Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κατηχήσεις

Συμεὼν ὁ Νέος Θεολόγος

Κατήχηση Ε': Περί μετανοίας, ακτημοσύνης και της πτώσεως του Αδάμ

Η ανεπάρκεια της ακτημοσύνης χωρίς δάκρυα, η θεολογική θεώρηση της πτώσεως και αποκαταστάσεως του ανθρώπου και η περιγραφή της μέλλουσας κρίσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 6 από 35

Περὶ μετανοίας. Καὶ ὅτι οὐκ ἀρκεῖ ἡμῖν ἡ τῶν ἐνόντων μόνον διάδοσις καὶ ἡ ἀπογύμνωσις αὐτὴ τῶν πραγμάτων εἰς κάθαρσιν ψυχῆς, ἐὰν μὴ καὶ τὸ πένθος κτησώμεθα. Καὶ περὶ τῆς τοῦ Ἀδὰμ ἐξορίας. Καὶ ὅτι εἰ μετενόησε παραβάς, οὐκ ἂν τοῦ παραδείσου ἐξέπεσε. Καὶ οἷον ἀγαθὸν εἰργάσατο αὐτοῦ ἡ μετὰ τὴν ἔκπτωσιν μετάνοια. Καὶ περὶ τῆς δευτέρας τοῦ Κυρίου παρουσίας καὶ τῆς τῶν ἁμαρτωλῶν κατακρίσεως.

Καὶ πρὸς τὸ τέλος, ἔλεγχος τῶν ἐν κακίᾳ καὶ ὑποκρίσει ζώντων.

Λόγος Εʹ. Ἀδελφοὶ καὶ πατέρες, καλὸν ἡ μετάνοια καὶ ἡ ἐξ αὐτῆς γινομένη ὠφέλεια. Τοῦτο γὰρ εἰδὼς καὶ ὁ τὰ πάντα προειδὼς Κύριος Ἰησοῦς Χριστός, ὁ Θεὸς ἡμῶν, «Μετανοεῖτε, ἔφη, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν». Θέλετε δὲ μαθεῖν πῶς δίχα μετανοίας, καὶ μετανοίας ἀπὸ ψυχῆς καὶ οἵαν ὁ λόγος ἐπιζητεῖ παρ’ ἡμῶν, ἀδύνατον σωθῆναι ἡμᾶς;

Αὐτοῦ τοῦ ἀποστόλου βοῶντος ἀκούσατε· «Πᾶσα ἁμαρτία ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει», καὶ πάλιν· «Παραστῆναι δεῖ ἡμᾶς ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα ἀπολήψηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον.» Ἔχει οὖν πολλάκις ἐκ τούτου τις εἰπεῖν· «Εὐχαριστῶ τῷ Θεῷ, ὅτι οὐκ ἐμίανα μέλος σώματός μου ἐν οὐδεμιᾷ τινι πονηρᾷ πράξει»—ὅπερ εἰπεῖν οὐκ ἔχω τέως ἐγώ, ὁ πάσης ἀνομίας ἐργάτης! —καὶ ἔχει δῆθεν παραμυθίαν ἐκ τούτου ὅτι ἐκτός ἐστιν ἁμαρτίας σώματος αὐτοῦ. Ἀλλ’ ἀντιφθέγγεται ὁ Δεσπότης καὶ λέγει τὴν περὶ τῶν δέκα παρθένων παραβολὴν καὶ δείκνυσι πᾶσιν ἡμῖν καὶ ἀποφαίνεται μηδὲν ὠφελεῖσθαι ἡμᾶς ἐκ τῆς τοῦ σώματος καθαρότητος μὴ προσουσῶν ἡμῖν καὶ τῶν λοιπῶν ἀρετῶν. Οὐ μόνον δὲ ἀλλὰ καὶ αὐτὸς πάλιν ὁ Παῦλος συνᾴδοντα τῷ Δεσπότῃ βοᾷ λέγων· «Εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον.» Διατί δὲ εἶπε «Διώκετε»;

Διότι οὐ δυνατόν ἐστιν ἐν ὥρᾳ μιᾷ γενέσθαι καὶ εἶναι ἁγίους ἡμᾶς, δεῖ γὰρ ἀπὸ μικρῶν ἀρξαμένους κατὰ προκοπὴν ἀναχθῆναι εἰς ἁγιωσύνην καὶ καθαρότητα· καὶ ὅτι κἂν χίλια ἔτη ἐν τῷ βίῳ τούτῳ ποιήσωμεν, οὐδέποτε τὸ ταύτης τέλειον καταλαβεῖν δυνησόμεθα, ἀλλὰ πάντοτε καθ’ ἑκάστην, ὡς ἀρχὴν βάλλοντες, ὀφείλομεν ἐν αὐτῇ ἀγωνίζεσθαι· καὶ τοῦτο αὐτὸς πάλιν ἐδήλωσεν οὕτως εἰπών· «Διώκω δὲ εἰ καὶ καταλάβω, ἐφ’ ᾧ καὶ κατελήφθην.» Διὰ τοῦτο, ἀδελφοί μου, προσέχετε, παρακαλῶ, καὶ ἀκούσατε λόγους ἀδελφοῦ ὑμῶν ἐλαχίστου καὶ ἁμαρτωλοῦ, καὶ δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ ἀγαθῷ καὶ φιλανθρώπῳ Θεῷ ἡμῶν. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει καὶ κλαύσωμεν ἐνώπιον αὐτοῦ τοῦ ποιήσαντος ἡμᾶς, ὅτι αὐτός ἐστι Κύριος ὁ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαὸς αὐτοῦ καὶ πρόβατα νομῆς αὐτοῦ, καὶ οὐ μὴ ἀποστρέψῃ τὸ πρόσωπον αὐτοῦ ἀφ’ ἡμῶν. Μόνον μετανοήσωμεν ὁλοψύχως καὶ ἀποβαλώμεθα μὴ μόνον τὰς πράξεις ἡμῶν τὰς κακάς, ἀλλὰ καὶ αὐτοὺς ἡμῶν τοὺς πονηροὺς καὶ ἀκαθάρτους λογισμοὺς τῆς καρδίας κατὰ τὸ γεγραμμένον ἐξαφανίσωμεν· «Διαρρήξατε, φησί, τὰς καρδίας ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν.» Τί γὰρ ὄφελος, εἰπέ μοι, ἐὰν πάντα μὲν τὰ ὑπάρχοντα ἡμῶν πτωχοῖς διανείμωμεν, οὐ ποιησώμεθα δὲ τὴν ἀποχὴν τοῦ κακοῦ οὐδὲ τὴν ἁμαρτίαν μισήσωμεν;

Τί δὲ ἐὰν πρακτικῶς μὲν σωματικὴν ἁμαρτίαν οὐ πράττωμεν, νοητῶς δὲ αἰσχροῖς καὶ ἀκαθάρτοις συνδυάζωμεν λογισμοῖς καὶ ἀφανῶς τὴν ἁμαρτίαν πληρῶμεν καὶ ὑπὸ παθῶν ἀκαθέκτων ψυχῆς βασιλευώμεθα καὶ κρατώμεθα; Ἀποβαλώμεθα, παρακαλῶ, μετὰ τῶν χρημάτων ἡμῶν καὶ τῶν εἰρημένων κακῶν τὴν συνήθη δουλείαν, καὶ μὴ στῶμεν μέχρι τούτου, ἀλλὰ καὶ δάκρυσι μετανοίας τὸν ῥύπον αὐτῶν σπουδαίως ἀπονιψώμεθα.

Ὥσπερ γὰρ αὐτὸς ὁ βασιλεύς, ὁ τὸ διάδημα καὶ τὴν πορφύραν τῆς βασιλείας περικείμενος, ὁ θησαυροὺς ἔχων ἀμετρήτου χρυσίου καὶ ἀργυρίου καὶ ἐπὶ θρόνου ὑψηλοῦ καὶ μετεώρου καθήμενος, ἐὰν βόρβορον καὶ ἀσβόλην ἑκουσίως λάβοι ποθὲν καὶ σὺν αὐταῖς ταῖς χερσὶ καὶ ὅλον αὐτοῦ τὸ πρόσωπον χρίσας ἐμφράξῃ πάσας αὐτοῦ τὰς αἰσθήσεις, ὡς μήτε ὁρᾶν αὐτὸν δύνασθαι μήτε ἀκούειν μήτε ὀσφραίνεσθαι, εἶτα μεταμεληθεὶς ἀπαλλαγὴν τοῦ κακοῦ τούτου ζητῶν, οὐκ εἰσέλθῃ ταχέως εἰς τὸν κοιτῶνα αὐτοῦ καὶ ὕδασι πολλοῖς ἀπονίψηται τὸν βόρβορον ἐκεῖνον καὶ τὴν ἀσβόλην, καὶ οὕτω πάλιν ὡς τὸ πρότερον κεκαθαρμένος ἐπὶ τὸν θρόνον τῆς βασιλείας αὐτοῦ καθεσθῇ, ἀλλ’ ἀντὶ τούτου σκορπίσῃ μόνον πάντας αὐτοῦ τοὺς θησαυροὺς τοῖς πένησι καὶ πᾶσαν αὐτοῦ κινητὴν καὶ ἀκίνητον περιουσίαν ἀποδῴη αὐτοῖς, οὐδὲν ἐκ τούτου ὠφελήσει ἑαυτὸν μὴ ἀπονιψάμενος τὴν ἀσβόλην καὶ τὸν βόρβορον ὕδατι, ἀλλὰ καὶ γέλως ἔσται τοῖς ὁρῶσιν αὐτόν, ὧδε κἀκεῖσε ὡς μορμολύκιον μέσον τῆς συγκλήτου ἀναστρεφόμενος, οὕτως οὐδὲ ἕτερός τις ἑαυτὸν ὠφελήσει πάντα μὲν τὰ ὑπάρχοντα αὐτοῦ διανείμας τοῖς πένησι, πᾶσαν δὲ πτωχείαν καὶ ἀκτημοσύνην ἀναλαβόμενος, ἀποχὴν δὲ μὴ ποιησάμενος τοῦ κακοῦ, μηδὲ διὰ μετανοίας καὶ δακρύων ἀποκαθάρας αὐτοῦ τὴν ψυχήν.

Πᾶς γὰρ ἄνθρωπος, ὁ ἁμαρτήσας ὁμοίως ἐμοὶ τῷ κατακεκριμένῳ καὶ βορβόρῳ τῶν ἡδονῶν τὰς αἰσθήσεις ἐμφράξας αὐτοῦ τῆς ψυχῆς, εἰ καὶ πᾶσαν μὲν τὴν περιουσίαν αὐτοῦ διένειμε τοῖς πτωχοῖς, πᾶσαν δὲ δόξαν ἀξιωμάτων περιφάνειάν τε οἴκων καὶ ἵππων, ποιμνίων καὶ βουκολίων καὶ ἀνδραπόδων, αὐτούς τε πάντας τοὺς ἰδίους καὶ φίλους καὶ συγγενεῖς κατέλιπε καὶ πτωχὸς καὶ ἀκτήμων εἰς τὸ τῶν μοναχῶν σχῆμα ἐλθὼν ἐγένετο, ἀλλ’ οὖν ὡς ἀναγκαίων τῇ ζωῇ αὐτοῦ δέεται τῶν δακρύων τῆς μετανοίας, ἵνα τὸν βόρβορον τῶν ἁμαρτημάτων αὐτοῦ ἀπονίψηται, καὶ μᾶλλον ἐὰν ἔτι καθάπερ ἐγὼ τὴν ἀσβόλην καὶ τὸν βόρβορον τῶν πολλῶν αὐτοῦ κακῶν οὐκ ἐπὶ τοῦ προσώπου μόνον καὶ τῶν χειρῶν, ἀλλὰ καὶ ὅλως ἐν ὅλῳ τῷ σώματι περιφέρηται. Οὐ γὰρ ἀρκεῖ μόνον ἡμῖν ἡ τῶν ὑπαρχόντων διάδοσις εἰς κάθαρσιν τῆς ψυχῆς, ἐὰν μὴ καὶ κλαύσωμεν καὶ θρηνήσωμεν ἀπὸ ψυχῆς, ἀδελφοί. Οἶμαι γὰρ ὅτι ἐὰν μὴ πάσῃ σπουδῇ αὐτὸς ἑαυτὸν διὰ δακρύων τοῦ μολυσμοῦ τῶν ἁμαρτημάτων μου ἐκκαθάρω, ἀλλὰ μεμολυσμένος τοῦ βίου ἐξέλθω, δικαίως καὶ παρὰ τοῦ Θεοῦ καὶ παρὰ τῶν ἀγγέλων αὐτοῦ καταγελασθήσομαι καὶ σὺν τοῖς δαίμοσιν εἰς τὸ πῦρ τὸ αἰώνιον ἐκβληθήσομαι. Ναί, ὄντως οὕτως ἐστίν, ἀδελφοί!

Οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, ἵνα ἁμαρτήσαντες δῶμεν αὐτὸ ἀντίλυτρον τῶν ἁμαρτιῶν ἡμῶν τῷ Θεῷ. «Τί γάρ, φησὶν ὁ ἀπόστολος, δώσει ἄνθρωπος τῷ Θεῷ, ἵνα ἀνταποδοθῇ αὐτῷ;» Αὕτη κρίσις ὀρθή, αὕτη ταπείνωσις δικαία καὶ ἀληθής. Φησὶ γὰρ καὶ ὁ Κύριος· «Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι.» Τοῦτο δέ ἐστι πλήρωμα νόμου τὸ μὴ δικαιολογεῖσθαί τινα ἔν τινι, μηδὲ ἑαυτὸν ἐκδικεῖν, ἀλλὰ προκεῖσθαι τοῖς πᾶσι τὰ πάντα ὡσεὶ νεκρόν, ἵνα εἴτι δ’ ἂν ποιῶσιν εἰς αὐτὸν μὴ κινῆται ὅλως μηδὲ ταρασσόμενος ἀντιλέγῃ αὐτοῖς, ἀλλ’ εἶναι ἐν μόναις ταῖς ἐντολαῖς τοῦ Θεοῦ καὶ εἰς τὸ τηρεῖν τὰ ἐκείνου προστάγματα, ὡς λέοντα ἢ γιγαντιαῖον ἄλλον Σαμψὼν ἢ εἴ τινα ἕτερον ἢ προγεγονότα ἢ ὄντα καὶ αὐτοῦ ἀνδρειότερον.

