερρίπισεν. Ἐν μιᾷ τοίνυν καθ’ ἑαυτὸν γνωσιμαχήσας καὶ μεταμεληθείς, ἐβουλεύσατο φυγῇ χρήσασθαι καὶ μόνος πρὸς τὸν βασιλέα πορευθῆναι, τοῦτο πρὸς ἑαυτὸν λογισάμενος ὅτι, εἰ καὶ μέχρι τοῦ νῦν μηνύοντί μοι τῷ βασιλεῖ οὐχ ὑπήκουσα, ἀλλὰ πιστεύω ὡς οὐ μὴ λογισθῇ μου νῦν ἐπιστρέφοντος τὴν ἀναβολὴν τῶν τοσούτων ἐτῶν καὶ βραδυτῆτα διὰ τὸ εἶναι αὐτόν, ὡς ἀκούω, συμπαθῆ καὶ φιλάγαθον, συμπαθήσει δέ μοι καὶ ἃ ὑπέσχετό μοι πάντα ἀποπληρώσει. Ὡς οὖν ταῦτα ἀπὸ καρδίας ἐλογίσατο, καὶ ἔργῳ ἐποίησε· προσελθὼν τῷ βασιλεῖ καὶ τοὺς πόδας κρατήσας αὐτοῦ, συγχώρησιν μετὰ κλαυθμοῦ ἐξῃτήσατο.
Ὃν εὐθύς, τῇ ἀπροσδοκήτῳ χαρᾷ ὁ χρηστὸς ἐκεῖνος ληφθεὶς βασιλεύς, ἀποδεξάμενος, ἐπὶ θαύματος εἶχε τὴν τούτου μεταβολὴν καὶ ταπείνωσιν, ἀνθ’ ὧν ὅπως παρρησιάζεσθαι μᾶλλον ὤφειλεν καὶ τιμὰς ἀπαιτεῖν ὑπὲρ ἧς ἐνεδείξατο πρὸς αὐτὸν ἀγάπης καὶ πίστεως, καταλιπὼν μὲν τὸν ἀντάρτην, προσελθὼν δὲ τῇ βασιλείᾳ αὐτοῦ, κεῖται θρηνῶν ὑπὲρ τῆς βραδυτῆτος καὶ τῶν παρ’ αὐτοῦ προγεγονότων κακῶν, ἀναστήσας αὐτὸν «ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν» τε ὅλον καὶ τοὺς δακρύοντας αὐτοῦ ὀφθαλμοὺς ἐπὶ ὥρας πολλάς. Εἶτα στέφος καὶ στολὴν καὶ ὑποδήματα ὅμοια ὧν αὐτὸς ἐφόρει ἐνεχθῆναι κελεύσας, αὐτὸς δι’ ἑαυτοῦ τὸν πρώην ἐχθρὸν καὶ ἀντίδικον περιέβαλε, μηδὲν ὅλως προσονειδίσας αὐτόν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ νυκτὸς καὶ ἡμέρας συγχαίρων αὐτῷ καὶ συνευφραινόμενος, περιλαμβάνων τε καὶ κατασπαζόμενος στόμα πρὸς στόμα αὐτόν, τοσοῦτον ὑπερηγάπησεν αὐτὸν ὅτι οὐδὲ ἐν τῷ ὑπνοῦν αὐτοῦ ἐχωρίζετο, συνανακλινόμενος αὐτῷ καὶ περιλαμβάνων ἐπὶ τῆς κλίνης καὶ πάντοθεν τῷ ἑαυτοῦ χλανιδίῳ περισκέπων καὶ ἐπιτιθεὶς τὸ ἑαυτοῦ πρόσωπον ἐπὶ πᾶσι τοῖς αὐτοῦ μέλεσιν.
Τοιοῦτόν ἐστι καὶ τὸ ἡμέτερον πρὸς Θεὸν καὶ οὕτως οἶδα ἐν τοιούτῳ τρόπῳ τοὺς μετανοοῦντας τὸν φιλάγαθον Θεὸν ἀποδέχεσθαι καὶ φιλεῖν, φεύγοντας μὲν κόσμον πλάνον καὶ κοσμοκράτορα, γυμνοὺς δὲ προσερχομένους αὐτῷ τῶν τοῦ βίου πραγμάτων ὡς βασιλεῖ καὶ Θεῷ, εἰ μή τισιν ἄρα βαρὺ καταφαίνεται τὸ τὴν γεννησαμένην καταλιπεῖν καὶ τοὺς οἰκείους φίλους καὶ συγγενεῖς ἀπαρνήσασθαι καὶ τὸν πλοῦτον ἐᾶσαι τὸν ἀπολλύμενον, ἐπεὶ οὐδὲν ἔγωγε φορτικὸν εὗρον ἢ λυπηρὸν ἢ ἐπαχθές, προσφυγὼν τῷ Θεῷ καὶ σωτῆρί μου.
Ἀλλ’ εἰ χρὴ τὴν ἀλήθειαν ὑμῖν ἐξειπεῖν καὶ ἃ οὐκ ἐβουλόμην πᾶσι δῆλα ποιεῖν, ταῦτα τὴν ἀγάπην ὑμῶν ἀπογυμνῶσαι, ἵνα δῷ τι καλόν τισιν ἐξ ὑμῶν, ἐν πάσῃ μᾶλλον στενοχωρίᾳ καὶ θλίψει καὶ τῇ νομιζομένῃ κακοπαθείᾳ ὑπερεκβλύζουσαν τὴν χαρὰν καὶ εὐφροσύνην ἔβλεπον ἐν ἐμοὶ διὰ τῆς ἀποκαλύψεως καὶ ἐπιφανείας τοῦ προσώπου αὐτοῦ, ὥστε πληροῦσθαι ἐναργῶς ἐπ’ ἐμοὶ τὸ οὕτω λέγον τοῦ Παύλου ῥητόν· «Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως βάρος δόξης κατεργάζεται ἐν ἡμῖν», καὶ τὸ τοῦ Δαυίδ· «Ἐν θλίψει» λέγοντος «ἐπλάτυνάς με», ὡς ἐντεῦθεν μηδὲν ἡγεῖσθαί με τὰς ἐπερχομένας θλίψεις καὶ τοὺς πειρασμοὺς πρὸς τὴν οὐχὶ μέλλουσαν, ἀλλὰ παραυτίκα ἀποκαλυπτομένην μοι διὰ Πνεύματος ἁγίου δόξαν Ἰησοῦ Χριστοῦ, ἧς τῇ μετοχῇ τε καὶ θέᾳ καὶ αὐτὰς τὰς πρὸς θάνατον νόσους καὶ εἴ τινα ἑτέραν ἀφορητοτέραν ὀδύνην διὰ πόνων τοῖς ἀνθρώποις ἐγγινομένην οὐδὲν ἡγούμην, πᾶσαν ἐπιλανθανόμενος ὀδύνην καὶ λύπην τοῦ σώματος· οὕτω τὸ φορτίον τῶν ἐντολῶν ἐλαφρὸν καὶ τὸν ζυγὸν Κυρίου χρηστὸν αὐτόθεν ἐλογιζόμην, ἐν δὲ τῷ μὴ εὑρίσκειν με δι’ αἰτίας τινὸς ὑπὲρ αὐτοῦ συντόμως ἀποθανεῖν, θλῖψις, πιστεύσατε, ἦν μοι ἀφόρητος.
Τοιγαροῦν, ἀδελφοί μου ἀγαπητοί, πάντα ἀφέντες δράμωμεν γυμνοί, καὶ προσελθόντες τῷ δεσπότῃ Χριστῷ προσπέσωμεν καὶ προσκλαύσωμεν ἐνώπιον τῆς αὐτοῦ ἀγαθότητος, ἵνα καὶ αὐτός, θεασάμενος τὴν πίστιν καὶ τὴν ταπείνωσιν ἡμῶν, ὁμοίως ἡμᾶς, μᾶλλον δὲ μειζόνως, ἀποδέξηται καὶ τιμήσῃ, καὶ στολῇ καὶ διαδήματι τῷ ἑαυτοῦ κατακοσμήσῃ καὶ ἀξίους τοῦ ἐπουρανίου νυμφῶνος δαιτυμόνας ἐργάσηται. Οὐ γὰρ ἴσον τὸ ἀπὸ βασιλέως εἰς βασιλέα φθαρτὸν προσελθεῖν, ἐπιγείου τε βασιλείας ἐν ἐπιτυχίᾳ γενέσθαι καὶ τὸ ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνελθεῖν καὶ δόξης αἰωνίου καὶ βασιλείας ἀφθάρτου ἀξιωθῆναι καὶ Θεοῦ συγκληρονόμος καὶ συγκοινωνὸς γενέσθαι, καὶ οὐχὶ βασιλεὺς μόνον, ἀλλὰ καὶ θεὸς γενέσθαι ἀπὸ Θεοῦ, καὶ σὺν τῷ Θεῷ εἰς αἰῶνας αἰώνων εὐφραίνεσθαι. Μὴ οὖν προτιμήσωμέν τι τῶν γηΐνων καὶ φθειρομένων, παρακαλῶ, ἀδελφοί, ἵνα μὴ τῆς Χριστοῦ δόξης καὶ κοινωνίας ἐκπέσωμεν, ἀλλ’ ἀπ’ ἐντεῦθεν ἤδη, ἑαυτοὺς ἐκκαθάραντες, τοὺς ἀρραβῶνας λαβεῖν, μᾶλλον δὲ αὐτὸν ἐκεῖνον, τὸν ἐπὶ πάντων καὶ ἐν πᾶσι καὶ πᾶν ἀγαθὸν ὄντα, σπουδάσωμεν κτήσασθαι.
