Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Ἠθικαὶ ὁμιλίαι

Συμεὼν ὁ Νέος Θεολόγος

Λόγος ΙΔ': Ο πνευματικός εορτασμός και η Θεία Ευχαριστία

Η αληθινή έννοια των χριστιανικών εορτών, οι οποίες υπερβαίνουν τα αισθητά σύμβολα και κορυφώνονται στη συνειδητή μετοχή στο Σώμα και το Αίμα του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 14 από 15

ΛΟΓΟΣ ΙΔʹ Περὶ ἑορτῶν καὶ ὅπως χρὴ ἑορτάζειν καὶ τίνων σύμβολα τὰ τελούμενα ἐν ταῖς ἑορταῖς καὶ κατὰ τῶν ἐναβρυνομένων ἐν αὐταῖς. Καὶ περὶ τῶν ἀξίως ἢ ἀναξίως κοινωνούντων καὶ τίς ἡ ἐν τούτοις διαφορά· καὶ πρὸς τὸ τέλος, πῶς συνάπτεταί τις διὰ τῆς κοινωνίας Θεῷ καὶ πῶς οὐ συνάπτεται. Ὁ συνιέναι καὶ συνιδεῖν δυνηθεὶς ὅτι γυμνὸς ἐκ τοῦ μὴ ὄντος παραχθεὶς εἰς τὸν κόσμον εἰσῆλθεν, οὗτος τὸν ποιήσαντα αὐτὸν ἐπιγνώσεται καὶ μόνον αὐτὸν φοβηθήσεται καὶ ἀγαπήσει καὶ αὐτῷ δουλεύσει ἐξ ὅλης ψυχῆς καὶ οὐδὲν οὐδαμῶς προτιμήσει τῶν ὁρωμένων αὐτοῦ, ἀλλὰ ξένον πάντων τῶν ἐπιγείων, εἰπεῖν δὲ καὶ αὐτῶν τῶν ἐν τῷ οὐρανῷ, ἑαυτὸν εἶναι ἐν πάσῃ πληροφορίᾳ εἰδώς, ὅλην αὐτοῦ τὴν πρόθεσιν τῆς ψυχῆς εἰς τὴν θεραπείαν τοῦ πεποιηκότος αὐτὸν ἐκδίδωσιν. Εἰ γὰρ ἐξ ὧν ἐπλάσθη καὶ ἐν οἷς διάγει ξένος ἐστί, πολλῷ μᾶλλον ἐκείνων ὧν κατὰ πολὺ ἀφέστηκε καὶ τῇ φύσει καὶ τῇ οὐσίᾳ καὶ τῇ διαγωγῇ. Ὁ δέ γε ξένον ἑαυτὸν ὄντα τῶν ἐπιγείων ἐπεγνωκὼς καὶ εἰδὼς ὅτι γυμνὸς ἐν τῷ θεάτρῳ τούτῳ εἰσῆλθε καὶ γυμνὸς πάλιν ἐξέρχεσθαι τούτου μέλλει, πῶς οὐχὶ πενθήσει; πῶς δὲ οὐ κλαύσει οὐχ ἑαυτὸν μόνον, ἀλλὰ καὶ πάντας τοὺς ὁμογενεῖς καὶ ὁμοιοπαθεῖς αὐτῷ ἀνθρώπους;

Ὁ δὲ καὶ τὸν Θεὸν μόνον ἀγαπῶν καὶ φοβούμενος, πῶς σωματικῶς εὐφρανθήσεται, ἢ σωματικῶς κατὰ τὴν τῶν ἀνθρώπων συνήθειαν οὕτω πως ἀγνώστως ἑορτάσει καὶ ἀλογίστως, αὐτοῦ τοῦ Κυρίου πρὸς τοὺς τοιούτους ἀεὶ λέγοντος· «Ὁ κόσμος χαρήσεται, ὑμεῖς δὲ λυπηθήσεσθε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.

Ἀναστήσομαι γὰρ ἐν ὑμῖν, καταποθέντος τοῦ χείρονος κόσμου ὑπὸ τῆς ζωῆς τῆς βραβευομένης πᾶσιν ἐκ τοῦ ἐμοῦ Πνεύματος καὶ ἰδόντες με, χαρήσεται ὑμῶν ἡ καρδία καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ’ ὑμῶν.» Πῶς οὖν ὁ τὸν οὐράνιον βλέπων Δεσπότην ἐπιγείου τινὸς ἐν ἐπιθυμίᾳ γένηται πράγματος, ἢ ἐννοήσει τι ὃ μὴ ἀρέσκει Θεῷ; Πῶς δὲ ὁ καὶ ξένον ἑαυτὸν εἰδὼς ἐν πληροφορίᾳ γυμνόν τε καὶ πένητα, εἰ καὶ τὰ πάντα κατέχει, ἀποστολικῶς εἰπεῖν, ἐγκαλλωπισθήσεται, ἢ ἐφ’ οἷς ἄρα ποιεῖ ἐπαρθήσεται, ἢ ἐπὶ πλήθει κηρῶν καὶ λύχνων μεγάλα φρονήσει καὶ ἐπὶ ἀρώμασι καὶ μύροις, ἢ συνάξει λαοῦ, ἢ εὐθηνούσῃ τραπέζῃ καὶ πολυτελεῖ, καὶ φίλων περιφανείᾳ καὶ παρουσίᾳ ἐνδόξων ἀνδρῶν τῶν ἐπὶ τῆς γῆς ἐγκαυχήσεται;