Δυνατὸν οὖν ἐστιν, ἀδελφοί, τοῖς πᾶσιν οὐ μόνον τοῖς μοναχοῖς ἀλλὰ καὶ τοῖς λαϊκοῖς τὸ ἀεὶ καὶ διηνεκῶς μετανοεῖν καὶ κλαίειν καὶ δέεσθαι τοῦ Θεοῦ, καὶ διὰ τῶν τοιούτων πράξεων καὶ τὰς λοιπὰς πάσας ἀρετὰς κτήσασθαι. Καὶ ὅτι τοῦτο ἀληθές ἐστι συμμαρτυρεῖ μοι καὶ ὁ χρυσορρήμων Ἰωάννης, ὁ μέγας στῦλος καὶ διδάσκαλος τῆς ἐκκλησίας, ἐν τοῖς περὶ τοῦ Δαυὶδ λόγοις τὸν πεντηκοστὸν ψαλμὸν ἐξηγούμενος, λέγων δυνατὸν εἶναι γυναῖκα ἔχοντα καὶ παῖδας καὶ παιδίσκας καὶ πλῆθος οἰκετῶν καὶ περιουσίαν πολλὴν καὶ βιωτικοῖς ἐμπρέποντα πράγμασι, μὴ τοῦτο μόνον δύνασθαι, τὸ κλαίειν καθ’ ἑκάστην καὶ εὔχεσθαι καὶ μετανοεῖν, ἀλλὰ καὶ εἰς τὸ τέλειον φθάσαι τῆς ἀρετῆς τὸν βουλόμενον καὶ Πνεῦμα λαβεῖν Ἅγιον καὶ φίλον γενέσθαι Θεοῦ καὶ ἐπαπολαύειν τῆς θέας αὐτοῦ, οἷοι καὶ πρὸ τῆς Χριστοῦ παρουσίας ἐγένοντο Ἀβραάμ, Ἰσαάκ, Ἰακὼβ καὶ ὁ ἐν Σοδόμοις Λὼτ καὶ—ἵνα τοὺς ἄλλους παρήσω πολλοὺς ὄντας—Μωσῆς καὶ Δαυίδ, ἐν τῇ νέᾳ δὲ χάριτι καὶ ἐπιφανείᾳ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Πέτρος, ὁ ἁλιεὺς καὶ ἀγράμματος, μετὰ τῆς πενθερᾶς καὶ τῶν ἄλλων κηρύσσων τὸν ἐπιφανέντα Θεόν.

Τοὺς δ’ ἄλλους τίς ἀριθμήσειεν, ὑπὲρ σταγόνας ὄντας τῶν ὑετῶν καὶ ὑπὲρ τοὺς ἀστέρας τοῦ οὐρανοῦ, βασιλεῖς, ἄρχοντας καὶ δυνάστας—μὴ εἴπω πένητας καὶ τοὺς τῇ αὐταρκείᾳ συζήσαντας—, ὧν αἱ πόλεις καὶ αἱ οἰκίαι καὶ τῶν ἐκκλησιῶν οἱ ναοί, οὓς ἐκεῖνοι φιλοτίμως ἀνήγειραν, ὧν τὰ γηροκομεῖα καὶ τὰ ξενοδοχεῖα σῴζονται καί εἰσι μέχρι τοῦ νῦν, ἅπερ καὶ περιόντες ἐκεῖνοι ἐκέκτηντο καὶ ἐχρῶντο αὐτοῖς εὐσεβῶς, οὐχ ὡς οἰκείοις, ἀλλ’ ὡς δοῦλοι τοῦ δεσπότου τὰ παρὰ τοῦ δεσπότου δοθέντα αὐτοῖς καὶ ὡς ἐκείνῳ ἐδόκει διέποντες, χρώμενοι μὲν τῷ κόσμῳ κατὰ τὴν τοῦ Παύλου φωνήν, οὐ καταχρώμενοι δέ. Διὰ γὰρ τοῦτο καὶ ἐν τῷ βίῳ τῷ παρόντι περίδοξοι γεγόνασι καὶ λαμπροὶ καὶ νῦν καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ περιδοξότεροι καὶ λαμπρότεροι γενήσονται.

Καὶ εἰ μὴ ὀκνηροὶ ἦμεν καὶ ῥάθυμοι καὶ καταφρονηταὶ τῶν ἐντολῶν τοῦ Θεοῦ, ἀλλὰ σπουδαῖοι καὶ διεγηγερμένοι καὶ νήφοντες, οὐδεμίαν εἴχομεν χρείαν ἀποταγῆς ἢ κουρᾶς ἢ τῆς τοῦ κόσμου φυγῆς. Καὶ ἵνα τοῦτο πιστώσωμαι, ἄκουσον!

Ὁ Θεὸς τὸν ἄνθρωπον βασιλέα ἐποίησεν ἐξ ἀρχῆς πάντων τῶν ἐπὶ γῆς, ἀλλὰ μὴν καὶ αὐτῶν τῶν ὑπὸ τὸν ὄροφον ὄντων τοῦ οὐρανοῦ· ἥλιος γὰρ καὶ σελήνη καὶ ἄστρα διὰ τὸν ἄνθρωπον πάντως παρήχθησαν. Τί οὖν; Βασιλεὺς ὢν τούτων ἁπάντων τῶν ὁρωμένων, ἐβλάπτετο ἆρα ἐκ τούτων πρὸς ἀρετήν; Οὐμενοῦν οὐδαμῶς, ἀλλὰ καὶ μειζόνως, εἰ ἔμεινεν εὐχαριστῶν τῷ ποιήσαντι καὶ δεδωκότι αὐτῷ τὰ πάντα Θεῷ, ἔμελλεν εὐδοκιμεῖν. Εἰ μὴ γὰρ παρέβη τὴν ἐντολὴν τοῦ Δεσπότου, οὐκ ἂν τὴν βασιλείαν ταύτην ἀπώλεσεν, οὐκ ἂν τῆς τοῦ Θεοῦ δόξης ἑαυτὸν ἀπεστέρησεν· ἐπεὶ δὲ τοῦτο πεποίηκεν, εἰκότως ἐξεβλήθη, ἐξωρίσθη, ἐβίωσε καὶ ἀπέθανε. Καὶ λέγω σοι πρᾶγμα ὅπερ σαφῶς, οἶμαι, οὐδεὶς ἀπεκάλυψε, συνεσκιασμένως δὲ τοῦτο εἴρηται.

Ποῖον; Ἄκουε τῆς θείας λεγούσης Γραφῆς· «Καὶ εἶπεν ὁ Θεὸς τῷ Ἀδάμ—μετὰ τὸ παραβῆναι λέγω—· «Ἀδάμ, ποῦ εἶ;» Τί τοῦτο λέγων, ὁ τοῦ παντὸς Ποιητής; Πάντως εἰς συναίσθησιν αὐτὸν ἀγαγεῖν βουλόμενος καὶ τοῦτον πρὸς μετάνοιαν ἐκκαλούμενος, «Ἀδάμ, ποῦ εἶ; φησί.

Κατανόησον σεαυτόν, κατάμαθέ σου τὴν γύμνωσιν! Ἴδε οἵου ἐνδύματος, οἵας δόξης ἐστέρησαι. Ἀδάμ, ποῦ εἶ;» οἱονεί πως τοῦτον παρακαλῶν καὶ λέγων· «Ναί, φρόνησον, ταπεινέ, ναί, ἔξελθε ὅθεν εἶ κεκρυμμένος. Ἐμὲ οἴει κρύπτεσθαι;

Εἰπέ· Ἥμαρτον!» Ἀλλ’ οὐ λέγει τοῦτο, μᾶλλον δὲ οὐκ ἐγὼ λέγω τοῦτο ὁ ἄθλιος—ἐμὸν γὰρ τὸ πάθος ἐστίν! —, ἀλλὰ τί; «Τῆς φωνῆς σου ἤκουσα περιπατοῦντος ἐν τῷ παραδείσῳ καὶ ἔγνων ὅτι γυμνός εἰμι καὶ ἐκρύβην.» Τί οὖν ὁ Θεός; «Καὶ τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες;» Ὁρᾷς, ἀγαπητέ, μακροθυμίαν Θεοῦ; Εἰπόντος γὰρ αὐτοῦ· «Ἀδάμ, ποῦ εἶ;» καὶ μὴ ὁμολογήσαντος τὴν ἁμαρτίαν εὐθύς, ἀλλ’ εἰπόντος· «Τῆς φωνῆς σου ἤκουσα, Κύριε, καὶ ἔγνων ὅτι γυμνός εἰμι καὶ ἐκρύβην», οὐκ ὠργίσθη ὁ Θεός, οὐκ ἀπεστράφη εὐθύς, ἀλλὰ καὶ δευτέρας ἀξιοῖ αὐτὸν ἀποκρίσεως καί φησι· «Τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες;» Νόει μοι βάθος λόγων σοφίας Θεοῦ. «Τί λέγεις, φησίν, ὅτι ‘γυμνός εἰμι’, τὴν δὲ ἁμαρτίαν σου κρύβεις; Μὴ νομίζεις με τὸ σῶμά σου μόνον ὁρᾶν, τὴν δὲ καρδίαν καὶ τὰς ἐνθυμήσεις σου μὴ ὁρᾶν;» Ἤλπιζε γὰρ ἀπατηθεὶς ὁ Ἀδὰμ ὅτι οὐκ ᾔδει ὁ Θεὸς τὴν ἁμαρτίαν αὐτοῦ καὶ ἔλεγεν οὕτω καθ’ ἑαυτόν, οἱονεὶ ὅτι· «Ἐὰν εἴπω ὅτι γυμνός εἰμι, φησίν, ἀγνοῶν ὁ Θεὸς εἰπεῖν ἔχει· ‘Καὶ διατί εἶ γυμνός;’ Εἶτα ἀπαρνήσασθαι ἔχω ἐγὼ καὶ εἰπεῖ· ‘Οὐκ οἶδα’, καὶ λαθεῖν ἔχω αὐτὸν καὶ πάλιν ἀπολαβεῖν τὴν πρώτην μου στολήν. Εἰ δὲ μή, τέως οὐ μὴ ἐκβάλῃ με, τέως οὐ μὴ ἐξορίσῃ με!»

Ταῦτα ἐνθυμουμένου αὐτοῦ—ὡς καὶ νῦν ποιοῦσι πολλοὶ καὶ αὐτὸς ἐγὼ πρῶτος, τὰ ἑαυτῶν κακὰ κρύπτοντες—, ὁ Θεὸς μὴ θέλων πολυπλασιάσαι αὐτῷ τὸ κρίμα λέγει· «Καὶ πόθεν ἔγνως ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες;» οἱονεὶ λέγων· «Καὶ ὅλως ἐμὲ κρύπτειν οἴεσαι; Οὐ γινώσκω ἐγὼ τί πέπραχας; Οὐ λέγεις τὸ ‘Ἥμαρτον’; Εἰπέ, ταπεινέ· ‘Ναί, ἀλήθεια, Δέσποτα, παρέβην τὴν ἐντολήν σου, ἔπταισα ἀκούσας τῆς συμβουλῆς τῆς γυναικός, ἐσφάλην μεγάλως ποιήσας τὸν ἐκείνης λόγον καὶ παρακούσας τὸν σόν, ἐλέησόν με!’» Ἀλλ’ οὐ λέγει τοῦτο, οὐ ταπεινοῦται, οὐ κάμπτεται, νεῦρον σιδηροῦν ὁ τῆς καρδίας αὐτοῦ τράχηλος—οἷος δὴ καὶ ὁ ἐμός, τοῦ ἀθλίου, ἐστίν. Εἰ γὰρ εἶπε τοῦτο, ἔμεινε ἂν ἐν τῷ παραδείσῳ καὶ τὸν κύκλον ὅλον ἐκεῖνον τῶν μυρίων κακῶν, ὃν ὑπέστη ἐξορισθεὶς καὶ εἰς τὸν ᾅδην τοσούτους αἰῶνας ποιήσας κείμενος, κερδᾶναι ἂν εἶχε ἀπὸ μιᾶς τῆς τότε φωνῆς.

Τοῦτο οὖν ἐστιν ὃ ὑπεσχόμην εἰπεῖν. Καὶ ἄκουσον τῶν ἑξῆς καὶ γνῶθι ὅτι ἀληθής ἐστιν ὁ λόγος καὶ οὐκ ἔστι ψεῦδος τὸ οἱονοῦν ἐν αὐτῷ. Εἶπεν ὁ Θεὸς τῷ Ἀδάμ· «Ἣν ὥραν φάγεσθε ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην ὑμῖν τούτου μόνου μὴ φαγεῖν, θανάτῳ ἀποθανεῖσθε», δηλονότι τῷ ψυχικῷ, ὃ καὶ αὐτῇ τῇ ὥρᾳ ἐγένετο, δι’ ὃ καὶ τῆς ἀθανάτου στολῆς ἐγυμνώθη· οὐδὲν δὲ πλέον προεῖπεν ὁ Θεὸς καὶ οὐδὲν πλέον ἐγένετο. Προγινώσκων γὰρ ὁ Θεὸς ὅτι ἁμαρτῆσαι ἔχει ὁ Ἀδὰμ καὶ βουλόμενος μετανοοῦντα συγχωρῆσαι αὐτόν, οὐδέν, ὡς εἴρηται, πλέον προαπεφήνατο κατ’ αὐτοῦ· ἐπεὶ δὲ ἠρνήσατο τὴν ἁμαρτίαν αὐτοῦ καὶ οὐδὲ ἐλεγχόμενος ὑπὸ τοῦ Θεοῦ μετενόησεν, (ἔφη γάρ· «Ἡ γυνή, ἣν δέδωκάς μοι, αὕτη με ἠπάτησεν.» —«Ἣν δέδωκάς μοι!» ὢ ψυχῆς ἀπροσέκτου, οἱονεὶ τῷ Θεῷ λεγούσης· «Σύ, φησίν, ἔπταισας· ἡ γυνή, ἣν δέδωκάς μοι, αὕτη με ἠπάτησεν»—οἷα καὶ νῦν ἐγὼ πάσχω, ὁ ταπεινὸς καὶ ταλαίπωρος, καὶ οὐ θέλω ταπεινωθῆναί ποτε καὶ εἰπεῖν ἀπὸ ψυχῆς ὅτι ἐγώ εἰμι αἴτιος τῆς ἐμῆς ἀπωλείας, ἀλλ’ «Ὁ δεῖνά με, λέγω, παρώτρυνε ποιῆσαι καὶ εἰπεῖν τὰ καὶ τά, ὁ δεῖνά μοι συνεβούλευσεν ἐργάσασθαι τὸ καὶ τό», ὢ ἀθλίας ψυχῆς προϊεμένης ῥήματα ἁμαρτίας μεστά!

