Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Ἠθικαὶ ὁμιλίαι

Συμεὼν ὁ Νέος Θεολόγος

Λόγος ΙΑ': Η ζωοποιός νέκρωση και η ποιμαντική ευθύνη

Η απόκτηση των αρετών, η πνευματική προσευχή και ο κίνδυνος της φιλαρχίας για όσους αναλαμβάνουν εκκλησιαστικές εξουσίες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 11 από 15

ΛΟΓΟΣ ΙΑʹ Περὶ τῆς ζωοποιοῦ νεκρώσεως τοῦ Ἰησοῦ καὶ Θεοῦ τῆς ἀεὶ γινομένης εὐαισθήτως ἐν τοῖς τελείοις. Καὶ ὅτι ἡ κτῆσις τῶν ἀρετῶν αἵματι ἀγοράζεται· καὶ τίνα τῶν ἀρετῶν τὰ καταγώγια καὶ ὅτι ὁ μὴ διὰ τῆς πρώτης βαθμίδος κατὰ τάξιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ἀνερχόμενος οὐδαμῶς εἰσελεύσεται εἰς αὐτήν. Ὅτι ἐν τοῖς τελείοις χαρὰ καὶ ἀγαλλίασίς ἐστι, καὶ οὐ δάκρυον, καὶ βρύουσι τῆς θεολογίας τὰ ῥεῖθρα. Καὶ πρὸς τὸ τέλος, ὅτι οὐ δεῖ ἐπιπηδᾶν ταῖς ἀρχαῖς ἄνευ τῆς πληροφορούσης τὰς καρδίας ἡμῶν χάριτος, τῆς ἐπὶ τὸ ποιμαίνειν καλούσης τὸν λαὸν τοῦ Θεοῦ· καὶ τί τὸ ἔργον τῶν προϊσταμένων, τίς δὲ ἡ περὶ τὰ λογικὰ πρόβατα φροντίς, καὶ πῶς ὀφείλουσι ταῦτα παρὰ τῶν ποιμένων ποιμαίνεσθαι.

Τὰ τῆς ζωοποιοῦ νεκρώσεως τοῦ Ἰησοῦ καὶ Θεοῦ καὶ τῆς θαυμαστῆς ἐνεργείας αὐτῆς τῆς γινομένης ἀεὶ ἐν τοῖς τελείοις τὴν ἀρετὴν καὶ τὴν γνῶσιν οὐ πᾶς τις ὁ ἀκούων καὶ διαγνώσεται, εἰ καὶ τοῦτό τις οἴεται, ἀλλ’ ἐκεῖνοι μόνοι οἱ ἐπεγνωκότες καὶ κατειληφότες ἐναργῶς τὸ οὕτω λέγον τοῦ Ἀποστόλου ἱερώτατον λόγιον· «Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσι καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες καὶ οἱ χρώμενοι τῷ κόσμῳ ὡς μὴ καταχρώμενοι», οὕτω καὶ οἱ μεριμνῶντες ὡς μὴ μεριμνῶντες καὶ οἱ ἐργαζόμενοι ὡς μὴ ἐργαζόμενοι. Καὶ πάλιν· «Ὡς νεκροί, καὶ ἰδοὺ ζῶμεν, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.» Μὴ οὖν παραδράμῃς ἁπλῶς ταῦτα καὶ οὕτω πως ἐννοεῖν τὴν ἐν αὐτοῖς ἐγκεκρυμμένην δύναμιν νόμιζε, ἀλλὰ κατανόει μοι ἀκριβῶς τὴν ἔνδοθεν τῆς ψυχῆς σου διάθεσιν, ἀγαπητέ, καὶ ἀπὸ τῶν ὁρωμένων πραγμάτων παραστήσομέν σοι τῶν εἰρημένων τὴν θεωρίαν· πρόσεχε δὲ τοῖς λεγομένοις ἐν ἀκριβείᾳ.

Ὁ ἤδη νεκρὸς γεγονώς, πρὸς οὐδὲν τῶν ὁρωμένων ἐν αἰσθήσει διάκειται· καὶ ὁ μηδὲν ἔχων, πάντων ἐστέρηται, πάντων χρῄζει, πάντων ἐπιθυμεῖ· ὁ δὲ τὰ πάντα κατέχων, πρὸς ποῖον ἄλλο πρᾶγμα τοῦ βίου σχοίη τὴν ἐπιθυμίαν αὐτοῦ, συμπεριλαβὼν δηλονότι τὰ πάντα καὶ μὴ καταλείψας μηδὲν ὃ καὶ ἐπιθυμῆσαι ὀφείλει τοῦ κτήσασθαι; Ἀλλὰ μακάριος ὁ ἔργῳ ταῦτα ζητήσας, ὁ πείρᾳ καταλαβὼν καὶ ἰδὼν καὶ μαθών. Οὐ γὰρ λόγοι κενοὶ οἱ λόγοι ἡμῶν εἰσιν, ἀλλὰ καθάπερ οἰκίαι καὶ πόλεις καὶ βασίλεια ἐν ταῖς ὁδοῖς καὶ ταῖς χώραις κατὰ τόπους εἰσίν, οὕτω καὶ ἐν αὐτῇ τῇ ὁδῷ τῇ πρὸς οὐρανὸν ἀπαγούσῃ αἱ ἐντολαὶ τοῦ Θεοῦ καὶ αἱ ἀρεταὶ κατὰ σταδίους καὶ τόπους ὑπάρχουσιν. Ἡμεῖς οὖν τὰ περὶ ἐκείνων λέγομεν, καθ’ ὅσον ὁ λόγος χωρεῖ σαφηνίσαι τὰς ὁρωμένας ἐκείνας κτίσεις καὶ τὰ μεγέθη καὶ κάλλη αὐτῶν. Ὁ δέ γε ἀναγινώσκων, πῶς ἀπὸ μόνων τῶν λόγων θεωρὸς αὐτῶν τῶν πραγμάτων γενήσεται; Οὐδαμῶς, εἴποις ἄν. Εἰ δὲ θεωρὸς γενέσθαι οὐ δύναται, κύριος τούτων ἑνὸς πῶς γένηται; Ἔστι μὲν γὰρ ἰδεῖν αὐτὰ ἢ ἐξ αὐτῶν τινα μερικῶς, μὴ κτήσασθαι δέ. Τὸ μὲν γὰρ ἰδεῖν, ἢ καὶ ἀκοῦσαι καὶ ἑτέροις πάλιν τὰ ἀκουσθέντα εἰπεῖν, ῥᾴδιον τοῖς πᾶσιν ὑπάρχει καὶ εὔκολον, τὸ δὲ κτήσασθαί τι τῶν τοιούτων τιμήματος ἀγοράζεται.

Τὸ δὲ εἰς ἀγορὰν τῶν τοιούτων διδόμενον οὐ χρυσίον ἐστίν, ἀλλ’ οὐδὲ ἀργύριον, αἷμα δέ· αἵματι γὰρ ταῦτα ἕκαστος ἡμῶν τῶν βουλομένων ἕνα καθ’ ἕνα ἐξαγοράζεται. Ἐν ἀληθείᾳ γάρ, εἰ μή τις ὡς πρόβατον σφαγιασθῇ ὑπὲρ μιᾶς καὶ τῆς τυχούσης ἀρετῆς καὶ τὸ αἷμα ἐκχέῃ τὸ ἴδιον ὑπὲρ αὐτῆς, οὐ κτήσεται ταύτην ποτέ· διὰ θανάτου γὰρ τοῦ κατὰ πρόθεσιν ᾠκονόμησεν ὁ Θεὸς τὴν ζωὴν λαμβάνειν ἡμᾶς τὴν αἰώνιον. Θάνε καὶ ζήσῃ. Οὐ βούλει; καὶ ἰδοὺ σὺ νεκρός.

Ἀλλ’ ἴδωμεν τὰς μονὰς καὶ οἰκίας τῶν ἀρετῶν ποῖαί εἰσι καὶ τίνες, ὑπὲρ ὧν ὀφείλει τις κενοῦν τὸ αἷμα αὐτοῦ εἰς τὴν κτῆσιν αὐτῶν. Ἔστιν οὖν οἰκία πρώτη ἡ μακαρία ταπείνωσις· «Μακάριοι γάρ, φησίν, οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Ὁ τοίνυν βουλόμενος εἰσελθεῖν εἰς τὴν οἰκίαν ταύτην καὶ σὺν αὐτῇ κτήσασθαι τὴν βασιλείαν τῶν οὐρανῶν, εἰ μὴ πρὸ τῶν πυλῶν αὐτῆς, ὥσπερ κριός, δεδεμένος χεῖρας καὶ πόδας αὐτοῦ, εἰς σφαγὴν ἑαυτὸν πᾶσι τοῖς βουλομένοις πρῶτον ἐκδῷ καὶ κατατυθήσεται καὶ τελείως τεθνήξεται, τὸ οἰκεῖον αὐτοῦ ἀποκτείνας θέλημα, οὐκ εἰσελεύσεταί ποτε ἔνδοθεν αὐτῆς, ἀλλ’ οὐδὲ κατάσχῃ αὐτήν· εἰ δὲ μὴ ταύτην, οὐδ’ ἑτέραν τῶν ἄλλων. Οὐκ ἔστι γὰρ τὸν ὑπερβαίνοντα ταύτην ἐν ἑτέρᾳ γενέσθαι ποτέ· ἐν τάξει γὰρ καὶ βαθμῷ ταύτας ἔθετο ὁ Θεός. Καὶ ὥσπερ νήσους τινὰς ἐν πελάγει θαλάσσης, οὕτως ἐν μέσῳ τοῦ βίου καὶ ταύτας εἶναι τὰς ἀρετὰς ἐν συνέσει νοήσεις ἀλλήλων ἀφεστηκυίας καὶ γεφύραις τισὶν οἷα δὴ συνημμένας, πάντων ἀπῳκισμέναις τῶν γηΐνων καὶ ἐξηρτημέναις καὶ ἑτέρας τῇ ἑτέρᾳ ἀσφαλῶς ἐχομέναις.

Τούτων οὖν ἁπάντων ἀρχὴ ἡ μακαρία ταπείνωσις, ἐν ᾗ ὁ εἰσελθὼν διὰ τῆς μετανοίας ἀπὸ τῆς δυτικῆς πύλης καὶ ἐνδιατρίψας ἐφ’ ἱκανὸν ἐν αὐτῇ, ἔξεισιν ἐπὶ τὴν ἀνατολικὴν θύραν καί, ἐπὶ τῇ γεφύρᾳ περιπατῶν, οὕτως ἔρχεται πρὸς τὴν τοῦ πένθους καταμονὴν καὶ οἰκίαν· κἀκεῖ ἐνδιατρίψας, λουσάμενός τε καὶ καθαρθεὶς καὶ ἐντρυφήσας τοῦ κάλλους αὐτοῦ, ἐπὶ τὸ τῆς πραότητος διέρχεται καταγώγιον· κἀκεῖθεν ἐπὶ τὸ τῆς δικαιοσύνης διψητήριόν τε καὶ πεινατήριον διαβαίνει δρομαῖος, εἶθ’ οὕτω καταλαμβάνει ἐπὶ τὸ τοῦ ἐλέους καὶ συμπαθείας παλάτιον· καὶ ὑπερβὰς τοῦτο, μᾶλλον δὲ γεγονὼς ἐντὸς τούτου, εὑρίσκει τὸ βασιλικὸν τῆς καθαρότητος ταμιεῖον· καὶ ἐν αὐτῷ γενόμενος βλέπει τὸν βασιλέα τῆς δόξης ἔνδον καθήμενον, ἐκεῖνον τὸν ἀόρατον πάσῃ τῇ κτίσει.