Οὐδαμῶς οὖν. Οἶδε γὰρ ταῦτα πάντα καὶ πάντας ὁμοῦ τὴν σήμερον ὄντας καὶ παρερχομένους τὴν αὔριον, σήμερον τὰ παρόντα φαινόμενα καὶ μετ’ ὀλίγον ἀφανιζόμενα. Οὐδὲ γὰρ ἔχει πρὸς τὰ γινόμενα ὁ τοιοῦτος καὶ τὸ ἑορτάζειν καλῶς ἐπιστάμενος ἢ τὸν νοῦν ἑαυτοῦ ἢ τὴν αἴσθησιν ὅλως —τοῦτο γὰρ τῶν μηδὲν πλέον τῶν ὁρωμένων φανταζομένων ἐστίν—, ἀλλ’ ὡς ἐνεστῶτα ἐν τοῖς τελουμένοις ὁρᾷ σοφῷ τῷ νοῒ τὰ μέλλοντα καὶ ἐπ’ αὐτοῖς τὴν καρδίαν εὐφραίνεται καὶ δοκεῖ ὅλον ἐν ἐκείνοις ἑαυτὸν εἶναι καὶ μετὰ τῶν ἑορταζόντων εἰς οὐρανοὺς ἐν ἁγίῳ τῷ Πνεύματι. Οὐ πρὸς τὰ φῶτα βλέπει, οὐ πρὸς τὸ πλῆθος τοῦ λαοῦ, ἢ τὴν τῶν φίλων συνέλευσιν, ἀλλὰ τὸ μετ’ ὀλίγον ἀεὶ ἐννοεῖ, ὅτι δὴ τὰ μὲν σβεσθήσονται, οἱ δὲ ἀπελεύσονται ἕκαστος εἰς τὰ ἴδια καὶ μόνος αὐτὸς ἐν σκότει καταλειφθήσεται.

Μὴ δὴ οὖν μοι χρόνους καὶ μῆνας καὶ καιρῶν περιόδους ἀρίθμει, μηδὲ λέγε μοι· «Ἰδοὺ ἑώρτασα τὴν Χριστοῦ γέννησιν, τὴν Ὑπαπαντήν, τὰ Θεοφάνια, τὴν Ἀνάστασιν, τὴν Ἀνάληψιν, τὴν τοῦ Πνεύματος κάθοδον.» Μὴ ταῦτά μοι λέγε μηδὲ πάσας ἀρίθμει τὰς ἑορτάς, ἀλλὰ μηδὲ ἀρκεῖν σοι ταύτας λογίζου πρὸς σωτηρίαν ψυχῆς· μηδὲ ἐν λαμπροῖς ἱματίοις καὶ ἀγερώχοις ἵπποις καὶ μύροις πολυτίμοις, κηροῖς τε καὶ λύχνοις καὶ πλήθει λαοῦ, τὴν ἑορτήν σοι νόμιζε εἶναι.

Ταῦτα γὰρ λαμπρὰν τὴν ἑορτὴν οὐ ποιεῖ οὐδὲ ἀληθὴς ἑορτή ἐστι τοῦτο, ἀλλὰ σύμβολα ἑορτῆς. Τί γάρ μοι ὄφελος, ἀγαπητέ, μὴ εἴπω κηροὺς καὶ λύχνους ἀνάψαι πολλοὺς ἐν τῷ ναῷ καὶ τῇ τῶν πιστῶν ἐκκλησίᾳ, ἀλλ’ ἐὰν τοιούτους αὐτοὺς κτήσασθαι δυνηθῶ, οἷον τὸν ἀπ’ οὐρανοῦ λάμποντα ἥλιον, καὶ ἀντὶ λύχνων πολλῶν τοὺς ἀστέρας προσπῆξαι τῷ ὀρόφῳ τοῦ ναοῦ καὶ ποιῆσαι αὐτὸν καινὸν οὐρανὸν καὶ πρᾶγμα ξένον ἐπὶ τῆς γῆς, καὶ ἔτι πρὸς τούτοις, ἐν τῷ τούτων ἀγαλλιασθῆναι φωτί, θαυμαστωθῆναί τε παρὰ τῶν συνεληλυθότων καὶ ἐπαινεθῆναι, εἶτα μετ’ ὀλίγον, πάντων ἀποσβεσθέντων αὐτῶν, αὐτὸς ἐγὼ ἐν σκότει καταλειφθήσομαι;

