Ἔργον
Συμεὼν ὁ Νέος Θεολόγος – Κατηχήσεις
Εισαγωγικοί τίτλοι και πίνακες περιεχομένων
Οι γενικοί τίτλοι και οι αναλυτικές υποθέσεις του συνόλου των Κατηχήσεων του έργου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εισαγωγικοί τίτλοι και πίνακες περιεχομένων
Οι γενικοί τίτλοι και οι αναλυτικές υποθέσεις του συνόλου των Κατηχήσεων του έργου.
ΑΙ ΚΑΤΗΧΗΣΕΙΣ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΥΜΕΩΝ ΤΟΥ ΝΕΟΥ ΘΕΟΛΟΓΟΥ, ΗΓΟΥΜΕΝΟΥ ΚΑΙ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΗΣ ΤΟΥ ΑΓΙΟΥ ΜΑΜΑΝΤΟΣ ΤΗΣ ΞΗΡΟΚΕΡΚΟΥ. Περὶ ἀγάπης. Καὶ ποῖαί εἰσι τῶν πνευματικῶν ἀνδρῶν αἱ ὁδοὶ καὶ αἱ πράξεις. Καὶ μακαρισμὸς πρὸς τοὺς ἔχοντας τὴν ἀγάπην ἐγκάρδιον. Λόγος πρῶτος.
Περὶ τοῦ φεύγειν τοὺς λοιμοὺς καὶ φθοροποιοὺς τῶν ἀνθρώπων καὶ τοὺς λόγους αὐτῶν ἀποπέμπεσθαι καὶ πρὸς ἐργασίαν τῆς ἀρετῆς ἀναστῆναι. Ἔτι δὲ καὶ περὶ τοῦ δεῖν σκοπεῖν εἰ τὰ τῶν μακαρισμῶν τοῦ Χριστοῦ ἐν ἑαυτοῖς ἔχομεν. Καὶ περὶ δακρύων καὶ κατανύξεως. Λόγος δεύτερος.
Περὶ τοῦ ὅτι χρὴ καλῶς ὑποτάσσεσθαι καὶ μὴ ἐπιλανθάνεσθαι τῶν συνθηκῶν ὧν πρὸς Θεὸν συνεθέμεθα. Καὶ ὅτι οὐ δεῖ γογγύζειν ἐπὶ ταῖς παννύχοις ἀγρυπνίαις τῶν ὄρθρων. Λόγος τρίτος. Περὶ μετανοίας καὶ κατανύξεως. Καὶ ἐκ ποίων ταύτην ἔργων κτήσασθαι δυνατόν. Καὶ ὅτι ἄνευ δακρύων ἀδύνατον εἰς καθαρότητα καὶ ἀπάθειαν ἐλάσαι τινά. Λόγος τέταρτος.
Περὶ μετανοίας. Καὶ ὅτι οὐκ ἀρκεῖ ἡμῖν ἡ τῶν ἐνόντων μόνον διάδοσις καὶ ἡ ἀπογύμνωσις αὐτὴ τῶν πραγμάτων εἰς κάθαρσιν ψυχῆς, ἐὰν μὴ καὶ τὸ πένθος κτησώμεθα. Καὶ περὶ τῆς τοῦ Ἀδὰμ ἐξορίας. Καὶ ὅτι εἰ μετενόησε παραβάς, οὐκ ἂν τοῦ παραδείσου ἐξέπεσε. Καὶ οἷον ἀγαθὸν εἰργάσατο αὐτοῦ ἡ μετὰ τὴν ἔκπτωσιν μετάνοια. Καὶ περὶ τῆς δευτέρας τοῦ Κυρίου παρουσίας καὶ τῆς τῶν ἁμαρτωλῶν κατακρίσεως.
Καὶ πρὸς τὸ τέλος, ἔλεγχος τῶν ἐν κακίᾳ καὶ ὑποκρίσει ζώντων. Λόγος πέμπτος. Περὶ ἐργασίας πνευματικῆς. Καὶ τίς ἦν ἡ ἐργασία τῶν παλαιῶν ἁγίων. Καὶ πῶς ταύτην κατορθῶσαι δυνάμεθα ἵνα καὶ μέτοχοι ὥσπερ ἐκεῖνοι τοῦ Παναγίου γενώμεθα Πνεύματος.
