Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Ἠθικαὶ ὁμιλίαι

Συμεὼν ὁ Νέος Θεολόγος

Λόγος ΙΒ': Η εξαγορά του καιρού και η πνευματική εμπορία

Αλληγορική ερμηνεία της εμποροπανήγυρης ως εικόνας της παρούσας ζωής, όπου ο πιστός καλείται να αποκτήσει τις βασικές αρετές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 12 από 15

ΛΟΓΟΣ ΙΒʹ Εἰς τὸ ῥητὸν τὸ λέγον τοῦ Ἀποστόλου· «Ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι.» Καὶ πῶς ἐξαγοράζεταί τις φρονίμως τὸν καιρὸν τῆς παρούσης ζωῆς. Οὐδὲν οὕτως ἕτερον τῶν ἄλλων ἁπάντων ὠφελιμώτερον ψυχῇ, νυκτὸς καὶ ἡμέρας ἐν τῷ νόμῳ τοῦ Θεοῦ μελετᾶν αἱρουμένῃ, ὡς ἡ τῶν θείων γραφῶν ἔρευνα. Ἐν αὐταῖς γὰρ ἐγκεκρυμμένη οὖσα ἡ διάνοια τῆς τοῦ Πνεύματος χάριτος, ἡδονῆς ἁπάσης πληροῦσθαι ποιεῖ τὴν νοερὰν αὐτῆς αἴσθησιν, καὶ ὅλην ἀπὸ τῶν γηΐνων καὶ τῆς τῶν ὁρωμένων ταπεινώσεως ἄρασα, ἀγγελοειδῆ ταύτην καὶ ἀγγέλοις αὐτοῖς ὁμοδίαιτον ἀπεργάζεται. Ἀλλὰ γὰρ ἴδωμεν τί καθ’ ἑκάστην ἡμῖν ὁ θεῖος Ἀπόστολος ὁμιλεῖ καὶ τῶν αὐτοῦ θεοπνεύστων ῥημάτων τινὰ συνετῶς ἐξετάσωμεν, ἵνα καὶ τὸν ἐν αὐτοῖς ἀποκείμενον πλοῦτον πλουτήσωμεν καὶ τὴν τοῦ Πνεύματος χάριν ἐκεῖθεν τρυφήσωμεν εἰς ἀκένωτον εὐφροσύνην ψυχῆς καὶ ἀπόλαυσιν. Τί οὖν ἐστι τὸ παρ’ ἡμῶν ἐρευνώμενον;

Ὃ παραινεῖ λέγων ὁ Παῦλος· «Ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.» Ἀλλ’ ἀπὸ τῶν βιωτικῶν πραγμάτων σκοπήσαντες, καὶ τοῦτο καλῶς καταμάθωμεν. Ὥσπερ γὰρ πᾶς ἔμπορος καὶ χειροτέχνης καὶ γεωργός, ἀλλὰ μὴν καὶ πᾶς τις ἄλλος ὁ τὴν τυχοῦσαν μετερχόμενος τέχνην, σπουδῆς ὅτι μάλιστα καὶ ἐπιμελείας χρῄζει πολλῆς εἰς τὸ ἔργον αὐτοῦ, ὡς, ἐὰν μικρὸν χρόνον ἢ βραχεῖαν ὥραν ἀμελήσῃ, μεγάλην ὑφίσταται τὴν ζημίαν, οὕτω καὶ ἐπὶ τῶν πνευματικῶν ἀγώνων καὶ ἔργων καὶ πράξεων συμβαίνει γίνεσθαι.