Νόει μοι οὖν παλάτιον μὲν τὸ σῶμα, ταμιεῖον δὲ βασιλικὸν τὴν ἑκάστου ἡμῶν τῶν ἀνθρώπων ψυχήν, ᾗ διὰ τῆς τῶν ἐντολῶν ἐργασίας συναφθεὶς ὁ Θεός, ὅλην φωτὸς θείου καὶ θεὸν αὐτὴν ἀπεργάζεται διὰ τῆς αὐτοῦ συνουσίας καὶ χάριτος.

Εἰς ταύτην δὴ τὴν θεοπρεπῆ κατάστασιν πᾶς ὁ διὰ τῆς εἰρημένης τῶν ἀρετῶν ὁδοῦ διερχόμενος ἔρχεται, ἄλλοθεν δὲ διελθεῖν καὶ ὑπερβῆναι τήνδε ἢ τήνδε τὴν οἰκίαν καὶ εἰς τὴν ἑτέραν διὰ μηχανῆς γενέσθαι τινὸς παντελῶς ἀμήχανον.

Οὕτως γὰρ ἔταξε τὴν εἴσοδον εἶναι τῆς βασιλείας τῶν οὐρανῶν ὁ δεσπότης Χριστὸς καὶ οὐκ ἔστιν ἄλλως γενέσθαι. Εἰ γὰρ ὅρια ἑαυτῆς θάλασσα ὑπερβῆναι οὐ δύναται, πόσῳ μᾶλλον ἄτρωτα ταῦτα καὶ ἀπαράλλακτα διαφυλαχθήσονται.

Ἄλλως δὲ κλίμακι καὶ βαθμῖσιν ἡ ἄνοδος ἔοικε τῶν ἐπειγομένων πρὸς οὐρανόν. Τὸ γοῦν σπουδαιότερον τῇ προαιρέσει ἄλλον ἄλλου γενέσθαι καὶ συντομώτερον ἀνελθεῖν ἐν αὐτῇ καὶ προλαβεῖν τὸν πλησίον, ἡμέτερόν ἐστι· τὸ δὲ μὴ ἀπὸ τῆς πρώτης βαθμῖδος ἄρξασθαι καὶ κατὰ τάξιν ἀνέρχεσθαι τὴν κλίμακα, ἀλλά ποθεν ὑπερβῆναι τὴν πρώτην βαθμῖδα καὶ πρὸς τὴν ἑτέραν γενέσθαι, πάντῃ παρὰ ἀνθρώποις ἀμήχανον καὶ ἀδύνατον. Οἱ γὰρ τῆς εὐθείας ταύτης ὁδοῦ καὶ τάξεως ἔξω βαίνοντες πλανῶνται πολλά. Ὡς γὰρ οὐκ ἔστι δίχα κλίμακος εἰς οἶκόν ποτε ἀνελθεῖν ὑψηλόν, ἢ ἔνδον ἐκείνου αὐτοῦ εὑρεθῆναι· τοῦ βασιλικοῦ κοιτῶνος, ἔνθα ὁ βασιλεὺς αὐτὸς καταμένει, πρὸ τοῦ γενέσθαι ἐν τοῖς βασιλικοῖς προαυλίοις, οὕτως ἀδύνατον τὸν μὴ κατὰ τὴν εἰρημένην τάξιν βαδίσαντα εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἔξω γὰρ οἱ τοιοῦτοι πάντες τῆς βασιλικῆς ὁδοῦ, μηδεὶς αὐτοὺς πλανάτω, ἀνεπαισθήτως τῆς πλάνης πορεύονται.

Ἀλλ’ ὦ Κύριε, ὁ ὁδηγὸς τῶν πεπλανημένων, ἡ ἀπλανὴς ὁδὸς τῶν πρὸς σὲ ἐρχομένων, ἐπίστρεψον πάντας ἡμᾶς καὶ πρὸς ταύτῃ σου τῇ κλίμακι στῆσον καί, πρὸς τὸ ταύτης κρατῆσαι, τῇ χειρί σου τὰς χεῖρας ἡμῶν εὔθυνον καὶ ἀπὸ τῆς γῆς ἀρθῆναι καὶ τῇ πρώτῃ ἐπιβῆναι βαθμῖδι ἐνίσχυσον, ὡς ἂν γνῶμεν ὅτι πού ποτέ τινος ἐδραξάμεθα καὶ ἀπὸ τῆς γῆς μικρὸν ἤρθημεν. Δεῖ γὰρ ἡμᾶς ἀνελθεῖν μικρὸν πρῶτον πρὸς σέ, ἵνα οὕτως σὺ κατέλθῃς πολὺ ὁ καλὸς Δεσπότης καὶ ἑνωθῇς ἡμῖν. Ὑπόδειξον, Δέσποτα, τὴν πύλην τῆς βασιλείας σου τὴν προαύλιον, ὅπως ἐγκαρτερήσαντες ἐν αὐτῇ κρούσωμεν, ἕως ἂν διὰ τοῦ κατὰ προαίρεσιν θανάτου ἀνοιγῇ ἡμῖν ἡ πύλη, καὶ ἔνδον γενόμενοι καὶ κατὰ μίαν κρούοντες πύλην καὶ ταύτας ἀνοίγοντες, αὐτὸς ἀκούσας τοὺς στεναγμοὺς καὶ τὰς στερνοτυπίας ἡμῶν, σπεύσας κατέλθῃς ἀπὸ τῶν ὑψηλῶν ὑπερῴων σου, ὁ πολυεύσπλαγχνος καὶ οἰκτίρμων Θεός, καὶ ἀκούσωμεν τοὺς κρότους τῶν παναχράντων ποδῶν σου καὶ γνῶμεν ὡς διανοίγεις τὰς ἐνδοτέρας πύλας, κεκλεισμένας οὔσας ἡμῖν τοῖς ἁμαρτωλοῖς, καὶ παραγενόμενος πρὸς ἡμᾶς εἴπῃς· «Τίς ὁ κρούων ἐστί;» καὶ ἀποκριθέντες ἐν ἀλαλαγμῷ καὶ θρήνοις εἴπωμεν σὺν τρόμῳ πρὸς σὲ καὶ χαρᾷ.

Ἡμεῖς ἐσμεν, Δέσποτα, ἡμεῖς οἱ ἀνάξιοι, οἱ πτωχοί, οἱ ἀπερριμμένοι καὶ πονηροὶ δοῦλοί σου, ἡμεῖς οἱ μέχρι τοῦ νῦν εἰς ὄρη καὶ κρημνοὺς καὶ βάραθρα ἀθλίως περιπλανώμενοι· ἡμεῖς ἐσμεν οἱ τὸ βάπτισμά σου τὸ ἅγιον ἀφρόνως μολύναντες, οἱ τὰς πρὸς σὲ συνθήκας ἀπαρνησάμενοι· ἡμεῖς ἐσμεν οἱ ἀποφυγόντες καὶ πρὸς τὸν σὸν ἐχθρὸν καὶ ἐπίβουλον τῶν ψυχῶν ἡμῶν ἑκουσίως αὐτομολήσαντες.

Νῦν οὖν, μνησθέντες σοῦ καὶ τῆς σῆς φιλανθρωπίας καὶ ἀγαθότητος, ἀποφυγόντες ἐκεῖθεν καὶ κοπιάσαντες, ἥκομεν ἐν φόβῳ καὶ τρόμῳ πολλῷ. Συγχώρησον καὶ μὴ ὀργισθῇς ἡμῖν, Δέσποτα, ἀλλὰ οἰκτειρήσας καὶ ἐλεήσας τοὺς ταλαιπώρους ἡμᾶς ἄνοιξον ἡμῖν, Κύριε, καὶ μὴ μνησθῇς τῶν ἡμετέρων κακῶν· μηδὲ μνησικακήσῃς τῇ ἀγνωμοσύνῃ ἡμῶν—πολλὴν γὰρ ὥραν ἱστάμεθα κρούοντες—μηδὲ παρακούσῃς ἡμῶν, τῶν δούλων σου, μήποτε ὀλιγωρήσαντες ὑποστρέψωμεν. Ἐκοπιάσαμεν, κόπτοντες εἰς τὰς θύρας τῶν προαυλίων τῆς βασιλείας σου· ἄνοιξον ἡμῖν, ὁ φύσει φιλάνθρωπος, σπλαγχνισθεὶς ἐφ’ ἡμᾶς.

Εἰ γὰρ κατὰ μικρὸν ἀνοίγων ἀνοίξεις ἡμῖν τὴν θύραν τοῦ ἐλέους σου, τίς ἰδών σε οὐ φρίξει; Τίς ἐν φόβῳ καὶ τρόμῳ οὐ προσπέσῃ καὶ τὸν ἔλεον ἐξαιτήσεται; Τίς σέ, τὸν μυρίας μυριάδας ἀγγέλων καὶ χιλίας χιλιάδας ἀρχαγγέλων καὶ θρόνων καὶ ἐξουσιῶν ἔχοντα, ἰδὼν τὰ ἄνω ἀφέμενον καὶ πρὸς ἡμᾶς κατελθόντα καὶ προσυπαντήσαντα καὶ ἀνοίξαντα, εὐμενῶς τε ὑποδεξάμενον καὶ ἐπὶ τοὺς τραχήλους ἡμῶν ἐπιπεσόντα καὶ καταφιλοῦντα ἡμᾶς, οὐκ εὐθὺς ἐκπλαγήσεται καὶ ὡσεὶ νεκρὸς ἐκλυθήσεται; Καὶ τὰ ὀστᾶ αὐτοῦ ὡς ὕδωρ εἰς γῆν ἐκχυθήσονται καὶ κλαύσῃ νυκτὸς καὶ ἡμέρας, ἀναλογιζόμενος τὸ πέλαγος τῆς σῆς εὐσπλαγχνίας καὶ ἀγαθότητος καὶ ἐνοπτριζόμενος τοῦ προσώπου σου τὴν δόξαν τε καὶ λαμπρότητα. Δόξα σοί, τῷ οὕτως οἰκονομήσαντι.

Δόξα σοί, τῷ θεαθῆναι καὶ ἑνωθῆναι ἡμῖν εὐδοκήσαντι. Δόξα σοί, τῷ διὰ πολλὴν εὐσπλαγχνίαν ἀποκαλυπτομένῳ καὶ βλεπομένῳ ἡμῖν, τῷ ἀοράτῳ τῇ φύσει καὶ αὐταῖς ταῖς οὐρανίαις δυνάμεσι. Δόξα σοί, τῷ ἄφατον ἔχοντι τὸ πρὸς ἡμᾶς ἔλεος καὶ ἐν ἡμῖν διὰ τῆς μετανοίας καταξιοῦντι ἐνοικεῖν τε καὶ ἐμπεριπατεῖν.