Εἰ δὲ καὶ σήμερον μὲν μύροις ἐμαυτόν τε καὶ τοὺς συνεληλυθότας εὐωδιάσαιμι, αὔριον δὲ ἐκ τῆς ἐμαυτοῦ σαρκὸς καὶ τοῦ ῥύπου ταύτης δυσωδίας πλησθήσομαι, τί μοι τὸ ὄφελος, εἰπέ μοι, ὁ λαμπραῖς αὐχῶν ἑορταῖς, καὶ συνετῶς, εἴ ἐστί σοι σύνεσις, κατὰ τὸν Σοφόν, ἀποκρίθητι.

Ὄντως οὐδέν, κἂν ἄγῃς σιωπήν, ὑπὸ τοῦ λόγου ἀγχόμενος. Εἰ γὰρ σήμερον φωτισθήσομαι, αὔριον δὲ σκοτισθήσομαι, ἢ σήμερον μὲν εὐφρανθήσομαι, τῇ λύπῃ δὲ βληθήσομαι αὔριον, ἢ καὶ ταύτῃ μὲν τῇ ἡμέρᾳ ὑγιείας ἀπολαύσαιμι, τῇ ἐπιούσῃ δὲ βληθήσομαι νόσῳ, τί μοι τὸ κέρδος; Εἰπέ.

Τίς δὲ ἡ ἐκ τῶν εἰρημένων ἀπόλαυσις; «Οὐ ταύτας τὰς ἑορτὰς ἐξελεξάμην, λέγει Κύριος. Τίς γάρ, φησί, ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν ἐξεζήτησεν;» Οὐχ οὕτως ἑορτάζειν ἡμᾶς Χριστὸς νενομοθέτηκεν. Ἀλλὰ πῶς; Ἄκουε νουνεχῶς. Πρῶτον δὲ τὰς ἀντιθέσεις σοι τῶν ἀντιδιατιθεμένων τῷ λόγῳ προθήσω λεγόντων οὕτω· «Τί δέ; φησίν. Οὐκ ἀνάψομεν κηρούς τε καὶ λύχνους; Οὐ μύρα προσενέγκωμεν καὶ θυμίαμα; Οὐ προσκαλεσόμεθα ᾄδοντα λαόν, οὐδὲ γνωστοὺς καὶ φίλους καὶ ἄρχοντας συναθροίσομεν;

Ταῦτα λέγεις; οὕτω προστάσσεις;» φησίν. Οὐ τοῦτο λέγω, μὴ γένοιτο· ἀλλὰ καὶ λίαν δαψιλῶς σοι ταῦτα ποιεῖν καὶ συμβουλεύω καὶ συναινῶ. Πλὴν ἀλλὰ τὸν τρόπον εἰδέναι σε βούλομαι καὶ ἤδη ὑποτιθῶ σοι καὶ αὐτὸ τὸ τῆς ἑορτῆς τῶν πιστῶν τὸ μυστήριον. Ποῖον δὴ τοῦτο; Ὅπερ αὐτά σοι δηλοῦσι τυπικῶς τὰ γινόμενα παρὰ σοῦ.

Τὸ γὰρ νοητόν σοι φῶς, αἱ λαμπάδες ὑποσημαίνουσαι δεικνύουσιν. Καθάπερ γὰρ ὁ ναός, οὗτος ὁ περικαλλὴς οἶκος, ὑπὸ τῶν πολλῶν καταλάμπεται λαμπάδων, οὕτω καὶ ὁ οἶκος τῆς σῆς ψυχῆς, ὁ τοῦδε τοῦ ναοῦ τιμιώτερος, νοητῶς ὀφείλει φωτίζεσθαι καὶ καταλάμπεσθαι, καιομένων καὶ φαινόντων ἐν σοὶ τῶν πνευματικῶν πασῶν ἀρετῶν δηλονότι διὰ τοῦ θείου πυρός, ὡς μηδὲ τόπον τινὰ ἐν αὐτῷ ἀπολειφθῆναι φωτὸς ἄμοιρον· τοὺς δὲ φωτοειδεῖς λογισμούς, τὸ πλῆθος ὑπογράφει σοι τῶν καιομένων λύχνων ὑπὸ τοῦ ὁρωμένου πυρός, ἵνα, καθώσπερ οὗτοι, λάμπῃ ὁ καθεὶς αὐτῶν καὶ μὴ λογισμὸς ἐναπολειφθῇ σκοτεινὸς ἐν τῇ οἰκίᾳ σου τῆς ψυχῆς, ἀλλὰ δι’ ὅλου ἅπαντες ἀεὶ τῷ πυρὶ τοῦ Πνεύματος καιόμενοι λάμπωσιν, ὡς ἂν μὴ διακόπτηταί σου ὁ τῆς διακρίσεως τῶν λογισμῶν στεφανοειδὴς ὁρμαθός. Τὸ δὲ νοητόν σοι μύρον, τὰ ἐκχυνόμενα δεικνύει τῶν μύρων καὶ τὰ σύνθετα τῶν θυμιαμάτων, ἃ καὶ χρῆναί σε διδάσκουσι κεκτῆσθαι τοῦτο πολυτελῶς ἐν σεαυτῷ.