Μηδὲ εἴπῃ τις· «Ἐγὼ ἀπὸ τοῦ ἁγίου βαπτίσματος τὸν Χριστὸν λαβὼν ἔχω», ἀλλὰ μανθανέτω ὅτι οὐχὶ πάντες οἱ βαπτιζόμενοι λαμβάνουσι διὰ τοῦ βαπτίσματος τὸν Χριστόν, μόνοι δὲ οἱ βεβαιόπιστοι καὶ ἐν γνώσει τελείᾳ ἢ καὶ προκαθάρσει ἑαυτοὺς εὐτρεπίσαντες καὶ οὕτως ἐλθόντες ἐπὶ τὸ βάπτισμα. Καὶ τοῦτο εἴσεται ὁ ἐρευνῶν τὰς Γραφὰς ἀπὸ τῶν ἀποστολικῶν λόγων καὶ πράξεων· γέγραπται γάρ· «Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς τὸν Πέτρον καὶ Ἰωάννην, οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάβωσι Πνεῦμα ἅγιον· οὔπω γὰρ ἦν ἐπ’ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ. Τότε ἐπετίθουν τὰς χεῖρας ἐπ’ αὐτοὺς καὶ ἐλάμβανον Πνεῦμα ἅγιον.» Εἶδες πῶς οὐ πάντες οἱ βαπτιζόμενοι εὐθὺς τὸ ἅγιον Πνεῦμα λαμβάνουσιν; Ἔμαθες παρὰ τῶν ἀποστόλων ὅτι, καὶ πιστεύσαντές τινες καὶ βαπτισθέντες, τὸν Χριστὸν διὰ τοῦ βαπτίσματος οὐκ ἐνεδύσαντο; Εἰ γὰρ τοῦτο ἐγένετο, οὐκ ἂν μετὰ ταῦτα εὐχῆς καὶ τῆς τῶν χειρῶν τῶν ἀποστόλων ἐδεήθησαν ἐπιθέσεως· λαμβάνοντες γὰρ Πνεῦμα ἅγιον, τὸν Κύριον Ἰησοῦν ἐλάμβανον. Οὐ γὰρ ἄλλο ὁ Χριστὸς καὶ ἄλλο τὸ Πνεῦμα· καὶ τίς τοῦτο φησίν; Αὐτὸς ὁ Θεὸς Λόγος τῇ Σαμαρείτιδι προσειπών· «Πνεῦμα ὁ Θεός.»
Εἰ οὖν ὁ Χριστὸς Θεός, πνεῦμα κατὰ τὴν τῆς θεότητος φύσιν ἐστὶν καὶ ὁ ἔχων αὐτόν, Πνεῦμα ἅγιον ἔχει· ὁ δὲ τὸ Πνεῦμα ἔχων, αὐτὸν πάλιν ἔχει τὸν Κύριον, καθὼς καὶ ὁ Παῦλός φησι· «Τὸ δὲ πνεῦμα ὁ Κύριός ἐστι.» Βλέπειν οὖν ἑαυτοὺς ἡμᾶς χρή, ἀδελφοί, καὶ κατανοεῖν ἀκριβῶς τὰς ψυχὰς ἡμῶν, εἰ τὸν Κύριον Ἰησοῦν εὐαγγελισθέντα ἡμῖν ἐδεξάμεθα καὶ ἐν ἑαυτοῖς ἡμῖν αὐτὸν κεκτήμεθα, ἵνα, καθὼς ὁ εὐαγγελιστὴς Ἰωάννης φησί, γνῶμεν εἰ ἐξουσίαν ἐλάβομεν παρ’ αὐτοῦ τέκνα Θεοῦ γενέσθαι.
Προσεχέτω τοιγαροῦν τοῖς λεγομένοις ὑπὸ τῶν ἁγίων Γραφῶν ἕκαστος καὶ ἑαυτὸν κατανοείτω, καθὼς εἴπομεν, ἵνα μὴ μάτην ἑαυτὸν φρεναπατῶν, πιστὸς εἶναι οἰόμενος, ἄπιστος εὑρεθήσεται, καὶ τὸν Κύριον ἔχειν νομίζων ἐν ἑαυτῷ κενὸς ἐξέλθῃ τοῦ σώματος καὶ ὡς μηδὲν ἔχων κατακριθήσεται, ἀφαιρούμενος ὃ δοκεῖ ἔχειν, καὶ εἰς τὸ πῦρ ἐμβληθήσεται. Πόθεν οὖν γνωσόμεθα εἰ ἐν ἡμῖν ὁ Χριστός ἐστι, καὶ πῶς ἑαυτοὺς ἡμᾶς καταμάθωμεν; Τὰ ἀπὸ τῶν θείων Γραφῶν λόγια ἀναλεγόμενοι καὶ ἀντιπαρατιθοῦντες ὡς ἔσοπτρα ταῖς ψυχαῖς ἡμῶν, ἐν αὐτοῖς ὅλους ἑαυτοὺς καταμάθωμεν. Ἀλλ’ ἀνωτέρω τὸν λόγον ἀγάγωμεν, καὶ Θεοῦ διδόντος λόγον ἐν ἀνοίξει τοῦ ἀκαθάρτου μου στόματος, τὸν τῆς κατανοήσεως τρόπον ποσῶς ὑμῖν, τοῖς ἀδελφοῖς μου, ἐκθήσομαι. Ἀλλὰ προσέχετε, ἀξιῶ· περὶ φρικτῶν γὰρ ὁ λόγος ἐστίν. «Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.
Πάντα δι’ αὐτοῦ ἐγένετο. Ἐν αὐτῷ ζωὴ ἦν καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων· καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.» Ταῦτα τοίνυν εἰπών, τὴν ἀδιαίρετον Τριάδα ἐδήλωσε, Θεὸν τὸν Πατέρα λέγων, Λόγον τὸν Υἱόν, ζωὴν τὸ Πνεῦμα τὸ ἅγιον, ὅπερ καὶ ἓν φῶς τὰ τρία ἐστὶν ἐν τῇ σκοτίᾳ φαῖνον. Ἐν ποίᾳ ἄρα σκοτίᾳ;
Ἐν τῇ τῶν ὁρωμένων κτίσει, πάντως φησίν· ὁ γὰρ Θεὸς παντὶ καὶ πανταχοῦ πάρεστι, φῶς ὢν καὶ φαίνων· καὶ ἡ σκοτία αὐτὸν οὐ κατέλαβεν, ἀντὶ τοῦ· μολυσμὸς αὐτῷ ἁμαρτίας ὅλως οὐ προσήγγισεν, οὐδὲ ἡ κτίσις αὐτὸν φαίνειν παρενεπόδισεν, οὐδὲ ἔγνω, οὐδὲ εὗρεν, οὐδ’ ἡνώθη, οὐδὲ αὐτὸν ἑώρακεν.
Διὸ τὸ αὐτὸ νόημα δευτερῶν, ἵνα σαφὲς αὐτὸ ἀπεργάσηται, ἐπήγαγε καί φησιν· «Ἦν τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· ἐν τῷ κόσμῳ ἦν καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.» Ἀπ’ ἀρχῆς ἦν ὁ Θεὸς πανταχοῦ, φησίν, ὁ ζωογονῶν πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, καὶ πρὸ τοῦ ποιῆσαι τὸν κόσμον ἐν τῷ κόσμῳ ἦν. Πῶς; Ὅτι προϋφέστηκε παρ’ αὐτῷ καὶ ἐν αὐτῷ τὰ πάντα· οἱ γὰρ μήπω γεννηθέντες, οὐχ ὡς μὴ ὄντες, ἀλλ’ ὡς ἤδη γεγονότες, παρὰ τῷ Θεῷ εἰσιν. Εἶτα ποιήσας τὸν κόσμον, οὐ τόπῳ, φησί, διέστη τοῦ κόσμου, ἀλλ’ ἐν αὐτῷ ἦν καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.
Πῶς οὖν πρὸ τοῦ ποιῆσαι τὸν κόσμον πανταχοῦ ἦν καί, τὸν κόσμον ποιήσας, ἐν τῷ κόσμῳ ἦν φαίνων καὶ ὁ κόσμος αὐτὸν οὐ κατέλαβεν; Προσέχετε μετὰ ἀκριβείας. Οὐ τόπῳ διέστη «ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν», φησίν, ὅτε τὸν αἰσθητὸν τοῦτον κόσμον παρήγαγεν ὁ Θεός, ἀλλὰ φύσει καὶ δόξῃ θεότητος, μηδὲν ἐκ τῶν γεγονότων δηλονότι προσεγγίσαν ἢ ὅλως καταλαβὸν αὐτόν· καὶ γὰρ ἀχώριστος ὢν τῶν πάντων, ἐν τοῖς πᾶσιν ἀριδήλως ἐστί. «Καὶ οὐδεὶς αὐτὸν ἐπιγινώσκει, φησίν, εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι.» Οὗτος οὖν ὁ ἐν τῷ κόσμῳ ὢν καὶ παρὰ τοῦ κόσμου ἀγνοούμενος, εἰς τὰ ἴδια ἦλθεν καὶ οἱ ἴδιοι αὐτὸν οὐκ ἐδέξαντο. Ἴδια δὲ αὐτοῦ τὸν κόσμον ἐκάλεσε καὶ τοὺς ἐν τῷ κόσμῳ καὶ διὰ τὸν κτίστην αὐτὸν καὶ δεσπότην τούτων εἶναι καὶ διὰ τὴν ἐκ τῆς σαρκὸς συγγένειαν.
Μὴ οὖν παραδράμῃς τὰ εἰρημένα, ἀλλὰ γνῶθι ὅτι ὁ ἐν ἀρχῇ ὢν πρὸς τὸν Θεὸν Λόγος, καὶ Θεὸς ὢν καὶ τὴν ζωὴν ἔχων ἐν ἑαυτῷ καὶ πάντα ποιήσας καὶ φῶς ὢν ὃ πάντα ἄνθρωπον φωτίζει, αὐτὸς ὁ πρὸ τοῦ κόσμου ἐν κόσμῳ ὢν καὶ τὸν κόσμον ποιήσας καὶ ἐν αὐτῷ ὑπάρχων καὶ ὑπὸ τοῦ κόσμου ἀγνοούμενος καὶ παρ’ αὐτοῦ μὴ καταλαμβανόμενος, ἐν τῷ κόσμῳ σωματωθεὶς παρεγένετο, ἵνα τοῖς μὲν ἐκ πίστεως εἰς Θεὸν αὐτὸν δεχομένοις καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάσσουσι καὶ τὸν σταυρὸν αἴρουσιν, ὡς Θεὸς ἀποκαλυφθῇ καὶ οἷός ἐστι γνωσθῇ, νῦν μὲν μετρίως, καθ’ ὅσον ἕκαστος χωρεῖ, ἐν δὲ τῇ ἀναστάσει τρανότερον. «Ὅσοι γάρ, φησίν, ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας.» Ἰδοὺ τὸ κάτοπτρον ὃ προεῖπον ὑμῖν οὗτοι οἱ λόγοι εἰσίν.