Ὢ μέγεθος δόξης ἀρρήτου, ὢ ἀγάπης ὑπερβολή. Ὁ τὰ πάντα συνέχων, ἐντὸς ἀνθρώπου ἐγκατοικεῖ φθαρτοῦ καὶ θνητοῦ, οὗ τὰ πάντα ἐν τῇ τοῦ ἐνοικοῦντος ἰσχύϊ διακρατούμενά εἰσι, καὶ γίνεται ἄνθρωπος οἷα δὴ ἐγκυμονοῦσα γυνή.

Ὢ θαύματος ἐκστατικοῦ καὶ ἀκατανοήτου Θεοῦ ἀκατανόητα ἔργα τε καὶ μυστήρια. Ἄνθρωπος βαστάζει γνωστῶς ἐντὸς αὐτοῦ τὸν Θεὸν ὡς φῶς, τὸν τὰ πάντα, καὶ αὐτὸν τὸν βαστάζοντα, παραγαγόντα καὶ κτίσαντα· βαστάζει τοῦτον ἐντὸς ὥσπερ θησαυρὸν ἄφραστον, ἀνεκλάλητον, ἄποιον, ἄποσον, ἀνίδεον, ἄϋλον, ἀσχημάτιστον, ἐν ἀμηχάνῳ κάλλει μεμορφωμένον, ὅλον ἁπλοῦν ὥσπερ φῶς τὸν ὑπὲρ πᾶν φῶς, καὶ περισφίγγων ἔξω τὰς χεῖρας περιπατεῖ μέσον ἡμῶν, ἀγνοούμενος παρὰ πάντων τῶν συνόντων αὐτῷ. Τίς οὖν τὴν χαρὰν τοῦ τοιούτου ἀνθρώπου ἀξίως ἐκδιηγήσεται; Τίνος γὰρ ἄλλου ἐπιθυμήσειεν ὁ τοιοῦτος; Ποίου βασιλέως οὐκ ἔσται μακαριώτερός τε καὶ ἐνδοξότερος; Ποίου δυνάστου οὐ διαφερόντως δυνατώτερος; Ποίου, ἢ πόσων ὁρωμένων κόσμων, οὐκ ἔσται πλουσιώτερος; Τίνος δὲ ἄρα ὑστερηθήσεται ὁ τοιοῦτός ποτε; Ὄντως οὐδενὸς οὐδαμοῦ τῶν ἀγαθῶν τοῦ Θεοῦ.

Ἀλλὰ βλέπε, ὁ τοιοῦτος γενέσθαι ἀξιωθείς, ἵνα πρὸς σὲ τὸν λόγον ἰθύνω, ὁ ἔνοικον κτησάμενος ὅλον ἐν σεαυτῷ τὸν Θεόν, μήποτε ἀνάξιόν τι τοῦ θελήματος αὐτοῦ ἢ πράξῃς ἢ ἐκ χειλέων προφέρῃς, καὶ εὐθὺς ἀπολέσεις τὸν ἐν σοὶ κεκρυμμένον θησαυρόν, ἀπαναστάντος αὐτοῦ ἀπὸ σοῦ.

Τίμησον αὐτὸν ὅσον εἰς δύναμιν καὶ μηδὲν τῶν αὐτῷ μὴ ἀρεσκόντων, μηδὲ προσόντων αὐτῷ φυσικῶς, παρεισάξῃς εἰς τὴν οἰκίαν αὐτοῦ, καὶ ἐάσας σε ἀναχωρήσει ὀργισθεὶς κατὰ σοῦ. Μὴ πολυλόγει πρὸς αὐτόν, μηδὲ πρόσπιπτε, ἀναισχύντως ἐν σεαυτῷ λογιζόμενος καὶ λέγων· «Ἐπιδείξομαι ὑπερβάλλουσαν θερμότητα καὶ ζῆλον ἀγάπης πολὺν τῆς πρὸς αὐτόν, ἵνα μου τὴν πρόθεσιν ἀποδέξηται καὶ γνῷ ὅτι ἀγαπῶ καὶ τιμῶ αὐτόν.» Ἴσθι οὖν ὅτι, πρὸ τοῦ ταῦτα ἐννοῆσαί σε, ἐκεῖνος πάντας τοὺς διαλογισμούς σου ἐπίσταται καὶ οὐδὲν αὐτὸν λέληθεν. Ἀλλὰ γὰρ μηδὲ νοεραῖς χερσὶ κρατῆσαι αὐτὸν ἐπιχειρήσῃς· ἄληπτος γάρ ἐστι καὶ ὅσον ἅψασθαι αὐτοῦ τολμήσεις ἢ κατασχεῖν αὐτὸν οἰηθῇς, ἕξεις ἔνδον οὐδέν, ἀλλ’ εὐθὺς ὅλος ἀφαντωθήσεται ἀπὸ σοῦ καὶ πολλὰ μεταμεληθήσῃ καὶ κλαύσεις, συντρίβων σεαυτὸν καὶ μαστίζων, καὶ ὠφελήσεις ὄντως οὐδέν. Χαρὰ γὰρ ὤν, εἰς οἶκον θλιβομένων καὶ λυπουμένων εἰσελθεῖν οὐ καταδέχεται, ὡς οὐδ’ ἡ φιλεργὸς μέλιττα εἰς οἶκον καπνοῦ· ἐν ἀμεριμνίᾳ δὲ καὶ ἀγαλλιάσει εὐτρεπισθέντος σου, πάλιν ἔνδον ἐν σοὶ εὑρεθήσεται, καὶ τότε ἔασον τὸν Δεσπότην ἀταράχως ἐπὶ τῆς ψυχῆς σου ὡς ἐπὶ κλίνης ἐπαναπαύσασθαι.

Καὶ μὴ ἄρξῃ πάλιν λέγειν ἐν σεαυτῷ ὅτι, εἰ μὴ κλαύσω ἐνώπιον αὐτοῦ, ὡς καταφρονητήν με ἀποστραφήσεται. Εἰ γὰρ ἐβούλετο εἰς τελειότητά σε ἐλάσαντα ὡς ἔτι μετανοοῦντα κλαίειν, ἀπὸ μακρόθεν μᾶλλον ὁρώμενός σοι ἢ κρυπτόμενος ἢ καὶ ἐλλάμπων σε, τοῦτο ἂν πρὸς κάθαρσιν καὶ φιλοκαλίαν τῆς σῆς οἰκίας παρέσχε σοι· ἀλλὰ μετὰ τὴν μετάνοιαν καὶ τὴν διὰ δακρύων σου κάθαρσιν παρεγένετο ἀνάπαυσίν σοι τῶν κόπων καὶ στεναγμῶν καὶ χαρὰν καὶ εὐφροσύνην ἀντὶ τῆς λύπης χαρίσασθαι. Στῆθι οὖν, οὐ λέγω σοι μόνον τῷ σώματι ὄρθιος, ἀλλὰ τοῖς κινήμασι τῆς ψυχῆς καὶ ταῖς ταύτης ὁρμαῖς. Δὸς ἡσυχίαν, ὡς τοῦ βασιλέως τῶν βασιλευόντων ἐπὶ τῆς οἰκίας παραγενομένου τῆς σῆς. Εἰπὲ πᾶσι μετ’ ἐμβριμήσεως τοῖς ἐπὶ τῆς οἰκίας σου θυρωροῖς, αὐταῖς δή, φημί, ταῖς αἰσθήσεσι· «Ὁ βασιλεύς, φησί, στῆτε καλῶς ἐπὶ τῶν θυρῶν· στῆτε ἐν ἡσυχίᾳ καὶ φόβῳ πολλῷ. Μηδεὶς πρὸς τῇ θύρᾳ ἐλθὼν κρούσειε, μὴ κραυγή τινος ἐγγύς που ἢ μακρόθεν ἐντὸς εἰσελεύσεται, μὴ λάθῃ τις ἔνδον εἰσπηδήσας λαθραίως· καὶ εὐθὺς ὁ βασιλεὺς καταλιπὼν ἡμᾶς πάλιν οἰχήσεται.»

Ταῦτα τοιγαροῦν εἰπών, στῆθι ἐν ἀγαλλιάσει ψυχῆς καὶ φαιδρότητι, τὸν σὸν Δεσπότην τὸν ἀπερίγραπτον ἐν σοὶ περιγραπτὸν ἀπεριγράπτως ὁρῶν καὶ καταμανθάνων τὸ ἀμήχανον κάλλος αὐτοῦ, κατανοῶν δὲ ἀκατανοήτως τὸ πανάγιον πρόσωπον αὐτοῦ, τὸ καὶ ἀγγέλοις καὶ ἀρχαγγέλοις καὶ πάσαις ταῖς οὐρανίαις δυνάμεσιν ἀπρόσιτον. Ἐκπλήττου, χαῖρε καὶ πνευματικῶς σκιρτῶν εὐφραίνου καὶ ἀγαλλία, προσέχων ἐν εὐλαβείᾳ τί ἂν κελεύσῃ εἰπεῖν ἢ ποιῆσαί σε.

Πρόσεχε τοίνυν τοῖς λεγομένοις σοι. Οὐ γὰρ ὡς οἱ ἐπίγειοι βασιλεῖς, ἐπιδεὴς ὢν καὶ αὐτὸς τῶν ὑπὸ χεῖρα, εἰς ἰδίαν θεραπείαν ἢ χρείαν ἐπιζητήσοι τι· ἀνενδεὴς γάρ ἐστι καί, εἰ μὴ τοὺς ἑαυτοῦ δούλους πλουτίσει πρῶτον, οὐ παραγίνεται εἰς τὴν οἰκίαν αὐτῶν. Ἐκείνου οὖν, ὥσπερ εἴρηται, ὄντος ἀνενδεοῦς, σὲ δὲ πλουτίσαντος καὶ ἀνενδεῆ πεποιηκότος τῇ παρουσίᾳ αὐτοῦ, πρόσεχε τί λαλήσει ἐν σοὶ ὁ τοσούτου ὕψους ἐκ τοῦ εὐλογημένου κόλπου τοῦ Πατρὸς ἐξελθὼν ἀχωρίστως καὶ ἐκ τῶν οὐρανῶν μέχρι τῆς σῆς ταπεινότητος κατελθών. Οὐ γὰρ παρέργως τοῦτό ποτε εὕροις αὐτὸν ἐργασάμενον, ἀλλ’ ἐπὶ σωτηρίᾳ καὶ ἄλλων πολλῶν εἴωθεν ἀεὶ τοῦτο ποιεῖν ὁ καλὸς καὶ φιλάνθρωπος Δεσπότης ἡμῶν. Εἰ οὖν, ὡς εἴπομεν, τιμήσεις καὶ ἀποδέξῃ καὶ δώσεις τόπον καὶ ἡσυχίαν παράσχῃς αὐτῷ, εὖ ἴσθι ὅτι ἀκούσεις ἐκ τῶν τοῦ Πνεύματος θησαυρῶν τὰ ἀπόρρητα, οὐκ ἐπὶ τοῦ στήθους πίπτων τοῦ Δεσποτικοῦ, καθὰ τὸ πρὶν ὁ ἠγαπημένος Χριστοῦ Ἰωάννης, ἀλλ’ ὅλον ἐνστήθιον φέρων τὸν Λόγον τὸν τοῦ Θεοῦ· θεολογίας θεολογήσεις καινάς τε καὶ παλαιὰς καὶ πάσας νοήσεις τὰς ἤδη ῥηθείσας καὶ γραφείσας θεολογίας καλῶς, καὶ γενήσῃ ὄργανον εὔηχον ὑπὲρ ἅπασαν μουσικὴν ἀνακρουόμενον καὶ φθεγγόμενον.