ὢ ψυχῆς ἀναιδοῦς καὶ μιαρᾶς ἀναιδέστεροι λόγοι καὶ μιαροί!) —τοίνυν καὶ οὕτω τοῦ Ἀδὰμ εἰπόντος, τότε λέγει αὐτῷ ὁ Θεός· «Ἐν κόπῳ καὶ ἱδρῶτι φάγῃ τὸν ἄρτον σου, καὶ ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι ἡ γῆ», καὶ τελευταῖον ὅτι· «Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ.» — «Ἔλεγον, φησί, μετανοῆσαί σε καὶ εἶναι πάλιν ἐν τῇ προτέρᾳ σου διαγωγῇ. Ἐπειδὴ δὲ σκληρὸς οὕτως εἶ, ἄπελθε τοῦ λοιποῦ ἀπ’ ἐμοῦ καὶ ἀρκέσει σοι εἰς παίδευσιν ἡ ἀποστασία σου, ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ.» Ἤδη οὖν ἔγνως ὅτι μετὰ τὴν παράβασιν διὰ τὸ μὴ μετανοῆσαι καὶ εἰπεῖν «Ἥμαρτον», καὶ ἐξορίζεται καὶ ἐν κόπῳ καὶ ἱδρῶτι διάγειν κελεύεται καὶ εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθη, διὰ τοῦτο κατεκρίθη; Τοῦτο δὲ δῆλον ἐκ τῶν ἑξῆς.

Τοιγαροῦν καὶ ἀφεὶς αὐτὸν ἔρχεται πρὸς τὴν Εὔαν, θέλων δεῖξαι ὅτι δικαίως καὶ αὕτη συνεκβληθήσεται, μετανοῆσαι μὴ θέλουσα, καί φησι· «Τί τοῦτο ἐποίησας;» ἵνα κἂν αὕτη εἴπῃ τὸ «Ἥμαρτον». Ποίαν γὰρ καὶ ἄλλην χρείαν εἶχεν, εἰπέ μοι, ὁ Θεὸς λαλεῖν πρὸς αὐτὴν ταῦτα τὰ ῥήματα, εἰ μὴ πάντως ἵνα εἴπῃ ὅτι· «Ἐν ἀφροσύνῃ μου, Δέσποτα, τοῦτο ἔπραξα, ἡ ταπεινὴ καὶ ἀθλία, σοῦ τοῦ Δεσπότου μου παρακούσασα. Ἐλέησόν με!» Ἀλλ’ οὐκ εἶπε τοῦτο. Τί δέ; «Ὁ ὄφις ἐξηπάτησέ με.» Ὢ τῆς ἀναισθησίας! Καὶ ὅλως ὄφει, κατὰ τοῦ Δεσπότου λέγοντί σοι, συνέτυχες καὶ τοῦτον ἀντὶ τοῦ ποιήσαντός σε Θεοῦ προετίμησας, κἀκείνου τὴν συμβουλὴν ὑπὲρ τὴν ἐντολὴν τοῦ Δεσπότου προτιμοτέραν καὶ ἀληθεστέραν πεποίηκας; Ὡς δὲ οὐδὲ αὕτη εὗρεν εἰπεῖν «Ἥμαρτον», ἐκβάλλονται τῆς τρυφῆς, ἐξορίζονται τοῦ παραδείσου καὶ τοῦ Θεοῦ. Ἀλλὰ σκόπει μοι τὸ βάθος τῶν μυστηρίων τοῦ φιλανθρώπου Θεοῦ καὶ μάθε καὶ διδάχθητι ἐντεῦθεν ὅτι εἰ μετενόησαν, οὐκ ἂν ἐξεβλήθησαν, οὐκ ἂν κατεκρίθησαν, οὐκ ἂν εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθησαν, ἀποστραφῆναι κατεδικάσθησαν. Πῶς; Ἄκουσον!

Ἐπεὶ ἐξεβλήθησαν καὶ ἤδη ἐξαυτῆς ἐνέπεσον εἰς τοὺς ἱδρῶτας καὶ εἰς τοὺς σωματικοὺς κόπους, πεινᾶν δὲ ἤρξαντο καὶ διψᾶν, ῥιγᾶν τε ὁμοῦ καὶ τρέμειν καὶ πάσχειν τοιαῦτα, οἷα καὶ ἡμεῖς αὐτοὶ πάσχομεν σήμερον, πλείονα δηλονότι λαβόντες τῆς δυστυχίας ταύτης καὶ τῆς ἐκπτώσεως αἴσθησιν, οὐ μόνον δὲ ἀλλὰ καὶ αὐτῆς ἑαυτῶν τῆς κακοφροσύνης καὶ τῆς ἀφάτου τοῦ Θεοῦ εὐσπλαγχνίας, ἔξω οὖν τοῦ παραδείσου περιπατοῦντες καὶ καθεζόμενοι, μετεμέλοντο, ἔκλαιον, ἐθρήνουν, τὸ πρόσωπον ἔτυπτον, ἔτιλλον σύροντες ἑαυτῶν τὰς τρίχας, τὴν ἑαυτῶν σκληροκαρδίαν ἀποκλαιόμενοι, τοῦτο δὲ οὐ μίαν ἡμέραν οὐδὲ δύο ἢ δέκα, ἀλλ’ ἐν πάσῃ, πιστεύσατε, τῇ ζωῇ αὐτῶν. Πῶς γὰρ καὶ μὴ εἶχον κλαίειν ἀεὶ καὶ διηνεκῶς τὸν Δεσπότην ἐκεῖνον τὸν ἥμερον ἐνθυμούμενοι, τὴν τρυφὴν ἐκείνην τὴν ἄφραστον, τὰ κάλλη τῶν ἀνθέων ἐκείνων τὰ ἄρρητα, τὸν ἀμέριμνον βίον καὶ ἄμοχθον, τὰς τῶν ἀγγέλων ἀνόδους καὶ καθόδους, τὰς πρὸς αὐτούς;

Καθάπερ γὰρ οἱ παρά τινος τῶν ἀρχόντων τοῦ παρόντος αἰῶνος ἐκλεχθέντες εἰς ὑπηρεσίαν αὐτοῦ δοῦλοι, τὴν κατὰ πρόσωπον, ἕως μὲν τὴν αἰδῶ καὶ τὴν τιμὴν καὶ τὴν δουλείαν ἀνόθευτον φυλάττουσι πρὸς τὸν ἑαυτῶν δεσπότην καὶ ἀγαπῶσιν αὐτόν τε καὶ τοὺς ὁμοδούλους αὐτῶν, ἀπολαύουσι καὶ τῆς παρρησίας τῆς πρὸς αὐτὸν καὶ τῆς εὐνοίας καὶ τῆς ἀγάπης αὐτοῦ ἐν ἀνέσει πολλῇ καὶ τρυφῇ καὶ σπατάλῃ, ἐπὰν δὲ εἰς ἀπόνοιαν τραπέντες κατὰ τοῦ οἰκείου δεσπότου τραχηλιάσωσι καὶ κατεπαρθῶσι τῶν συνδούλων αὐτῶν, ἐκπίπτουσι τῆς παρρησίας τῆς πρὸς αὐτὸν καὶ τῆς ἀγάπης καὶ τῆς εὐνοίας, ὑπ’ ἐκείνου εἰς μακρὰν χώραν ἐξορισθέντες καὶ μυρίοις τῇ προστάξει αὐτοῦ καθυποβαλλόμενοι πειρασμοῖς, ἐν τῷ κοπιᾶν καὶ κατατρύχεσθαι ἐπὶ πλεῖον καὶ πλεῖον ἐπαισθάνονται τῆς ἀνέσεως ἧς ἀπέλαυον καὶ τῶν ἀγαθῶν ὧν ἐξέπεσον τῆς ζημίας, τὸν αὐτὸν τρόπον πεπόνθασι καὶ οἱ πρωτόπλαστοι ἐν τῷ παραδείσῳ ὄντες καὶ ἀπολαύοντες ἐκείνων τῶν ἀγαθῶν, εἶτα ἐκπεσόντες αὐτῶν καὶ ἐξορισθέντες. Ἐπεὶ ᾔσθοντο τῆς ἐκπτώσεως, πάντοτε ἐθρήνουν, πάντοτε ἔκλαιον, τοῦ Δεσπότου αὐτῶν τὴν εὐσπλαγχνίαν ἐπικαλούμενοι.

Ἀλλὰ τί ὁ πολὺς ἐν ἐλέει καὶ βραδὺς ἐν κολάσει; Ἐπειδὴ γὰρ εἶδε ταπεινωθέντας αὐτούς, τὴν μὲν ἐξενεχθεῖσαν ψῆφον οὐ λύει τέως—πρὸς σωφρονισμὸν ἡμῶν τοῦτο ποιήσας καὶ ἵνα μηδεὶς κατὰ τοῦ πάντων Ποιητοῦ κατεπαίρηται—, προειδὼς δὲ ὡς Θεὸς καὶ τὴν ἔκπτωσιν τούτου καὶ τὴν μετάνοιαν, προώρισε πάντως πρὸ τοῦ ποιῆσαι τὰ πάντα καὶ τὸν καιρὸν καὶ τὸν χρόνον καὶ ὅπως καὶ πότε ἀπὸ τῆς ἐξορίας τοῦτον ἀνακαλέσεται ἀπορρήτοις κρίμασι καὶ ἀνεξιχνιάστοις πάσῃ πνοῇ. Εἰ γὰρ καὶ ἀποκαλυφθῶσί τισι καὶ γράψαι ταῦτα θελήσουσιν, οὐ χρόνος οὐ χάρτης οὐ μέλαν ἀρκέσειεν, οὐ κόσμος ὅλος αὐτὰ τὰ βιβλία χωρήσειεν.

Ὡς οὖν σπλαγχνισθεὶς προώρισε καὶ προεῖπεν, οὕτω δὴ καὶ ἐποίησε. Καὶ οὓς ἐκ τοῦ παραδείσου διὰ τὴν ἀναίδειαν καὶ ἀμεταμέλητον καρδίαν καὶ γνώμην ἐξέβαλε, πρεπόντως μετανοήσαντας καὶ ἀξίως ταπεινωθέντας καὶ κλαύσαντας καὶ θρηνήσαντας, αὐτὸς ἐκεῖνος, ὁ μόνος ἐκ μόνου Μονογενὴς Υἱὸς καὶ Λόγος, τοῦ προανάρχου Πατρὸς αὐτοῦ κατελθών—ὡς ἴστε πάντες—, οὐ μόνον ὁμοίως ἐκείνοις ἄνθρωπος γέγονεν, ἀλλὰ καὶ ἀποθανεῖν, ὡς αὐτοί, κατεδέξατο, βιαστὸν ἑλόμενος καὶ ἐπονείδιστον θάνατον, καὶ κατελθὼν εἰς τὸν ᾅδην, κἀκεῖθεν αὐτοὺς ἀνέστησεν. Ὁ οὖν τοσαῦτα, ὅσα καθ’ ἑκάστην ἀκούεις, παθὼν δι’ αὐτούς, ἵνα αὐτοὺς ἀπὸ τῆς μακρᾶς ἐκείνης ἐξορίας ἀνακαλέσηται, εἰ μετενόησαν ἐν τῷ παραδείσῳ, οὐκ ἂν αὐτοὺς συνεπάθησε; Καὶ πῶς οὐχὶ ὁ φύσει φιλάνθρωπος καὶ διὰ τοῦτο ποιήσας αὐτόν, ἵνα τῶν ἀγαθῶν αὐτοῦ τῶν ἐν τῷ παραδείσῳ ἀπολαύῃ καὶ δοξάζει τὸν εὐεργέτην αὐτοῦ; Ναί, ὄντως, ἀδελφοί, τοῦτο ἄν, ὡς οἶμαι, ἐγένετο. Ἵνα δὲ μάθῃς καὶ τὰ λοιπὰ καὶ ἐπὶ πλεῖον τῷ λόγῳ πιστεύσῃς, ἄκουσον τῶν ἑξῆς!

Εἰ μετενόησαν ἔνδον ὄντες τοῦ παραδείσου, αὐτὸν ἐκεῖνον ἀπελάμβανον τὸν παράδεισον καὶ πλέον οὐδέν. Ἐπεὶ δὲ ἐξεβλήθησαν διὰ τὸ ἀμετανόητον αὐτῶν, μετὰ δὲ ταῦτα πολλὰ μετανοήσαντες ἔκλαυσαν, ἐθλίβησαν—ἅπερ, ὡς εἶπον, οὐ μὴ ἔπαθον, εἰ ἐν τῷ παραδείσῳ μετενόησαν—, ὑπὲρ τῶν πόνων τούτων καὶ ἱδρώτων καὶ κόπων καὶ τῆς καλῆς μετανοίας αὐτῶν θέλων ὁ Δεσπότης Θεὸς τιμῆσαι καὶ δοξάσαι αὐτούς, οὐ μόνον δὲ ἀλλὰ καὶ ποιῆσαι αὐτοὺς ἅπαντα ἐκεῖνα τὰ δεινὰ ἐπιλαθέσθαι, τί ποιεῖ; Καὶ σκόπει μοι τῆς φιλανθρωπίας τὸ μέγεθος! Κατελθὼν εἰς τὸν ᾅδην καὶ ἀναστήσας αὐτούς, οὐχὶ εἰς τὸν παράδεισον, ὅθεν ἐξέπεσον, ἀποκατέστησε πάλιν αὐτούς, ἀλλ’ εἰ ἐκεῖνον αὐτὸν ἀνήγαγε τὸν οὐρανὸν τοῦ οὐρανοῦ· καὶ καθίσας ὁ Δεσπότης ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ προανάρχου Πατρὸς αὐτοῦ, τί λέγεις ποιῆσαι αὐτόν, τὸν δοῦλον μὲν αὐτοῦ κατὰ φύσιν, πατέρα δὲ αὐτοῦ χρηματίσαντα κατὰ χάριν; Εἶδες εἰς οἷον ὕψος αὐτὸν διὰ τὴν μετάνοιαν αὐτοῦ καὶ ταπείνωσιν καὶ τοὺς θρήνους αὐτοῦ καὶ τὰ δάκρυα ὁ Δεσπότης ἀνήγαγεν;

Ὢ μετανοίας ἰσχὺς καὶ δακρύων! Ὢ φιλανθρωπίας ἀφάτου καὶ ἀνεξιχνιάστου ἐλέους πέλαγος, ἀδελφοί! Ὅτι οὐ μόνον ἐκεῖνον, ἀλλὰ καὶ ἅπαν τὸ σπέρμα αὐτοῦ, ἡμᾶς δηλονότι τοὺς υἱοὺς αὐτοῦ, τοὺς μιμουμένους ἐκείνου τὴν ἐξομολόγησιν, τὴν μετάνοιαν, τὸν θρῆνον, τὰ δάκρυα καὶ τἄλλα ἅπερ προείπομεν, οὕτως ὡς ἐκεῖνον καὶ ἐτίμησε καὶ ἐδόξασε, καὶ τοὺς οὕτω ποιοῦντας ἕως τοῦ νῦν καὶ ἀπὸ τοῦ νῦν ποιήσοντας, εἴτε κοσμικοὶ εἶεν εἴτε μονάζοντες· «Ἀμήν, εἶπεν ὁ ἀληθὴς Θεός, οὐκ ἐγκαταλείψω αὐτούς ποτε, ἀλλ’ ὡς ἀδελφούς μου καὶ φίλους, πατέρας τε καὶ μητέρας καὶ συγγενεῖς καὶ συγκληρονόμους μου ἀναδείξω αὐτούς, καὶ ἐδόξασα καὶ δοξάσω καὶ ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ τῆς ζωῆς αὐτῶν καὶ εὐφροσύνης καὶ δόξης οὐκ ἔσται τέλος ποτέ.» Τί οὖν, εἰπέ μοι, τοὺς πρωτοπλάστους ὠφέλησεν ἡ ἐν τῷ παραδείσῳ ἄπονος διαγωγὴ καὶ ἀμέριμνος, ἀδελφέ, ῥαθυμήσαντας καὶ τῇ πρὸς Θεὸν ἀπιστίᾳ καταφρονήσαντας καὶ τὴν ἐντολὴν παραβάντας αὐτοῦ; Εἰ γὰρ ἐπίστευσαν αὐτῷ, οὐκ ἂν τὸν ὄφιν ἡ Εὔα πιστότερον, τὴν δὲ Εὔαν ὁ Ἀδὰμ πιστοτέραν ἐκείνου ἡγήσατο, ἀλλὰ φυλάξαι εἶχον τοῦ μὴ φαγεῖν τοῦ φυτοῦ· φαγόντες δὲ καὶ μὴ μετανοήσαντες, ἐξεβλήθησαν.