Καὶ σκόπει μοι τῶν εὐαγγελικῶν ῥημάτων τὸ ἀκριβές, πῶς τρανῶς διδάσκει ἡμᾶς τῶν πιστῶν τὰ γνωρίσματα, ἵνα καὶ ἑαυτοὺς ἡμᾶς ἕκαστος καὶ τοὺς πλησίον ἐπιγινώσκωμεν. Ὅσοι δὲ ἔλαβον αὐτόν, φησί, διὰ τῆς πίστεως δηλονότι Θεὸν αὐτὸν καὶ οὐκ ἄνθρωπον μόνον ὁμολογήσαντες, ἔδωκεν αὐτοῖς ἐξουσίαν διὰ τοῦ βαπτίσματος τέκνα Θεοῦ γενέσθαι, τῆς τοῦ διαβόλου τυραννίδος ἐλευθερώσας αὐτούς, ὥστε μὴ μόνον εἶναι πιστούς, ἀλλ’ εἰ βούλοιντο πορεύεσθαι ταῖς αὐτοῦ ἐντολαῖς, καὶ τὴν ἁγιότητα τῇ τῶν ἐντολῶν ἐργασίᾳ προσεπικτῶνται, ὡς ἐν ἑτέρῳ φησί· «Γίνεσθε ἅγιοι, ὅτι ἐγὼ ἅγιός εἰμι», καὶ πάλιν· «Γίνεσθε οἰκτίρμονες, ὡς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν.» Εἶτα μετὰ ταῦτα καὶ τὸν τρόπον δηλοῖ τῆς υἱοθεσίας, εἰπών· «Οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν.» Γέννησιν ἐνταῦθα τὴν πνευματικὴν καλεῖ ἀλλοίωσιν, ἥτις ἐνεργεῖται καὶ καθορᾶται ἐν τῷ τοῦ ἁγίου Πνεύματος βαπτισμῷ, καθὼς αὐτὸς ὁ ἀψευδὴς Κύριος οὕτω φησίν· «Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ.» Ἐν τούτῳ τοίνυν οἱ βαπτιζόμενοι ὡς ἐν φωτὶ φῶς γίνονται καὶ τὸν γεγεννηκότα γνωρίζουσι· καὶ γὰρ ὁρῶσιν αὐτόν.
Ὅτι δὲ οὐκ ἀρκεῖ μόνον ἡμῖν πρὸς σωτηρίαν τὸ βάπτισμα, ἀλλὰ καὶ τῆς σαρκὸς τοῦ Ἰησοῦ καὶ Θεοῦ καὶ τοῦ αἵματος τοῦ τιμίου αὐτοῦ οἰκειοτέρα καὶ ἀναγκαιοτέρα ἡμῖν ἐστιν ἡ μετάληψις, ἄκουσον τῶν ἑξῆς· «Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Καὶ ὅτι περὶ τούτων ταῦτα δηλοῖ, ἄκουε τοῦ Κυρίου λέγοντος ὧδε· «Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ.» Τούτου γὰρ γεγονότος καὶ πνευματικῶς διὰ τοῦ παναγίου Πνεύματος ἡμῶν βαπτισθέντων καὶ τέκνων Θεοῦ γεγονότων καὶ τοῦ σαρκωθέντος Λόγου διὰ τῆς τοῦ ἀχράντου σώματος καὶ αἵματος αὐτοῦ μεταλήψεως σκηνώσαντος ὡς φῶς ἐν ἡμῖν, ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός. Γεννηθέντες, φησίν, ὑπ’ αὐτοῦ καὶ ἐξ αὐτοῦ πνευματικῶς καὶ σκηνώσαντος αὐτοῦ σωματικῶς ἐν ἡμῖν καὶ ἡμῶν κατοικησάντων γνωστῶς ἐν αὐτῷ, τότε κατ’ αὐτὸν εὐθὺς τὸν καιρόν, κατ’ αὐτὴν τὴν ὥραν, ὅτε ταῦτα ἐγένετο, ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ τῆς θεότητος, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, οἵαν δηλονότι οὐδεὶς ἕτερος οὐκ ἄγγελος ἔχει, οὐκ ἄνθρωπος. Ἐπειδὴ γὰρ εἷς Θεὸς ὁ Πατήρ, εἷς καὶ ὁ Υἱὸς αὐτοῦ ὁ μονογενής, μία δὲ τῶν ἀμφοτέρων ἡ δόξα, γνωριζομένη καὶ ἀποκαλυπτομένη πᾶσιν οἷς ὁ Υἱὸς βούλεται διὰ τοῦ ἐκπορευομένου Πνεύματος παρὰ τοῦ Πατρός.
Τοιγαροῦν ἕκαστος ὑμῶν, ἀδελφοί, τῇ ἑαυτοῦ διανοίᾳ εἰς τὴν τῶν ῥημάτων τούτων ἐγκύψας δύναμιν, ἑαυτὸν θεασάσθω. Εἰ τὸν Θεὸν Λόγον ἐλθόντα ἔλαβεν, εἰ τέκνον Θεοῦ ἐγένετο, εἰ οὐκ ἐξ αἵματος καὶ σαρκὸς μόνον, ἀλλὰ καὶ ἐκ Θεοῦ γεγέννηται, εἰ ἔγνω τὸν σαρκωθέντα Λόγον σκηνώσαντα ἐν αὐτῷ καὶ εἰ ἐθεάσατο τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, ἰδοὺ γέγονε χριστιανὸς καὶ ἀναγεννηθέντα ἑαυτὸν ἐθεάσατο καὶ τὸν γεννήσαντα αὐτὸν πατέρα ἐγνώρισεν, οὐ λόγῳ μόνῳ, ἀλλ’ ἔργῳ χάριτος καὶ ἀληθείας. Ἐμμείνωμεν, ἀδελφοί, ἐν τούτῳ τῷ ἐσόπτρῳ τῆς ἀληθείας καὶ ἀποστῶμεν τῆς βλαβερᾶς καὶ αἱρεσιώδους διδασκαλίας καὶ ὑπονοίας τῶν λεγόντων μὴ ἀποκαλύπτεσθαι νῦν ἐν ἡμῖν τοῖς πιστοῖς τὴν δόξαν τῆς θεότητος τοῦ Κυρίου Ἰησοῦ διὰ τῆς τοῦ ἁγίου Πνεύματος δωρεᾶς· ἡ γὰρ δωρεὰ ἐν τῇ ἀποκαλύψει δίδοται καὶ ἡ ἀποκάλυψις διὰ τῆς δωρεᾶς ἐνεργεῖται. Οὔτε οὖν Πνεῦμα ἅγιον λαμβάνει τις, μὴ ἀποκαλυπτόμενον καὶ ὁρώμενον νοερῶς, οὔτε ἀποκάλυψιν βλέπει, εἰ μὴ ἐν ἁγίῳ Πνεύματι φωτισθῇ, οὔτε πιστὸς τελείως δύναται λέγεσθαι, εἰ μὴ τὸ τοῦ Θεοῦ Πνεῦμα λάβῃ, καθὼς τῇ Σαμαρείτιδι ἔλεγεν ὁ Χριστός· «Ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ πώποτε, ἀλλὰ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.» «
Τοῦτο δὲ» ὁ εὐαγγελιστής φησιν «ἔλεγεν περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν.» Ὁρᾷς πῶς οἱ μὴ τὸ Πνεῦμα ἐνεργοῦν καὶ λαλοῦν ἔχοντες ἐν ἑαυτοῖς ἄπιστοί εἰσιν; Ἀψευδὴς γὰρ ὁ Χριστός, ὅτι ἁμαρτίαν οὐκ ἐποίησε καὶ δόλος οὐχ εὑρέθη ἐν τῷ στόματι αὐτοῦ. Εἰ οὖν ἐκεῖνος λέγει τὸ Πνεῦμα διδόναι τοῖς πιστεύουσιν εἰς αὐτόν, πάντως οἱ μὴ ἔχοντες τὸ Πνεῦμα οὔκ εἰσιν ἐκ καρδίας πιστοί.
Εἰ δὲ λέγοι τις ἀγνώστως τοῦτο καὶ ἀναισθήτως λαβεῖν καὶ ἔχειν ἕκαστον ἡμῶν τῶν πιστῶν, βλασφημεῖ, ψεύστην ποιῶν τὸν εἰπόντα Χριστὸν ὅτι «Γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον», καὶ αὖθις· «Ὁ πιστεύων εἰς ἐμέ, ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ ὕδατος ζῶντος.» Εἰ οὖν ἡ πηγὴ βλύζει, πάντως καὶ ὁ ποταμὸς ἐξερχόμενος καὶ καταρρέων τοῖς βλέπουσι καθορᾶται· εἰ δὲ ταῦτα, κατὰ τοὺς οὕτω φρονοῦντας, ἀγνώστως ἐν ἡμῖν ἐνεργοῦνται, μηδενὸς τούτων ἐπαισθανομένων ἡμῶν, εὔδηλον ὅτι οὐδὲ τῆς αἰωνίου ζωῆς, τῆς συνεπομένης αὐτοῖς καὶ ἐν ἡμῖν μενούσης, ὅλως αἴσθησιν λάβωμεν, οὐδὲ τὸ τοῦ ἁγίου Πνεύματος φῶς θεασόμεθα, ἀλλὰ νεκροὶ καὶ τυφλοὶ καὶ ἀναίσθητοι διαμενοῦμεν, ὥσπερ ἄρτι, καὶ τότε· καὶ οὕτω ματαία ἡ ἐλπὶς ἡμῶν γέγονε κατ’ αὐτοὺς καὶ ὁ δρόμος διακενῆς, ἐν τῷ θανάτῳ ὄντων ἡμῶν καὶ τῆς αἰωνίου ζωῆς μὴ λαμβανόντων αἴσθησιν.
