Ἐὰν οὕτως ἑορτάζων λογίζῃ καὶ τοιοῦτος γέγονας οἷον ὁ λόγος ἀνεζωγράφησεν, ἑορτὴν ἑορτάζεις ἐν οἷς ποιεῖς ἑορτάζων πνευματικὴν καὶ συνεορτάζεις ταῖς ἄνω τῶν ἀγγέλων δυνάμεσι. Εἰ δὲ οὐχ οὕτως οὐδὲ τοιοῦτον σεαυτὸν διὰ τῆς ἐργασίας τῶν ἐντολῶν ἀπειργάσω, τί σοι τὸ ὄφελος ἑορτάζοντι; Δέος μὴ καὶ σύ, ὡς οἱ πάλαι Ἰουδαῖοι, ἀκούσῃς· «Μεταστρέψω, φησίν, εἰς πένθος τὰς ἑορτάς σου· καὶ τὴν χαράν σου εἰς λύπην μεταβαλῶ.» Τί οὖν; Οὐχ ἑορτάσομεν σωματικῶς τε καὶ αἰσθητῶς, εἰ μὴ τοιοῦτοι δυνηθῶμεν γενέσθαι οἵους ἡμῖν τῷ λόγῳ ὑπέδειξας; Καὶ πάνυ μὲν οὖν. «Ἑόρταζε» φησί, καὶ τὰ πρὸς τιμὴν Θεοῦ καὶ τῶν ἁγίων αὐτοῦ ἐπιτέλει, ὅση σοι δύναμις, καὶ πάντας, εἰ οἷόν τε, συγκάλει, βασιλεῖς, ἄρχοντας, ἀρχιερεῖς, λευΐτας, μοναστάς, λαϊκούς, ἵνα διὰ πάντων δοξασθῇ ὁ Θεὸς διὰ σοῦ· καὶ τούτων ἡ δόξα, ὡς ἐξ ἑνὸς σοῦ ἀναφερομένη πρὸς τὸν Θεόν, σοὶ λογισθήσεται καὶ αὐτῷ εὐαπόδεκτος ἔσῃ. Μὴ οἴου δὲ ὡς ἐντεῦθεν τὸν Θεὸν καὶ τοὺς ἁγίους δοξάζειν αὐτοῦ ἢ προσθήκην τινὰ τῆς δόξης αὐτοῖς ἐμποιεῖν. Πῶς γάρ; «Οὐ γὰρ δεδόξασται, φησί, τὸ δεδοξασμένον ἕνεκα τῆς ὑπερβαλλούσης δόξης αὐτοῦ», οὐδὲ ἐνδεῶς ἔχουσιν οἱ ἅγιοι δόξης ἐπιγείου καὶ ἀνθρωπίνης.