Ἀλλὰ γὰρ ὡς ἐν ὑποδείγματι πρῶτον περὶ ἑνὸς τούτων τῶν ἐμπορευομένων εἴπωμεν λεπτομερέστερον πρὸς τὴν ἀγάπην ὑμῶν. Ἐὰν οἱ ἔμποροι πάντες πρὸς τὴν πανήγυριν τρέχουσιν ἐμπορεύσασθαί τι καὶ κερδῆσαι ἀπὸ τῆς πραγματείας αὐτῶν, εἷς δὲ τούτων τοὺς μὲν βλέπει προάγοντας αὐτοῦ, τοὺς δ’ ὄπισθεν αὐτοῦ ἐρχομένους καὶ σπουδῇ πολλῇ φθάζοντας αὐτόν, ἢ πρὸ τῆς οἰκίας αὐτοῦ καθεζόμενος ὁρᾷ διερχομένους αὐτοὺς καὶ πρὸς τὴν πανήγυριν μετὰ σπουδῆς ἀπερχομένους, αὐτὸς ῥαστώνῃ καὶ ῥᾳθυμίᾳ κρατουμένους, οὐ μόνον δέ, ἀλλὰ καὶ μέθῃ καὶ τρυφῇ προσασχολούμενος καὶ φίλτρῳ πόρνης γυναικὸς ἐλεεινῶς κατεχόμενος, οὐ προαιρεῖται δραμεῖν εἰς τὴν ἐμπορίαν, ἡμέραν ἐξ ἡμέρας ἀναβαλλόμενος, οὐχὶ οὗτοι μὲν ἐξηγοράσαντο τὸν καιρὸν τῆς ζωῆς αὐτῶν, ἐμπορευσάμενοι καὶ μετὰ κέρδους μεγάλου ὑποστρέψαντες, ἐκεῖνος δὲ ἀπώλεσεν αὐτόν, εἰς ἀνωφελῆ καὶ μάταια τοῦτον ἐξαναλώσας, εἴτ’ οὖν ἀπεμπολήσας αὐτόν;

Εἰ δὲ καὶ τὴν πανήγυριν σὺν αὐτοῖς καταλάβῃ καὶ πάντες μὲν ἐκεῖνοι χρυσίον ἐπιφερόμενοι, εὐθὺς πρὸς πραγματείαν χωρήσουσι καὶ ἄλλος μὲν ἄλλο τι ἐξωνήσεται, δι’ οὗ κερδῆσαι ἐπ’ αὐτῷ ἐλπίζει, ἐκεῖνος δὲ μηδὲν ὅλως ἐπιφερόμενος περιτρέχει ζητῶν εὑρεῖν πόθεν καὶ δανείσασθαι, ὅπως καὶ αὐτὸς ἐμπορεύσηται καὶ πρὸ τοῦ εὑρεῖν καὶ δανείσασθαι, ἢ καὶ μετὰ τὸ εὑρεῖν χρυσίον, ἐὰν λυθῇ ἡ πανήγυρις καὶ καταλειφθῇ ἀπραγμάτευτος, οὐχὶ καὶ αὖθις ἀπώλεσε τὸν καιρόν, ἄνευ χρυσίου εἰς τὴν πανήγυριν ἀπελθών; Εἰ δὲ καὶ χρυσίον ἐπιφερόμενος τὴν πανήγυριν καταλάβῃ, ἐὰν ἀφεὶς ἐν σπουδῇ πραγματεύσασθαι ἄρξηται τὰς σκηνὰς τῶν καπήλων καὶ τῶν μαγείρων καὶ τῶν τὰ λοιπὰ βρώματα ἀπεμπολούντων περιϊέναι καὶ ποτὲ μὲν ἐκ τούτων ποτὲ δὲ ἐξ ἑτέρων λιχνευόμενος ἐσθίῃ καὶ πίνῃ, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐὰν ἐν μέθῃ καὶ ἀσελγείαις καταδαπανήσῃ τὸ χρυσίον αὐτοῦ, οὐχὶ καὶ οὗτος τὸν καιρὸν ἀπώλεσε καὶ τὰ προσόντα αὐτῷ ἀφρόνως κατεδαπάνησεν;