Οὐδὲν δὲ πάλιν ἐκ τῆς ἐξορίας ἐβλάβησαν, ἀλλὰ καὶ τὰ μέγιστα ὠφελήθησαν καὶ εἰς σωτηρίαν ἡμῶν πάντων τοῦτο ἐγένετο. Κατελθὼν γὰρ ἄνωθεν ὁ Δεσπότης ἡμῶν τῷ ἰδίῳ θανάτῳ τὸν καθ’ ἡμῶν ἔλυσε θάνατον, τὸ ἐκ τῆς τοῦ προπάτορος παραβάσεως κατάκριμα παντελῶς ἀνελὼν καὶ διὰ τοῦ ἁγίου βαπτίσματος ἀναγεννῶν καὶ ἀναπλάττων καὶ ἀπαλλάττων ταύτης τελείως ἡμᾶς, τίθησιν ἐν τῷδε τῷ κόσμῳ ἐλευθέρους πάντῃ καὶ μὴ ἐνεργουμένους τυραννικῶς ὑπὸ τοῦ ἐχθροῦ, ἀλλὰ τῷ ἐξ ἀρχῆς αὐτεξουσίῳ τιμῶν ἡμᾶς, ἰσχὺν μᾶλλον δίδωσι κατ’ αὐτοῦ, ἵνα οἱ βουλόμενοι νικῶσιν αὐτὸν εὐχερῶς ὑπὲρ πάντας τοὺς πρὸ τῆς Χριστοῦ παρουσίας ἁγίους, ἀποθνήσκοντες δὲ μὴ καθάπερ ἐκεῖνοι καὶ οὗτοι εἰς τὸν ᾅδην καταβιβάζωνται, ἀλλ’ εἰς τὸν οὐρανὸν καὶ εἰς τὴν ἐκεῖσε τρυφὴν καὶ ἀπόλαυσιν, νῦν μὲν μετρίως, μετὰ δὲ τὴν ἐκ νεκρῶν ἐξανάστασιν ὅλης ὅλως ἐπαπολαύειν καταξιῶνται τῆς αἰωνίου χαρᾶς.

Οἱ οὖν βουλόμενοι προφάσεις μὴ προφασίζωνται, μηδὲ λεγέτωσαν ἐκ τῆς τοῦ Ἀδὰμ ἡμᾶς παραβάσεως ὅλως ἐνεργεῖσθαι καὶ πρὸς τὴν ἁμαρτίαν καθέλκεσθαι. Οἱ γὰρ τοῦτο ἐννοοῦντες καὶ λέγοντες τὴν τοῦ Δεσπότου ἡμῶν καὶ Θεοῦ παρουσίαν ἀνωφελῶς γεγενῆσθαι καὶ διακένως νομίζουσιν, ὅπερ αἱρετικῶν καὶ οὐ πιστῶν ἐστι τὸ λεγόμενον.

Διὰ τί γὰρ κατῆλθεν ἢ τίνος ἕνεκα θανάτου ἐγεύσατο, εἰ μὴ ὅτι πάντως διὰ τὸ λῦσαι τὸ ἐκ τῆς ἁμαρτίας κατάκριμα καὶ ἐλευθερῶσαι τὸ γένος ἡμῶν ἀπὸ τῆς δουλείας καὶ ἐνεργείας τοῦ ἀντικειμένου ἐχθροῦ; Τοῦτο γὰρ ἡ ὄντως αὐτεξουσιότης, τὸ μὴ ὑφ’ ἑτέρου τινὸς τῷ οἱῳδήποτε τρόπῳ δεσπόζεσθαι. Ἡμεῖς μὲν γὰρ ἀπὸ τοῦ ἁμαρτήσαντος ἦμεν ἁμαρτωλοί, ἀπὸ τοῦ παραβάντος παραβάται, ἀπὸ τοῦ δούλου τῆς ἁμαρτίας δοῦλοι καὶ αὐτοὶ γενόμενοι ἁμαρτίας, ἀπὸ τοῦ κεκατηραμένου καὶ νεκροῦ κατάρατοι καὶ νεκροί, ἀπὸ τοῦ τῇ συμβουλίᾳ ἐνεργηθέντος τοῦ πονηροῦ καὶ δουλωθέντος αὐτῷ καὶ τὸ αὐτεξούσιον ἀπολέσαντος, ὡς τέκνα αὐτοῦ ἐνεργούμενοι καὶ καταδυναστευόμενοι τυραννικῶς ἐδεσποζόμεθα. Ὁ δὲ Θεὸς κατελθὼν ἐσαρκώθη καὶ ἐγεννήθη καθὼς καὶ ἡμεῖς ἄνθρωπος, χωρὶς ἁμαρτίας, καὶ ἔλυσε τὴν ἁμαρτίαν, σύλληψίν τε καὶ γέννησιν ἁγιάσας καὶ ἀνατραφεὶς κατὰ μικρὸν πᾶσαν ἡλικίαν εὐλόγησε· τέλειος δὲ ἀνὴρ γεγονώς, τότε ἤρξατο τοῦ κηρύγματος, διδάσκων ἡμᾶς μὴ ἔν τινι προπηδᾶν καὶ προλαμβάνειν τοὺς πολιοὺς ἐν συνέσει καὶ ἀρετῇ, οἱ νέοι μάλιστα καὶ οὐκ ἄνδρες τὴν φρόνησιν.

Ἀνεδέξατο τὰ ὑπὲρ ἡμῶν καὶ φυλάξας πάσας τὰς ἐντολὰς τοῦ ἰδίου Θεοῦ καὶ Πατρός, τὴν παράβασιν ἔλυσε καὶ τοὺς παραβάτας τοῦ κατακρίματος ἠλευθέρωσε. Δοῦλος ἐγένετο, μορφὴν ἀναλαβόμενος δούλου, καὶ τοὺς δούλους ἡμᾶς εἰς τὸ δεσποτικὸν ἀξίωμα ἐπανήγαγε, τοῦ πρώην τυράννου δεσπότας ἀποκαταστήσας ἡμᾶς—καὶ μαρτυροῦσιν οἱ ἅγιοι οἱ καὶ μετὰ θάνατον ὡς ἀσθενῆ αὐτὸν καὶ τοὺς αὐτοῦ ὑπουργοὺς ἀπελαύνοντες. Κατάρα ἐγένετο σταυρωθείς— «Ἐπικατάρατος γάρ, φησί, πᾶς ὁ ἐπὶ ξύλου κρεμάμενος»—, καὶ ὅλην τὴν κατάραν ἔλυσε τοῦ Ἀδάμ. Ἀπέθανε καὶ τῷ ἑαυτοῦ θανάτῳ ἀνεῖλε τὸν θάνατον. Ἀνέστη καὶ τὴν δύναμιν καὶ ἐνέργειαν ἠφάνισε τοῦ ἐχθροῦ, τοῦ διὰ θανάτου καὶ τῆς ἁμαρτίας τὴν ἐξουσίαν ἔχοντος καθ’ ἡμῶν. Ἐμβαλὼν γὰρ ἐν τῷ θανατηφόρῳ ἰῷ καὶ φαρμάκῳ τῆς ἁμαρτίας τὴν ἄρρητον τῆς Θεότητος αὐτοῦ καὶ τῆς σαρκὸς ζωοποιὸν ἐνέργειαν, ὅλως ὅλον τὸ γένος ἡμῶν τῆς ἐνεργείας τοῦ ἐχθροῦ ἐλυτρώσατο, διὰ δὲ τοῦ ἁγίου βαπτίσματος καὶ τῆς κοινωνίας τῶν ἀχράντων αὐτοῦ μυστηρίων, τοῦ σώματος καὶ τοῦ αἵματος αὐτοῦ τοῦ τιμίου, ἀποκαθαίρων ἡμᾶς καὶ ζωοποιῶν, ἁγίους καὶ ἀναμαρτήτους ἀποκαθίστησιν, ἀλλὰ καὶ αὖθις τῷ αὐτεξουσίῳ τιμᾶσθαι ἀφίησιν, ἵνα μὴ βίᾳ ἀλλὰ προαιρέσει φανῶμεν τῷ Δεσπότῃ δουλεύοντες.

Καὶ ὥσπερ ἐξ ἀρχῆς ἦν ὁ Ἀδὰμ ἐν τῷ παραδείσῳ ἐλεύθερος καὶ ἁμαρτίας καὶ βίας ἐκτός, τῷ αὐτεξουσίῳ δὲ θελήματι ὑπήκουσε τῷ ἐχθρῷ καὶ ἀπατηθεὶς παρέβη τὴν ἐντολὴν τοῦ Θεοῦ, οὕτω καὶ ἡμεῖς ἐκ τοῦ ἁγίου βαπτίσματος ἀναγεννώμενοι τῆς δουλείας ἀπολυόμεθα καὶ γινόμεθα αὐτεξούσιοι, καὶ εἰ μὴ τῷ οἰκείῳ θελήματι τῷ ἐχθρῷ ὑπακούσομεν, ἄλλως πως οὐ δύναται καθ’ ἡμῶν ἐνεργεῖν τι. Εἰ γὰρ πρὸ τοῦ νόμου καὶ τῆς Χριστοῦ παρουσίας, τῶν βοηθημάτων τούτων ἁπάντων χωρίς, πολλοὶ καὶ ἀναρίθμητοι τῷ Θεῷ εὐηρέστησαν καὶ ἄμεμπτοι ἀπεδείχθησαν, ἐξ ὧν τὸν δίκαιον μὲν Ἐνὼχ μετέθετο καὶ τῇ μεταθέσει τοῦτον τετίμηκεν, Ἠλίαν δὲ πυρίνῳ ἅρματι εἰς οὐρανὸν ἀνελάβετο, τί ἀπολογησόμεθα ἡμεῖς, οἱ μετὰ τὴν χάριν καὶ τὴν τοσαύτην καὶ τηλικαύτην εὐεργεσίαν, μετὰ τὴν τοῦ θανάτου καὶ τῆς ἁμαρτίας ἀναίρεσιν, μετὰ τὴν τοῦ βαπτίσματος ἀναγέννησιν καὶ τὴν τῶν ἁγίων ἀγγέλων παραφυλακὴν καὶ αὐτὴν τὴν ἐπισκίασιν καὶ ἐπέλευσιν τοῦ Ἁγίου Πνεύματος, μηδὲ ἴσοι τοῖς πρὸ τῆς χάριτος εὑρισκόμενοι, ἀλλὰ ῥαθυμοῦντες καὶ τῶν ἐντολῶν τοῦ Θεοῦ καταφρονοῦντες καὶ αὐτὰς παραβαίνοντες;

Ὅτι δὲ μειζόνως ὑπὲρ τοὺς ἐν τῷ νόμῳ ἁμαρτήσαντας κολασθησόμεθα τοῖς κακοῖς ἐπιμένοντες, ὁ ἅγιος Παῦλος ἐδήλωσεν εἰπών· «Εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας;» Μὴ οὖν τὸν Ἀδὰμ ἀλλ’ ἑαυτὸν αἰτιάτω καὶ μεμφέσθω ἡμῶν ἕκαστος, τῶν ἐν οἱᾳδηποτοῦν περιπιπτόντων ἁμαρτίᾳ, καὶ μετάνοιαν ἀξίαν ἕκαστος ἡμῶν ὡς ἐκεῖνος ἐπιδεικνύσθω, εἰ ἄρα καὶ βούλεται τῆς αἰωνίου ζωῆς ἐν Κυρίῳ ἐπιτυχεῖν.

Εἰ δὲ μὴ θελήσετε μηδὲ παντὶ τρόπῳ σπουδάσετε, ἢ ἀναμαρτήτους ἑαυτοὺς ἐν τῷ τὰς ἐντολὰς τηρεῖν πάσας φυλάξαι, ἢ παραβαίνοντες ἔν τινι μέχρι θανάτου μετανοεῖν καὶ τὴν ἑαυτοῦ ἕκαστος ἁμαρτίαν σφοδρῶς ἀποκλαίεσθαι, ἀλλ’ ἐμμένετε ἐπὶ τῇ σκληρότητι καὶ ἀμετανοήτῳ γνώμῃ ὑμῶν, τάδε λέγει Κύριος· «Συντρομάξει ἡ γῆ ἐπὶ τοὺς μετὰ τοσαῦτα καὶ τηλικαῦτα θαύματα, μετὰ τὴν ἐν τῷ κόσμῳ φανέρωσιν, μετὰ τὴν τοσαύτην διδασκαλίαν ἣν ἐν τῷ κόσμῳ ἐφήπλωσα, ἔτι ἀναβαλλομένους καὶ δυσπιστοῦντας καὶ ἀπειθοῦντας τοῖς λόγοις μου· καὶ διαρραγήσεται εἰς πολλά, μὴ φέρουσα τοὺς ἀγνώμονας καὶ σκληροτραχήλους καὶ παρηκόους μου φέρειν ἐπὶ τοῦ νώτου αὐτῆς, καὶ ἴδωσι τὴν πτῶσιν αὐτῶν ἐγγίσασαν πρὸ τῶν ποδῶν αὐτῶν καὶ τρομάξουσι. Τῆς γὰρ γῆς τρεμούσης, τοῦ οὐρανοῦ κλονουμένου καὶ ῥοιζηδὸν ὡς βιβλίου ἑλισσομένου, ἐκ τῶν φοβερῶν δειμάτων ἐκείνων πτοηθῶσιν αἱ ἀκαμπεῖς καὶ ἀμείλικτοι καρδίαι αὐτῶν, ὡς λαγωοῦ ἐν ὥρᾳ σφαγῆς. Καὶ συσκοτάσει τὸ φῶς, πεσοῦνται τὰ ἄστρα, ὁ ἥλιος καὶ ἡ σελήνη σβεσθήσονται ἐπ’ αὐτούς, ἀπὸ δὲ τῶν σχισμάτων τῆς γῆς ἀναβήσεται πῦρ ὑπερεκβλύζον ὡς τὰ πελάγη τῶν θαλασσῶν.