Ἐὰν δὲ λύπην ποθὲν ἐπελθοῦσαν ἐάσῃς προκῦψαι τῆς οἰκίας ἐντός, εὐθὺς ἀφίπταται ἡ χαρά· εἰ δὲ ὀργὴν ἢ θυμόν, αὐτίκα ὑποχωρεῖ ὁ πρᾷος καὶ γαληνός· εἰ δὲ μῖσος καὶ ἀηδίαν κατά τινος, εὐθὺς φεύγει ὁ ἀγάπη κληθεὶς καὶ ἀγάπη ὢν αὐτοφυὴς ἐπ’ ἀληθείας καὶ ἐνυπόστατος· ἐὰν φθόνον ἢ ἔριν πλησιάσαι ἀφῇς, ὁ ἀμνησίκακος καὶ ἀγαθὸς βδελυξάμενος αὐτὰ ὅλος ἀφανὴς γενήσεται. Εἰ δὲ καὶ πονηρίαν ἢ ποικιλίαν μετὰ περιεργίας ἔξωθεν γνῷ τῆς οἰκίας περιερχομένας καὶ μὴ διώξῃς μετ’ ὀργῆς συντόμως αὐτάς, ἀλλὰ πραέως ἴδῃ σε μᾶλλον πρὸς τὰς ἐχθρὰς αὐτῷ φερόμενον καὶ ταύτας αὐτῷ πλησιάζειν καταδεχόμενον, οὐδὲ τὴν ὑποχώρησιν αὐτοῦ ὁ ἁπλοῦς καὶ ἄκακος καὶ ἀπερίεργος γνῶναί σε ποιήσει, ἀλλ’ ὡς ἀναίσθητον καταλείψει σε. Ἐὰν δὲ σύ, ὁ τοιούτῳ Δεσπότῃ καταξιωθεὶς ἐντυχεῖν, ὁ τοιαύτης δόξης γενόμενος θεατής, ὁ τοιούτου πλούτου, τῆς βασιλείας, λέγω, τῶν οὐρανῶν ἥτις αὐτός ἐστιν ὁ Θεός, ἐν κατασχέσει γενόμενος, ἐκ μὲν τῶν εἰρημένων ἁπάντων φυλάξῃς τοῦ μὴ εἰσελθεῖν ἐν τῇ οἰκίᾳ σου τῆς ψυχῆς, ἀλλὰ καὶ ἡσυχίαν πᾶσαν ἐκ τούτων ποιήσῃς τῷ βασιλεῖ, τὸ δὲ πρόσωπόν σου ἤτοι τὸν νοῦν στρέψας ἄλλοθεν, ἑτέρῳ προσδιαλέγῃ καὶ ὁμιλεῖς, τὸν νῶτόν σου δοὺς δηλονότι τῷ ἀπροσίτῳ Θεῷ, ᾧ πᾶσαι μετὰ φόβου καὶ τρόμου ἀσκαρδαμυκτὶ ἐνατενίζουσιν αἱ οὐράνιαι στρατιαί, οὐχὶ δικαίως ὡς καταφρονητὴν καὶ ἀνάξιον εὐθὺς αὐτὸς καταλείψει σε;

Ἀλλὰ λέγεις εἶναι τοῦτον φιλάνθρωπον; Κἀγὼ τοῦτό σοι λέγω, ἀλλ’ εἰς τοὺς ἐπαισθανομένους τῆς φιλανθρωπίας αὐτοῦ καὶ ἀξίως τιμῶντας καὶ ἀπευχαριστοῦντας αὐτῷ. Εἰ δέ, καὶ τὴν ἀγάπην καὶ τὴν τούτου γλυκύτητα εἰς οὐδὲν ἡγησάμενος, πρὸς ἑτέρου τινὸς νεύσεις ἀγάπην καὶ δεσμεύσεις ὅλως τὴν ὁρμὴν ἐν αὐτῷ τῆς ψυχῆς σου καὶ ἡδονῇ τινος ἡδυνθῇς, βρώσεως τυχὸν ἢ πόσεως ἢ ἐνδύματος ἢ ὄψεως εὐειδοῦς ἢ χρυσίου ἢ ἀργυρίου, ἤ τινος ἑτέρου εἴδους ἐπιθυμίαν ἐναπομάξῃ σου ἔνδοθεν ἡ ψυχή, ἆρα ὁ φύσει καθαρὸς καὶ ἁγνὸς καὶ ἀμίαντος, ὁ καὶ σὲ τοιοῦτον ποιήσας διὰ τοῦ Πνεύματος, καταδέξεται ὅλως συνεῖναί σοι οὕτω νεύσαντι καὶ οὐκ εὐθὺς καταλείψει σε; Πάντῃ που δῆλον.

Εἰ δὲ καὶ τούτων ἁπάντων ποιήσεις οὐδέν, διώξεις δὲ πᾶν πάθος ἀπὸ σοῦ καὶ πᾶσαν κακίαν μακρὰν ἀπορρίψεις, πᾶσαν ἐπιθυμίαν ἀπὸ σοῦ ἐξορίσεις, πᾶσαν προσπάθειαν καὶ φυσικὴν ἀγάπην παντὸς ἀνθρώπου καὶ συγγενοῦς καταλείψεις καὶ φθάσεις εἰς τελείαν ἀναμαρτησίαν καὶ καθαρότητα, καθὼς ἄνωθεν διεγράψαμεν, καὶ πρὸς τούτοις ὅλον ἐν σεαυτῷ ἕξεις, ἵνα πάλιν ὃ μέλλω εἰπεῖν γένηται πᾶσι σαφές, τὸν ὑπεράνω πάντων τῶν οὐρανῶν, μηδαμόθεν ἢ ὀχλούμενος ἢ πρὸς ἄλλον ἀπονεύων τινά, ἀλλὰ καὶ διάγων μετὰ Θεοῦ, ἄνω τὸν νοῦν ἔχων ἐν τῇ ὑπεράνω τῶν οὐρανῶν βασιλείᾳ, αἴφνης δέ τινός σε καλέσαντος καὶ ἐνταῦθα πόλιν μεγάλην καὶ λαὸν πολὺν ἐν αὐτῇ ὑποδείξαντος, οἴκους καὶ παλάτια ποικίλα τε καὶ εὐρύχωρα, ναοὺς παμμεγέθεις τε καὶ περικαλλεῖς, ἱερεῖς, ἀρχιερεῖς, βασιλέα σὺν τῇ ἱερᾷ συγκλήτῳ καὶ τῶν ἀρχόντων καὶ ὑπασπιστῶν αὐτοῦ, εἶτα, ἵνα πᾶσαν ἄλλην αἰτίαν καὶ τρόπον ἐμπαθῆ καταλείψω, ἐὰν ὑπ’ ἐκείνων πάντων, λέγω δὴ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ ὅλου τοῦ πλήθους τῆς πόλεως, μετὰ δακρύων προσκαλούμενος καὶ παρακαλούμενος ἀναδέξασθαι αὐτῶν τὴν φροντίδα καὶ ποιμᾶναι καὶ ὠφελῆσαι αὐτούς, πρὸ τοῦ προτραπῆναί σε παρὰ Θεοῦ, τοῦ συμβασιλεύειν αὐτῷ σε τάξαντος, καταφρονήσας ἐγκαταλείψῃς τὰ ἄνω καὶ τὰ δοθέντα σοι παρ’ αὐτοῦ αἰώνια ἀγαθὰ καί, περὶ τὰ στασιώδη κατελθών, ὧδε τὰ φθαρτὰ καὶ ὁρώμενα συναναστρέφῃ μετὰ τῶν προσκαλεσαμένων σε, οὐχὶ δικαίως ἁπάντων ἐκείνων ἀποστερήσει σε καὶ ἐν μόνοις ἐάσει σε τούτοις τὸν κλῆρον ἔχειν καὶ τὴν κατάσχεσιν, καὶ ζῶντός σου καὶ μετὰ τὴν ἀπὸ τοῦ σώματός σου ἐκδημίαν;

Ἔδει σε οὖν, κἀκείνου λέγοντος καὶ προστάσσοντός σοι κατελθεῖν εἰς τὸ ποιμᾶναι ψυχάς, προσπίπτειν καὶ κλαίειν καὶ λέγειν ἐν θλίψει καὶ φόβῳ πολλῷ πρὸς αὐτόν· «Δέσποτα, πῶς ἐγκαταλείψω σε καὶ πρὸς τὴν ματαιότητα ἐκείνην καὶ πολύμοχθον διαγωγὴν ἀπελεύσομαι; Μηδαμῶς, Κύριε.

Μὴ ὀργισθῇς με, τὸν δοῦλόν σου, καὶ ἀπὸ τοῦ τοσούτου ὕψους εἰς τὸ χάος ἐκεῖνο ἀπορρίψῃς με. Μή, Δέσποτα, μὴ ἀποστερήσῃς με τοῦ τοιούτου φωτὸς τῆς δόξης σου καὶ εἰς τοσοῦτον καταγάγῃς με σκότος, τὸν ἄθλιον καὶ ταλαίπωρον.

Μή τι ἥμαρτον κατὰ ἄγνοιαν, Δέσποτα, καὶ διὰ τοῦτο ἐκεῖ ἀποστρέφεις με ὅθεν φιλανθρώπως ἀνείλκυσάς με, ὁ εὔσπλαγχνος; Μὴ ἐπὶ τοσοῦτον ἀποστραφῇς με, ὁ πολλάς μου ἁμαρτίας καὶ ἀνομίας ἀράμενος; Ἀλλ’ εἴ τι συνέβη καὶ ἥμαρτον, σύ με ὧδε τιμώρησον, σύ με καὶ μεληδόν, εἰ κελεύεις, κατάτεμε, μόνον ἐκεῖ μὴ ἐκπέμψῃς με.» Εἰ δὲ προσέθετο εἰπεῖν σοι· «Ἄπελθε, τὰ ἐμὰ πρόβατα ποίμανον. Ἄπελθε, τοὺς ἀδελφούς σου ἐπίστρεψον», ἐχρῆν σε πάλιν εἰπεῖν πρὸς αὐτόν· «Οἴμοι, Δέσποτα, καὶ σοῦ χωρισθήσομαι ὁ ἀνάξιος;» Εἰ δὲ καὶ πρὸς τούτοις ἔφη πάλιν πρὸς σέ· «Οὐχί, ἀλλ’ ἐγὼ κἀκεῖ μετὰ σοῦ ἔσομαι», αὖθις ἔδει σε προσπεσεῖν, ἔδει σε κλαῦσαι καὶ τοὺς ἀχράντους πόδας αὐτοῦ νοερῶς τοῖς δάκρυσι βρέξαι καὶ οὕτως εἰπεῖν· «Πῶς συνέσει μοι, Δέσποτα, εἰ κατελθὼν ἐκεῖ σκοτισθήσομαι;