Ὁ δὲ καὶ ἐν τῇ πανηγύρει μετὰ χρυσίου παραγινόμενος καὶ μηδὲν ἐξ ὧν εἴπομεν ἐναντίον διαπραττόμενος, ἀλλὰ μετὰ τῶν συνεμπόρων αὐτοῦ εἰσελθὼν ἐν αὐτῇ, ἐὰν μόνον ἅπασαν τὴν πανήγυριν περιέρχηται, κατασκοπῶν καὶ καταμανθάνων ποτὲ μὲν τοὺς γνωρίμους, ποτὲ δὲ καὶ τοὺς μὴ γνωριζομένους αὐτῷ, οἰκείους τε καὶ ἀλλοτρίους, πῶς ἕκαστος αὐτῶν πραγματεύεται, αὐτὸς δὲ μηδὲν πραγματεύσηται καὶ οὕτως ἀκαίρως περιερχομένου αὐτοῦ διαλυθείη πάλιν ἡ πανήγυρις, πάντων αὐτομολησάντων εἰς τὰ οἰκεῖα, οὐχὶ οἱ ἐμπορευσάμενοι μὲν τὸν καιρὸν ἐξηγοράσαντο ἐν σπουδῇ, τὰ τῷ καιρῷ πρέποντα ἐργασάμενοι καὶ κέρδος ἐκεῖθεν ἑαυτοῖς περιποιησάμενοι, ὁ δὲ περιεργαζόμενος τὰ ἀλλότρια καὶ μὴ πραγματευσάμενος, εἰ καὶ συνῆν αὐτοῖς, ἐζημιώθη τὸν καιρόν, μηδὲν ἐκ τοῦ εὑρηθῆναι εἰς τὴν πανήγυριν ὠφεληθείς; Εἰ δὲ καὶ ἄλλοι μὲν αὖθις τῇ προσδοκίᾳ τοῦ κέρδους καὶ λῃστῶν ἐφόδου καὶ κόπου ὁδοιπορίας καὶ μακρᾶς ὁδοῦ καταφρονοῦσιν, ὁ δέ, φόβῳ τούτων βαλλόμενος, κἂν ὑπὸ πάντων παρακαλῆται συνοδοιπορῆσαι αὐτοῖς, κἂν ὑποσχομένους φυλάττειν αὐτὸν ἀκούῃ ἀπὸ τῶν προσδοκομένων αὐτῷ κακῶν, οὐ προαιρεῖται ἀκολουθῆσαι αὐτοῖς καὶ ἀπελθεῖν πραγματεύσασθαι μετ’ αὐτῶν ἐν τῇ πανηγύρει, οὐχὶ οἱ μὲν καιρὸν ἐξηγοράσαντο, καλῶς πραγματευσάμενοι καὶ κερδήσαντες, ὁ δὲ τοῦτον ἀφρόνως ἐζημιώθη, φοβηθεὶς ἐκεῖ φόβον οὗ οὐκ ἦν φόβος;

Οὕτω τοιγαροῦν ἐστι καὶ ἐπὶ πάσῃ πράξει καὶ ἐργασίᾳ πνευματικῇ. Ὅταν γὰρ ἄλλοι ἐν ταῖς ἐντολαῖς πορεύωνται τοῦ Θεοῦ καὶ τὰς ἀρετὰς πάσας μετὰ σπουδῆς καὶ θέρμης ἐργάζωνται, ἡμεῖς δὲ ἐν ἀμελείᾳ καὶ ἀργίᾳ διάγωμεν, ἐκεῖνοι μὲν ἐξηγοράσαντο τὸν καιρὸν καὶ τὰ μέγιστα ὠφελήθησαν, ἡμεῖς δὲ καὶ ἑαυτοὺς καὶ τὸν καιρὸν ἀπωλέσαμεν.