Τὸ μὲν γὰρ ἔξωθεν ῥαντιζόμενον ἔσται τοῖς πνευματικοῖς εἰς εἰκόνα τῆς κατερχομένης δρόσου ἐπὶ τὰ ὄρη Σιὼν καὶ ὡς τὸ καταβαῖνον ἐπὶ τὸν πώγωνα Ἀαρὼν καὶ ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ· τὸ δὲ βλύζον ἔνδοθεν καὶ ὡς ὕδωρ καταψῦχον τὸ πνεῦμα ἔσται εἰς πηγὴν νάουσαν ὕδατα ζωῆς αἰωνίου τῷ ὑπὸ θείου Πνεύματος ἐνεργουμένῳ, ἀναπτόμενόν τε καὶ εἰς καπνὸν εὐωδίας ἀναπεμπόμενον· ὃ καὶ φαίνει λαμπρῶς καὶ μυρίζει ὁμοῦ τὰς αἰσθήσεις εὐωδίαν πνευματικήν, τοῦτο μὲν ὡς φῶς ὂν καὶ τοῖς καθαροῖς τὴν καρδίαν ὁρώμενον, τοῦτο δὲ ὡς ξύλον ζωῆς καὶ ἀνασταυροῦν τὰ θελήματα τῆς σαρκός, τὸ εὐωδιάζον τὰ σύμπαντα καὶ μόνους τοὺς πιστοὺς ἀεὶ εὐφραῖνον εὐφροσύνην πνευματικήν.

Ἀλλὰ γὰρ οὐκ ἐν τοῖς εἰρημένοις μόνον ἵσταται ταῦτα, ἀλλ’ ἔχουσι ταῦτα καὶ ἑτέραν ἔμφασιν διδασκαλίας πνευματικῆς. Εἰ γὰρ τὰ ἄψυχα οὕτω Θεὸς τῇ εὐωδίᾳ ἐκόσμησε καὶ ἐδόξασε, πολλῷ μᾶλλον σὲ βουλόμενον κατακοσμήσει ταῖς ἰδέαις τῶν ἀρετῶν καὶ τῇ εὐωδίᾳ τοῦ Πνεύματος τοῦ ἁγίου δοξάσει, ὃν καὶ κατ’ εἰκόνα ἑαυτοῦ ἔκτισε καὶ ὁμοίωσιν.

Ταῦτα γὰρ τὰ ὑπὸ τῶν χειρῶν τῶν ἀνθρωπίνων συντεθέντα μύρα καὶ τῇ εὐωδίᾳ τοῦ μύρου εὐωδιάζοντά σου τὰς αἰσθήσεις τὴν σὴν πλάσιν ἀναζωγραφοῦσι καὶ οἷον σοφῶς ὑπεμφαίνουσι. Καθάπερ γὰρ τὰ ὑπὸ διαφόρων εἰδῶν συντιθέμενα μύρα χεῖρες πλάττουσι μυρεψῶν καὶ ἓν ἐκ πολλῶν εἶδος ἀποτελοῦσιν, οὕτω καὶ σὲ χεῖρες Θεοῦ ἔπλασαν, συντεθέντα σοφῶς καὶ συναρμολογηθέντα τοῖς νοητοῖς μέλεσι τοῦ μύρου· τοῦ νοητοῦ, εἴτ’ οὖν τοῖς χαρίσμασι τοῦ ζωοποιοῦ καὶ παντουργοῦ Πνεύματος· καὶ μυρίζειν σε χρὴ τὴν εὐωδίαν τῆς γνώσεως καὶ τῆς σοφίας αὐτοῦ, ἵνα οἱ ἀκούοντες τῶν λόγων τῆς διδασκαλίας σου εὐωδιάζωνται τὰ αἰσθητήρια τῆς ψυχῆς καὶ εὐφραίνωνται εὐφροσύνην πνευματικήν.