Πῶς συνδιάξεις, εἰ πρὸς κολακείας καὶ ἐπαίνους ἀνθρώπων ἐκκλίνῃ ἡ ῥοπὴ τῆς καρδίας μου, τρεπτὴ οὖσα; Πῶς καταδέξῃ, ἐὰν πρὸς ὑπερηφανίαν κακῶς ὑψωθῶ; Πῶς οὐ φεύξῃ, εἰ μὴ βασιλεῖς καὶ δυνάστας ὑπὲρ δικαιοσύνης καὶ ἀδικίας καὶ παρανομίας μετὰ παρρησίας ἐλέγξω; Πῶς δὲ ταῦτα καὶ τὰ λοιπὰ ποιήσω πρὸς ἀρέσκειαν σήν, ἵνα καὶ συνῇς μοι καὶ ἐνισχύσῃς με καὶ μὴ καταλείψῃς με πταίσαντα καὶ χωρισθῇς ἀπ’ ἐμοῦ τοῦ ἀναξίου, ἐάσας με μόνον ἐκεῖ κάτω κείμενον; Δέδοικα μὴ φειδωλία, μὴ φιλαργυρία κρατήσῃ μου· φοβοῦμαι μὴ τῆς σαρκὸς ἡ ἐπανάστασις κυριεύσῃ μου, μὴ ἡδονὴ ἀπατήσῃ με, μὴ μέριμνα συσκοτήσῃ με, μὴ τιμὴ ἀρχόντων καὶ βασιλέων ὑψώσῃ οὐ καλῶς, μὴ ἀρχῆς ὄγκος κατὰ τῶν ἀδελφῶν ὑποφυσήσας ἐπάρῃ με, μὴ τρυφῇ καὶ μέθῃ τοῦ εἰκότος παρασυρήσομαι, μὴ κραιπάλῃ αἱ λεπτυνθεῖσαί μου σάρκες τῆς ψυχῆς παχυνθήσονται, μὴ ἀπειλαὶ ἀνθρώπων πτοήσουσι καὶ τῶν ἐντολῶν σου παραβάτην ἐργάσονται, μὴ συνεπισκόπων παρακλήσεις καὶ φίλων ἀδικίας με συγκοινωνὸν ἀπεργάσονται, ἢ ἀδικούντων αὐτῶν σιωπῶντα, ἢ κακῶς πραττόντων συνεργὸν γινόμενον καὶ μὴ τούτους ἐλέγχοντα παρρησίᾳ καὶ τὴν ἔνστασιν ὑπὲρ τῶν ἐντολῶν σου ἐπιδεικνύμενον. Ἀλλὰ πῶς πάντα ἐξείποιμι, Δέσποτα; Καὶ ἰδού εἰσι παρ’ ἐμοὶ ἀναρίθμητα, ἃ μᾶλλον ἐπίστασαι σὺ ἢ ἐγώ, Κύριε. Μὴ οὖν τοσούτοις κακοῖς ἔκδοτόν με ποιήσῃς, φιλάνθρωπε.

Οἶδας γὰρ τὸ τῶν ἀνθρώπων δυσάρεστον, τὰ σκώμματα τούτων, τὰς λοιδορίας, τὰς διαβολὰς καὶ μάλιστα τῶν γνωστικωτέρων καὶ πεφυσιωμένων ὑπὸ τῆς καταργουμένης παρὰ τῆς χάριτός σου τοῦ κόσμου σοφίας. Ἐλέησον οὖν με, φιλάνθρωπε, καὶ μὴ κάτω με ἀποστείλῃς ἐκεῖ ἐν τοιούτοις καὶ τοσούτοις κακοῖς μέσον στρέφεσθαι.» Ταῦτα τοίνυν καὶ τούτων πλείονα ἔδει σε ὑφορᾶσθαι καὶ παρακαλεῖν μὴ κατελθεῖν σε ἀπὸ τοῦ οὐρανοῦ πρὸς τὰ ὧδε καὶ πρὸς τὴν γῆν. Εἰ δὲ καὶ αὖθις πρὸς σὲ εἶπεν, ἀποδεξάμενός σου τὴν ἀγάπην καὶ τὴν ταπείνωσιν, ὁ φιλάνθρωπος καὶ πανάγαθος βασιλεύς· «Μὴ φοβοῦ φησίν. Ἐπεὶ γὰρ ὑπεσχόμην συνεῖναί σοι, ὑπ’ οὐδενὸς κυριευθήσῃ τῶν ἐναντίων ἁπάντων· ἕξεις γάρ με ἐν παντὶ βοηθὸν καὶ μειζόνως καὶ ἐκεῖ κάτω δοξάσω σε καὶ ὧδε πάλιν ἐπανελεύσῃ μετὰ μείζονος καὶ περιφανεστέρας λαμπρότητος καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας συμβασιλεύσεις μοι», οὐδὲ τότε θαρρῆσαι ἢ ἀμεριμνῆσαι ὅλως ἐχρῆν σε, ἀλλὰ μετὰ φόβου καὶ τρόμου, ὡς ἀπὸ ὕψους πρὸς βάθος που φρέατος βαθυτάτου καταφερόμενος, ἑρπετῶν παντοίων καὶ θηρίων ὄντος μεστοῦ, οὕτω τῇ μητροπόλει ἢ τῇ πατριαρχίᾳ ἤ τινι ἑτέρᾳ ἐπιβῆναι ἀρχῇ, ἐπισκοπῆς τυχὸν ἢ προστασίας λαοῦ.

Εἰ δὲ μὴ τοιοῦτον οἷον ὁ λόγος ἀνεζωγράφησε σεαυτὸν εἶναι ὁμολογεῖς, ἀλλ’ ὡς πρὸς ὕψος ἀνέρχεσθαί σε ἀπὸ τῶν κάτω μᾶλλον δοκεῖς, ὢ τῆς τόλμης, ὢ τῆς σκοτώσεως, ὢ τῆς ἐσχάτης ἀγνοίας. Οὐ γὰρ ἀνθρώπων εἰσὶ ταῦτα λογικῶν τὰ νοήματα καὶ φρονήματα, ἀλλὰ ἀνοήτων καὶ ἐθνικῶν, ἢ μᾶλλον εἰπεῖν νεκρῶν, οὐ βλεπόντων, οὐκ αἰσθανομένων, οὐ ζώντων, οὐκ εἰδότων ὅλως Θεὸν καὶ τί ἐστι τὸ μέλλον ὑποδέξασθαι ἡμᾶς κριτήριον τοῦ Θεοῦ. Ὅτι μὲν οὖν τὸ προΐστασθαι ποίμνης καὶ ὑπὲρ σωτηρίας μεριμνᾶν τῶν πλησίον ἡμῶν ὠφέλιμον, ὡς ἀγάπης τελειωτικὸν τῆς νόμου καὶ τῶν προφητῶν οὔσης κεφάλαιον, οὐδεὶς ἀντερεῖ· καὶ γὰρ καὶ τῷ Πέτρῳ ὁ Χριστός, τρίτον ἐρωτήσας εἰ φιλοῖτο πρὸς αὐτοῦ, κἀκείνου «Ναί, Κύριε,» εἰρηκότος «σὺ οἶδας ὅτι φιλῶ σε», «Ποίμαινε, φησίν, εἰ φιλεῖς με, τὰ πρόβατά μου» πρὸς αὐτὸν ἀνθυπέφερεν. Ὅτι δὲ οὐκ ἀσκόπως οὐδὲ παντὶ τῷ τυχόντι ταύτῃ τῇ διακονίᾳ ἐπιπηδᾶν χρή, ἀλλὰ μετὰ περισκέψεως ἀκριβοῦς καὶ φόβου τοῦτο ποιεῖν, πάντῃ που δῆλον τοῖς μὴ τελείως ἐσκοτισμένοις τὸν τῆς ψυχῆς ὀφθαλμόν. Πολλοὶ γάρ, οὐδὲ αὐτὸ τοῦτο εἰδότες τὸ ῥῆμα ὅπερ ἐστίν, οὐδὲ τὸν τρόπον ἐπιστάμενοι ὁποῖός ἐστι καθ’ ὃν ὁ Κύριος τῷ Πέτρῳ προσέταξε ποιμαίνειν τὰ αὐτοῦ πρόβατα, φεῦ, ἐπιβαίνουσι τολμηρῶς τῇ ἀρχῇ, καὶ τῇ ποίμνῃ τοῦ Χριστοῦ ἀναιδῶς ἐπιστατεῖν οὐκ αἰσχύνονται.

Ἀλλ’ ἴδωμεν, εἰ δοκεῖ, καὶ σκοπήσωμεν τί τὸ ῥῆμα τοῦτο καὶ τίς ἡ δύναμις αὐτοῦ. Λέγοντος αὐτὸ τοῦ Κυρίου τῷ Πέτρῳ «Ποίμαινε, φησί, τὰ πρόβατά μου», περὶ προστασίας ἆρα λέγει βιωτικῆς, ἀλλὰ περὶ φροντίδος πραγμάτων ἢ χρημάτων τοῦ βίου, αὐτῶν δηλαδὴ τῶν λογικῶν προβάτων αὐτοῦ, ὅπως ἂν σῷα τῇ ἐκείνου ἐπιμελείᾳ διατηροῖντο ἢ καὶ εἰς ἐπίδοσιν ἔρχοιντο; Ἆρα μὴ περὶ τροφὰς τὰς αὐτῶν ἀσχολεῖσθαι καὶ παρέχειν λέγει αὐτοῖς τὰ ἐνδύματα; Μὴ ξένους ὄντας ὑπὸ στέγην ἄγειν τὴν ἑαυτοῦ ἢ ἀσθενοῦσι διακονεῖν ἢ τοὺς πιστοὺς ἅπαντας συναχθέντας ἐπὶ τὸ αὐτὸ ἀναγκάζεσθαι προστάσσει τῷ ἀποστόλῳ μεριμνᾶν τὰ πρὸς τροφὴν αὐτοῖς καὶ ἔνδυσιν ἐπιτήδεια; Οὔμενουν οὐδαμῶς· οὐδὲν γὰρ τούτων προσέταξεν αὐτῷ ὁ Θεός. Πόθεν τοῦτο δῆλον; Ἀπ’ αὐτῶν τῶν τοῦ Κυρίου ῥημάτων· λέγει γὰρ πρὸς τοὺς ἀποστόλους αὐτοῦ· «Μὴ κτήσησθε χρυσόν, μηδὲ ἄργυρον, μὴ ῥάβδον, μὴ πήραν, μήτε δύο χιτῶνας.» Ὁ οὖν αὐτοῖς νομοθετῶν μηδὲν ὅλως κεκτῆσθαι, πῶς ἂν ἄλλοις μεταδιδόναι ἢ περὶ τοιούτων μεριμνᾶν ὅλως κελεύσειε;