Ἀλλ’ οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν, ἀλλ’ ὅπερ πολλάκις εἶπον καὶ πάλιν ἐρῶ καὶ οὐδέποτε λέγειν παύσομαι. Φῶς ὁ Πατήρ, φῶς ὁ Υἱός, φῶς τὸ Πνεῦμα τὸ ἅγιον, ἓν φῶς, ἄχρονον, ἄτμητον, ἀσύγχυτον, ἀΐδιον, ἄκτιστον, ἄποσον, ἀνενδεές, ἀόρατον, ὡς ἔξω πάντων καὶ ὑπὲρ πάντα καὶ ὂν καὶ νοούμενον, ὅπερ οὐδείς ποτε ἀνθρώπων πρὸ τοῦ καθαρθῆναι ἠδυνήθη θεάσασθαι, οὔτε πρὸ τοῦ θεάσασθαι ἔλαβεν. Πολλοὶ γὰρ εἶδον μέν, οὐκ ἐκτήσαντο δέ, ὡς οἱ θησαυρὸν πολὺν ἐν τοῖς βασιλικοῖς ταμιείοις καταξιωθέντες ἰδεῖν καὶ ἀπελθόντες διακενῆς. Καὶ γὰρ γίνεται μὲν κατ’ ἀρχὰς πολλάκις εἰς τοὺς μετανοοῦντας θερμῶς ἔλλαμψις θεία καὶ φωτισμός, εὐθὺς δὲ παρέρχεται· καὶ εἰ μὲν μέχρι θανάτου αὐτοῦ ἑαυτοὺς ὅλους ἐκδώσουσι καὶ ζητήσουσιν ἐμπόνως, ἀξίους σφᾶς αὐτοὺς καὶ ἀμέμπτους ἐν πᾶσι τῷ Κυρίῳ παριστῶντες, τελείως πάλιν ἐπανελθοῦσαν ταύτην λαμβάνουσιν· εἰ δὲ μικρὸν ῥᾳθυμήσουσι καὶ εἰς μείζονας κόπους ἑαυτοὺς ἐμβαλεῖν παραιτήσονται, τὰς ψυχὰς ἀγαπῶντες τὰς ἑαυτῶν, ἀνάξιοι τοῦ τοιούτου δώρου γίνονται καὶ εἰς ζωὴν αἰώνιον, ἔτι ὄντες ἐν σώματι, οὐκ εἰσέρχονται· εἰ δὲ μὴ νῦν, οὐδὲ μετὰ τὴν τοῦ σώματος ἔξοδον εἰσελεύσονται δηλονότι. Εἰ γὰρ ὁ τὸ ἓν τάλαντον λαβὼν καὶ κατακρύψας κατεκρίθη, ὅτι μὴ ἐπολυπλασίασεν αὐτό, πόσῳ μᾶλλον ὁ μηδὲ φυλάξας ὃ ἔλαβεν, ἀλλὰ διὰ ῥᾳθυμίας ἀπολέσας κατακριθήσεται.
Ἐνταῦθα τοιγαροῦν, ὡς πᾶσα Γραφὴ θεόπνευστος λέγει, ἐστὶν ἡ πανήγυρις, ἐνταῦθα τὰ σκάμματα, καὶ ἐνταῦθα τοῖς νικῶσι τῶν ἐπάθλων οἱ ἀρραβωνικοὶ στέφανοι δίδονται, καὶ τοῖς ἡττηθεῖσι πρόδηλος καὶ φανερὰ ἡ ἀπαρχὴ τῆς αἰσχύνης καὶ τῆς κολάσεως γίνεται. Καὶ ὅρα τῷ λόγῳ συμμαρτυροῦντας τούτῳ τούς τε ἁγίους Τεσσαράκοντα Μάρτυρας καὶ πάντας ἄλλους τοὺς ὑπὲρ Χριστοῦ μαρτυρήσαντας. Οἱ μὲν γὰρ ἐν αὐτῇ τῇ λίμνῃ ὄντες τοῦ ὕδατος ἐκ χειρὸς Θεοῦ τοὺς στεφάνους ἐδέξαντο, ὁ δὲ τῷ λουτρῷ προσφυγὼν τῇ θέρμῃ εὐθὺς διελύθη καὶ πρὸς τὸ αἰώνιον πῦρ ἀπελήλυθεν. Εὐστράτιος δὲ ὁ ἐπ’ ἀρετῇ περιβόητος, ὑπὲρ Χριστοῦ τιμωρούμενος, «Νῦν ἔγνων» ἔλεγεν «ὅτι ναὸς Θεοῦ εἰμι καὶ τὸ Πνεῦμα αὐτοῦ οἰκεῖ ἐν ἐμοί. Ἀπόστητε ἀπ’ ἐμοῦ πάντες οἱ ἐργάται τῆς ἀνομίας.» Πρὸς δὲ τὸν δικάζοντα τύραννον ἀπεφθέγγετο· «Εἴ σοι τὰ αἰσθητήρια τῶν φρενῶν μὴ ἀλλοίωτο καὶ τῷ τῶν παθῶν φυράματι μὴ μετεσκεύαστο πρὸς τὸ γεῶδες ἡ ψυχή σου, ἔδειξα ἄν σοι τὸν ἐσταυρωμένον τοῦτον σωτῆρα καὶ λυτρωτὴν καὶ εὐεργέτην τυγχάνοντα.» Εἶδες πῶς ἡ πίστις δίχα τῶν ἔργων νεκρά ἐστι;
Πρὸ γὰρ τοῦ εἰσελθεῖν εἰς τοὺς τοῦ μαρτυρίου ἀγῶνας τὸν ἅγιον, ἐπειδὴ τὴν πίστιν μόνην εἶχεν, οὐκ εἶχε τὸ Πνεῦμα τὸ ἅγιον ἐν ἑαυτῷ, ὅτε δὲ ἐκ τῶν ἔργων τὴν πίστιν ἔδειξε, τότε καὶ ναὸν ἑαυτὸν Θεοῦ ἐπέγνω καὶ τὸ Πνεῦμα αὐτοῦ τὸ ἅγιον οἰκοῦν ἐν ἑαυτῷ γνωστῶς τοῖς νοεροῖς ὄμμασιν ἐθεάσατο.
Τί ταύτης τῆς μαρτυρίας ἐκδηλότερον γένοιτ’ ἄν; Εἰ δὲ λέγοιέν τινες ὅτι ἐκεῖνοι μάρτυρες ἦσαν, ἐκεῖνοι ἔπασχον ὑπὲρ τοῦ Χριστοῦ, καὶ πῶς ἐκείνοις ἴσους ἡμᾶς γενέσθαι ἐνδέχεται, τοῦτο πρὸς αὐτοὺς εἴποιμεν ὅτι καὶ ὑμεῖς αὐτοί, εἴ γε βούλεσθε, ὑπὲρ Χριστοῦ πάσχοντες καὶ τιμωρούμενοι, καθάπερ ἐκεῖνοι μαρτυρήσετε καθ’ ἑκάστην, οὐκ ἐν ἡμέρᾳ μόνον, ἀλλὰ καὶ ἐν νυκτὶ καὶ ἐν πάσῃ ὥρᾳ. Καὶ πῶς ἔσται τοῦτο; Ἐὰν καὶ ὑμεῖς πρὸς τοὺς ὀλεθρίους παρατάξησθε δαίμονας, ἐὰν ἀεὶ κατὰ τῆς ἁμαρτίας καὶ τοῦ οἰκείου θελήματος ἵστασθε. Ἐκεῖνοι γὰρ πρὸς τυράννους, ἡμεῖς δὲ πρὸς δαίμονας ἔχομεν καὶ τὰ ὀλέθρια πάθη τῆς σαρκός, ἅτινα καὶ ἐν ἡμέρᾳ πάσῃ καὶ ἐν νυκτὶ καὶ ὥρᾳ τυραννικῶς ταῖς ψυχαῖς ἡμῶν ἐπιτίθενται καὶ ἐκβιάζονται πρᾶξαι ἡμᾶς τὰ μὴ ἀνήκοντα τῇ θεοσεβείᾳ καὶ ἃ παροξύνει Θεόν.
Εἰ οὖν πρὸς ταῦτα στῶμεν καὶ οὐ κάμψομεν γόνυ τῇ Βάαλ, οὐδὲ ταῖς ὑποθήκαις τῶν πονηρῶν πεισθῶμεν δαιμόνων, οὐδὲ λειτουργήσομεν τῇ σαρκὶ πρόνοιαν αὐτῆς εἰς ἐπιθυμίας ποιούμενοι, μάρτυρες εἰκότως ἐσόμεθα καὶ αὐτοί, πρὸς τὴν ἁμαρτίαν ἀγωνιζόμενοι, μεμνημένοι δηλαδὴ τῶν μαρτύρων καὶ ἃς ὑπήνεγκαν ἀφορήτους μάστιγας ἐνθυμούμενοι καὶ διὰ τοῦτο κατὰ τοῦ διαβόλου ἱστάμενοι· ἀλλὰ γὰρ καὶ πρὸς τοὺς ἐκείνων ἀποβλέποντες πόνους καὶ ὅπως ἡμεῖς ἀπολειπόμεθα τῆς ἐκείνων ἀθλήσεως ἀπὸ ψυχῆς λογιζόμενοι καὶ στενάζοντες, τῶν αὐτῶν ἐκείνοις στεφάνων ἀξιωθῶμεν, εἰ καὶ μὴ τῇ ποσότητι, ἀλλά γε τῇ ποιότητι κατὰ τὴν ἄνωθεν τοῦ Θεοῦ πρὸς ἡμᾶς ἀγαθότητα, καὶ εἰ μὴ ἐκείνοις ἴσοι τῇ παρρησίᾳ, ἀλλά γε ἴσοι πάντως τῇ ὑπομονῇ καὶ τῇ πρὸς τὰ δεινὰ τῶν πόνων εὐχαριστίᾳ ἐσόμεθα.