Καὶ ὥσπερ ἐπὶ τοῦ κατακλυσμοῦ ἀνεῴχθησαν οἱ καταρράκται τοῦ οὐρανοῦ καὶ κατῆλθε τὸ ὕδωρ καὶ κατ’ ὀλίγον ἐκάλυψε τοὺς λαούς, οὕτω καὶ τότε ἀνοιχθήσεται ἀπὸ τῶν θεμελίων αὐτῆς ἡ γῆ, καὶ ἀναδοθήσεται οὐ κατὰ μικρὸν ἀλλὰ ἀθρόον τὸ πῦρ καὶ ἐπικαλύψει πᾶσαν τὴν γῆν, καὶ γενήσεται ἅπασα ποταμὸς πυρός.» Τί οὖν ποιήσουσι τότε οἱ λέγοντες ὅτι· «Εἴθε με ἠφίεσαν ὧδε καὶ τὴν βασιλείαν τῶν οὐρανῶν ἐγὼ οὐκ ἤθελον»; Τί γενήσονται οἱ νῦν γελῶντες καὶ οὕτω λέγοντες· «Τί οὖν κελεύεις κλαίειν ἡμᾶς καθ’ ἑκάστην;» Οἱ δὲ καὶ ἀντιλογίας ἢ γογγυσμοὺς ἢ καὶ τὰ χείρω τούτων ἀπεργαζόμενοι, τί τότε ἀπολογήσονται; Μὴ ἐροῦσιν ὅτι· «Οὐκ ἠκούσαμεν»; μὴ ὅτι· «Οὐδεὶς ἡμᾶς ἐνουθέτησε»; μὴ ὅτι· «Ἠγνοήσαμέν σου τοῦ Δεσπότου τὸ ὄνομα, τὸ κράτος, τὴν ἰσχύν, τὴν δύναμιν»; —«Πόσα γὰρ ὑμᾶς, ὦ ἄθλιοι, εἰκότως πρὸς ἡμᾶς εἴπῃ, διὰ προφητῶν, δι’ ἀποστόλων, διὰ πάντων ὁμοῦ τῶν δούλων καὶ δι’ ἐμοῦ αὐτοῦ προεῖπον καὶ παρήγγειλα; Οὐκ ἠκούετε τῶν εὐαγγελίων μου λεγόντων· «Μετανοεῖτε»;

Οὐκ ἠκούετε λεγόντων· «Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσονται»; Οὐκ ἠκούετε βοῶντός μου· «Μακάριοι οἱ πενθοῦντες»; Ὑμεῖς δὲ ἐγελᾶτε ἀνακαγχάζοντες, ἀλλήλοις ὁμιλοῦντες καὶ καταμακρύνοντες ὑμῶν τὰς ἀργολογίας, ἀλλήλους πρὸς τὰ ἄριστα προσκαλούμενοι καὶ θεραπεύοντες ὑμῶν τὰς γαστέρας. Οὐκ ἐμοῦ λέγοντος· «Τί στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν» καὶ ὅτι «Βιαστή ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν», ὑμεῖς ἀνέκεισθε ἐπὶ στρωμνῶν ἁπαλῶν καὶ διὰ πάντων τὴν ἄνεσιν ἐδιώκετε; Οὐκ ἐμοῦ λέγοντος· «Ὁ θέλων εἶναι πρῶτος, ἔστω πάντων ἔσχατος καὶ πάντων δοῦλος καὶ πάντων διάκονος», ὑμεῖς τὰς πρωτοκλισίας καὶ πρωτοκαθεδρίας, ἀρχάς τε καὶ ἡγεμονίας καὶ διακονίας καὶ μεγέθη ἀξιωμάτων προετιμήσασθε, καὶ ὑποταγῆναι ἢ δουλεῦσαι ἐν ταπεινώσει ψυχῆς εὐτελεῖ καὶ πτωχῷ καὶ ἀπερριμμένῳ οὐκ ἠθελήσατε; Οὐχὶ ἐμοῦ λέγοντος· «Ὅσα θέλετε, ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ὁμοίως ποιεῖτε αὐτοῖς», ὑμεῖς τὰς ἑαυτῶν θεραπείας μόνας καὶ τὰ θελήματα καὶ τὰς ἐπιθυμίας ἐξεπληρώσατε, πλεονεκτοῦντες, ἁρπάζοντες, ἀδικοῦντες καὶ ἑαυτοὺς μόνους ἐθεραπεύσατε; Οὐχὶ ἐμοῦ λέγοντος· «Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιάν σου σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην», οἱ μὲν ἐγελᾶτε, οἱ δὲ οὐδὲ ἀκοῦσαι τοῦτο ἠνείχεσθε, ἀλλὰ κακῶς με τοῦτο καὶ ἀδίκως προστάξαι ἐλέγετε;

Οὐχὶ δὲ ἐμοῦ λέγοντος. «Ἐάν τίς σε ἀγγαρεύσῃ μίλιον ἕν, ὕπαγε μετ’ αὐτοῦ δύο», οὐ μόνον οὐδεὶς ἐξ ὑμῶν τοῦτο πεποίηκεν, ἀλλ’ οἱ πλείονες καὶ τοὺς ἀδελφοὺς ἠγγαρεύσατε; Οὐκ ἐμοῦ λέγοντος· «Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ», ὑμεῖς οὐδὲ λόγον σκληρὸν ἀκοῦσαι ἠνείχεσθε οὐ μόνον ἐκ τῶν ὁμοίων ὑμῶν, ἀλλ’ οὐδὲ ὑπὸ τῶν προεχόντων; Οὐκ ἐμοῦ λέγοντος· «Χαίρετε καὶ ἀγαλλιᾶσθε ἐπὶ τοῖς διωγμοῖς καὶ ταῖς θλίψεσιν», ὑμεῖς τοὺς ἐπαίνους μᾶλλον καὶ τὴν τιμὴν καὶ τὴν δόξαν ἠσπάσασθε, ἐπὶ δὲ τοῖς τοιούτοις ἀπελέγεσθε καὶ αὐτὴν ὑμῶν τὴν ζωήν; Οὐχὶ ἐμοῦ μακαρίζοντος τοὺς πτωχούς, ὑμεῖς οὐκ ἐποθήσατέ ποτε ἀπὸ ψυχῆς γενέσθαι πτωχοί; Οὐκ ἐμοῦ τοὺς πραεῖς τὴν βασιλείαν τῶν οὐρανῶν κληρονομεῖν λέγοντος, ὑμεῖς ὡς θῆρες ἄγριοι διέκεισθε εἰς τοὺς μὴ τάχιον ποιοῦντας ὑμῶν τὰ θελήματα; Οὐχ ὁρῶντες πάλιν αὐτοὺς παραβαίνοντάς μου τὰς ἐντολάς, συμπαθεῖς ἐγίνεσθε τότε καὶ μέτριοι καὶ «Ἄφες, ἐλέγετε, εἶπεν ὁ Κύριος· Μὴ ὀργίζου κατά τινος»; Οὐχὶ ὑμεῖς ἐλέγετε, ὁπόταν ἔλεγον· «Εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ καλῶς ποιεῖτε τοὺς μισοῦντας ὑμᾶς», —«Αὐτὸ τῶν ἀποστόλων ἐστίν, αὐτὸ τῶν μεγάλων ἁγίων! Ἐπεὶ τίς τοῦτο ἄλλος ποιῆσαι δύναται;» —Ἄθλιοι, καὶ ὑμεῖς διατί οὐκ ἐγίνεσθε ἅγιοι;

Οὐκ ἠκούετε λέγοντός μου· «Γίνεσθε ἅγιοι, ὅτι ἐγὼ ἅγιός εἰμι», ὑμεῖς δὲ ἐν τῇ ἀκαθαρσίᾳ τῶν μολυσμῶν ὑμῶν καὶ ἀνομιῶν ἐμείνατε.» Καὶ πρὸς μὲν τὰς γυναῖκας ἐρεῖ· «Οὐκ ἠκούετε ἐν ταῖς ἐκκλησίαις ἀναγινωσκόντων καὶ λεγόντων· «Βίος τῆς ἁγίας Πελαγίας, τῆς ποτε πόρνης», «Βίος τῆς ὁσίας Μαρίας τῆς Αἰγυπτίας, τῆς ἀσώτου ποτέ», «Θεοδώρας τῆς μοιχαλίδος καὶ μετὰ ταῦτα θαυματουργοῦ», καὶ πάλιν· «Εὐφροσύνης τῆς παρθένου καὶ μετονομασθείσης Σμαράγδου», καί· «Ξένης, τῆς ὄντως ξένης καὶ θαυμαστῆς»; Οὐκ ἠκούσατε ὅπως καὶ γονεῖς καὶ πλοῦτον καὶ μνηστῆρας αὐτοὺς κατέλιπον καὶ ἐν εὐτελείᾳ καὶ ταπεινώσει ἐδούλευσάν μοι καὶ ἐγένοντο ἅγιαι; Διὰ τί οὖν καὶ ὑμεῖς ταύτας καὶ τὰς τοιαύτας, αἱ μὲν πόρναι τὰς πόρνας, αἱ δὲ ἄσωτοι τὰς ἀσώτας, αἱ δὲ ὕπανδροι τὰς ἁμαρτησάσας ὑπάνδρους, αἱ δὲ παρθένοι τὰς παρθένους καὶ ὁμοίας ὑμῶν οὐκ ἐμιμήσασθε;» Πρὸς δὲ τοὺς ἄνδρας βασιλεῖς τε καὶ ἄρχοντας ὁμοίως ἐρεῖ· «Οὐκ ἠκούετε πῶς ὁ Δαυὶδ ἁμαρτήσας, καὶ εἰσελθόντος πρὸς αὐτὸν τοῦ προφήτου Ναθὰν καὶ ἐλέγξαντος αὐτὸν περὶ τῆς ἁμαρτίας αὐτοῦ, οὐκ ἀντεῖπεν, οὐκ ὠργίσθη, οὐκ ἔκρυψε τὸ ἁμάρτημα αὐτοῦ, ἀλλὰ τοῦ θρόνου ἐξαναστὰς προσέπεσεν ἐνώπιον παντὸς τοῦ λαοῦ ἐπὶ τὴν γῆν καὶ εἶπεν· «Ἡμάρτηκα τῷ Κυρίῳ μου!» καὶ οὐκ ἐπαύσατο ἡμέρας τε καὶ νυκτὸς κλαίων ὁμοῦ καὶ θρηνῶν;

Οὐκ ἠκούετε τούτου λέγοντος· «Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων, ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου, ὡμοιώθην πελεκᾶνι ἐρημικῷ», καὶ πάλιν· «Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω»; Οὐκ ἠκούετε λέγοντος αὐτοῦ· «Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσί μου, εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός, καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου καὶ καταλάβοι καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι»;

Διὰ τί οὖν καὶ ὑμεῖς τοῦτον καὶ τοὺς ὁμοίους αὐτοῦ μὴ ἐμιμήσασθε; Μὴ τούτου ὑμεῖς περιδοξότεροι εἶναι ἐδοκεῖτε ἢ πλουσιώτεροι, καὶ διὰ τοῦτο ταπεινωθῆναί μοι οὐκ ἠβουλήθητε; Ἄθλιοι καὶ ταλαίπωροι, ὑμεῖς φθαρτοὶ καὶ θνητοὶ ὄντες, μονοκράτορες καὶ κοσμοκράτορες εἶναι ἐβούλεσθε καί, εἴπου ἦν τις ἐν ἑτέρᾳ χώρᾳ μὴ θέλων ὑμῖν ὑποτάσσεσθαι, ὡς κατὰ εὐτελοῦς ὑμῶν δούλου κατεπαίρεσθε αὐτοῦ καὶ οὐκ ἐφέρετε ὑπομεῖναι τὴν ἀνυποταξίαν αὐτοῦ, καί τοι συνδούλου ὑμῶν ὄντος καὶ μηδὲν πλέον ἐκείνου ἐχόντων ὑμῶν· ἐμοὶ δὲ τῷ Ποιητῇ καὶ Δεσπότῃ ὑμῶν πῶς ὑμεῖς οὐκ ἠθελήσατε ὑποταγῆναι καὶ δουλεῦσαι ἐν φόβῳ καὶ τρόμῳ; Ἀνταποδιδόντες δὲ τοῖς ἁμαρτάνουσιν εἰς ὑμᾶς, τί ἐν ἑαυτοῖς ἄρα διελογίζεσθε περὶ ὧν ὑμεῖς εἰς ἐμὲ ἡμαρτάνετε; ὅτι οὐκ ἔστιν ὁ ἐκζητῶν τῶν ἀδικουμένων τὰ αἵματα; ὅτι οὐκ ἔστιν ὁ βλέπων τὰ παρ’ ὑμῶν κρυφίως πραττόμενα; ἢ ὅτι ἐπελάθεσθέ μου καὶ μὴ ἔχειν ὑπελαμβάνετε τὸν ἐπάνω ὑμῶν ὄντα, οὐδὲ ἠλπίσατέ ποτε γυμνοί με καὶ τετραχηλισμένοι παρασταθήσασθαι; Οὐκ ἠκούετέ μου ἀεὶ λέγοντος· «Ὁ θέλων εἶναι πάντων πρῶτος, ἔστω πάντων ἔσχατος καὶ πάντων δοῦλος καὶ πάντων διάκονος»; Πῶς οὐκ ἐφρίσσετε καὶ ἐν ἑαυτοῖς ὑμῖν ἐθρηνεῖτε καὶ συνετρίβεσθε, φοβούμενοι μὴ εἰς ἔπαρσιν ὑπὸ τῆς ματαίας δόξης ἐκείνης καὶ διακένου ἐλθόντες, παραβάται ταύτης μου τῆς ἐντολῆς γενόμενοι, τῷ πυρὶ τούτῳ παραδοθήσεσθε;