Τὰ δὲ συναθροισθέντα σοι πλήθη καὶ ᾄδοντα μεγαλοφώνως Θεῷ, τὰ οὐράνιά σοι τάγματα παραδηλοῦσι καὶ τὰς ἀναριθμήτους τῶν ἀγγέλων δυνάμεις, τὰς ἐπὶ τῇ σῇ σωτηρίᾳ τὸν οὐράνιον ἀνυμνούσας Δεσπότην. Ὁ αἶνος δὲ καὶ ὁ ὕμνος, ὁ δι’ αὐτῶν μελῳδούμενος, τὸν ὕμνον ἐκεῖνον τὸν μυστικόν, ὃν ἀσιγήτως οἱ ἅγιοι ἀναμέλπουσιν ἄγγελοι, ὑπαινίττεται, ὡς ἂν καὶ αὐτὸς ἑαυτὸν τοιοῦτον ἀποτελέσῃς καὶ ὡς ἐπίγειος ἄγγελος τῷ ἀΰλῳ στόματι ἀκαταπαύστως τῆς καρδίας σου ἀνυμνῇς τὸν πεποιηκότα σε Θεὸν μυστικῶς. Οἱ δέ γε φίλοι καὶ οἱ γνωστοὶ καὶ τῶν ἀρχόντων οἱ συμπαρόντες διδάσκουσί σε διὰ τῆς παρουσίας ὅτι δεῖ σε συναρίθμιον καὶ ὁμοδίαιτον διὰ πάσης ἐργασίας τῶν ἐντολῶν καὶ διὰ τοῦ πλούτου τῶν ἀρετῶν ἀποστόλων, προφητῶν, μαρτύρων καὶ πάντων γενέσθαι ὁσίων.

Ἐὰν οὕτως ἑορτάζων λογίζῃ καὶ τοιοῦτος γέγονας οἷον ὁ λόγος ἀνεζωγράφησεν, ἑορτὴν ἑορτάζεις ἐν οἷς ποιεῖς ἑορτάζων πνευματικὴν καὶ συνεορτάζεις ταῖς ἄνω τῶν ἀγγέλων δυνάμεσι. Εἰ δὲ οὐχ οὕτως οὐδὲ τοιοῦτον σεαυτὸν διὰ τῆς ἐργασίας τῶν ἐντολῶν ἀπειργάσω, τί σοι τὸ ὄφελος ἑορτάζοντι; Δέος μὴ καὶ σύ, ὡς οἱ πάλαι Ἰουδαῖοι, ἀκούσῃς· «Μεταστρέψω, φησίν, εἰς πένθος τὰς ἑορτάς σου· καὶ τὴν χαράν σου εἰς λύπην μεταβαλῶ.» Τί οὖν; Οὐχ ἑορτάσομεν σωματικῶς τε καὶ αἰσθητῶς, εἰ μὴ τοιοῦτοι δυνηθῶμεν γενέσθαι οἵους ἡμῖν τῷ λόγῳ ὑπέδειξας; Καὶ πάνυ μὲν οὖν. «Ἑόρταζε» φησί, καὶ τὰ πρὸς τιμὴν Θεοῦ καὶ τῶν ἁγίων αὐτοῦ ἐπιτέλει, ὅση σοι δύναμις, καὶ πάντας, εἰ οἷόν τε, συγκάλει, βασιλεῖς, ἄρχοντας, ἀρχιερεῖς, λευΐτας, μοναστάς, λαϊκούς, ἵνα διὰ πάντων δοξασθῇ ὁ Θεὸς διὰ σοῦ· καὶ τούτων ἡ δόξα, ὡς ἐξ ἑνὸς σοῦ ἀναφερομένη πρὸς τὸν Θεόν, σοὶ λογισθήσεται καὶ αὐτῷ εὐαπόδεκτος ἔσῃ. Μὴ οἴου δὲ ὡς ἐντεῦθεν τὸν Θεὸν καὶ τοὺς ἁγίους δοξάζειν αὐτοῦ ἢ προσθήκην τινὰ τῆς δόξης αὐτοῖς ἐμποιεῖν. Πῶς γάρ; «Οὐ γὰρ δεδόξασται, φησί, τὸ δεδοξασμένον ἕνεκα τῆς ὑπερβαλλούσης δόξης αὐτοῦ», οὐδὲ ἐνδεῶς ἔχουσιν οἱ ἅγιοι δόξης ἐπιγείου καὶ ἀνθρωπίνης.