Ἐκεῖνοι γὰρ ἐξ ἔργων καὶ πόνων ἀθλήσεως, ἡμεῖς ἐξ ἔργων καὶ πόνων ἀσκήσεως σωθῆναι ἐλπίζομεν καὶ τὸ ὅλον ἐκ φιλανθρωπίας τῆς τοῦ Δεσπότου καὶ χάριτος· ἐκεῖνοι ἐξ ἱδρώτων καὶ ἀγώνων μαρτυρικῶν, ἡμεῖς ἐκ δακρύων καὶ ἀγώνων ἀσκητικῶν· ἐκεῖνοι ἐκ τῆς τοῦ ἰδίου αἵματος χύσεως, ἡμεῖς ἐκ τῆς ἐκκοπῆς τοῦ ἰδίου θελήματος καὶ ἐν τῷ ἵστασθαι ἀεὶ καὶ ἔχειν ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου καὶ καθ’ ὥραν τὸν θάνατον ἀπεκδέχεσθαι, ἑτοίμως τε τὸν αὐχένα ἐκτείνοντες εἰς τὸ ἀποθανεῖν ἐπὶ πάσῃ ἐντολῇ τοῦ δεσπότου ἡμῶν Θεοῦ, ἢ παραβῆναι μέχρι καὶ ψιλοῦ λόγου ταύτην καταδεχόμενοι. Διὰ δὴ τοῦτο καὶ ἡμεῖς ἅπαντες ἐξ ἴσης ἐκείνοις τῶν παρόντων καταφρονῆσαι ὀφείλομεν, ἀδελφοί. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὰ ἄφθαρτα λαβεῖν πάντας ἡμᾶς μηδὲ βδελυξαμένους ὡς σκύβαλα τὰ φθαρτά, οὐδὲ τὰ αἰώνια κερδῆσαι τοὺς ἀντεχομένους τῶν ἐπικήρων, οὐδὲ τὸν Χριστὸν ἔνοικον σχεῖν διὰ τῆς τοῦ ἁγίου ἐπισκηνώσεως Πνεύματος τὸν ὑπὸ ἑνὸς καὶ τοῦ μικροῦ πάθους τὴν καρδίαν κυριευόμενον.
Ὁ γὰρ Θεός, ἀδελφοί, ἵνα πάλιν ἐρῶ, φῶς ἐστι, καθὼς αὐτὸς ἐκεῖνός φησιν· «Ἐγώ εἰμι, λέγων, τὸ φῶς τοῦ κόσμου.» Εἰ τοίνυν τῇ σαρκὶ λέγεις φῶς εἶναι, ἄρα, ἀναληφθέντος καὶ κρυβέντος αὐτοῦ, διέστη λοιπὸν καὶ ἐχωρίσθη τῶν μαθητῶν, ἔπειτα καὶ ἡμῶν, καὶ οὕτω κατὰ σὲ σκοτεινὸς ὅλος ὁ κόσμος ἐγένετο. Εἰ δὲ τῇ θεότητι φῶς εἰπεῖν εἶναι τοῦ κόσμου ὁμολογεῖς, πῶς καὶ μὴ βλέπειν αὐτὸν λέγεις καὶ ἐν σοὶ εἶναι ὑπολαμβάνεις; Εἰ φῶς τοῦ κόσμου ὁ Χριστός, οἱ μὴ ὁρῶντες αὐτὸν πάντως ἅμα τυφλοί· εἰ δὲ φῶς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὥσπερ οὖν καὶ φῶς, πῶς καὶ μὴ ὁρᾶν αὐτὸ λέγεις καὶ ἐν σοὶ εἶναι ἀγνώστως νομίζεις; Εἰ δὲ λέγεις ὑπὸ τῶν παθῶν ἐν σοὶ τὸ Πνεῦμα καλύπτεσθαι, περιγραπτόν, ὡς οὐκ οἶδας, τὸ θεῖον ποιεῖς καὶ ὑπὸ τῆς κακίας κυριευόμενον· σκότος γὰρ ἡ πονηρὰ γνώμη καὶ δίχα σωματικῆς ἁμαρτίας ἐστίν. Ὁ οὖν λέγων ἔχειν ἐν τῇ ἑαυτοῦ καρδίᾳ τὸ φῶς ὑπὸ τοῦ σκότους τῶν παθῶν καλυπτόμενον καὶ ὑπ’ αὐτοῦ μὴ ὁρώμενον, ὑπὸ τῆς σκοτίας λέγει κρατεῖσθαι τὸ φῶς· καὶ τὸ οὕτω λέγον ἅγιον Πνεῦμα· «Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν» ψευδόμενον ἀποφαίνεται. Τὸ Πνεῦμα τὸ ἅγιον μὴ καταλαμβάνεσθαι λέγει ὑπὸ τῆς σκοτίας τὸ φῶς, καὶ σὺ λέγεις ὑπὸ τοῦ ζόφου τῶν παθῶν ἐν σοὶ κατακρύπτεσθαι;
Γνῶθι οὖν σεαυτὸν πρῶτον, ὅστις ἂν ᾖς ὁ τοῦτο λέγων, ἐν γνώσει σαφῶς ἁμαρτάνοντα· εἰ γὰρ ὁμολογεῖς τῶν παθῶν τὸ σκότος τοῦ ἐν σοὶ φωτὸς κάλυμμα γίνεσθαι, ἤδη σεαυτὸν ἐν πρώτοις καταλέγεις καὶ κατηγορεῖς, ὅτι οἶδας ἐν σκότει καθῆσθαι καὶ δουλεύειν τοῖς πάθεσι, καὶ ἐξουσίαν λαβὼν τέκνον γενέσθαι Θεοῦ, ἤτοι φωτός, καὶ χρηματίσαι ἡμέρας υἱός, ἄπρακτος ὢν σὺ καὶ ἀργός, ἐν νυκτὶ διάγεις, διαναστῆναι πρὸς ἐργασίαν τῶν ἐντολῶν τοῦ Θεοῦ καὶ ἀποδιῶξαι τὸ νέφος τῶν παθῶν μὴ βουλόμενος, ἀλλ’ ὡς ἐν βορβόρῳ, τῇ σῇ ῥυπαρᾷ καρδίᾳ, τὸν ἐκ τῶν οὐρανῶν κατελθόντα διὰ τὴν σωτηρίαν τὴν σὴν παρορᾷς κείμενον.
Διὰ τοῦτο τοίνυν τάδε λέγει τὸ φῶς· «Ἐκ τοῦ στόματός σου κρινῶ σέ, πονηρὲ δοῦλε, ὅτι ἐλθόντα με, ὡς σὺ λέγεις, καὶ ἐνοικήσαντα ἐν σοὶ τὸν ταῖς ἄνω ἀπρόσιτον τάξεσι, τοῦτο γινώσκων αὐτός, ἔασας μὲ ὑπὸ τὸ σκότος κεῖσθαι κεχωσμένον τῶν σῶν κακῶν, καθὰ δὴ τοῦτο λέγεις αὐτός· καὶ ἐπὶ τοσούτους χρόνους ἐγκαρτερήσαντός μου καὶ τὴν μετάνοιάν σου ἐκδεχομένου καὶ τὴν ἐργασίαν τῶν ἐντολῶν μου προσαναμένοντος, οὐκ ἠβουλήθης μέχρι τέλους κἂν ποσῶς ἐκζητῆσαί με, οὐδὲ συμπνιγόμενον καὶ στενοχωρούμενον ἐν σοὶ ᾤκτειρας, οὐδὲ εὑρεῖν με τὴν δραχμὴν ἣν ἀπώλεσα, σέ, ἔασας διὰ τὸ μὴ ἐαθῆναί με ἀναφθῆναι καὶ θεάσασθαί σε καὶ ὑπὸ σοῦ θεαθῆναι, ἀλλ’ ὑπὸ τῶν ἐν σοὶ παθῶν ἀεὶ συγκαλύπτεσθαι. Ἄπελθε τοιγαροῦν ἀπ’ ἐμοῦ, ἐργάτα τῆς ἀνομίας, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, ἐπειδὴ τὴν σὴν ἐπιστροφὴν καὶ μετάνοιαν ἐπείνασα, καὶ οὐκ ἔδωκάς μοι φαγεῖν· ἐδίψησα τὴν σωτηρίαν σου, καὶ οὐκ ἔδωκάς μοι πιεῖν· γυμνὸς ἤμην τῶν σῶν ἐναρέτων πράξεων, καὶ οὐκ ἐνέδυσάς με αὐτάς· ἐν φυλακῇ στενωτάτῃ καὶ ῥυπώσῃ καὶ σκοτεινῇ τῆς σῆς καρδίας ὑπῆρχον, καὶ ἐπισκέψασθαι ἢ εἰς φῶς ἐξαγαγεῖν με οὐκ ἠβουλήθης· ἐν ἀσθενείᾳ τῆς σῆς ῥᾳθυμίας καὶ ἀπραξίας κατακείμενόν με ἐγίνωσκες, καὶ οὐ διηκόνησάς μοι διὰ τῶν ἀγαθῶν σου ἔργων καὶ πράξεων. Λοιπὸν ἄπελθε ἀπ’ ἐμοῦ.»