Οὐκ ἠκούετε πῶς ὁ Δαυὶδ ὑπὸ τοῦ στρατηγοῦ αὐτοῦ Σεμεῒ ὑβριζόμενος καὶ ἀνὴρ αἱμάτων καλούμενος, εὐτελέστερον ἑαυτὸν ἐκείνου ἔχων ἀπὸ ψυχῆς, οὐκ ὠργίζετο, ἀλλὰ καὶ τοὺς ἐκεῖνον ἀνελεῖν βουλομένους ἐκώλυσεν;

Ἰδοὺ οὖν καὶ Μωυσῆς καὶ Ἰησοῦς τοῦ Ναυῆ καὶ Δαυὶδ καὶ ἄλλοι πλεῖστοι πρὸ τῆς ἐπιφανείας μου καὶ νυνὶ μετὰ τὴν παρουσίαν μου πλείονες, οὓς βλέπετε συνδοξαζομένους μοι, καὶ βασιλεῖς γεγόνασιν, ὡς ὑμεῖς, καὶ ἄρχοντες καὶ στρατηγοί, καὶ διὰ τὸν ἐμὸν φόβον ἐν ταπεινώσει καὶ δικαιοσύνῃ βιώσαντες, κακὸν ἀντὶ κακοῦ τινι οὐκ ἀνταπέδωκαν, ἀλλὰ καὶ παρὰ τῶν ὁμοίων καὶ ὑπὸ χεῖρα πολλάκις ἀτιμασθέντες, ἐμοὶ ἀνέθεντο τὴν περὶ τούτου ἐκδίκησιν καὶ ὑπὲρ ὧν εἰς ἐμὲ ἥμαρτον ἐν πάσῃ τῇ ζωῇ αὐτῶν, ἀπὸ ψυχῆς ἐν φόβῳ καὶ πόθῳ μετενόουν καὶ ἔκλαιον, ταύτην τὴν ἡμέραν τῆς ἐμῆς ἐλεύσεως καὶ παρουσίας καὶ κρίσεως ἀκούοντες καὶ πιστεύοντες, ὑμεῖς δὲ κατεφρονήσατέ μου τῶν ἐντολῶν, ὥς τινος ἑνὸς τῶν ἀπερριμμένων καὶ ἀσθενῶν. Λοιπὸν οὖν μεθ’ οὗ συνεῖναι ᾑρετίσασθε καὶ ὧν τοὺς λόγους καὶ τὰς πράξεις ποιοῦντες, αὐτοὺς ἐμιμήσασθε, μετὰ τούτων αὐτῶν, καὶ τῶν ἐκείνοις ἡτοιμασμένων ἐπαπολαύσατε!» Οὕτω καὶ τοῖς πατριάρχαις τοὺς ἁγίους ἀντιπαραθῇ πατριάρχας, Ἰωάννην τὸν Χρυσορρήμονα, Ἰωάννην τὸν Ἐλεήμονα, Γρηγόριον τὸν Θεολόγον, Ἰγνάτιον, Ταράσιον, Μεθόδιον καὶ τοὺς λοιποὺς οἵτινες οὐ λόγῳ μόνῳ ἀλλὰ καὶ ἔργῳ τοῦ ἀληθινοῦ Θεοῦ γεγόνασιν ἀπεικόνισμα· τοῖς μητροπολίταις τοὺς ἁγίους μητροπολίτας, Βασίλειον, Γρηγόριον, τὸν ἀδελφὸν αὐτοῦ, καὶ τὸν τούτου ὁμώνυμον καὶ θαυματουργόν, Ἀμβρόσιον καὶ Νικόλαον.

Καὶ ἁπλῶς εἰπεῖν, ἕκαστον πατριάρχην καὶ ἕκαστον μητροπολίτην καὶ ἕκαστον ἐπίσκοπον μετὰ τῶν πρὸ αὐτοῦ διαπρεψάντων ἀποστόλων τε καὶ πατέρων ἁγίων ἐν ἑκάστῃ μητροπόλει καὶ ἐπισκοπῇ κρινεῖ ὁ Θεός, καὶ ἐξ ἐναντίας ἀλλήλων στήσας πάντας αὐτούς—καθὼς ἀκούεις αὐτοῦ λέγοντος· «Τὰ μὲν πρόβατα ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων»—, ἐρεῖ· «Οὐχὶ ἔνθα οὗτοι ἐθεράπευσαν καὶ ἐδούλευσάν μοι, ἐκεῖ καὶ ὑμεῖς ἐβιώσατε καὶ εἰς τοὺς θρόνους αὐτῶν ἐκαθίσατε;

Διὰ τί μὴ καὶ τὸν βίον καὶ τὴν πολιτείαν αὐτῶν ἐμιμήσασθε; Διὰ τί ἀκαθάρτοις χερσὶ καὶ ἀκαθαρτοτέραις ψυχαῖς τὸν ἄχραντον ἐμὲ καὶ ἀμόλυντον κρατεῖν καὶ ἐσθίειν οὐκ ἐφοβήθητε; Οὐκ ἐφρίξατε ὅλως, οὐκ ἐτρομάξατε;

Διὰ τί τὰ τῶν πενήτων εἰς τὰς ὑμετέρας ἡδονὰς καὶ εἰς τοὺς ἰδίους καὶ συγγενεῖς ὑμῶν ἀναλώσατε; Διὰ τί με χρυσίῳ καὶ ἀργυρίῳ, ὡς ὁ Ἰούδας, ἀπεμπολήσατε; Διὰ τί με καὶ ὡς δοῦλον ἀχρεῖον ἐξαγοράσαντες, εἰς τὰ τῆς σαρκός με θελήματα διακονεῖν ἀπεχρήσασθε; Ὡς οὖν ὑμεῖς με οὐκ ἐτιμήσατε, οὐδὲ ἐγὼ φείσομαι ὑμῶν. Ἀπέλθατε ἀπ’ ἐμοῦ οἱ ἐργάται τῆς ἀνομίας, ἀπέλθατε!» Οὕτω τοίνυν πατέρες παρὰ πατέρων, φίλοι καὶ συγγενεῖς παρὰ φίλων καὶ συγγενῶν, ἀδελφοὶ παρὰ ἀδελφῶν, δοῦλοι καὶ ἐλεύθεροι παρὰ δούλων καὶ ἐλευθέρων, πλούσιοι καὶ πένητες ὑπὸ πλουσίων καὶ πενήτων, οἱ ἐν γάμῳ παρὰ τῶν ἐν γάμῳ διαπρεψάντων, οἱ ἐν ἐλευθερίᾳ παρὰ τῶν ἐν ἐλευθερίᾳ βιωσάντων, καὶ ἁπλῶς πᾶς ἄνθρωπος ἁμαρτωλὸς ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως ἀπεναντίας αὐτοῦ εἰς τὴν αἰωνίαν ζωὴν καὶ εἰς τὸ ἀνεκλάλητον ἐκεῖνο φῶς ὄψεται τὸν ὅμοιον αὐτοῦ καὶ κριθήσεται παρ’ αὐτοῦ. Οἷόν τι λέγω;

Ἀπιδὼν ἕκαστος τῶν ἁμαρτωλῶν πρὸς τὸν ὅμοιον αὐτοῦ, βασιλεὺς πρὸς βασιλέα, ἄρχων πρὸς ἄρχοντα καὶ πόρνος μὴ μετανοήσας πρὸς πόρνον μετανοήσαντα, πτωχὸς πρὸς πτωχὸν καὶ δοῦλος πρὸς δοῦλον, καὶ μνησθεὶς ὅτι καὶ αὐτὸς ἐκεῖνος ἄνθρωπος ἦν, τὴν αὐτὴν ψυχὴν ἔχων, τὰς αὐτὰς χεῖρας, τοὺς αὐτοὺς ὀφθαλμοὺς καὶ ἁπλῶς τἄλλα πάντα ἐξ ἴσης καὶ συνῆν αὐτῷ ἐν τῷ βίῳ καὶ ὅμοιον εἶχε τὸ ἀξίωμα, τὴν τέχνην, τὸ ἐπιτήδευμα, μιμήσασθαι δὲ αὐτὸν οὐκ ἠθέλησεν, εὐθὺς ἐμφράσσεται τὸ στόμα αὐτοῦ καὶ μένει ἀναπολόγητος, μὴ ἔχων ὅλως τι φθέγξασθαι. Ὅταν οὖν οἱ κοσμικοὶ κοσμικοὺς ἴδωσι καὶ οἱ ἁμαρτωλοὶ βασιλεῖς βασιλεῖς ἁγίους ἐκ δεξιῶν, πλουσίους τε καὶ ὑπὸ ζυγὸν ἁγίους οἱ ὑπὸ ζυγὸν βίου, καὶ οἱ ἐν βασάνοις πάντες ὁμοίους αὐτῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, καὶ τηνικαῦτα αἰσχυνθῶσι καὶ ἀναπολόγητοι εὑρεθῶσιν, ὥσπερ ὁ πλούσιος ἐκεῖνος ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ τὸν Λάζαρον, ἐκεῖνος ἀποτηγανιζόμενος ἐν τῷ πυρί.

Τί ποιήσωμεν ἡμεῖς ἄρα οἱ μοναχοί, οἱ κατ’ ἐμέ, λέγω, ῥάθυμοι καὶ ἁμαρτωλοί, ποία ἄρα αἰσχύνη ἡμᾶς καὶ βάσανος λήψεται, ὅταν τοὺς ἐν βίῳ καὶ γυναῖκας καὶ οἰκέτιδας ἔχοντας καὶ οἰκέτας, μετὰ γυναικῶν ὁμοῦ καὶ τέκνων θεασώμεθα ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ὁμοθυμαδὸν συγχορεύοντας; ὅταν τοὺς ἐν ἀξιώμασι καὶ πλούτῳ εὐαρεστήσαντας, ὅταν ἁπλῶς ἐκ πάντων ἴδωμεν τῶν ἐν τῷ βίῳ πᾶσαν κατορθωκότων ἀρετὴν καὶ ἐν μετανοίᾳ καὶ δάκρυσι πολιτευσαμένων διὰ τὸν φόβον τοῦ Κυρίου καὶ ἱσταμένους ἐν τῇ χαρᾷ καὶ φαιδρότητι τῶν δικαίων; Ὅταν γὰρ ἐννοήσωμεν ὅτι πατέρας καὶ μητέρας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ κόσμον ὅλον διὰ τὸ σῶσαι ἡμῶν τὰς ψυχὰς κατελείψαμεν, οἱ δὲ καὶ γυναῖκας καὶ τέκνα, ἄλλοι σὺν τούτοις καὶ πλοῦτον καὶ ἀξιώματα καὶ ἄλλα ὅσα ὁ βίος ἔχει τερπνά, καὶ ἀναχωρήσαντες ἐπτωχεύσαμεν καὶ ἀποκειράμενοι γεγόναμεν μοναχοὶ διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, διὰ δὲ μικρὰν ῥαθυμίαν καὶ πονηρίαν καὶ διὰ τὰς πονηρὰς ἡμῶν ἐπιθυμίας κατετάξαμεν ἡμᾶς ἑαυτοὺς μετὰ κοσμικῶν καὶ πόρνων καὶ μοιχῶν καὶ βιωσάντων ἀσώτως κατὰ τὸν κόσμον, ὁποῖος τότε φόβος καὶ τρόμος καὶ αἰσχύνη καλύψει ἡμᾶς! Πιστεύσατέ μοι λέγοντι, ἀδελφοί, ὅτι χείρων βάσανος ἡ ἐντροπὴ ἡμῶν ἔσται ὑπὲρ τὴν τῶν κοσμικῶν αἰωνίαν κόλασιν.

Ὅταν γὰρ ἐμὲ τὸν ἀποταξάμενον πάσῃ ψυχῇ, μετὰ κοσμικῶν, φέρε εἰπεῖν, νῦν τέκνα ἐχόντων, καὶ δημοσίοις πράγμασιν ἐμπεπλεγμένων ἢ καὶ στρατιᾷ ἐκδουλευόντων, ἵστασθαι καὶ τὴν ἴσην ἐκείνοις κόλασιν λήψεσθαι μέλλοντα, στραφέντες οὗτοι καὶ ἰδόντες με, εἴπωσι πρός με· «Καὶ σύ, μοναχέ, ὁ τὸν κόσμον ἀφείς, ὧδε μεθ’ ἡμῶν τῶν κοσμικῶν ἵστασαι; Κἂν σὺ διὰ τί;» τί ἄρα ἀπολογήσομαι; τί ἐρῶ πρὸς αὐτούς; Τίς γάρ, ἀδελφοί, τὸ μέγεθος τῆς τότε μελλούσης μοι γενέσθαι θλίψεως δυνήσεται ἀξίως διὰ λόγου ἐκδιηγήσασθαι; Πάντως οὐδείς!

Τί γὰρ καὶ ἐροῦμεν ἢ τί ὅλως δυνηθῶμεν ἀπολογήσασθαι; ὅτι τὸν κόσμον καὶ τὰ ἐν κόσμῳ κατελίπομεν; ἀλλὰ ταῦτα οὐκ ἐβδελυξάμεθα ἀπὸ ψυχῆς· τοῦτο γάρ ἐστιν ἡ ἀληθὴς τοῦ κόσμου καὶ τῶν ἐν κόσμῳ ἀναχώρησις, τὸ μετὰ τὸ φυγεῖν τὸν κόσμον μισῆσαι τὰ αὐτοῦ καὶ βδελύξασθαι.