Ἀλλ’ ὅπως ἐλέους τύχῃς ἀπὸ Θεοῦ διὰ τῆς ἐκείνων πρεσβείας, ἑόρταζε. Ἀλλὰ μηδὲ οὕτως ἑορτήν σοι ἀληθινὴν εἶναι τὸ γινόμενον ὑποτόπαζε, τύπον δὲ μᾶλλον καὶ σκιὰν καὶ σύμβολον ἑορτῆς τοῦτο λογίζου. Ποίαν γάρ, εἰπέ μοι, κοινωνίαν σχοῖέν ποτε τὰ αἰσθητὰ καὶ ἄψυχα καὶ πάντῃ αἰσθήσεως ἄμοιρα πρὸς τὰ νοητὰ καὶ θεῖα καὶ ἔμψυχα, ἢ πνευματικὰ μᾶλλον εἰπεῖν καὶ ζῶντα καὶ ζωῆς αἰωνίου παρεκτικά;

Ἔστω σοι ἑορτή, λελογισμένως καὶ εὐσεβῶς ἑορτάζοντι, μὴ λαμπάδων φῶς τὸ εἰς ὀλίγον σβεννύμενον, ἀλλὰ αὐτὴ καθαρῶς ἡ τῆς ψυχῆς σου λαμπάς, ἥτις ἡ γνῶσις ὑπάρχει τῶν θείων καὶ οὐρανίων πραγμάτων, ἡ ὑπὸ τοῦ ἁγίου Πνεύματος χορηγουμένη τῷ Ἰσραηλιτικῷ τὴν διάνοιαν.

Αὕτη ἔστω σοι διὰ πάσης ἐκλάμπουσα τῆς ζωῆς σου, ὑπὲρ τὰς τοῦ ἡλίου ἀκτῖνας φαίνουσα πᾶσι τοῖς ἐν τῇ παγκοσμίῳ οἰκίᾳ, φῶς καθαρὸν τοῦ λόγου ἠρτυμένον τῷ τοῦ Πνεύματος ἅλατι, κατὰ τὴν κελεύουσαν ἐντολήν· «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Ἀντὶ λύχνων πολλῶν, ἔστωσάν σοι αἱ φωτοειδεῖς ἔννοιαι, δι’ ὧν ὁ κόσμος ἅπας τῶν ἀρετῶν ἐξυφαίνεται καὶ ἡ ποικιλία τοῦ πνευματικοῦ ναοῦ καὶ τοῦ κάλλους αὐτοῦ λαμπρῶς τοῖς ὁρῶσι ὀρθῶς ὑποδείκνυται.

Ἀντὶ μύρων καὶ ἀρωμάτων, εὐωδιαζέτω σε ἡ νοητὴ τοῦ ἁγίου Πνεύματος εὐωδία, ἧς ἄρρητος ἡ ὀσμὴ καὶ ἡ ἀναθυμίασις φωτοειδὴς τῆς ὀσφρήσεως. Ἀντὶ πλήθους λαοῦ, συνίτωσάν σοι τὰ τάγματα τῶν ἁγίων ἀγγέλων δοξάζοντα τὸν Θεὸν ἐπὶ σοὶ καὶ ἀεὶ χαιρόμενα ἐπὶ τῇ σωτηρίᾳ καὶ ἀναβάσει καὶ προκοπῇ σου.

Ἀντὶ φίλων καὶ ἀρχόντων καὶ βασιλέων, συνεορταζέτωσαν καὶ συγκοινωνείτωσάν σοι, οἷα δὴ φίλοι, οἱ προσκυνούμενοι καὶ τιμώμενοι παρ’ αὐτῶν πάντες ἅγιοι. Οὗτοι ἔστωσάν σοι φιλούμενοι καὶ ὑπὲρ ἅπαντας προτιμώμενοι, ὡς ἂν ἐκλείποντά σε προσυποδέξωνται εἰς τὰς αἰωνίους τούτων σκηνάς, ὡς τὸν Λάζαρον ὁ Ἁβραὰμ ἐν τοῖς κόλποις αὐτοῦ, εἰ καὶ θεωρεῖται τὸ εἰρημένον καὶ ἄλλως.