Ἀλλὰ γὰρ ἔτι τὸ νόημα ἐξετάσωμεν. Τί οὖν φησιν· «Ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν»; Πῶς οὖν ἐξαγοράζεταί τις τὸν καιρὸν καὶ τίς ἐστιν οὗτος καὶ τίνες αἱ πονηραὶ ἡμέραι δι’ ἃς ὀφείλομεν ἐξαγοράζεσθαι τὸν καιρόν; Καιρὸς πραγματείας ἀνθρώπου παντὸς ὁ χρόνος οὗτός ἐστι τῆς παρούσης ζωῆς· ταύτης δὲ τῆς ζωῆς προδήλως πονηραί εἰσιν αἱ ἡμέραι τοῖς μὴ καλῶς χρωμένοις αὐταῖς. Πᾶς οὖν ὁ σωφρόνως καὶ δικαίως μετὰ φρονήματος ὑγιοῦς πολιτευόμενος ἐν τῷ βίῳ καὶ φέρων ἐν ἀνδρίᾳ καὶ ὑπομονῇ ψυχῆς τὰ ἐπίπονα καὶ λυπηρὰ τῶν ἐπερχομένων αὐτῷ πειρασμῶν τε καὶ θλίψεων, εἴτε ἐξ ὁρατῶν, εἴτε ἐξ ἀοράτων ἐχθρῶν, ἐξαγοράζεται τὸν καιρὸν φρονίμως καὶ καταπραγματεύεται τῶν πονηρῶν ἡμερῶν τῆς παρούσης ζωῆς. Καὶ ἵνα τοῦτο σαφέστερον γένηται, ἐκ τῶν ἐπισυμβαινόντων καθ’ ἑκάστην τῷ βίῳ τὸν λόγον ποιήσομαι.

Ὁ εἰδὼς καλῶς τὸν παρόντα πραγματεύσασθαι καιρόν, ὅποταν θλίψεις ἐπενεχθῶσι καὶ ὀνείδη καὶ ἀτιμίαι καὶ σκώμματα, ὡς γνωρίζων τὰ χρήματα καὶ τὸ ἐξ αὐτῶν κέρδος σαφῶς προειδώς, ἁρπάζει ταῦτα καὶ αἴρει ἐπ’ ὤμων αὐτοῦ καὶ χαίρων πορεύεται, ὑπομονὴν μόνην ἀντὶ χρυσίου καταβαλλόμενος καὶ οὕτως ἐξαγοράζεται τὸν καιρὸν ἐν μιᾷ ῥοπῇ, ὃν ἕτεροι ἐν πολλοῖς ἔτεσι νηστεύοντες, ἀγρυπνοῦντες, χαμευνοῦντες καὶ πολλὰ οἴκαδε κοπιῶντες, εὑρεῖν ἢ λαβεῖν ἢ κερδῆσαι οὐ δύνανται. Ὁ δὲ μὴ εἰδὼς οὕτως πραγματεύσασθαι ἀπόλλει τὸν καιρὸν τῆς σωτηρίας αὐτοῦ.

Εἰ δοκεῖ δέ, καὶ ἄλλως ἐν ὑποδείγματι τὸν λόγον γυμνάσωμεν. Δύο τινῶν εἰς παράβασιν ἐντολῆς Θεοῦ τυραννικῶς προσκαλουμένων ὑπό τινος, εἰ ὁ μὲν αὐτῶν δειλίᾳ καὶ φόβῳ τῶν μελλόντων ἐπενεχθῆναι αὐτῷ κολάσεων καὶ τιμωριῶν φυγῇ χρήσοιτο καὶ ἀπελθὼν κρυβηθῇ, ὁ δέ γε ἕτερος παρρησιάσεται καὶ πολλὰς ὑπὲρ τῆς ἐντολῆς τοῦ Θεοῦ βασάνους ὑπενέγκῃ, ἢ καὶ θάνατον αὐτὸν ὑποστῇ, ποῖος τούτων ἐξηγοράσατο τὸν καιρόν; Ὁ κρυβεὶς καὶ τὰς θλίψεις διεκφυγών, ἢ ὁ πολλὰ παθὼν καὶ ὑπενεγκὼν ἢ καὶ ἴσως ἀποθανών; Εὔδηλον ὅτι πάντως ὁ τὰς θλίψεις ὑπομείνας καὶ τὸν θάνατον μὴ παραιτησάμενος οὗτός ἐστιν ὁ τὸν καιρὸν ἐξαγορασάμενος, ὁ ἕτερος δὲ σὺν τῷ καιρῷ καὶ τὴν σωτηρίαν τῆς ἑαυτοῦ ψυχῆς ἐζημιώθη.