Λόγος ἕκτος. Περὶ προσπαθείας τῆς εἰς τοὺς συγγενεῖς. Καὶ τίς ἡ ἀπάτη αὐτῆς καὶ εἰς οἷον βόθρον καὶ δεσμὸν κατάγει τοὺς κρατουμένους ὑπ’ αὐτῆς. Καὶ περὶ ἀπογνώσεως καὶ τῆς ἐν ταύτῃ διαφορᾶς. Καὶ τί ἐστι τὸ «Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται.» Λόγος ἕβδομος.
Περὶ τελείας ἀγάπης καὶ τίς ἡ ταύτης ἐνέργεια. Καὶ ὅτι ἐὰν μὴ διὰ σπουδῆς ἐντεῦθεν ἤδη τῆς τοῦ Πνεύματος μεθέξεως γενώμεθα μέτοχοι, οὐδὲ πιστοὶ καὶ χριστιανοὶ δυνάμεθα εἶναι, ἀλλ’ οὐδὲ υἱοὶ καὶ τέκνα Θεοῦ χρηματίσομεν.
Λόγος ὄγδοος. Περὶ ἐλεημοσύνης. Καὶ τίς ἐστιν ὁ πεινῶντα τὸν Θεὸν τρέφων καὶ διψῶντα ποτίζων καὶ τὰ ἑξῆς καὶ πῶς τοῦτό τινι κατορθωθήσεται. Καὶ ὅτι εἰ μή τις καὶ ἐν ἑαυτῷ ταῦτα πάντα ποιήσει καὶ θρέψει καὶ ποτίσει καὶ ἐνδύσει Χριστόν, οὐδὲν ὠφεληθήσεται ἐκ τοῦ ταῦτα μόνον ποιεῖν εἰς τοὺς πένητας, ἑαυτὸν δὲ ἄτροφον παρορᾶν καὶ γυμνὸν τῆς δικαιοσύνης τοῦ Θεοῦ. Λόγος ἔνατος.
Περὶ μετοχῆς τοῦ Ἁγίου Πνεύματος καὶ ἁγιωσύνης καὶ τελείας ἀπαθείας. Καὶ ὅτι ὁ ἀγαπῶν τὴν ἐξ ἀνθρώπων δόξαν οὐδὲν ἐκ τῶν λοιπῶν ἀρετῶν ὠφελεῖται, κἂν πάσας κατώρθωσε. Λόγος δέκατος. Περὶ νηστείας. Καὶ ὅτι οὐ χρὴ τὸ τῆς νηστείας ὠφέλιμον ἐν τῇ πρώτῃ καὶ μόνῃ τῶν νηστειῶν ἑβδομάδι σπουδαίως τηρεῖν καὶ ἀσπάζεσθαι, ἀλλὰ τὴν ἴσην καὶ τὴν αὐτὴν σπουδὴν ἐν πάσαις ταῖς ἑβδομάσι τῶν νηστειῶν ἀναγκαῖον τοῖς σπουδαίοις διατηρεῖν. Λόγος ἑνδέκατος.
Περὶ ἐγκρατείας καὶ ὑπομονῆς εἰς τὴν ἐργασίαν τῶν ἀρετῶν ἐν τῷ καιρῷ τῆς νηστείας. Καὶ περὶ σιωπῆς. Καὶ ὅπως δεῖ ἐν πάσῃ τῇ νηστείᾳ διάγειν τοὺς ἀγωνιζομένους ἐν ἀληθείᾳ. Λόγος δωδέκατος. Περὶ τῆς τοῦ Χριστοῦ ἀναστάσεως. Καὶ ὁποία τίς ἐστιν ἢ πῶς ἐν ἡμῖν γίνεται ἡ ἀνάστασις τοῦ Χριστοῦ καὶ ἐν αὐτῇ πάλιν ἡ ἀνάστασις τῆς ψυχῆς. Καὶ τί τὸ μυστήριον ταύτης τῆς ἀναστάσεως. Λόγος δέκατος τρίτος.
Περὶ μετανοίας καὶ ἀρχῆς βίου μοναδικοῦ. Καὶ πῶς τις ὁδῷ καὶ τάξει προβαίνων εἰς ἀρετὴν ἐν τῇ τῶν ἐντολῶν ἐργασίᾳ εἰς τελειότητα ἔρχεται. Λόγος δέκατος τέταρτος. Περὶ ἐμπαθοῦς καὶ ἀπίστου καὶ πονηρᾶς διαθέσεως.