Ἀντὶ πληθούσης τραπέζης τῇ ἀφθονίᾳ τῶν ἐδεσμάτων, ἔστω σοι μόνος ὁ ἄρτος ὁ ζῶν, οὐχ ὁ αἰσθητὸς καὶ φαινόμενος μόνον, ἀλλ’ ὁ ἐν τῷ αἰσθητῷ καὶ δι’ αὐτοῦ ὡς αἰσθητός σοι καὶ γενόμενος καὶ διδόμενος, αὐτὸς ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων καὶ διδοὺς τῷ κόσμῳ ζωήν, ὃν οἱ ἐσθίοντες οὐ τρέφονται μόνον, ἀλλὰ καὶ ζωοῦνται καὶ ζῶντες ὡς ἐκ νεκρῶν ἐξανίστανται. Τοῦτό σοι τρυφὴ καὶ βρῶσις ἔστω ἀκόρεστος καὶ ἀδάπανος· οἶνος δέ, οὐχ ὁ οἶνος οὗτος ὁ καὶ ὁρώμενος, ἀλλ’ ὁ φαινόμενος μὲν οἶνος, νοούμενος δὲ αἷμα Θεοῦ, φῶς ἄφραστον, ἄρρητος γλυκασμός, εὐφροσύνη αἰώνιος· τοῦτον εἰ πίνεις ἀξίως ἀεί, οὐ μὴ διψήσῃς εἰς τὸν αἰῶνα, μόνον ἐν αἰσθήσει ψυχῆς, ἐν ἑτοιμασίᾳ τῆς εἰρήνης τῶν ταύτης δυνάμεων.

Καὶ σκόπει μοι ἐντεῦθεν τῶν λεγομένων τὴν δύναμιν. Εἰ ἐν αἰσθήσει καὶ γνώσει, τῶν τοιούτων μετέχεις ἀξίως· εἰ δὲ μὴ οὕτως, ἀναξίως πάντως ἐσθίεις καὶ πίνεις. Εἰ ἐν θεωρίᾳ καθαρᾷ μετείληφας οὗ μετείληφας, ἰδοὺ δὴ ἄξιος γέγονας τῆς τοιαύτης τραπέζης· εἰ γὰρ μὴ ἄξιος γένῃ, οὐ κολληθήσῃ, οὐδαμῶς ἑνωθήσῃ Θεῷ. Μὴ τοίνυν οἰέσθωσαν οἱ τῶν θείων μυστηρίων ἀναξίως μετέχοντες ὅτι δι’ αὐτῶν ἁπλῶς οὕτω κολλῶνται καὶ ἑνοῦνται Θεῷ τῷ ἀοράτῳ· τοῦτο γὰρ οὐκ ἔσται αὐτοῖς οὐδαμῶς, οὐδ’ οὐ μὴ γενήσεταί ποτε.

Μόνοι γὰρ οἱ τῇ μετουσίᾳ τῆς θείας τοῦ Κυρίου σαρκὸς καὶ τὴν ἀποκάλυψιν τῇ νοερᾷ προσψαύσει τῆς ἀοράτου θεότητος ἐν τῷ νοερῷ ὄμματι καὶ στόματι καταξιούμενοι ἰδεῖν καὶ φαγεῖν γινώσκουσιν ὅτι χρηστὸς ὁ Κύριος, οἳ οὐκ ἄρτον μόνον αἰσθητὸν αἰσθητῶς, ἀλλὰ καὶ Θεὸν ὁμοῦ ἐν ταὐτῷ νοητῶς ἐσθίοντες ἅμα καὶ πίνοντες, ἐν αἰσθήσεσι διτταῖς ὡσαύτως τὸν μὲν ὁρατῶς τὸν δὲ ἀοράτως τρεφόμενοι, ἑνοῦνται κατ’ ἄμφω τῷ διττῷ τὰς φύσεις Χριστῷ, σύσσωμοι αὐτῷ γινόμενοι καὶ συγκοινωνοὶ τῆς δόξης καὶ τῆς θεότητος.

Οὕτω γὰρ ἑνοῦνται Θεῷ οἱ ἀξίως καὶ ἐν γνώσει καὶ θεωρίᾳ τοῦ μυστηρίου ἐκ τοῦ ἄρτου ἐσθίοντες τούτου καὶ ἐκ τούτου τοῦ ποτηρίου πίνοντες εὐαισθήτῳ ψυχῇ καὶ καρδίᾳ· οἱ δ’ ἀναξίως τοῦτο ποιοῦντες κενοὶ τῆς δωρεᾶς εἰσι τοῦ Πνεύματος τοῦ ἁγίου, τρέφοντες μόνον τὸ σῶμα, οὐχὶ δὲ καὶ τὴν ψυχὴν ἑαυτῶν.