Καὶ πάλιν «Βλέπετε» φησίν «μήποτε βαρυνθῶσιν αἱ καρδίαι ὑμῶν ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς», καὶ αὖθις· «Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον», οὐ πρὸς ἐκείνους μόνους, ἀλλὰ καὶ <πρὸς> ἡμᾶς δι’ ἐκείνων ταῦτα νομοθετῶν καὶ προστάσσων, μᾶλλον δὲ καὶ ἕτερα τούτων πλείονα. Καὶ γὰρ εἰπών· «Μὴ μεριμνήσητε τῇ ψυχῇ ὑμῶν τί φάγητε ἢ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε. Καταμάθετε δὲ τὰ κρῖνα τοῦ ἀγροῦ πῶς αὐξάνει· οὐ κοπιᾷ, οὐδὲ νήθει», καὶ μετ’ ὀλίγα φησί· «Μὴ οὖν μεριμνήσητε λέγοντες· Τί φάγωμεν ἢ τί πίωμεν· ταῦτα γὰρ πάντα τὰ ἔθνη ἐπιζητεῖ. Οἶδε γὰρ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζητε τούτων ἁπάντων. Ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν· μὴ οὖν μεριμνήσητε περὶ τῆς αὔριον.» Ταῦτα τοιγαροῦν καὶ ἕτερα πλείονα τούτων εἰπὼν πρὸς αὐτούς, ὕστερον ἐπήγαγε καί φησιν· «Ἃ δὲ λέγω ὑμῖν πᾶσι λέγω.» Ὁ οὖν τινα περὶ τῆς αὔριον μὴ συγχωρῶν μεριμνᾶν, ἀλλὰ μόνην κελεύων ζητεῖν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, πῶς ἄρα τῶν αὐτοῦ προσταγμάτων ἀπ’ ἐναντίας τῷ ἀποστόλῳ ποτὲ προσέταξε μεριμνᾶν τὰ εἰς διατροφὴν καὶ ἔνδυσιν τῶν προβάτων αὐτοῦ, ἢ περὶ προστασίας καὶ ἐκδικήσεως αὐτῶν τε καὶ τῶν ὑπαρχόντων αὐτοῖς;

Οὐδαμῶς· καὶ τοῦτο διὰ τῶν ἑξῆς εἰρημένων δηλοῖ· φησὶ γάρ· «Ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων», καὶ πάλιν· «Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ’ ὅστις σε ῥαπίσει εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνα λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· καὶ τῷ αἴροντι τὰ σὰ μὴ ἀπαίτει.» Ὁ τοίνυν ὡς πρόβατα ἐν μέσῳ λύκων τοὺς αὐτοῦ μαθητὰς ἐκπέμψας καὶ αὐτοῖς καὶ δι’ αὐτῶν ἡμῖν νομοθετήσας τῷ τύπτοντι εἰς τὴν δεξιὰν σιαγόνα στρέφειν αὐτῷ καὶ τὴν ἄλλην, καὶ τῷ θέλοντι κριθῆναι καὶ λαβεῖν ἡμῶν τὸν χιτῶνα ἀφεῖναι τούτῳ καὶ τὸ ἱμάτιον καὶ μὴ ἀπαιτεῖν τῷ αἴροντι τὰ ἡμέτερα, πῶς περὶ ἐκδικήσεως ὅλως γηΐνου τινὸς πράγματος τῷ ποιμαίνειν μέλλοντι τὰ πρόβατα αὐτοῦ προσέταξεν, ἢ μερίμνης βιωτικῆς ποσῶς ἅπτεσθαι, ἢ τὰ πρόβατα εἰς τοιαύτας ἐμβάλλειν φροντίδας καὶ ἐγχειρήσεις, ὧν αὐτὸς πρῶτος ὁ ποιμὴν προσετάγη ἀπέχεσθαι; Οὐδαμῶς. Καὶ τοῦτο μετὰ τὴν εἰς οὐρανοὺς τοῦ Κυρίου ἀνάληψιν αὐτοῖς ἔργοις οἱ ἀπόστολοι ἐβεβαίωσαν. Οὐ μόνον γὰρ οὐδὲν ὅλως εἰς χρείαν αὐτῶν τε καὶ τῶν παρ’ αὐτοῖς μαθητευομένων ἐφρόντισαν, ἀλλ’ οὐδὲ αὐτὰ τὰ παρὰ τῶν πιστευόντων εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν προσφερόμενα καὶ παρὰ τοὺς πόδας αὐτῶν προτιθέμενα χρήματα ὅλως αὐτοὶ κατεδέξαντο διοικεῖν καὶ τὴν τῶν ἀδελφῶν πρόνοιαν εἰς τροφὰς καὶ ἐνδύσεις ποιεῖσθαι.

Εἶπον γάρ, φησί, πρὸς τὸν λαόν· «Οὐ δίκαιόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ, διακονεῖν τραπέζαις. Καταστήσωμεν δὲ ἐπὶ τούτῳ ἄνδρας ἱκανούς, ἡμεῖς δὲ τῇ εὐχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσωμεν.» Ἐπεὶ οὖν ἀποδέδεικται μηδὲν ὅλως περὶ γηΐνου πράγματος προστετάχθαι μεριμνᾶν ἡμᾶς μηδὲ περὶ αὐτῆς τῆς ἀναγκαίας χρείας ἡμῶν, μήτε δὲ διεκδικεῖν ἢ ἡμᾶς αὐτοὺς ἢ τοὺς ἀδελφοὺς ἡμῶν ἀδικουμένους καὶ ἐπηρεαζομένους παρά τινων, φέρε δὴ ἐξετάσωμεν τί ἐστι τὸ ῥηθὲν παρὰ τοῦ Κυρίου τῷ κορυφαίῳ τῶν ἀποστόλων· «Εἰ φιλεῖς με, φησί, πλεῖον τούτων, ποίμαινε τὰ πρόβατά μου.» Οἶδα δὲ ὅτι ἐκ τῶν εἰρημένων σαφὲς τοῦτο γέγονε καὶ πολλοὶ τῶν συνετῶν ἴσως ἔγνωσαν ἤδη τοῦ λόγου τὴν δύναμιν, ἀλλὰ δεῖ καὶ ἡμᾶς διὰ τοὺς ἀγνοοῦντας μικρά τινα πρὸς τὴν ὑμετέραν ἀγάπην εἰπεῖν.

Οὐδὲν τοιγαροῦν ἕτερόν ἐστι τὸ ποιμαίνειν εἰ μὴ ἡ διὰ τοῦ λόγου καὶ τῆς διδασκαλίας τῶν ποιμαινομένων ἐπιμέλεια· καὶ τοῦτο αὐτὸς ἔδειξεν ὁ Χριστὸς οὕτως τῷ Πέτρῳ εἰπών· «Ποσάκις ᾐτήσατο ὁ Σατανᾶς σινιᾶσαί σε ὡς τὸν σῖτον; κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλείπῃ ἡ πίστις σου.» Εἶτα προσέθετο καὶ τοῦτο εἰπεῖν πρὸς αὐτόν· «Καὶ σὺ οὖν ἐπιστρέψας ποτέ, στήριξον τοὺς ἀδελφούς σου.» Τί οὖν ἐστι τὸ «στήριξον τοὺς ἀδελφούς σου»; Ἐκ τοῦ εἰς σέ, φησίν, ὑποδείγματος, πληροφόρησον μηδέποτε εἰς ἀπόγνωσιν καταστρέφεσθαι, εἴ τι δ’ ἂν καὶ συμβῇ αὐτοῖς ἁμαρτῆσαι.

Τί γὰρ χεῖρον, φησί, τοῦ ἀρνήσασθαί με τὸν τῶν ἁπάντων δεσπότην; Ἀλλὰ μεταμεληθέντα καὶ πικρῶς κλαύσαντα εὐθὺς τῆς συμπαθείας σε ἠξίωσα καὶ ἀπαρρησίαστον ὄντα πρὸς ἐμαυτὸν μετὰ καὶ τῶν λοιπῶν μαθητῶν ἐν τῷ ὄρει ἐκάλεσα καὶ οὐδὲ λόγῳ σοι μόνῳ ὑπὲρ τούτου ὠνείδισα.

Λοιπὸν οὖν καὶ σὺ ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου· ποίμανον τὰ πρόβατά μου. Ποιμανεῖς δὲ οὐκ ἐν τῷ εἰσάγειν καὶ ἐξάγειν ἀπὸ νομῶν εἰς νομὰς καὶ εὔτροφα καὶ πίονα ταῦτα τῷ σώματι συντηρεῖν, οὐδ’ ἐν τῷ περικλείειν φραγμοῖς καὶ τοίχοις, ἀλλ’ ἐν τῷ διδάσκειν αὐτὰ τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν, οὐ τὰ μὲν τηρεῖν, τῶν δὲ καταφρονεῖν, ἀλλὰ πάντα φυλάττειν ὅσα ἐνετειλάμην ὑμῖν. «Πορευθέντες γάρ, φησί, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν.» Καὶ ἐπιφέρει· «Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται.» «Ποίμαινε τὰ πρόβατά μου.» Ὁ ποιμὴν τῶν ἀλόγων προβάτων οὐ γεωργίας, οὐ πραγματείας, οὐκ οἰκίας, οὐκ εὐθηνουσῶν τραπεζῶν, οὐ δόξης, οὐ τιμῆς φροντίζει· οὐδὲ ἕτερον τῶν βιωτικῶν μεριμνᾷ πραγμάτων, οὐδὲ ἀντέχεσθαι τούτων ὅλως ἀνέχεται, ἀλλὰ καὶ οἰκίαν καὶ γυναῖκα καὶ τέκνα καταλιπών, ὅλην ἐν τῇ ἑαυτοῦ ποίμνῃ τὴν σπουδὴν ἐπιδείκνυται, ἀγρυπνῶν ἐπ’ αὐτῇ καὶ μακρὰς ἀποδημίας στελλόμενος, μὴ κλίνην ἔχων, μὴ στρωμνὴν ἐπιφερόμενος, ἀλλ’ ὑποφέρων αἴθριος τὸν καύσωνα τῆς ἡμέρας καὶ τὸν παγετὸν τῆς νυκτὸς ὑπομένων διανυκτερεύει, ἀνέμοις καὶ κρυμῷ καὶ ἀέρι προσπαλαίων ἀεί, καὶ τῆς παραφυλακῆς καὶ ἐπιμελείας αὐτῶν οὐκ ἀφίσταται.

Σοὶ δὲ ἔξεστι καὶ ἐν οἰκίᾳ καὶ ἐν ὁδῷ καὶ ἐπὶ κλίνης καὶ στρωμνῆς καὶ ἐπὶ τραπέζης αὐτῆς παρακειμένῳ ποιμαίνειν τὰ πρόβατά μου· πῶς; Διδάσκων αὐτὰ τὴν εἰς ἐμὲ πίστιν ἀθόλωτον ἔχειν καὶ εἰλικρινῆ καὶ ἀδίστακτον, ἀγαπᾶν με ἐξ ὅλης αὐτῶν τῆς ψυχῆς, ἐξ ὅλης τῆς διανοίας, ὡς αὐτοὺς οὕτως κἀγὼ ἠγάπησα.