Καὶ τίς ἡ ἕνωσις τοῦ Θεοῦ πρὸς τοὺς υἱοὺς τοῦ φωτός, καὶ τίνα τρόπον ἐν αὐτοῖς αὕτη γίνεται. Καὶ πρὸς τὸ τέλος, καταδρομὴ τῶν ἀναξίως κατατολμώντων τῆς ἀρχιερωσύνης. Λόγος δέκατος πέμπτος. Περὶ τῶν ἐνεργειῶν τοῦ Πνεύματος τοῦ Ἁγίου. Καὶ τίς ἡ θεωρία τῶν μυστηρίων αὐτοῦ. Καὶ ὅπως τοῖς καθαροῖς τὴν καρδίαν ἀποκαλύπτονται. Καὶ διήγησις ἐκ προοιμίων ἐπωφελὴς περί τινος ὑποτακτικοῦ λαβόντος Πνεῦμα Ἅγιον ταῖς εὐχαῖς τοῦ πνευματικοῦ πατρὸς αὐτοῦ. Λόγος δέκατος ἕκτος.
Περὶ θεωρίας καὶ ἀποκαλύψεως καὶ πεφωτισμένης εὐχῆς. Καὶ ὅπως ὁ ὑπὸ τῆς ἀγάπης κατασχεθεὶς τοῦ Θεοῦ καὶ εἰς βάθος ταπεινοφροσύνης ἐλάσας ἐνεργεῖται ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου. Λόγος δέκατος ἕβδομος.
Περὶ τῶν μεθόδων τοῦ πονηροῦ ὧν ὑποβάλλει τοῖς φιλοπρωτεύουσι καὶ κουφοτέροις τῶν ἀδελφῶν, ὁπόταν ὁ ποιμὴν ἐξ ἀνθρώπων γένηται. Καὶ ὅτι χρὴ τοὺς μὲν ἀναξίως ἐπιπηδῶντας τῇ ἀρχῇ πάσῃ κωλύειν σπουδῇ, τοῖς δὲ πνευματικοῖς καὶ ἁγίοις συνωθεῖν ἐπὶ τούτῳ καὶ συνεργεῖν.
Καὶ πρὸς τὸ τέλος, πρὸς τὸν ποιμένα. Λόγος δέκατος ὄγδοος. Ὅτι οὐ χρὴ ἐπὶ μόνοις τοῖς λόγοις καὶ ταῖς ὑποσχέσεσι τῶν ἀνθρώπων θαρρεῖν, ἀλλ’ ἐκ τῶν ἔργων τὸ πιστὸν βεβαιοῦσθαι τῶν λόγων αὐτῶν χρή. Καὶ οἵα τίς ἐστιν ἡ τῶν ἀληθινῶν διδασκάλων διάθεσις καὶ ἀγάπη πρὸς τοὺς μαθητευομένους αὐτοῖς. Καὶ ὁποῖα τὰ σπλάγχνα καὶ ἡ φροντὶς αὐτῶν. Καὶ ὅπως ὑπὲρ αὐτῶν ἐντυγχάνουσι τῷ Θεῷ.
Λόγος δέκατος ἔνατος. Περὶ ἀποταγῆς καὶ ἐκκοπῆς θελήματος, πρὸς τοὺς αἰτήσαντας γράψαι αὐτοῖς πῶς ὀφείλει τις τὸν ἀσκητικὸν διανύσαι βίον. Καὶ ὅτι καλὸν ἐπὶ τούτῳ καὶ ἐπωφελὲς ἐμπείρῳ χρήσασθαι ὁδηγῷ ἤγουν πατρὶ πνευματικῷ εἰς τὸ μαθεῖν τὰ τῆς ἀρετῆς καὶ τῆς ἀσκητικῆς τέχνης τὴν δυσκατόρθωτον ἐργασίαν. Καὶ περὶ πίστεως τῆς εἰς τοὺς πνευματικοὺς πατέρας. Καὶ περὶ θεωρίας θείου φωτός, ὑφ’ οὗ πᾶσα φωτιζομένη ψυχὴ προκόπτει εἰς ἀγάπην Θεοῦ. Λόγος εἰκοστός.
Περὶ μνήμης θανάτου. Καὶ οἷον ἀγαθὸν τέλος δέδωκεν ὁ τρισόλβιος αὐτοῦ ἀδελφὸς Ἀντώνιος. Καὶ πρὸς τὸ τέλος, ἐπιτάφιος πρὸς αὐτόν. Λόγος εἰκοστὸς πρῶτος. Περὶ πίστεως. Καὶ διδασκαλία περὶ τῶν λεγόντων μὴ εἶναι δυνατὸν ἐν μέσῳ τῶν βιωτικῶν τὸ τέλειον φθάσαι τῶν ἀρετῶν. Καὶ διήγησις ἐκ προοιμίων ἐπωφελής. Λόγος εἰκοστὸς δεύτερος.