Τί δὲ ὁ κόσμος καὶ τί τὰ ἐν τῷ κόσμῳ εἰσίν; Ἄκουσον! Οὐ χρυσίον ἐστίν, οὐκ ἄργυρος, οὐχ ἵπποι, ἀλλ’ οὐδὲ ἡμίονοι· ταῦτα γὰρ πάντα, ὅσα καὶ ἡμῖν λειτουργοῦσιν εἰς χρείαν τοῦ σώματος, καὶ ἡμεῖς κεκτήμεθα. Οὐ κρέας, οὐκ ἄρτος, οὐκ οἶνος· μεταλαμβάνομεν γὰρ καὶ ἡμεῖς ἐκ τούτων καὶ ἐσθίομεν αὐτάρκως. Οὐκ οἶκοι, οὐ λουτρά, οὐ χωρία ἢ ἀμπελῶνες καὶ προάστεια· αἱ λαῦραι γὰρ καὶ τὰ μοναστήρια ἐκ τῶν τοιούτων συνίστανται. Ἀλλὰ τίς ὁ κόσμος;

Ἡ ἁμαρτία καὶ ἡ πρὸς τὰ πράγματα σχέσις ἐστίν, ἀδελφοί, καὶ τὰ πάθη. Τὰ δὲ ἐν τῷ κόσμῳ Ἰωάννης ὁ Θεολόγος εἰπάτω, ὁ ἠγαπημένος τοῦ Χριστοῦ μαθητής· «Μὴ ἀγαπᾶτε γάρ, φησί, τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ· ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ Πατρός, ἀλλ’ ἐκ τοῦ κόσμου ἐστίν.» Εἰ οὖν ἡμεῖς τὸν κόσμον ὅλον καταλιπόντες καὶ ἀποφυγόντες καὶ γεγονότες γυμνοί, ταῦτα οὐκ ἐφυλαξάμεθα, τί ἡμῖν τὸ ὄφελος ἐκ μόνης τῆς ἀναχωρήσεως γένοιτ’ ἄν; Καὶ γὰρ ὅθεν ἂν ἐξέλθωμεν καὶ ἐν οἷς ἂν καταντήσωμεν, τὰ αὐτὰ πράγματα πάλιν εὑρήσομεν· πανταχοῦ γὰρ ἄνθρωποι μόνοι ζῆν οὐ δυνάμεθα, πανταχοῦ τὰ πρὸς τὴν σύστασιν τοῦ σώματος χρήζομεν ἐπιτήδεια, πανταχοῦ καὶ γυναῖκες καὶ παῖδες καὶ οἶνος καὶ παντοίων ἐστὶν εἶδος καρπῶν· ἐκ τούτων γὰρ καὶ τῶν τοιούτων ἐστὶν ἡ τῆς ζωῆς ἡμῶν σύστασις. Ἐὰν τὴν ἐπιθυμίαν ἔχωμεν τῆς σαρκὸς καὶ τὴν ἐπιθυμίαν τῶν ὀφθαλμῶν καὶ τὴν ἀλαζονείαν τῶν λογισμῶν, πῶς δυνησόμεθα ἐν μέσῳ αὐτῶν τῆς καθόλου ἁμαρτίας ἀποσχέσθαι καὶ μηδόλως τῷ ταύτης κέντρῳ πληγῆναι;

Ὅπερ πολλοὶ τῶν πάλαι καὶ τῶν νῦν ἁγίων, εὖ οἶδα, ἐφυλάξαντο καὶ φυλάττουσι, μέσον τῶν τοῦ βίου πραγμάτων καὶ φροντίδων καὶ μεριμνῶν διατρίβοντες καὶ ἐν ἁγιότητι τελείᾳ τὸν βίον αὐτῶν διανύοντες, καθὼς ὁ Παῦλος μαρτυρεῖ περὶ τούτων καὶ τῶν τοιούτων λέγων· «Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσι καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες καὶ οἱ χρώμενοι τῷ κόσμῳ ὡς μὴ καταχρώμενοι.» Ἔξεστιν οὖν καὶ τὰ λοιπὰ ἐκ τούτων καταμαθεῖν· οἷον, τὸν θυμούμενον μὴ ὀργίζεσθαι, τὸν δικαιολογούμενον μηδόλως τῇ καρδίᾳ τοῖς λαλουμένοις προστίθεσθαι, τὸν ἑαυτὸν ἐκδικοῦντα ὡς νεκρὸν εἶναι τῷ κόσμῳ τῇ τῆς ψυχῆς διαθέσει, τὸν ἅπαξ τοιοῦτον γενόμενον ζητεῖν τε καὶ προθυμεῖσθαι μηδὲ τοῦ ἰδίου φείδεσθαι σώματος. Τοιοῦτοι γὰρ καὶ ἐγένοντο καὶ καθ’ ἑκάστην γενεὰν οἱ ἀγωνιζόμενοι γίνονται.

Εἰ δὲ μὴ τοιοῦτοι γενέσθαι σπουδάσομεν καὶ οὕτω τὸν βίον ἡμῶν ἀνύομεν, τί ἐροῦμεν; ὅτι «Δόξης καὶ πλούτου κατεφρονήσαμεν»; Ἀλλὰ πάντως ἐρεῖ ἡμῖν ὅτι· «Φθόνον καὶ ἔριν καὶ ζῆλον οὐ κατελείψατε.» Ὅτι δὲ ταῦτα ἀλλοτριοῦσιν ἡμᾶς καὶ χωρίζουσιν ἀπὸ τοῦ Θεοῦ, λέγει ὁ θεῖος Ἰάκωβος, ὁ ἀπόστολος τοῦ Χριστοῦ· «Εἰ δὲ ζῆλον πικρὸν ἔχετε—ἔστι γὰρ καὶ ἐπὶ καλῷ ζηλῶσαί τινα! — καὶ ἐρίθειαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας, οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, ἀλλὰ ἐπίγειος, ψυχική, δαιμονιώδης· ὅπου γὰρ ζῆλος καὶ ἐρίθεια, ἐκεῖ καὶ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα», καὶ μετ’ ὀλίγα· «Αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε», καὶ ἐπιφέρει· «Μοιχοὶ καὶ μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ Θεοῦ ἐστιν; ὃς ἂν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται.» Σκόπει δὲ ὅτι οὐκ εἶπε μόνον· «Ὁ κόσμος ἐχθρός ἐστι τοῦ Θεοῦ», ἀλλὰ καὶ ἡ πρὸς τὸν κόσμον φιλία· δι’ αὐτῆς γὰρ μοιχοὶ καὶ μοιχαλίδες γινόμεθα. Καὶ ὅτι ἀληθές ἐστι τοῦτο, ἄκουσον αὐτοῦ τοῦ Κυρίου λέγοντος· «Πᾶς ὁ ἐμβλέψας πρὸς τὸ ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ αὐτοῦ» καὶ πάλιν· «Οὐκ ἐπιθυμήσεις τι τοῦ πλησίον σου.»

Δείκνυσι δὲ διὰ τούτων ἡμῖν τῶν ῥημάτων, ὅτι οὐχ ὁ ποιῶν τὴν ἁμαρτίαν αὐτὸς μόνος χωρίζεται τοῦ Θεοῦ καὶ ἐχθρὸς αὐτοῦ γίνεται, ἀλλὰ καὶ ὁ αὐτὴν ἀγαπῶν καὶ ὁ ἐπιθυμῶν τινος, ἤτοι σχετικῶς τῇ καρδίᾳ πρός τι τῶν ἐπὶ γῆς διακείμενος, τοῦτο γὰρ ἡ φιλία τοῦ κόσμου ἐστίν· ὥστε φανερῶς ἀποδέδεικται ὅτι, εἰ καὶ γυμνὸς πάντων ὑπάρχει τις καὶ μὴ πράττει ἔργῳ τὴν οἱανοῦν ἁμαρτίαν, μόνον δὲ ἀγαπῶν καὶ φιλῶν αὐτὴν καὶ οἱονεὶ σχετικῶς πρὸς αὐτὴν διακείμενος, ἐχθρός ἐστι τοῦ Θεοῦ, καθὼς καὶ Ἰωάννης φησίν· «Ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ», ἀλλὰ καὶ ὁ Κύριος· «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου», ὥστε ὁ πρὸς ἕτερόν τι ἐπιθυμητικῶς ἢ σχετικῶς διακείμενος τῆς ἐντολῆς ταύτης ἐκτός ἐστιν. Ἡμεῖς δέ, οἱ ἄθλιοι καὶ ταλαίπωροι, τὰ μεγάλα καὶ περίδοξα καὶ ὑψηλὰ τοῦ κόσμου καταλιπόντες καὶ εἰς τὸ μοναστήριον ἐλθόντες, ἀγαπῶμεν οἱ μὲν παλλία ἐκστίλβοντα, οἱ δὲ ἱμάτια καλόχρυσα, οἱ δὲ λώρους καὶ ἀναλάβους, ἄλλοι σανδάλια καὶ ὑποδήματα, ἄλλοι βρώματα ἡδέα καὶ πόματα, ἕτεροι σμίλας καὶ ῥαφίδας καὶ μαχαίρας ἢ καὶ τὰ τούτων εὐτελέστερα, δι’ ὧν τῆς ἀγάπης ἐκπίπτοντες τοῦ ἐπὶ πάντων βασιλέως Χριστοῦ καὶ ἐχθροὶ αὐτοῦ γινόμενοι, οὐκ αἰσθανόμεθα, ὦ ἀδελφοί!

δι’ ἃ καὶ μέλλομεν ἄρα, εἰ μὴ προλαβόντες μετανοήσομεν καὶ πᾶσαν ἐπιθυμίαν κακὴν καὶ πονηρίαν καὶ ἔριν καὶ ζῆλον καὶ ἀλαζονείαν ἐκ τῆς ψυχῆς ἡμῶν ἕκαστος ἐξορίσομεν, εἰς τὸ πῦρ τὸ αἰώνιον μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν καὶ πλουσίων, τῶν ἐν ἀσωτίᾳ βιωσάντων, κατακριθήσεσθαι.

Διὰ τοῦτο οὖν σπουδάσωμεν, ἀδελφοί, πᾶσαν ἀρετὴν ἐπιδείξασθαι, πᾶσαν δὲ κακίαν καὶ πᾶν πάθος βδελύξασθαι ἀπὸ ψυχῆς καὶ μισῆσαι πᾶν πρᾶγμα μικρὸν ἢ μέγα, ὃ φέρει ταῖς ψυχαῖς ἡμῶν κίνδυνον· μόνοις δὲ τούτοις χρησόμεθα ἐν οἷς ὁ μὲν νοῦς οὐ τέρπεται, ἡ καρδία δὲ ἡμῶν οὐχ ἡδύνεται, ἵνα μὴ εἰς τὰ ἀριστερὰ διὰ τῶν δοκούντων εὐτελῶν μετὰ τῶν κοσμικῶν, ὡς εἴρηται, ἡμᾶς αὐτοὺς κατατάξαντες, βλέψωμεν εἰς τὰ δεξιὰ τοῦ Θεοῦ παρισταμένους τοὺς ἀδελφοὺς ἡμῶν καὶ πατέρας καὶ κατακρίνοντας ἡμᾶς, —οἱ ἡγούμενοι ἑκάστου, λέγω, μοναστηρίου τοὺς ἐν τοῖς αὐτοῖς μοναστηρίοις εὐαρεστήσαντας τῷ Κυρίῳ, οἱ ἐν διακονίαις τοὺς ἐν ταῖς αὐταῖς διακονίαις λάμψαντας ὡς φωστῆρας, οἱ ἐν ὑποταγῇ καὶ ἐργοχείροις τοὺς ἐν τοῖς ὁμοίοις διαπρέψαντας ἔργοις καὶ ἐν ταῖς αὐταῖς ἐλαχίσταις ἢ καὶ προτιμοτέραις δουλείαις, ἐστεφανωμένους ὄντας μετὰ τῶν ἁγίων μαρτύρων, οἱ τὴν νεότητα μολύναντες τοὺς τὴν νεότητα χαλιναγωγήσαντας, οἱ ἐν τελειότητι ἡλικίας ἐκ ῥαθυμίας πεσόντες τοὺς ἀπὸ νεότητος μέχρι γήρως ἐγκαρτερήσαντας τῷ τῆς σαρκὸς πολέμῳ καὶ φυλάξαντας τὴν ἑαυτῶν σωφροσύνην, οἱ ἐν γήρᾳ καὶ μέχρι τέλους τὰ τῶν παίδων τῶν ἀναισθήτων διαπραττόμενοι τοὺς ἐν γήρᾳ ἀποκειραμένους καὶ πᾶσαν κακὴν συνήθειαν ἣν ἀπὸ νεότητος προσελάβοντο διὰ τὸν τοῦ Θεοῦ φόβον ἐν μικρῷ χρόνῳ ἐγκόψαντας, οἱ γελῶντες τοὺς νυνὶ κλαίοντας, οἱ τρυφῶντες καὶ πρὸ τῆς τετυπωμένης ὥρας ἐσθίοντες τοὺς μηδὲ ἐν τῷ καιρῷ τοῦ ἀρίστου κορεννυμένους, οἱ παίζοντες τοὺς ἐν στυγνότητι καὶ ὠχρότητι ὄντας διηνεκεῖ ἀπὸ τῆς μνήμης τῆς φοβερᾶς ὥρας ἐκείνης καὶ τῶν ἰδίων ἁμαρτημάτων αὐτῶν, οἱ ἀπὸ πλούτου καὶ δόξης ἐλθόντες εἰς τὸ μοναχικὸν καὶ ταπεινωθῆναι μικρὸν μὴ θελήσαντες τοὺς ἀπὸ πτωχείας ἐσχάτης ἐλθόντας καὶ σὺν ἡμῖν βιοτεύσαντας, διὰ δὲ τὴν ταπείνωσιν αὐτῶν ὑπὲρ πολλοὺς τῶν μετ’ αὐτῶν ἱσταμένων εἰς τὰ δεξιά—βασιλέων, λέγω, καὶ πατριαρχῶν—ἐνδοξοτέρους ὑπάρχοντας, τῇ ταπεινώσει αὐτῶν ὄντως κεκοσμημένους.

Ἆρα οὖν, ἀδελφοί μου ἀγαπητοί, ἔγνωτε τί εἶπον; Ἆρα οἴδατε ὁποία αἰσχύνη τότε ἡμῖν ἔσται; Ἆρα ἐλάβετε εἰς νοῦν; Ἤλθετε εἰς αἴσθησιν τῆς ὥρας ἐκείνης, ἢ ἵνα τὰ αὐτὰ καὶ πάλιν ἐρῶ εἰς ὠφέλειαν ἐμοῦ καὶ τῶν ὁμοίων μου ἀμελῶν; Τοιγαροῦν καὶ ἐν ἡμῖν αὐτοῖς οὕτως ἔσται ἐν τῇ φοβερᾷ ἡμέρᾳ ἐκείνῃ καὶ πολλοὶ τῶν ἡμετέρων ἀδελφῶν εὑρεθῶσιν ἐν δεξιᾷ ἱστάμενοι τοῦ Θεοῦ μετὰ δόξης, πολλοὶ δὲ ἐξ εὐωνύμων κατακρινόμενοι ὑπ’ αὐτῶν. Καὶ πῶς οὐχί, ὁπηνίκα δύο ἐπὶ τὸ αὐτὸ ἀποταξάμενοι, ὁμότεχνοι, λιθοξόοι τυχὸν ἢ τέκτονες, οἱ δύο νέοι καὶ καθαροὶ ἀπὸ πάσης σωματικῆς ἁμαρτίας καὶ ἐκ πενήτων ὄντες, ὁ μὲν εἷς γένηται ἐκ προαιρέσεως πάσης ἀρετῆς ἐργάτης, ὁ δὲ ἕτερος πάσης κακίας καὶ πονηρίας; Ἢ οὐχὶ τοῦτο καθ’ ἑκάστην ὁρῶμεν γινόμενον μέσον ἡμῶν; Καὶ τὸν μὲν ὁρῶμεν τῶν δύο τούτων ταπεινόν, εὐπειθῆ, ὑπήκοον, ὡς δοῦλον Θεοῦ καὶ οὐκ ἀνθρώπων συναναστρεφόμενον ἡμῖν καὶ διακονοῦντα μετὰ πίστεως πάσης τοῖς ἀδελφοῖς, τὸ φρόνημα ταπεινὸν ἔχοντα καὶ συντετριμμένον, καὶ οὕτω πως καθ’ ἑαυτὸν λογιζόμενον καὶ λέγοντα—τοῦτο μεμαθηκότες ἀπὸ τῆς ἐξομολογήσεως αὐτοῦ τῆς καθ’ ἡμέραν καὶ ἀπὸ τῶν πολλάκις διερωτώντων αὐτὸν καὶ οὕτως ἀποκρινομένου αὐτοῖς—· «Ἐγώ, φησί, τίμιε πάτερ, καὶ ἐν τῷ κόσμῳ ὤν, μόλις ἐν στενότητι ἠδυνάμην πορίζεσθαι μετὰ κόπου πολλοῦ τὴν ἐμαυτοῦ τροφήν.