Ὑπὲρ αὐτῶν γὰρ ἔθηκα τὴν ψυχήν μου καὶ ἀπέθανον. Πρόθες αὐτοῖς ἀντὶ νομῆς ἀλόγου τὴν τῶν ἐμῶν ἐντολῶν ζωοποιὸν τροφήν· δίδαξον αὐτοὺς διὰ τῆς ἐργασίας τούτων καὶ ἐκπληρώσεως τὴν ἐξ αὐτῶν μετάληψιν γίνεσθαι· νουθέτησον καὶ παρακάλεσον αὐτοὺς οὕτως καθ’ ὥραν ἐμπίπλασθαι, ἵνα ἐξ αὐτῶν ἀεὶ κεκορεσμένοι ὦσι καὶ ἐμπεπλησμένοι τῶν ἐμῶν ἀγαθῶν. Ὁποῖα δὲ τὰ ἐμὰ ἀγαθὰ καὶ διὰ ποίων τῶν πράξεων κτῶνται, ὑποθήσεις αὐτοῖς λέγων ταῦτα. Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην· ποιήσατε ὑμῖν βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς. Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν· εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς.

Καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς. Μηδεὶς ὑμῶν κακὸν ἀντὶ κακοῦ ἀποδῷ τινι. Ἄφετε καὶ ἀφεθήσεται. Ἐὰν γὰρ μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει ὑμῖν τὰ παραπτώματα ὑμῶν. Πτωχεύσατε τοῖς χρήμασιν, ἵνα πλουτήσητε πνεύματι· καταφρονήσατε τῆς κάτω δόξης, ἵνα τῆς ἐν οὐρανοῖς ἀπολαύσητε.» Δύο τοίνυν πραγμάτων ἡμῖν προκειμένων, ζωῆς φημὶ καὶ θανάτου, καὶ δύο κόσμων, τοῦ ὁρωμένου καὶ λυομένου καὶ τοῦ ἀοράτου καὶ αἰωνίου καὶ ἀκαταλύτου, τοῦ ἐνεστῶτος καὶ τοῦ μέλλοντος, καὶ δύο τῶν ἐνεργούντων ἐπ’ αὐτοῖς ὄντων, ἀντικαθισταμένων ἀπ’ ἐναντίας ἀλλήλοις, Θεοῦ λέγω καὶ τοῦ ἀντικειμένου αὐτῷ διαβόλου, καὶ τοῦ μὲν σῴζειν σπουδάζοντος καὶ πρὸς ζωὴν καὶ βασιλείαν αἰώνιον ἡμᾶς προσκαλουμένου, τοῦ δὲ τῆς ἀπωλείας ἡμῶν καὶ τοῦ θανάτου ἐπιθυμοῦντος καὶ ὠρυομένου καθ’ ἑκάστην καὶ τίνα καταπίῃ διὰ τῆς τῶν προσκαίρων τούτων ἀπολαύσεως ζητοῦντος καὶ τῆς αἰωνίου κολάσεως ὑπεύθυνον ἀπεργάσεται, φεύγειν ἡμᾶς δεῖ τὸν πονηρὸν ἐχθρὸν καὶ πολέμιον καὶ πρὸς τὸν σῴζοντα καταφεύγειν Δεσπότην καὶ τὴν παρ’ ἐκείνου ἐπικαλεῖσθαι βοήθειαν, ἵνα μὴ ὑπὸ τοῦ ἄρχοντος τοῦ σκότους κατακυριευθῶμεν καὶ γενώμεθα ὑπὸ τὰς παγίδας αὐτοῦ, δουλεύοντες αὐτῷ καὶ τῇ ἁμαρτίᾳ.

Καὶ ὅτι μὲν ἄρχων τοῦ κόσμου καὶ τοῦ αἰωνίου σκότους ὁ διάβολός ἐστιν, ἄκουσον αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· «Ἰδοὺ ὁ ἄρχων τοῦ κόσμου τούτου ἔρχεται καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν.» Ἄρχων δὲ οὐχ ὡς ἐξουσιαστὴς ἢ δεσπότης τοῦ κόσμου λέγεται—ἄπαγε τῆς βλασφημίας, ὃς οὐδὲ κατὰ χοίρων ἔχει τὴν ἐξουσίαν—, ἀλλ’ ὡς τοὺς ἐν αὐτῷ προσηλωμένους διὰ τῆς ἐπιθυμίας τῶν ἐν αὐτῷ χρημάτων καὶ πραγμάτων καταδουλούμενος καὶ κατεξουσιάζων αὐτῶν. Ἄρχων δὲ τοῦ σκότους λέγεται, ὡς ἀρχῆθεν μὲν αὐτὸς ἐκπεσὼν τοῦ φωτὸς διὰ τῆς ἐπάρσεως καὶ κληρονόμος αἰωνίως τοῦ σκότους ἐσόμενος. Ὁ δὲ Θεὸς καὶ δεσπότης ἡμῶν, ὡς κτίστης καὶ δημιουργὸς ὢν τῶν ἁπάντων, φυσικῶς καὶ ἐξουσιαστικῶς ἄρχει πάντων τῶν ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, φῶς ὢν ἀνέσπερον καὶ ἀπρόσιτον, Κύριος πάντων καὶ τῶν ἐνεστώτων καὶ τῶν μελλόντων. Οἱ οὖν αὐτῷ πειθόμενοι καὶ τὰς ἐντολὰς αὐτοῦ ἀπαρατρώτους φυλάσσοντες καὶ τῶν προσκαίρων ἐν ἀπολαύσει συμμέτρῳ γινόμενοι καὶ εὐχαρίστως μετ’ ἐγκρατείας τούτων μεταλαμβάνοντες, ἀπ’ αὐτῶν ἤδη τούτων τῶν ὁρωμένων πρὸς τὰ ἄφθαρτα καὶ αἰώνια ἀνάγονται, ὡς τῷ βασιλεῖ καὶ Θεῷ τῶν ἁπάντων ὑποταγέντες καὶ τὰ προστάγματα τετηρηκότες αὐτοῦ.

Ὅσοι δὲ τὰ ἐναντία τῶν τούτου ἐντολῶν διαπράξονται, μετὰ τοῦ ἀντικειμένου εὑρίσκονται ταττόμενοι, Θεοῦ γινόμενοι πολέμιοι ἄντικρυς, καθὼς αὐτός φησιν ὁ Σωτήρ· «Ὁ μὴ ὢν μετ’ ἐμοῦ κατ’ ἐμοῦ ἐστι καὶ ὁ μὴ συνάγων μετ’ ἐμοῦ σκορπίζει.» Μηδεὶς τοιγαροῦν, ἀγαπητοί, τῷ ἄρχοντι τοῦ σκότους καὶ κοσμοκράτορι προστεθῇ· μηδεὶς μετ’ αὐτοῦ ταχθῇ· μηδεὶς κατὰ τοῦ Σωτῆρος ἡμῶν καὶ Θεοῦ τῷ διαβόλῳ σὺν τοῖς ἀγγέλοις αὐτοῦ στρατευθῇ· μηδεὶς κατὰ τῆς ἑαυτοῦ ψυχῆς γένηται, μηδὲ ὅπως τὸ αἰώνιον κληρονομήσῃ πῦρ ἀγωνίσηται· μή, παρακαλῶ, μή, τέκνα καὶ πατέρες καὶ ἀδελφοί.

Φοβερόν ἐστι γενέσθαι ἡμᾶς πολεμίους Θεοῦ καὶ μόνον ἀκουόμενον. Πῶς δὲ ἔστι στρατεύσασθαι κατὰ τοῦ Χριστοῦ καὶ ὑπὲρ τῆς ἑαυτοῦ ἀπωλείας τινὰ ἀγωνίσασθαι ἔνθεν ἐρῶ. Ἐὰν δικαίως ἢ ἀδίκως ὑβρίσῃ σέ τις ἢ λοιδορήσῃ ἢ ἐνδιαβάλῃ, καὶ μὴ πρᾴως φέρῃς τὴν ἀτιμίαν, ἢ λυπηθεὶς καὶ δηχθεὶς τὴν καρδίαν μὴ ὑπενέγκῃς καὶ χαλινώσῃς σου τῆς ψυχῆς τὰς κινήσεις, ἀλλ’ ἢ ἀνθυβρίσῃς τὸν σὲ ὑβρίσαντα ἢ λοιδορήσῃς ἢ ἕτερόν τι εἰς αὐτὸν ἐναντίον διαπράξῃς, ἢ πάλιν τούτων μὲν οὐδὲν εἰς αὐτὸν ἀπεργάσῃ, ἀπέλθῃς δὲ μῆνιν κατ’ αὐτοῦ ἔχων ἐν τῇ καρδίᾳ σου καὶ μὴ ἐξ ὅλης ἀφῇς αὐτῷ τῆς ψυχῆς καὶ ἀπὸ καρδίας σου εὔξῃ ὑπὲρ αὐτοῦ, ἰδοὺ ἐστρατεύσω μὲν κατὰ τοῦ Χριστοῦ, ἀπ’ ἐναντίας ποιῶν τῶν προσταγμάτων αὐτοῦ καὶ πολέμιος ἐγένου αὐτοῦ, ἀπώλεσας δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, ἐπισφραγίσας καὶ ἐπικυρώσας τὰς προγεγενημένας σου ἁμαρτίας καὶ ἀνεξαλείπτους ταύτας ἀπεργασάμενος. Ἐάν τίς σε πάλιν ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, εἶτα μὴ στρέψῃς αὐτῷ καὶ τὴν ἄλλην, ἀλλὰ μᾶλλον ἀντιτύψῃς αὐτόν, γέγονας μὲν στρατιώτης καὶ ὑπουργὸς τοῦ ἀντικειμένου Σατᾶν, ἔτυψας δὲ οὐ τὸν ἀδελφὸν μόνον, ἀλλὰ καὶ δι’ αὐτοῦ τὸν εἰπόντα μὴ τύψαι, προσθεῖναι δὲ καὶ τὴν ἑτέραν μᾶλλον αὐτῷ.

Ἐὰν δέ τις χρυσίον ἀφέληται ἀπὸ σοῦ ἢ ἕτερόν τι λαθραίως ἢ φανερῶς, δανεισάμενος τυχὸν ἢ ἁρπάσας αὐτό, εἶτα δοῦναί σοι αὐτὸ μὴ βούληται, κακοπραγῶν ἢ καὶ ἀπορῶν, σὺ δὲ μὴ ὑπενέγκῃς εὐχαρίστως καὶ ἀμνησικάκως, ἀλλὰ σύρεις εἰς δικαστήρια τὸν ἀφελόμενον τοῦτο καὶ συνηγόρους μισθοῦσαι, βοήθειαν τὴν ἐξ ἀνθρώπων ζητῶν, καὶ δικαστηρίῳ παρίστασαι, ἀνιώμενος, λυπούμενος, ἄγων καὶ σύρων τὸν ἀδελφόν, ὅρκοις καὶ ἐπιορκίαις χρώμενος καὶ παρασκευάζων ὀμνύναι καὶ ἐπιορκεῖν τοῦτον καὶ ψεύδεσθαι, ὃ τῶν ἄλλων ἁπάντων χεῖρόν ἐστι, καὶ πρὸς τούτοις φυλακαῖς παραδίδως αὐτὸν καὶ πάντα ποιεῖς καὶ πράττεις, ὥστε τὰ χρεωστούμενά σοι λαβεῖν, πῶς οὐχὶ φανερῶς καὶ σεαυτοῦ πολέμιος εἴς;