Ταῦτα τοιγαροῦν ἐρεῖ, καὶ νῦν ὁ Κύριος λέγει, πρὸς τοὺς λέγοντας ἐν ἑαυτοῖς μὲν ἔχειν τὸ Πνεῦμα τὸ ἅγιον, ὑπὸ δὲ τοῦ σκότους τῶν παθῶν αὐτῶν καλυπτόμενόν τε καὶ σκεπαζόμενον καὶ μηδὲ ὁρώμενον τοῖς νοεροῖς τῆς ψυχῆς αὐτῶν ὀφθαλμοῖς. Πρὸς δέ γε τοὺς λέγοντας μὲν γινώσκειν αὐτόν, ὁμολογοῦντας δὲ μὴ βλέπειν τὸ τῆς θεότητος αὐτοῦ φῶς, ταῦτά φησιν· «Εἰ ἐγνώκειτέ με, ὡς φῶς με ἐγνώκειτε ἄν· φῶς γὰρ ὄντως ἐγὼ τοῦ κόσμου εἰμί.» Ἀλλ’ οὐαὶ οἱ λέγοντες· πότε ἡ ἡμέρα Κυρίου ἐλεύσεται; καὶ ταύτην καταλαβεῖν μὴ σπουδάζοντες. Ἡ γὰρ παρουσία τοῦ Κυρίου εἰς τοὺς πιστοὺς γέγονε καὶ ἀεὶ γίνεται καὶ εἰς πάντας τοὺς βουλομένους ἐφέστηκεν. Εἰ γὰρ ἐκεῖνος τὸ φῶς τοῦ κόσμου ἐστὶ καὶ τοῖς αὐτοῦ ἀποστόλοις εἶπε μεθ’ ἡμῶν ἕως τῆς συντελείας συνέσεσθαι, πῶς, μεθ’ ἡμῶν ὤν, ἐλεύσεται;
Οὐδαμῶς. Οὐ γάρ ἐσμεν υἱοὶ σκότους καὶ υἱοὶ νυκτός, ἵνα τὸ φῶς ἡμᾶς καταλάβῃ, ἀλλ’ υἱοὶ φωτὸς καὶ υἱοὶ τῆς τοῦ Κυρίου ἡμέρας· ὅθεν καὶ ζῶντες ἐν τῷ Κυρίῳ ἐσμὲν καὶ ἀποθνῄσκοντες ἐν αὐτῷ καὶ σὺν αὐτῷ ζήσομεν, καθὼς ὁ Παῦλός φησι.
Περὶ τούτου γὰρ καὶ ὁ θεολόγος οὕτω λέγει Γρηγόριος· «Ὅπερ ἐστὶ τοῖς αἰσθητοῖς ἥλιος, τοῦτο τοῖς νοητοῖς Θεός.» Οὗτος γὰρ ἔσται καὶ ὁ μέλλων αἰὼν καὶ ἡ ἀνέσπερος ἡμέρα καὶ βασιλεία οὐρανῶν, νυμφὼν καὶ παστὰς καὶ γῆ πραέων καὶ θεῖος παράδεισος καὶ βασιλεὺς καὶ διάκονος, καθὼς αὐτὸς οὕτως εἴρηκε· «Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος αὐτῶν εὑρήσει γρηγοροῦντας· ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι ἀνακλινεῖ αὐτοὺς καὶ περιζωσάμενος διακονήσει αὐτοῖς.» Ταῦτα οὖν πάντα καὶ τούτων ἕτερα πλείονα, ἃ οὐκ ἐξόν τινι ἀριθμήσασθαι, τοῖς αὐτῷ πιστεύουσι γενήσεται ὁ Χριστὸς οὐκ ἐν τῷ μέλλοντι μόνον αἰῶνι, ἀλλὰ πρῶτον ἐν τῷδε τῷ βίῳ, εἶθ’ ὕστερον καὶ ἐν τῷ αἰῶνι τῷ μέλλοντι.
Εἰ καὶ ἐνταῦθα μὲν ἀμυδρότερον κἀκεῖ τελεώτερον, πλὴν ὅμως πάντων τῶν ἐκεῖ ἀπ’ ἐντεῦθεν ἤδη τὰς ἀπαρχὰς οἱ πιστοὶ βλέπουσι τρανῶς καὶ λαμβάνουσιν· οὔτε γὰρ τὰς ἐπαγγελίας ἁπάσας ἐνταῦθα ἀπολαμβάνουσιν, οὔτε, ἐκεῖ τὸ πᾶν ἐλπίζοντες, μένουσιν, ἐνταῦθα ὄντες, τῶν μελλόντων ἀγαθῶν ἄμοιροί τε καὶ ἄγευστοι.
Ἀλλ’ ἐπείπερ διὰ θανάτου καὶ τῆς ἀναστάσεως τὴν βασιλείαν ἡμῖν ὁ Θεὸς καὶ τὴν ἀφθαρσίαν καὶ πᾶσαν τὴν αἰώνιον ζωὴν δοῦναι ᾠκονομήσατο, ψυχικῶς μὲν ἀπ’ ἐντεῦθεν ἤδη κοινωνοὶ καὶ μέτοχοι τῶν μελλόντων ἀγαθῶν ἀναμφιβόλως γινόμεθα, οἷον ἄφθαρτοι καὶ ἀθάνατοι καὶ υἱοὶ Θεοῦ καὶ υἱοὶ φωτὸς καὶ υἱοὶ ἡμέρας καὶ κληρονόμοι τῆς βασιλείας τῶν οὐρανῶν, ὡς αὐτὴν ἐκείνην ἐντὸς ἡμῶν δηλονότι περιφέροντες—ταῦτα γὰρ πάντα ἀπ’ ἐντεῦθεν ἤδη ἐν αἰσθήσει ψυχῆς καὶ γνώσει λαμβάνομεν, εἰ μή τι ἀδόκιμοι τῇ πίστει ἢ ἐλλιπεῖς ἐν τῇ τῶν θείων ἐντολῶν ἐργασίᾳ ἐσμέν—, σωματικῶς δὲ οὐκέτι, ἀλλὰ φθαρτὸν αὐτό, ὡς ὁ Χριστὸς καὶ Θεὸς πρὸ τῆς ἀναστάσεως, περιφέρομεν, καὶ παρ’ αὐτοῦ ἐμπεριεχόμενοι καὶ δεσμούμενοι τὴν ψυχήν, οὐ χωροῦμεν νῦν τὴν ἀποκαλυπτομένην ὅλην ἡμῖν εἰσδέξασθαι δόξαν, ἀλλὰ τὸ ἄρρητον πέλαγος τῆς δόξης ἐνοπτριζόμενοι, ῥανίδα βλέπειν ἐκείνου μίαν ἡγούμεθα καὶ διὰ τοῦτο ἐν ἐσόπτρῳ λέγομεν ἄρτι βλέπειν καὶ ἐν αἰνίγματι, πλὴν ὁμοίους ἡμᾶς ἑαυτοὺς πνευματικῶς ὁρῶμεν ἐκείνου τοῦ παρ’ ἡμῶν ὁρωμένου καὶ ἡμᾶς βλέποντος κατὰ τὴν παροῦσαν ζωήν· μετὰ δὲ τὴν ἀνάστασιν, καὶ αὐτὸ τὸ σῶμα πνευματικόν· ὡς αὐτὸς ἐκεῖνος ἐκ τοῦ μνημείου τοῦτο ἀλλοιώσας θεϊκῇ δυνάμει ἀνέστησεν, οὕτω καὶ ἡμεῖς πάντες τοῦτο ληψόμεθα πνευματικὸν καὶ οἱ ὁμοιωθέντες αὐτῷ πρότερον ψυχικῶς ὁμοιωθησόμεθα αὐτῷ καὶ τότε σωματικῶς τε ἅμα καὶ ψυχικῶς, τουτέστιν ὅμοιοι αὐτῷ ἐσόμεθα, ἄνθρωποι τῇ φύσει, θεοὶ τῇ χάριτι, καθὰ δὴ καὶ αὐτὸς ἐκεῖνος Θεὸς τῇ φύσει, ἄνθρωπος τῇ ἀγαθότητι ἐχρημάτισεν.
Οἱ δὲ τὸ μυστήριον τοῦτο ἀκριβῶς ἐπιστάμενοι, πῶς μὴ ποθοῦσι καὶ ἐπιθυμοῦσι τὸν θάνατον, καθώς φησιν ὁ Ἀπόστολος· «Οἱ δὲ ἐν τῷ σκήνει τούτῳ ὄντες στενάζομεν, τὴν ἀποκάλυψιν ἀπεκδεχόμενοι τῶν υἱῶν τοῦ Θεοῦ.» Καὶ γὰρ εἰ μὴ τοῦτό ἐστι μηδὲ ἀπ’ ἐντεῦθεν ἐν σώματι ὄντες τῶν αἰωνίων ἀγαθῶν ἐν μετοχῇ καὶ κοινωνίᾳ γινόμεθα μηδὲ τὴν χάριν λαμβάνομεν οἱ ἐκλεκτοί, λοιπὸν καὶ ὁ Χριστὸς αὐτὸς προφήτης ἐστὶ καὶ οὐ Θεός· ἀλλὰ καὶ πάντα ὅσα τὸ αὐτοῦ εὐαγγέλιον λέγει, προφητεία περὶ μελλόντων ἐστὶ καὶ οὐχὶ δωρεὰ χάριτος· ὁμοίως δὲ καὶ οἱ ἀπόστολοι προφητείαν ἐνεχειρίσθησαν, ἀλλ’ οὐχὶ τῶν προφητευθέντων ἐκπλήρωσιν, οὐδὲ ἔλαβόν τι ἐκεῖνοι οὐδὲ ἑτέροις μετέδωκαν. Ἀλλ’ ὢ τῆς ἀγνοίας τῶν οὕτως ἐχόντων καὶ τῆς σκοτώσεως! Λόγοι λοιπὸν κατ’ αὐτούς ἐστι διακενεῖς ἡ πίστις ἡμῶν, ἔργων ἔρημοι. Εἰ γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις ἐπέφανε λόγῳ μόνῳ καὶ οὐ πράγματι, καὶ οὕτω γεγονέναι νομίζομεν τὸ μυστήριον τῆς πίστεως ἡμῶν, τίς ἡμῶν ἀθλιώτερος; Εἰ τὸ φῶς τοῦ κόσμου ὁ Χριστός ἐστι καὶ Θεός, παρὰ μηδενὸς δὲ τῶν ἀνθρώπων τοῦτον ἀδιαλείπτως ὁρᾶσθαι πιστεύομεν, τίς ἄρα ἡμῶν ἀπιστότερος;
Εἰ τοίνυν αὐτὸς φῶς ἐστι, τοὺς δὲ ἐνδιδυσκομένους αὐτὸν μὴ ἐπαισθάνεσθαι λέγομεν, τί νεκροῦ διαφέρομεν; Εἰ δὲ αὐτὸς μὲν ἡ ἄμπελος, ἡμεῖς δὲ τὰ κλήματα, ἐὰν μὴ τὴν πρὸς αὐτὸν γινώσκομεν πάντως ἕνωσιν, ἄψυχοι καὶ ἄκαρποι καὶ ξύλα ξηρά, ὕλη πυρὸς ἀσβέστου τυγχάνομεν. Εἰ δὲ καὶ οἱ τρώγοντες αὐτοῦ τὴν σάρκα καὶ πίνοντες αὐτοῦ τὸ αἷμα ζωὴν αἰώνιον ἔχουσι κατὰ τὸ θεῖον αὐτοῦ λόγιον, ταῦτα δὲ ἡμεῖς ἐσθίοντες οὐδὲν τῆς αἰσθητῆς τροφῆς πλέον γενόμενον ἐν ἡμῖν αἰσθανόμεθα οὐδὲ ζωὴν ἄλλην ἐν γνώσει λαμβάνομεν, ἄρτον λοιπὸν μόνον ψιλόν, οὐχὶ δὲ καὶ Θεὸν μετελάβομεν. Εἰ γὰρ Θεὸς καὶ ἄνθρωπος ὁ Χριστός, καὶ ἡ ἁγία σὰρξ αὐτοῦ οὐ σὰρξ μόνον, ἀλλὰ σὰρξ καὶ Θεὸς ἀχωρίστως, ἀλλὰ καὶ ἀσυγχύτως, ὁρατὸς μὲν τῇ σαρκὶ εἴτ’ οὖν τῷ ἄρτῳ τοῖς αἰσθητοῖς ὀφθαλμοῖς ὑπάρχων, ἀόρατος δὲ τῇ θεότητι τοῖς αἰσθητοῖς, τοῖς δέ γε τῆς ψυχῆς ὄμμασι καθορώμενος. Διὸ καὶ ἀλλαχοῦ· «Ὁ τρώγων μου τὴν σάρκα» φησί «καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ.» Καὶ οὐκ εἶπεν, ἐν αὐτοῖς μένει καὶ αὐτὰ ἐν αὐτῷ, ἀλλ’ ἐν ἐμοί, τουτέστιν ἐν τῇ ἐμῇ δόξῃ, ἐν τῷ ἐμῷ φωτί, ἐν τῇ ἐμῇ θεότητι. «Ἐγὼ γάρ, φησίν, ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ ἐγὼ ἐν ὑμῖν καὶ ὑμεῖς ἐν ἐμοί.» Εἰ οὖν ταῦτα πάντα ἀγνώστως καὶ ἀναισθήτως γίνεσθαι νομίζομεν ἐν ἡμῖν, τίς τὴν ἡμῶν ἀναισθησίαν ἀξίως ἄρα θρηνήσειεν; Ὄντως οὐδείς.