Περὶ μετανοίας καὶ φόβου Θεοῦ. Καὶ ὁποῖον ἀγῶνα ἔχει ψυχῆς καὶ πόνον καρδίας ὁ μετὰ συντετριμμένου τοῦ πνεύματος μετανοῶν. Καὶ τίνα εἰσὶν ἃ λέγει καὶ πρὸς τὸν φιλάνθρωπον Κύριον εὔχεται. Λόγος εἰκοστὸς τρίτος.
Περὶ γνώσεως πνευματικῆς. Καὶ ὅτι ὁ ἐγκεκρυμμένος τοῦ Πνεύματος θησαυρὸς ἐν τῷ γράμματι τῆς θείας Γραφῆς οὐ πᾶσιν εὔδηλός ἐστι καὶ τοῖς βουλομένοις, ἀλλὰ μόνοις ἐκείνοις τοῖς τὸν διανοίγοντα τὸν νοῦν κτησαμένοις εἰς τὸ συνιέναι τὰς Γραφάς. Λόγος εἰκοστὸς τέταρτος.
Περὶ ἀλλοιώσεων ψυχῆς τε καὶ σώματος τῶν ἐξ ἀέρος, τῶν ἐκ στοιχείων, τῶν ἐκ βρωμάτων καὶ τῶν ἐκ δαιμόνων ἐπιγινομένων ἡμῖν. Λόγος εἰκοστὸς πέμπτος. Περὶ ἀρχῆς βίου λίαν ἐπωφελοῦς καὶ σωτηρίου, ἁρμοζούσης τοῖς ἄρτι τῷ κόσμῳ καὶ τοῖς ἐν κόσμῳ ἀποτασσομένοις καὶ πρὸς τὸν μοναδικὸν ἀποτρέχουσι βίον. Καὶ διδασκαλία εἰς ἀρχαρίους λυσιτελεστάτη. Λόγος εἰκοστὸς ἕκτος.
Περὶ τοῦ μὴ ἀμελῶς ἔχειν περὶ τὴν ἐργασίαν τῶν τοῦ Θεοῦ ἐντολῶν, μηδὲ καταφρονεῖν μιᾶς καὶ μόνης αὐτῶν, ἀλλ’ ἀγωνίζεσθαι τηρεῖν ὁμοῦ πάσας ἵνα μὴ ὡς καταφρονηταὶ ἔξω τοῦ νυμφῶνος ἀποκλεισθῶμεν. Καὶ περὶ τοῦ ὑπομένειν γενναίως τοὺς πειρασμούς. Λόγος εἰκοστὸς ἕβδομος.
Περὶ τῆς ἐκ τοῦ Πνεύματος ἐγγινομένης τοῖς ἀγωνιζομένοις καὶ πρὸ τοῦ θανάτου ζωοποιοῦ νεκρώσεως. Καὶ ὅτι οἱ ἐν τῇ χάριτι ὑπὲρ τὸν νόμον γενόμενοι τὴν τοῦ θείου φωτὸς χάριν γνωστῶς ἐν ἑαυτοῖς λαμβάνουσιν· οἱ γὰρ μὴ λαβόντες ἤδη τοῦτο τὸ φῶς κατὰ τὴν παροῦσαν ζωὴν μηδὲ καθορῶντες αὐτὸ ἔτι ὑπὸ τὴν σκιὰν τοῦ νόμου εἰσὶ καὶ κριθήσονται ὑπ’ αὐτοῦ. Καὶ ὁποῖον δεῖ εἶναι τόν τε προηγούμενον καὶ τὸν ἱερέα, τὸν δεσμεῖν καὶ λύειν ἄνωθεν λαβόντα τὴν ἐξουσίαν. Καὶ ὅτι τῷ ἀληθῶς ἱερουργοῦντι καὶ ὑπὸ τοῦ θείου καταλαμπομένῳ φωτὸς πάντες κατάδηλοι, αὐτοί τε οἱ Πνεύματι περιπατοῦντες Θεοῦ καὶ οἱ μήπω τὸν χοϊκὸν ἐκδυσάμενοι ἄνθρωπον. Λόγος εἰκοστὸς ὄγδοος.