Ὁ γὰρ κελευόμενος τοὺς ἐν φυλακῇ ἐπισκέπτεσθαι καὶ τὸ κατὰ δύναμιν τούτοις διακονεῖν, τῷ αἴροντι τὰ σὰ μὴ ἀπαιτεῖν καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνα λαβεῖν ἀφιέναι τούτῳ καὶ τὸ ἱμάτιον, οὐ μόνον δέ, ἀλλὰ καὶ τὴν ἰδίαν τιθέναι ψυχὴν εἰς θάνατον ὑπὲρ τῆς τοῦ Θεοῦ ἐντολῆς, ὅταν ὑπὲρ χρημάτων ἀπολλυμένων δικάζῃ, παραβαίνων τὴν πρόσταξιν τοῦ Θεοῦ, λυπούμενος, ἀνιώμενος, καὶ φυλακαῖς καθυποβάλλων τὸν ἀδελφόν σου, οὐχὶ προδήλως μαίνῃ, Θεὸν παροργίζων καὶ αὐτῷ πολεμῶν καὶ σεαυτὸν ἀποστερῶν τῆς αἰωνίου ζωῆς; Ὁ οὖν θέλων ποιμαίνειν τὸ τοῦ Χριστοῦ ποίμνιον καὶ τὰ τούτου πρόβατα βόσκειν διὰ τῆς διδασκαλίας τῶν εἰρημένων, ὡς ἂν εὔτροφα τῇ δικαιοσύνῃ καὶ πολυτόκα ταῦτα ποιήσῃ, πῶς ἄρα δύναται ἀγροὺς μεριμνᾶν ἐπὶ τὸ αὐτὸ καὶ φροντίδα κτημάτων ποιεῖσθαι, διεκδικεῖν τε ταῦτα καὶ ἀποσοβεῖν τοὺς ἀδικεῖν βουλομένους καὶ ἐπηρεάζειν αὐτά, καὶ ποτὲ μὲν προσέρχεσθαι δικασταῖς, ποτὲ δὲ ἀντιλογίαις καὶ ψεύδει ἀνθίστασθαι, ἐσθ’ ὅτε καὶ αἴτιος ὅρκων καὶ ἐπιορκιῶν γίνεσθαι; Ἀνάγκη γάρ, κἂν αὐτὸς ἀληθεύῃ, τοὺς ἀντιδίκους ψεύδεσθαι καὶ ὀμνύειν καὶ ἐπιορκεῖν φανερῶς.

Εἰ δὲ ταῦτα οὕτω συμβαίνουσι γίνεσθαι, πῶς ἔσται φορητὰ τῇ φιλοθέῳ ψυχῇ, ἢ πῶς αὐτὰ τῷ εἰπόντι Θεῷ ἀρεστά· «Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως, ἀλλ’ ἔστω ὑμῶν τὸ ναί, ναί, καὶ τὸ οὔ, οὔ· τὸ γὰρ πλεῖον τούτου ἐκ τοῦ πονηροῦ ἐστι», καὶ πάλιν· «Ἀμήν, ἀμήν, λέγω ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, λόγον δώσουσιν ὑπὲρ αὐτοῦ ἐν ἡμέρᾳ κρίσεως»;

Μὴ δὴ οὖν, εἴ γε πείθεσθαι τῇ ἀληθείᾳ Χριστῷ καὶ τοῖς λόγοις τούτοις πείθομεν ὑμᾶς ἀνθρώπους ὄντας, ταῖς ἀρχαῖς καὶ ταῖς τῶν ἄλλων ἐπιτρέχετε προστασίαις διὰ δόξαν ἀνθρωπίνην καὶ τρυφὴν καὶ ἀπόλαυσιν σώματος, τὸ κρῖμα τοῦ Θεοῦ δεδοικότες καὶ τὴν φρικτὴν ἐκείνην ἀπόφασιν ἣν διὰ τοῦ προφήτου Ἰωὴλ ὁ Θεὸς κατὰ τῶν ἀναξίως ποιμαινόντων τὰ πρόβατα αὐτοῦ ἀπεφήνατο· «Τάδε λέγει, φησίν, Ἀδωναῒ Κύριος· Ὦ ποιμένες Ἰσραήλ, μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς; Οὐχὶ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες;

Ἰδοὺ τὸ γάλα κατεσθίετε καὶ τὰ ἔρια περιβάλλεσθε καὶ τὸ παχὺ ἐσφάζετε καὶ τὰ πρόβατά μου οὐκ ἐβόσκετε. Τὸ ἠσθενηκὸς οὐκ ἐνισχύσατε καὶ τὸ ἄρρωστον οὐκ ἰάσασθε καὶ τὸ συντετριμμένον οὐ κατεδήσατε καὶ τὸ κακῶς ἔχον οὐκ ἐσωματοποιήσατε καὶ τὸ πλανώμενον οὐκ ἐπεστρέψατε καὶ τὸ ἀπολωλὸς οὐκ ἐπεζητήσατε καὶ τὸ ἰσχυρὸν κατειργάσασθε μόχθῳ καὶ ἐν κράτει ἐπαιδεύσατε αὐτὰ καὶ ἐν παιγνίῳ καὶ διεσπάρη τὰ πρόβατά μου διὰ τὸ μὴ εἶναι ποιμένας.» Καὶ μετ’ ὀλίγα· «Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ ἐπὶ τοὺς ποιμένας καὶ ἐκζητήσω τὰ πρόβατά μου ἐκ τῶν χειρῶν αὐτῶν καὶ καταπαύσω αὐτοὺς τοῦ μὴ ποιμαίνειν τὰ πρόβατά μου.» Καὶ πάλιν· «Καὶ ὁ σκοπὸς ἐὰν ἴδῃ τὴν ῥομφαίαν ἐρχομένην καὶ μὴ σαλπίσῃ τῇ σάλπιγγι καὶ ἐπελθοῦσα ἡ ῥομφαία λάβῃ ἐξ αὐτῶν ψυχήν, αὕτη μὲν διὰ τὴν αὐτῆς ἁμαρτίαν ἐλήφθη, τὸ δὲ αἷμα αὐτῆς ἐκ τῆς χειρὸς τοῦ σκοποῦ ἐκζητήσω.» Φοβερὰ ταῦτα καὶ φρίκης ἁπάσης, ὦ ἀδελφοί.

Διὰ δὴ τοῦτο σπουδάσωμεν ποιμᾶναι μᾶλλον πρότερον καλῶς ἑαυτοὺς ὡς Χριστοῦ ποίμνιον, ὡς βασίλειον ἱεράτευμα, καὶ καθυποτάξαι τὴν σάρκα τῷ πνεύματι, ἵνα μὴ τὸ κρεῖττον ἐν ἡμῖν ὑπὸ τοῦ χείρονος ἐκνικᾶται.

Καὶ ὁπόταν εἰς τὸν τῆς ταπεινοφροσύνης βυθὸν εἰσέλθωμεν καὶ τοῖς νάμασι ταύτης τῶν δακρύων τοὺς σπίλους τῆς ἁμαρτίας ἀπολουσώμεθα, κτησώμεθα δὲ πρᾷον καὶ γαληνὸν τὸ πνεῦμα ἐκ συντετριμμένου φρονήματος, ἐν πολλῇ τε δίψῃ τῆς τοῦ Θεοῦ δικαιοσύνης κορεσθῶμεν τῶν ἀπορρήτων ἀγαθῶν τῆς βασιλείας αὐτοῦ διὰ τῆς τοῦ Πνεύματος παρακλήσεως, εἶτα, σπλάγχνα οἰκτιρμοῦ καὶ συμπαθείας ἐντεῦθεν ἀναλαβόντες, κτησώμεθα καθαρὰν τὴν καρδίαν ἐν ἀπαθείᾳ τελείᾳ καὶ ὀψόμεθα τὸ φῶς τοῦ Θεοῦ, αὐτὸ τὸ Πνεῦμα δηλονότι τὸ ἅγιον ἐνεργοῦν καὶ λαλοῦν ἐν ἡμῖν τὰ κεκρυμμένα μυστήρια τῆς τοῦ Θεοῦ βασιλείας, ὡς τὰ διεστῶτα ἐν ἡμῖν εἰς ἓν ἐπισυνάψαντες φρόνημα διὰ τῆς βαθείας εἰρήνης, καὶ εἰρηνεύσωμεν πρῶτον ἡμᾶς αὐτοὺς καὶ σύμφωνον ὄργανον διὰ σώματος καὶ ψυχῆς ἀποτελέσωμεν ἑαυτοὺς ἐν ἑνὶ Πνεύματι τῷ Θεῷ, οὐ μόνον δέ, ἀλλ’ ὅταν καὶ ἐν πολλοῖς πειρασμοῖς, ἐν πολλαῖς θλίψεσι καὶ συμφοραῖς ὑπομείνωμεν τὸν Χριστὸν καὶ ἀνεχώμεθα διωκόμενοι καὶ βλασφημούμενοι παρακαλῶμεν καὶ καταρώμενοι εὐλογῶμεν, μὴ λογιζόμενοι τὸ κακὸν ἐν μηδενὶ μηδαμῶς, ἀλλὰ πάντα στέγωμεν, πάντα ὑπομένωμεν, τὸ δοκίμιον ἡμῶν ἀσάλευτον τηροῦντες ἀπὸ τῆς ἀποβάθρας τῶν ἀρετῶν, καὶ οὕτως, διὰ πάντων καὶ ἐν πᾶσι τοῖς εἰρημένοις, ὅταν τὴν κατὰ Χριστὸν αὐξήσωμεν ἡλικίαν καὶ ἀναδράμωμεν εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἐν γνώσει τελείᾳ Θεοῦ καὶ ἐν σοφίᾳ τῶν ὑπὸ τοῦ παναγίου Πνεύματος χορηγουμένων λόγων καὶ μυστηρίων, τότε καὶ ἐπὶ τῇ τῶν ἄλλων ὠφελείᾳ ὡς δούλους ἐσχάτους ἑαυτοὺς ἐπιδώσωμεν, εἴ γε καὶ καλούμεθα ἄνωθεν, κατὰ τὴν τοῦ Κυρίου φωνήν· «Ὁ θέλων εἶναι πρῶτος ἐν ὑμῖν, ἔστω πάντων δοῦλος καὶ πάντων διάκονος.»

Ἕως δὲ εἰς τοῦτο διὰ πολλῶν ἀγώνων οὐ φθάσωμεν, σχολάσωμεν, παρακαλῶ, ὑποτασσόμενοι τοῖς κατὰ Θεὸν πατράσιν ἡμῶν καὶ αὐτῷ τῷ συνέχοντι πάντα Θεῷ, καθ’ ἑκάστην μετανοοῦντες καὶ τοῖς κατὰ Θεὸν δάκρυσι καθαιρόμενοι, ὡς ἂν δυνηθῶμεν γνῶναι Θεὸν καὶ ὅτι ἀψευδής ἐστι τὰ ἐπηγγελμένα παρ’ αὐτοῦ διδόναι τοῖς ἀγαπῶσιν αὐτὸν καὶ ποιοῦσιν αὐτοῦ τὰ θεῖα προστάγματα· ὃς καὶ ἀποδώσει ἑκάστῳ τὸν μισθὸν κατὰ τὰ ἔργα αὐτοῦ, ἡνίκα τὴν βασιλείαν παραδώσει, τὰ πάντα ὑποταγέντα αὐτῷ τῷ Θεῷ καὶ Πατρί, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων· ἀμήν.