Τοιγαροῦν οἱ ὀρθῶς φρονοῦντες διὰ θλίψεων καὶ πειρασμῶν τῶν ἐνταῦθα, τὰ αἰώνια ἀγαθὰ καὶ τὴν ἄληκτον εὐφροσύνην ἐξαγοράζονται καὶ διὰ τοῦ σωματικοῦ θανάτου τὴν μετὰ τοῦ ἀθανάτου καὶ αἰωνίου Θεοῦ αἰώνιον καὶ ἀθάνατον διαγωγήν τε καὶ κατοικίαν. Καὶ καθάπερ ἔμπορος, πολλά τινα καὶ πολύτιμα εὑρὼν πράγματα, ὀλίγῳ τιμήματι πιπρασκόμενα, ὀβολῷ τυχὸν ἑνὶ ἢ νομίσματι, μετὰ χαρᾶς αὐτὸ καὶ ἐν σπουδῇ ἀποδίδωσι, τὰ τίμια ἐκεῖνα λαβεῖν ἐφιέμενος, οὕτω καὶ ὁ ὑπὲρ ἐντολῆς Θεοῦ ἀγωνιζόμενος ἐν εὐφροσύνῃ καὶ σπουδῇ θανεῖν αἱρεῖται, ὡς δι’ ὀβολοῦ ἑνός, τοῦ θανάτου λέγω, τὰ αἰώνια μέλλων κτήσασθαι ἀγαθά. Οὐχ οὕτως δὲ οἱ φιλόκοσμοι, οὐχ οὕτως οἱ φιλόζωοι, οἱ φιλόδοξοι, οἱ φιλόσαρκοι, οἱ φιλήδονοι καὶ οἱ φιλόπλουτοι· ἀλλ’ ἐπὰν πρὸς παράβασιν ἐντολῆς Θεοῦ προσκληθῶσιν ὑπό τινος τῶν ἐν ὑπεροχῇ κοσμικῇ τυγχανόντων, τὴν παρ’ αὐτοῦ ἀγανάκτησιν καὶ ἀτιμίαν ἢ ἀποστροφὴν καὶ χρημάτων ζημίαν ὑπενεγκεῖν μὴ δυνάμενοι, προδιδοῦσι τὰ αἰώνια καὶ ἀτίμητα καὶ ἐξαγοράζονται ἀφρόνως τὰ πρόσκαιρα καὶ φθαρτὰ καὶ μηδενὸς ἄξια, καὶ ἀπολλύουσι τὴν ἑαυτῶν σωτηρίαν, αὐτὴν δηλαδὴ τὴν ζωὴν τὴν αἰώνιον· οἳ καὶ τὴν ἄνεσιν ἐξωνήσασθαι ἐν ὀλίγαις ἡμέραις προτιμῶνται καὶ εἰς αἰῶνας ἀπείρους κολάζεσθαι πραγματεύονται τῆς παρούσης ζωῆς αὐτῶν τὸν καιρόν.

Ὅπερ ἵνα μὴ πάθωμεν καὶ ἡμεῖς, ἐξαγορασώμεθα, παρακαλῶ, τὸν παρόντα καιρόν, ἕως ἔτι ἡ πανήγυρις τῆς ζωῆς ἡμῶν ἵσταται, ἐπειδὴ αἱ ἡμέραι αὐτῆς λίαν εἰσὶ πονηραί, μυρία καθ’ ἑκάστην ἐπεγείρουσαι τὰ κύματα τῆς κυμαινομένης καθ’ ἡμῶν ἁλμυρᾶς ἁμαρτίας, ποτὲ μὲν διὰ τῆς εὐπαθείας τοῦ σώματος καὶ τῶν ἀτάκτων αὐτοῦ κινημάτων ζάλης καὶ τρικυμίας πληροῦσαι ἡμῶν τὰς ψυχάς, ποτὲ δὲ διὰ τῶν ἐπιτιθεμένων ἡμῖν ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν εἰς ἀθυμίαν καὶ ἐπιθυμίαν καὶ θυμὸν ἄγριον ἐμβάλλουσαι καὶ διεγείρουσαι τὰς καρδίας ἡμῶν καὶ διὰ τῶν τοιούτων μακρὰν ὅλους ἡμᾶς ποιοῦσαι τῆς βασιλείας τῶν οὐρανῶν.