Περὶ τοῦ μὴ δεῖν λέγειν ὅτι ἀδύνατον νῦν εἰς ἄκρον ἐλθεῖν ἀρετῆς τὸν βουλόμενον καὶ τοῖς πάλαι ἁμιλληθῆναι ἁγίοις. Καὶ ὅτι πᾶς ὁ τὰ ἐναντία διδάσκων τῶν θείων Γραφῶν νέαν αἵρεσιν τοῖς πειθομένοις αὐτῷ δογματίζει.
Καὶ περὶ δακρύων, ὅτι ἐκ φύσεως ἡμῖν τὰ δάκρυα πρόσεστι. Λόγος εἰκοστὸς ἔνατος. Περὶ μετανοίας καὶ ἀρχῆς ἐπαινετοῦ βίου, ὅπως τὸν μετανοοῦντα χρὴ καθ’ ἑκάστην ποιεῖν. Ἐν ᾧ καὶ περὶ δακρύων ἅμα καὶ κατανύξεως. Λόγος τριακοστός.
Περὶ τοῦ πῶς δεῖ ἕκαστον ἑαυτὸν ἐπισκέπτεσθαι καὶ τὰ καθ’ ἑαυτὸν ἐπιμελῶς ἐρευνᾶν. Καὶ πῶς τὰ ἑαυτοῦ ἀντιπαρατιθέναι χρὴ ταῖς ἐντολαῖς τοῦ Χριστοῦ. Λόγος τριακοστὸς πρῶτος. Περὶ βλασφημίας. Καὶ ὅτι ὁ λέγων μὴ δύνασθαί τινα κατὰ τὴν παροῦσαν γενεὰν ἐν μετοχῇ τοῦ Ἁγίου γενέσθαι Πνεύματος, ἀλλὰ καὶ ὁ διαβάλλων τὰς ἐνεργείας τοῦ Πνεύματος καὶ τῷ ἐναντίῳ ταύτας ἐπιφημίζων, αἵρεσιν νέαν εἰς τὴν τοῦ Θεοῦ ἐκκλησίαν ἀνακαινίζει. Λόγος τριακοστὸς δεύτερος.
Περὶ μετοχῆς Πνεύματος Ἁγίου. Καὶ ὅτι ἀδύνατον ἄλλως βεβαιωθῆναι τὰ ἔργα τῆς ἀρετῆς, εἰ μὴ δι’ ἐπιδημίας τοῦ Πνεύματος, οὗ χωρὶς οὐδεὶς πρὸς ἀρετὴν κατευθύνεται, οὐδὲ ἄλλους ὠφελεῖν δύναται ἢ ἀλλοτρίους δέχεσθαι λογισμούς. Καὶ περὶ τὸ ἴσον κατὰ πάντα καὶ ὡσαύτως ὂν τῆς τρισυποστάτου Θεότητος. Λόγος τριακοστὸς τρίτος.
Ὅτι οὐκ ἀκίνδυνον τὸ διδόμενον ἡμῖν παρὰ Θεοῦ τάλαντον κατορύττειν· χρὴ γὰρ δημοσιεύειν αὐτὸ καὶ τοῖς πᾶσιν ὑποδεικνύειν καὶ τὰς εὐεργεσίας Θεοῦ εὐγνωμόνως ἀνακηρύττειν εἰς τὴν τῶν ἀκουόντων ὠφέλειαν, κἄν τινες ἀπαρέσκωνται.
Λόγος τριακοστὸς τέταρτος. Τοῦ αὐτοῦ. Εὐχαριστία πρὸς Θεὸν ὑπὲρ ὧν ἠξίωται δωρεῶν. Καὶ εἰσήγησις ὅπως τοῖς κεκαθαρμένοις τῇ καρδίᾳ Θεὸς ἀεὶ ἐπιφαίνεται καὶ ἐν ποίοις τοῖς πράγμασι καὶ γνωρίσμασι. Λόγος τριακοστὸς πέμπτος.
ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΥΜΕΩΝ ΤΟΥ ΝΕΟΥ ΘΕΟΛΟΓΟΥ, ΗΓΟΥΜΕΝΟΥ ΚΑΙ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΗΣ ΤΟΥ ΑΓΙΟΥ ΜΑΜΑΝΤΟΣ. Περὶ ἀγάπης. Καὶ ποῖαί εἰσι τῶν πνευματικῶν ἀνδρῶν αἱ ὁδοὶ καὶ αἱ πράξεις. Καὶ μακαρισμὸς πρὸς τοὺς ἔχοντας τὴν ἀγάπην ἐγκάρδιον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.