Ἀλλὰ μακάριοι οἱ, ὡς φῶς ἐλθόντα, τὸν Χριστὸν ἐν τῷ σκότει δεξάμενοι, ὅτι αὐτοὶ υἱοὶ φωτὸς καὶ ἡμέρας ἐγένοντο. Μακάριοι οἱ τὸ φῶς αὐτοῦ νυνὶ ἐνδυσάμενοι, ὅτι τὸ τοῦ γάμου ἤδη περιεβάλοντο ἔνδυμα· οἳ οὐ δεθήσονται χεῖρας ἢ πόδας, οὐδὲ εἰς τὸ πῦρ τὸ αἰώνιον ἐμβληθήσονται.
Μακάριοι οἱ ἐν σώματι τὸν αὐτὸν Χριστὸν θεασάμενοι, τρισμακάριοι δὲ οἱ νοερῶς αὐτὸν καὶ πνευματικῶς ἰδόντες καὶ προσκυνήσαντες, ὅτι εἰς τὸν αἰῶνα οὐ μὴ ὄψονται θάνατον. Καὶ μὴ ἀπίστει τοῦτο, ὁρῶν καὶ ἐν τοῖς ἐπιγείοις τοῦτο γινόμενον· οἱ γὰρ τὸν ἐπὶ γῆς βασιλέα ἰδεῖν καταξιωθέντες κατάδικοι, τῆς ἐπὶ θάνατον ἀγούσης ἀποφάσεως εὐθὺς ἀπαλλάσσονται.
Μακάριοι οἱ τὸν Χριστὸν καθ’ ἑκάστην μετὰ τοιαύτης ἐσθίοντες θεωρίας καὶ γνώσεως, ὡς Ἡσαΐας ὁ προφήτης τὸν ἄνθρακα, ὅτι αὐτοὶ καθαρθήσονται ἀπὸ παντὸς ῥύπου ψυχῆς τε καὶ σώματος. Μακάριοι οἱ καθ’ ὥραν τοῦ ἀρρήτου φωτὸς γευόμενοι τῷ στόματι τοῦ νοὸς αὐτῶν, ὅτι αὐτοὶ ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσουσι καὶ τὸν ἅπαντα χρόνον ἐν εὐφροσύνῃ διατελέσουσι.
Μακάριοι οἱ τὸ φῶς τοῦ Κυρίου ὡς αὐτὸν ἐκεῖνον ἀπ’ ἐντεῦθεν ἤδη γνωρίσαντες, ὅτι αὐτοὶ ἀνεπαισχύντως αὐτῷ ἐν τῷ αἰῶνι τῷ μέλλοντι παραστήσονται. Μακάριοι οἱ ἐν τῷ φωτὶ τοῦ Χριστοῦ διάγοντες πάντοτε, ὅτι αὐτοὶ καὶ νῦν καὶ εἰς τοὺς αἰῶνας ἀδελφοὶ καὶ συγκληρονόμοι αὐτοῦ εἰσί τε καὶ ἀεὶ ἔσονται.
Μακάριοι οἱ τὸ φῶς ἐν τῇ ἑαυτῶν καρδίᾳ νυνὶ ἀνάψαντες καὶ ἄσβεστον τοῦτο διαφυλάξαντες, ὅτι αὐτοὶ τῷ νυμφίῳ ἐν τῇ τοῦ βίου ἐξόδῳ φαιδροὶ προσυπαντήσουσι καὶ μετ’ αὐτοῦ εἰς τὸν νυμφῶνα λαμπαδοῦχοι συνεισελεύσονται.
Μακάριοι οἱ μὴ ἐν ἑαυτοῖς λογισάμενοι ὅτι οὐχὶ ἀπ’ ἐντεῦθεν ἤδη οἱ ἄνθρωποι τὴν πληροφορίαν τῆς ἑαυτῶν σωτηρίας, ἀλλ’ ἐν τῇ ἐξόδῳ τοῦ βίου, ἢ καὶ μετὰ τὴν ἔξοδον, ταύτην λαμβάνουσιν, ὅτι αὐτοὶ ταύτην νυνὶ λαβεῖν ἀγωνίσονται.
Μακάριοι οἱ ἐπὶ μηδενὶ τῶν εἰρημένων διστάζοντες ἢ ψευδὲς εἶναι τοῦτο ὑπονοήσαντες, ὅτι αὐτοί, εἰ καὶ μηδὲν τούτων ἔχουσιν, ὅπερ ἀπεύχομαι, ἀλλά γε πάντως σπουδάσουσι κτήσασθαι. Μακάριοι οἱ ὅλῃ ψυχῇ ἐκζητοῦντες ἐλθεῖν πρὸς τὸ φῶς, τῶν ἄλλων ἁπάντων καταφρονήσαντες, ὅτι, εἰ καὶ μὴ φθάσουσιν ἔτι ἐν σώματι ὄντες εἰσελθεῖν εἰς τὸ φῶς, ἀλλ’ οὖν γε ἴσως ἐλπίσι χρησταῖς ἐκδημήσουσι καὶ ἐν αὐτῷ, μετρίως μέν, ὅμως γενήσονται.
Μακάριοι οἱ ἀεὶ πικρῶς διὰ τὰ αὐτῶν ἁμαρτήματα κλαίοντες, ὅτι αὐτοὺς τὸ φῶς καταλάβῃ καὶ τὰ πικρὰ δάκρυα εἰς γλυκέα μεταποιήσει. Μακάριοι οἱ τῷ θείῳ φωτὶ αὐγαζόμενοι καὶ τὴν ἑαυτῶν ἀσθένειαν βλέποντες καὶ τὸ δυσειδὲς τῆς ψυχικῆς αὐτῶν στολῆς κατανοοῦντες, ὅτι αὐτοὶ ἀενάως κλαύσονται καὶ τοῖς ὀχετοῖς τῶν δακρύων ἀποπλυνθήσονται.
Μακάριοι οἱ τῷ θείῳ φωτὶ πλησιάσαντες καὶ ἐνδὸν αὐτοῦ εἰσελθόντες καὶ φῶς ὅλοι γενόμενοι, συγκραθέντες αὐτῷ, ὅτι αὐτοὶ τὴν ῥυπαρὰν τελείως στολὴν ἀπεδύσαντο καὶ οὐκέτι πικρὰ δάκρυα κλαύσονται. Μακάριοι οἱ τὸ ἑαυτῶν ἔνδυμα ὡς τὸν Χριστὸν ἐκλάμποντα βλέποντες, ὅτι αὐτοὶ ἀνεκφράστου χαρᾶς καθ’ ὥραν πλησθήσονται καὶ ἐν ἐκπλήξει γλυκέως δακρύσουσιν, υἱοὺς καὶ συμμετόχους ἑαυτοὺς ἤδη γεγονότας τῆς ἀναστάσεως τεκμαιρόμενοι.
Μακάριοι οἱ διηνεκῶς τὸ νοερὸν ὄμμα ἀνεῳγμένον ἔχοντες καὶ ἐν πάσῃ εὐχῇ τὸ φῶς καθορῶντες καὶ στόμα πρὸς στόμα συλλαλοῦντες αὐτῷ, ὅτι αὐτοὶ ἰσότιμοι τῶν ἀγγέλων, εἰ τολμηρὸν δὲ εἰπεῖν, καὶ ὑπὲρ ἀγγέλους ἐγένοντο καὶ γενήσονται· ἐκεῖνοι γὰρ ὑμνοῦσιν, οὗτοι δὲ ἐντυγχάνουσιν.