Ἐξαγορασώμεθα οὖν τὸν καιρὸν ἡμῶν τῆς ζωῆς, διδοῦντες τὰς προθέσεις ἡμῶν καὶ ὅλους ἑαυτοὺς εἰς μόνην τὴν ἐργασίαν τῶν ἐντολῶν τοῦ Θεοῦ, εἰς μόνην τὴν κτῆσιν καὶ τὸ κέρδος τῆς ἀρετῆς, ἵνα ἐν ἀγωγίμοις τῶν χαρισμάτων τοῦ Πνεύματος εἰς λιμένας Θεοῦ καταντήσωμεν καὶ φύγωμεν τὰς πονηρὰς ἐκείνας ἡμέρας καὶ τὴν ἀκοὴν ἐκείνην τὴν πονηράν, τὴν τοὺς ἁμαρτωλοὺς ἀποπέμπουσαν εἰς τὸ πῦρ τὸ ἐξώτερον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.

Ἐξαγορασώμεθα τὴν φρόνησιν ἡμῶν τῆς ψυχῆς διὰ τῆς τῶν ὁρωμένων καταφρονήσεως καὶ τῆς τῶν κρειττόνων μελέτης καὶ ἐργασίας, καὶ φευξόμεθα τὸ φρόνημα τῆς σαρκός, ὃ ἀρέσαι Θεῷ οὐ δύναται, ἀλλ’ οὐδὲ τῆς ἀπολαύσεως τῶν προσκαίρων ἁρπάσαι ἡμᾶς καὶ πρὸς τὰ διαμένοντα καὶ αἰώνια ἐμβιβάσαι ἡμῶν τὴν διάνοιαν· ὃ ζῆσαι κατὰ Θεὸν οὐκ ἐᾷ τὸν κρατούμενον ὑπ’ αὐτοῦ, ἀλλὰ κατασπᾷ τὴν ψυχὴν ἀεὶ μᾶλλον εἰς τὰς κτηνώδεις ὁρμὰς τῆς σαρκὸς καὶ ὅλον κτηνώδη τὸν ἄνθρωπον ἀπεργάζεται.

Ἐξαγορασώμεθα τὴν δικαιοσύνην ἡμῶν, δι’ ἧς Θεῷ οἰκειούμεθα, διὰ πάσης εὐσεβείας καὶ διακρίσεως διακρίνοντες τοῦ δικαίου τὸ ἄδικον καὶ προτιμούμενοι τὴν ἀρετὴν τῆς κακίας, μὴ διδοῦντες τῷ πονηρῷ εἴσοδον ἢ παρρησίαν εἰς ὄλεθρον ἑαυτῶν καὶ ἀπώλειαν, ἀλλ’ ἀπονέμοντες τὴν τιμὴν ἑκάστῳ ἀξίως, καὶ τῷ μὲν σώματι παρέχοντες αὐταρκῶς διατροφὰς καὶ σκεπάσματα, τῇ δὲ ψυχῇ, τὸ ὅλον ἡμῶν τῆς δυνάμεως ἐν μελέτῃ θείᾳ τῶν ἐννοιῶν, ἐν εὐχαῖς, ἐν δάκρυσί τε καὶ ἀναγνώσεσιν αὐτὴν διατρέφοντες καὶ καθαίροντες εἰς ὑποδοχὴν τοῦ θείου φωτός, αὐτοῦ τοῦ ἡλίου τῆς δικαιοσύνης Θεοῦ, ὃς καὶ δικαιώσει διὰ τῆς δωρεᾶς τοῦ ἁγίου Πνεύματος αὐτοῦ καὶ δικαίους ἡμᾶς ἀποδείξει τῇ συναφείᾳ αὐτοῦ, κοινωνοὺς τῶν ἀπορρήτων ἀγαθῶν τῆς βασιλείας αὐτοῦ ἐργαζόμενος.