Ἀλλὰ μὴ θορυβηθῇς τὴν ἀλήθειαν ἀκούων, ἀγαπητέ, δηλουμένην σοι παρ’ ἡμῶν. Εἰ γὰρ ἄρτον ζωῆς καὶ διδοῦντα ζωὴν αὐτὸν τὴν σάρκα εἶναι ὁμολογεῖς τοῦ Κυρίου καὶ τὸ αἷμα αὐτοῦ οἶδας καὶ διδοῦν ζωὴν τοῖς μετέχουσι καὶ γινόμενον ἐν τῷ πίνοντι ὡς πηγὴ ὑδατὸς ἁλλομένου εἰς ζωὴν αἰώνιον, πῶς, εἰπέ, σὺ τούτων μετέχων οὐδὲν πλέον ψυχικῶς προστίθης, ἀλλ’ εἰ καὶ μικράν τινα ἴσως ἐπαισθανθήσῃ χαράν, μένεις πάλιν μετὰ μικρὸν οἷος ἦς καὶ τὸ πρότερον, μηδεμίαν προσθήκην ζωῆς ἐν σοί, ἢ πηγὴν βλυστάνουσαν, ἢ βλέπων τὸ οἱονοῦν φῶς; Ὁ γὰρ ἄρτος οὗτος αἰσθητῶς μὲν ψωμὸς φαίνεται τοῖς μὴ ὑπὲρ τὴν αἴσθησιν γενομένοις, νοερῶς δὲ φῶς ἀχώρητόν ἐστι καὶ ἀπρόσιτον· οὕτω καὶ ὁ οἶνος φῶς καὶ αὐτὸς ὁμοίως, ζωή, πῦρ καὶ ὕδωρ ἐστὶ ζῶν. Εἰ οὖν, τρώγων καὶ πίνων τὸν θεῖον ἄρτον καὶ τὸν τῆς εὐφροσύνης οἶνον, οὐκ ἔσῃ γινώσκων εἰ ζωὴν ἔζησας τὴν ἀνώλεθρον, εἰ φωτοειδῆ τὸν ἄρτον, ἢ πύρινον αὐτόν, ὡς ὁ προφήτης ἐδέξω ἐντός σου, εἰ ὡς ὕδωρ ἁλλόμενον καὶ λαλοῦν τὸ δεσποτικὸν ἔπιες αἷμα, εἰ οὐδὲν οὐδαμῶς τούτων ἐν θεωρίᾳ καὶ μεθέξει ἐγένου, πῶς οἴει τῆς ζωῆς κοινωνὸς γεγονέναι; Πῶς δὲ νομίζεις ἅψασθαι τοῦ ἀπροσίτου πυρός, ἢ πῶς ὅλως μεταλαβεῖν ὑπολαμβάνεις τοῦ ἀϊδίου φωτός;

Οὔμενουν οὐδαμῶς τοῦτό σοι γέγονε, τῷ περὶ τὰ τοιαῦτα ἀνεπαισθήτως ἔχοντι· ἀλλὰ τὸ φῶς σε καταλάμπει ὄντα τυφλόν, θερμαίνει δέ σε τὸ πῦρ, οὐχ ἥψατο δέ, ἡ ζωὴ ἐπεσκίασεν, οὐχ ἡνώθη σοι δέ, τὸ ζῶν ὕδωρ διῆλθεν ὡς διὰ ῥύακος τῆς σῆς ψυχῆς, ἐπειδὴ ἀξίαν ἑαυτοῦ οὐχ εὗρεν ὑποδοχήν. Οὕτως οὖν λαμβάνων καὶ οὕτως ἁπτόμενος τῶν ἀψαύστων καὶ δοκῶν ἐσθίειν, μένεις μὴ λαμβάνων, μὴ ἐσθίων, μηδὲν ὅλως ἔχων ἐν σεαυτῷ. Ὁ γὰρ ἀπρόσιτος Λόγος, ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, οὐ περιλαμβάνεται αἰσθητῶς, ἀλλὰ συμπεριλαμβάνει μᾶλλον αὐτὸς καὶ ἅπτεται καὶ ἀσυγχύτως ἑνοῦται τοῖς ἀξίοις καὶ καλῶς εὐτρεπισμένοις πρὸς ὑποδοχὴν τὴν αὐτοῦ.

Ἐὰν οὕτω μὲν ἑορτάζῃς, οὕτω δὲ καὶ τῶν θείων μυστηρίων μεταλαμβάνῃς, ἔσται σοι ἅπας ὁ βίος ἑορτὴ μία, καὶ οὐδὲ ἑορτή, ἀλλὰ ἑορτῆς ἀφορμὴ καὶ Πάσχα ἕν, ἡ ἐκ τῶν ὁρωμένων πρὸς τὰ νοούμενα μετάβασις καὶ ἐκχώρησις, ἔνθα πᾶσα σκιὰ καὶ ἅπας τύπος καὶ τὰ νῦν σύμβολα καταπαύουσι καὶ καθαροὶ καθαρῶς τοῦ καθαρωτάτου θύματος αἰωνίως ἐπαπολαύσομεν, ἐν Πατρὶ Θεῷ καὶ ὁμοουσίῳ τῷ Πνεύματι, Χριστὸν ἀεὶ βλέποντες καὶ βλεπόμενοι πρὸς αὐτοῦ, Χριστῷ συνόντες, Χριστῷ συμβασιλεύοντες, οὗ μεῖζον οὐδὲν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων· ἀμήν.