Εἰ δὲ τοιοῦτοι ἐγένοντο καὶ ἀεὶ γίνονται, ἔτι περιόντες τῷ βίῳ καὶ τῇ τῆς σαρκὸς φθορᾷ ἐμπεδούμενοι, ὁποῖοι ἂν μετὰ τὴν ἀνάστασιν καὶ μετὰ τὸ ἀπολαβεῖν τὸ πνευματικὸν ἐκεῖνο καὶ ἄφθαρτον σῶμα ἔσονται; Πάντως οὐκ ἀγγέλων μόνον ἴσοι, ἀλλὰ καὶ τοῦ τῶν ἀγγέλων δεσπότου ὅμοιοι, καθὼς γέγραπται· «Οἴδαμεν δέ, φησίν, ὅτι, ὅταν ἀποκαλυφθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα.» Μακάριος ὁ μοναχὸς ἐκεῖνος ὁ ἐν εὐχῇ τῷ Θεῷ παριστάμενος καὶ βλέπων αὐτὸν καὶ βλεπόμενος παρ’ αὐτοῦ καὶ ἔξω τοῦ κόσμου γεγονότα ἑαυτὸν αἰσθανόμενος, ὄντα δὲ ἐν τῷ Θεῷ μόνῳ, καὶ μὴ δυνάμενος γνῶναι εἴτε ἐν σώματι εἴτε ἐκτὸς τυγχάνει τοῦ σώματος, ὅτι αὐτὸς ἀκούσει ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι, καὶ ἴδῃ ἃ ὀφθαλμὸς οὐκ εἶδεν, οὐδὲ οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου σαρκίνην ἀνέβη.
Μακάριος ὁ τὸ φῶς τοῦ κόσμου ἐν ἑαυτῷ μορφωθὲν θεασάμενος, ὅτι αὐτὸς ὡς ἔμβρυον ἔχων τὸν Χριστόν, μήτηρ αὐτοῦ λογισθήσεται, καθὼς αὐτὸς ἐκεῖνος ὁ ἀψευδὴς ἐπηγγείλατο· «Μήτηρ μου» λέγων «καὶ ἀδελφοὶ καὶ φίλοι οὗτοί εἰσι.» Ποῖοι; «Οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ ποιοῦντες αὐτόν.» Ὥστε οἱ μὴ τηροῦντες τὰς ἐντολάς, ἑαυτοὺς τῆς τοιαύτης χάριτος ἑκουσίως ἀποστεροῦσιν, ἐπεὶ δυνατὸν τὸ πρᾶγμα καὶ ἦν καὶ ἔστι καὶ ἔσεται καὶ ἐγένετο καὶ γίνεται καὶ εἰς πάντας τοὺς τὰ προστάγματα αὐτοῦ ἐκπληροῦντας γενήσεται.
Ἵνα δὲ μὴ καταλιπόντες τοῦτο ἀμάρτυρον, ἀφ’ ἑαυτῶν τι λέγειν καὶ τὰ ὄντα ἀδύνατα ὡς δυνατὰ δογματίζειν ὑποπτευθῶμεν, αὐτὸν καὶ αὖθις τὸν μακάριον Παῦλον, τὸ τοῦ Χριστοῦ στόμα, εἰς μέσον ὑμῖν παραγάγωμεν, τοῦτο παριστῶντα τρανῶς ἐν τῷ λέγειν· «Τεκνία, οὓς πάλιν ὠδίνω ἄχρις οὗ Χριστὸς μορφωθῇ ἐν ὑμῖν.» Ἄρα ποῦ λέγων αὐτὸν ἢ ἐν ποίῳ τόπῳ καὶ μέρει τοῦ σώματος ἡμῶν μορφωθήσεσθαι, ἐν τῷ μετώπῳ, ἀλλὰ ἐν τῷ προσώπῳ ἢ τῷ στήθει τοῦτον λογίζεσθε; Οὔμενουν, ἀλλὰ ἔνδον, ἐν τῇ καρδίᾳ ἡμῶν. Μὴ δὲ καὶ σωματικῶς μορφοῦσθαι αὐτὸν ὑπελάβετε;
Ἄπαγε, ἀλλὰ μορφοῦται μέν, ἀσωμάτως δὲ καὶ ὡς Θεῷ πρέπον ἐστί. Πλὴν ὥσπερ γινώσκει ἡ γυνὴ σαφῶς, ὅταν ἔγγυός ἐστιν, ὅτι σκιρτᾷ τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς καὶ οὐκ ἄν ποτε ἀγνοήσῃ ὅτι αὐτὸ ἔνδον ἔχει ἐν ἑαυτῇ, οὕτω καὶ ὁ τὸν Χριστὸν ἔχων μεμορφωμένον ἐν ἑαυτῷ καὶ τὰς κινήσεις ἤτοι ἐλλάμψεις αὐτοῦ γινώσκει καὶ τὰ σκιρτήματα ἤτοι τὰς ἀστραπὰς αὐτοῦ ὅλως οὐκ ἀγνοεῖ καὶ τὴν μόρφωσιν αὐτοῦ ἐν ἑαυτῷ καθορᾷ· οἷον τὸ φῶς τῆς λαμπάδος ἔνδοθεν ἐν τῷ κατόπτρῳ δείκνυται, οὐκ ἐν φαντάσματι ἀνυποστάτῳ καθάπερ ἐκεῖνό ἐστιν, ἀλλ’ ἐν φωτὶ ἐνυποστάτως καὶ οὐσιωδῶς δεικνύμενον, ἐν μορφῇ ἀμόρφῳ καὶ ἐν ἀνιδέῳ ἰδέᾳ ἀοράτως ὁρώμενον καὶ ἀκατανοήτως κατανοούμενον.
Οὕτως οὖν ἡ ἀκαταληψία καταλαμβάνεται τῆς πίστεως ἡμῶν, ὦ ἀδελφοί. Οὕτω παρ’ οἷς ἂν ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἐν ἁγίῳ Πνεύματι παραγένωνται καὶ μονὴν ἐπ’ ἀληθείας ποιήσωσι, καθορῶνται καὶ κατανοοῦνται ἀναμφιβόλως, ἀπαραλλάκτως, ἐν ἑνὶ φωτί, καθὼς εἴπομεν, γινωσκόμενοι.
Πλὴν ὥσπερ ὁ καταδιώκων τινὰ φεύγοντα, κἂν ἐγγὺς αὐτοῦ καὶ κατὰ πόδας εἶναι νομίζῃ καὶ ἤδη δοκῇ ἅπτεσθαι καὶ ἄκροις δακτύλοις προσεγγίζειν αὐτῷ, οὐ δύναται ἐγκρατὴς γενέσθαι αὐτοῦ, παρὰ τρίχα τὸ δὴ λεγόμενον ὤν, οὕτως οὐδέ, ἐὰν λογισμόν τινα μικρὸν ἢ συνδυασμόν, ἀπιστίας, λέγω, ἢ διψυχίας ἢ δειλίας, ἢ τὸ οἱονοῦν πάθος ἐν ἀμελείᾳ καὶ ῥᾳθυμίᾳ ἕξομεν, ἢ καὶ πράγματός τινος μικροῦ καὶ ἐλαχίστου εἰ ὅλως ἀντιποιησόμεθα, οὐκ ἂν θεότητος κοινωνοὶ γενησόμεθα, οὐκ ἂν εἰς τὸ ὕψος τῆς δόξης ταύτης ἀναχθησόμεθα.
Ὡς γὰρ τὸ παρὰ τρίχα ἐκεῖ, οὕτω καὶ τὸ μικρὸν τοῦτο ἐπὶ τῶν πνευματικῶν γίνεται. Καὶ εἰ μὴ τελέως καὶ αὐτῆς τῆς ψυχῆς ἡμῶν καὶ τοῦ σώματος, ὡς ἐπὶ μαρτύριον κληθέντες, καταφρονήσωμεν καὶ πρὸς πᾶσαν τιμωρίαν καὶ πάντα θάνατον ὅλους ἑαυτοὺς καὶ τὰς ψυχὰς ἡμῶν ἐκδώσομεν, μηδὲ μιμνησκόμενοί τινος τῶν πρὸς ζωὴν καὶ σύστασιν τοῦ φθαρτοῦ τούτου σώματος, μή τί γε μεριμνῶντες, οὐκ ἂν φίλοι καὶ ἀδελφοί, οὐκ ἂν συμμέτοχοι καὶ συγκληρονόμοι, οὐδὲ τῶν εἰρημένων μυστηρίων Θεοῦ ἐν θεωρίᾳ καὶ γνώσει καὶ πείρᾳ γενώμεθα.
Διά τοι τοῦτο ὁ μὴ πρὸς ταῦτα φθάσασαι καταξιωθεὶς καὶ τῶν τοιούτων ἐν κατασχέσει γενέσθαι καλῶν ἑαυτοῦ καταγινωσκέτω μόνου καὶ μὴ λεγέτω, προφασιζόμενος προφάσεις ἐν ἁμαρτίαις, ὅτι ἀδύνατον τὸ πρᾶγμα, ἢ ὅτι γίνεται μέν, ἀγνώστως δέ· ἀλλὰ γινωσκέτω πληροφορούμενος ἀπὸ τῶν θείων Γραφῶν, ὅτι τὸ μὲν πρᾶγμα δυνατὸν καὶ ἀληθές ἐστιν, ἔργῳ γινόμενον καὶ γνωστῶς ἐνεργούμενον, τῇ δὲ ἀργίᾳ καὶ ἐλλείψει τῶν ἐντολῶν αὐτὸς ἑαυτὸν ἕκαστος τῶν τοιούτων κατὰ ἀναλογίαν ἀποστερεῖ ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, ἐντεῦθεν μὲν γευσαμένους καὶ γνόντας ὅτι χρηστὸς ὁ Κύριος, ἐκεῖθεν δὲ ὅλον ὀψομένους αὐτὸν καὶ εἰς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων συνευφραινομένους αὐτῷ· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.