Ἐξαγορασώμεθα τὴν ἀνδρίαν τῶν ἰδίων ψυχῶν ἐν ὑπομονῇ πολλῇ καὶ καρτερίᾳ τῶν πειρασμῶν κατὰ τὴν τοῦ Κυρίου φωνήν· «Ἐν τῇ ὑπομονῇ ὑμῶν, φησί, κτήσασθε τὰς ψυχὰς ὑμῶν», ἀνδρείῳ δηλονότι φρονήματι κατὰ τῆς ἁμαρτίας ἱστάμενοι καὶ τὸν πολέμιον βάλλοντες τοῖς ὅπλοις τοῦ Πνεύματος, κακοπαθοῦντες ὡς καλοὶ στρατιῶται Χριστοῦ ἐν νηστείαις, ἐν ἀγρυπνίαις, ἐν χαμευνίαις, ἐν εὐχαῖς, ἐν πένθει, ἐν σάκκῳ καὶ μετανοίᾳ καὶ ἀενάοις δεήσεσιν, ἵνα τὸν στέφανον τῆς νίκης ἀράμενοι εἰς αἰῶνας συμβασιλεύσωμεν τῷ Χριστῷ.

Ἐξαγορασώμεθα τὴν σωφροσύνην τοῦ σώματος ἡμῶν διὰ πάσης ἐγκρατείας καὶ ταπεινώσεως, ἐπειδὴ ὁ νομίμως ἀθλῶν καὶ ἀγωνιζόμενος ἐν τῷ σταδίῳ τῆς εὐσεβείας πάντα ἐγκρατεύεται κατὰ τὸν θεῖον Ἀπόστολον. Ἐὰν γὰρ ταύτην κτησώμεθα, φευξόμεθα τὰς πονηρὰς ἡμέρας τῆς ἀλόγου ἐπιθυμίας καὶ τοῦ θυμοῦ καὶ αὐτῆς τῆς σαρκὸς τῆς ὄντως πολεμίας τοῦ Πνεύματος· φευξόμεθα τὸν μολυσμὸν τὸν ἐκ τῶν τοιούτων γινόμενον τῇ ψυχῇ, τὴν τοῦ συνειδότος κατάκρισιν, τὴν τῆς καρδίας ἀκαθαρσίαν, τὴν τῶν ἀνθρώπων κατάγνωσιν, αὐτὴν τὴν ἀποστροφὴν τοῦ Θεοῦ, καὶ μεγάλα ἐν τῇ πνευματικῇ ταύτῃ πραγματείᾳ κερδανοῦμεν, τὸν καιρὸν φρονίμως πραγματευσάμενοι τῆς παρούσης ζωῆς καὶ τὴν ὁδὸν τοῦ βίου διελθόντες ἐν δικαιοσύνῃ καὶ σωφροσύνῃ, τὸ βάρος δηλαδὴ καὶ τὸν καύσωνα τῆς ἡμέρας ἀνδρείως βαστάσαντες.

Οὕτω γὰρ τὸν παρόντα καιρὸν πραγματευόμενοι, παραχωροῦντες τοῖς βουλομένοις τὰ πρόσκαιρα καὶ μόνων τῶν ἀφθάρτων καὶ αἰωνίων ἀντιποιούμενοι, καταντήσομεν εἰς εὔδιον λιμένα τῆς τοῦ Θεοῦ βασιλείας ἐν ἀγωγίμοις πλουσίως τοῦ Πνεύματος καὶ οὐ φοβηθησόμεθα ἢ τὴν πονηρὰν ἐκείνην ἀκοὴν τὴν τοὺς ἁμαρτωλοὺς ἐλαύνουσαν εἰς τὸ πῦρ τὸ ἐξώτερον, ἢ τὰς πονηρὰς ἐκείνας βασάνους καὶ τὴν φρικτὴν ἡμέραν καὶ καταδίκην τῆς κρίσεως, αὐτὸν ἐπιφερόμενοι τὸν πολύτιμον μαργαρίτην τοῦ Πνεύματος, ὃν εὕρομεν καὶ ἐξωνησάμεθα, πάντα δεδωκότες ἡμῶν τὰ θελήματα, τὰ φρονήματα, τὰς προθέσεις καὶ τὰς δυνάμεις ἐν τῇ πραγματείᾳ τοῦ καιροῦ τῆς παρούσης ζωῆς. Οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, καλῶς πραγματευσαμένους τὸν παρόντα βίον τῆς ἐνταῦθα ζωῆς, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.