Καὶ ὧδε ἐλθών, πῶς ἀμελήσω τοῦ ἔργου καὶ φάγω ἄρτον τῆς μονῆς δωρεὰν καὶ ἀπαιτηθήσομαι αὐτὸν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως; Ἀλλ’ ἐπεὶ τῷ Θεῷ ἦλθον δουλεύειν, ἀγωνίσομαι καὶ ὑπερπερισσεῦσαι τὸ ἔργον τῆς τροφῆς μου, ὅσον εἰς δύναμιν, καὶ ὑποταγῶ τῷ προεστῶτι καὶ πᾶσι τοῖς ἀδελφοῖς μου μέχρι θανάτου ἀγογγύστως, ὡς αὐτῷ τῷ Χριστῷ, εἰς μηδὲν τὸ σύνολον παρακούων αὐτῶν», τὸν δὲ κενόδοξον, ἀνυπότακτον, ἀπειθῆ, καὶ οὕτω καὶ αὐτὸν ἐξ ἐναντίας ἐκείνου λογιζόμενον καθ’ ἑαυτὸν καὶ λέγοντα· «Ἰδοὺ δὴ ἔπεμψέ μοι ὁ Θεὸς οἶκον, ἄρτον καὶ οἶνον καὶ ἀφθόνους τροφάς. Ἐγενόμην συναρίθμιος τοῖς πρώτοις, καὶ πρῶτος τοῖς μετ’ ἐμὲ ἐρχομένοις, καὶ ἀδελφός εἰμι τούτων πάντων, θελόντων καὶ μὴ θελόντων αὐτῶν.

Τοῦ λοιποῦ φάγομαι καὶ πίομαι καὶ ὑπνώσω εἰς κόρον. Τί γάρ μοι καὶ χρεία τοῦ ἐργάζεσθαι ἀπὸ τοῦ νῦν, ἵνα ἐγὼ κοπιῶ καὶ τὸν κόπον μου ἀποκερδαίνωσιν ἄλλοι; Ἐὰν γὰρ καὶ εἰς δουλείας τινάς μοι ἐπιτάξωσι, προβαλοῦμαι πρῶτον ἀδυναμίαν· ἐὰν δὲ καὶ ἀναγκάσωσί με, εἴπω πρὸς αὐτούς· «Καὶ ἐὰν μὴ δύνωμαι τοῦτο ποιῆσαι, ἵνα με ἀποπνίξητε, ἵνα με διώξητε, ἐὰν μὴ ἰσχύω!» Καὶ οὕτω προσποιήσομαι κλαίειν, κραυγάσω, ἔκλυσιν προβαλοῦμαι γονάτων, σκοτοῦσθαι προφασίσομαι, τὴν κεφαλήν μου ὑπὸ χολῆς ὀχλεῖσθαι εἴπω, καὶ τούτου γε ἕνεκα δυνήσομαι εὐλόγως δῆθεν καὶ ἀπὸ πρωίας ἐσθίειν, ἀναθεματίζειν ἄρξομαι καὶ βλασφημεῖν καὶ ἐπὶ πᾶσι τοῖς ἐπιταττομένοις μοι ἀντιλογήσομαι ὁμοῦ καὶ γογγύσω· καὶ πάντως περικακήσαντες ἐάσουσί με καὶ μὴ βουλόμενοι. Εἰ δὲ καὶ δώσουσί μοι ἔργα τινὰ εὐτελῆ καὶ διακονίαν ὡσαύτως ποτέ, καταφρονήσω αὐτῆς. Οἷον, εἰ μὲν τοῖς ἡμιόνοις προστάξουσί μοι δουλεύειν, προφασίσομαι μὴ εἰδέναι τὴν δουλείαν αὐτῶν καὶ ἐάσω αὐτὰ ἀφιλοκάλητα καὶ ἀνεπιμέλητα μετὰ πάντων τῶν στρωμάτων αὐτῶν· καὶ ἢ ἐάσουσί με ἀναγκασθέντες ἢ ἕτερον δώσουσιν εἰς βοήθειάν μου, κἀκείνου πάσας ἐπιτελοῦντος τὰς χρείας, ὀλίγον ἐγώ τι ποιῶν, ἀναπαύομαι.

Εἰ δὲ ἀρτοποιὸν προστάξουσί με γενέσθαι, προμαρτύρομαι μεθ’ ὑποκρίσεως, ὡς ἂν μὴ καταγνωσθῶ ὡς παρήκοος, λέγων αὐτοῖς· «Ἐγώ, πατέρες, οὐδέποτε ἐθεασάμην ἄρτον πῶς γίνεται», καὶ οὕτως ἀπελθὼν ποιήσω αὐτοῖς τὸν ἄρτον πηλόν, αὐτοὶ δὲ μὴ ὑποφέροντες τοῦτον φαγεῖν, οὐκ ἔτι με εἰς τὴν τοιαύτην καταναναγκάσουσι διακονίαν.» Εἰ δὲ καὶ εἰς τὸ μαγειρεῖον διακονεῖν τάξουσιν αὐτόν, οὐκ οἶδε ταπεινωθῆναι τῷ προεστῶτι αὐτοῦ καὶ βαλεῖν μετάνοιαν, ἀλλὰ λέγει αὐθαδῶς πρὸς αὐτόν· «Κύριε ἐλέησον! Πάτερ, ἐκ πάντων μόνον ἐμὲ ἐξελέξω εἰς τὰς ἀτίμους δουλείας; Οὐκ εἰσὶ καὶ ἄλλοι ἐν τῇ μονῇ ἀδελφοί;» καὶ ταῦτα μὲν λέγει, ὥστε παρακρούσασθαι τὴν προστασσομένην αὐτῷ διακονίαν· ἐὰν δὲ ἴδῃ τὴν ἔνστασιν τοῦ ἡγουμένου, τέως ἀπέρχεται οὐ διὰ τὸν Θεὸν ἀλλὰ φοβούμενος τὴν παιδείαν καὶ τὰς μάστιγας, ἀπερχόμενος δὲ καὶ γογγύζων λέγει ἐν ἑαυτῷ· «Τέλεια καὶ καλὰ ἔχουσι φαγεῖν ἐξ ὧν μαγειρεύσω ἐγώ! Ἐὰν μὴ ποιήσω αὐτοὺς ἢ νήστεις ἐκ τῆς τραπέζης ἐξαναστῆναι ἢ ἐξεμέσαι ὅσα ἂν καὶ φάγωσιν, οὐκ εἰμὶ ἐγώ!» καὶ ἁπλῶς οὕτω πάντα ποιεῖ μετὰ μανίας πολλῆς ὁ ἄθλιος.

Καὶ τὴν μὲν μαγειρείαν τῶν ἀδελφῶν ὡσαύτως καὶ τὸ ὄσπριον αὐτῶν καπνίζει καὶ παρακαίει αὐτά, ἐμβάλλων πάντα ἄπλυτα καὶ ἀκαθάριστα εἰς τὰς χύτρας, καὶ ἅλας ἐν αὐτοῖς ὑπὲρ τὸ μέτρον βάλλει ποιῶν ἅλμην αὐτά, τὸ δὲ θερμὸν αὐτῶν χλιαρὸν εἶναι ἐᾷ ἵνα ἀηδεσθέντες ἐκταραχθῶσιν ἐμέσαι τὰ βρώματα· ἐὰν δὲ εἴπῃ αὐτῷ ἀδελφὸς ἢ καὶ ἀποστείλῃ τι πρὸς τὸ ἑψῆσαι καὶ εὐτρεπίσαι αὐτό, λέγει ἀναισχύντως· «Οὐ φείδεται;

Ἐκέλευσε τίνα κῦρι τὸν δοῦλον αὐτοῦ! Οὐά, ἕως τότε μὴ φάγῃ, ἕως οὗ ἐγὼ ἐγγίσω ἢ εὐτρεπίσω αὐτά!» Καὶ οὕτως ἐπὶ πᾶσι ποιοῦντος αὐτοῦ, εἰς μόνας ἐκείνας εὑρίσκεται προπηδῶν καὶ ἐπιτρέχων διακονίας ὁμοῦ καὶ δουλείας, ἔνθα γινώσκει ὁδὸν ἔχειν αὐτὸν κλέψαι τι ἢ νοσφίσασθαι· καὶ ἐὰν μὴ μᾶλλον παρὰ πάντας προτιμηθῇ, φανερῶς λυπεῖται καὶ κρυπτῶς πρὸς τοὺς ὁμοίους αὐτοῦ καταγογγύζει θλιβόμενος· ὅταν δὲ ἐπὶ τοῖς τοιούτοις ἐπιταγῇ, ὡς ἀπὸ νεκρῶν καὶ ὡς ἀπὸ τοῦ ᾅδου ἐγείρεται καὶ εὐθὺς γάνυται τῷ προσώπῳ καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ χαροποιοὶ γίνονται. Κἂν ἀπὸ πολλῆς πονηρίας ὑποκρίνεσθαι βουληθῇ διὰ τὸ μὴ καταγνωσθῆναι, ἀλλ’ οὐδ’ οὕτω λαθεῖν τοὺς ὁρῶντας δύναται· ὅταν γὰρ ἄλλοθεν οὐδαμόθεν ἀλλ’ ἐκ τοῦ μὴ γογγύσαι ἢ ἀναβαλέσθαι μικρόν, ὡς ἐν πάσαις διακονίαις ποιεῖν ἔθος ἦν αὐτῷ, διαγινώσκεται. Φοβεῖται γὰρ ὅλως ἐν ταύτῃ εἰπεῖν τι, ἵνα μὴ ἄλλος ἀντ’ ἐκείνου ἀπολυθῇ καὶ καταλειφθῇ οὗτος ἄπρακτος.

Τούτων οὖν οὕτως ἐχόντων τῶν ἀμφοτέρων καὶ τοῦ μὲν ὑποτασσομένου ἐν ὑπακοῇ ψυχῆς ἀγαθῆς καὶ τεταπεινωμένῃ καρδίᾳ ἀόκνως, ἀγογγύστως, ἀδόλως, ἀκλόπως, ἀσκανδαλίστως, τοῦ δὲ τὰ ἐναντία τούτων ποιοῦντος, ὡς γέγραπται, ἐὰν ἐλθὼν ὁ θάνατος ἁρπάσῃ ἀμφοτέρους αὐτούς, καὶ ἐν τῇ φοβερᾷ ἡμέρᾳ ἐκείνῃ γυμνὸς καὶ κατῃσχυμένος ἐξ ἀριστερῶν ἱστάμενος—ὁ πονηρὸς ἐκεῖνος λέγω—, ἀποβλεψάμενος ἴδῃ ἐν τοῖς δεξιοῖς τόν ποτε μετ’ αὐτοῦ συναποκαρέντα καὶ συνεσθίοντα καὶ συμπίνοντα, τὸν ὁμοήλικα, τὸν ὁμότεχνον, ὅλον ὡς ἐκεῖνον αὐτὸν τὸν Χριστὸν ἐν μεγάλῃ δόξᾳ ὑπάρχοντα, τί τότε ὅλως ἰσχύσει εἰπεῖν ἢ φθέγξασθαι; Ὄντως, ἀδελφοί μου, οὐδέν! Ἀλλὰ στένων καὶ τρέμων καὶ τοὺς ὀδόντας βρύχων ἀπελεύσεται εἰς τὸ αἰώνιον πῦρ. Οὕτως οὖν ἕκαστος ἡμῶν τῶν ἁμαρτωλῶν ὑπὸ ἑκάστου τῶν ἁγίων κατακριθήσεται, ὥσπερ οἱ ἄπιστοι ὑπὸ τῶν πιστῶν καὶ οἱ ἁμαρτήσαντες μέν, μὴ μετανοήσαντες δέ, ὑπὸ τῶν πλείονα ἴσως ἁμαρτησάντων καὶ θερμῶς μετανοησάντων κατακριθήσονται.

Διὰ τοῦτο παρακαλῶ καὶ δέομαι ὑμῶν πάντων, ἵνα εἰ ἐπίστασθε ἑαυτοὺς πονηρόν τι ποιεῖν καὶ ἐξαμαρτάνειν καὶ τὰς ἰδίας ὑμῶν τιτρώσκειν καὶ ἀπολλύειν ψυχάς, κἂν ἀπὸ τοῦ νῦν διορθώσησθε καὶ μετάνοιαν ἀξίαν τῶν ἁμαρτημάτων αὐτοῦ ἕκαστος ὑμῶν ἐπιδείξησθε καὶ παντὶ τρόπῳ σπουδάσητε ἐκ δεξιῶν στῆναι τοῦ Σωτῆρος ἡμῶν καὶ Θεοῦ. Ὅσοι δὲ μικρά τινα σφάλλεσθαι ἑαυτοὺς συγγινώσκετε, μετὰ σφοδρᾶς καὶ ταῦτα τῆς ταχύτητος ἀπορρίψατε ἀφ’ ἑαυτῶν, ἵνα μὴ διὰ τὰ μικρὰ ταῦτα ἐξ ἀριστερῶν καὶ ὑμεῖς, ὡς πᾶσα Γραφὴ διαμαρτυρουμένη λέγει, σταθήσησθε, καὶ μὴ ὡς μηδαμινὰ καὶ μικρά, ἀλλ’ ὡς μεγάλα ταῦτα καὶ ἔχετε καὶ λογίζεσθε.

Ὁ γὰρ εἰς τὰ μικρὰ σφάλλων ἑκουσίως, τῶν δὲ μεγάλων ἁμαρτημάτων ἀπεχόμενος, περισσοτέρως κατακριθήσεται, ὅτι τῶν μειζόνων κρατήσας ὑπὸ τῶν ἐλαττόνων ἐκυριεύθη. Ἀρκεῖ γὰρ εἰς ἀπώλειαν καὶ ἓν μόνον ἡμῖν πάθος, καθὼς ἀνωτέρω εἶπον καὶ αὐτοὺς ὑμῖν τοὺς ἁγίους ἀποστόλους, Ἰωάννην φημὶ καὶ Ἰάκωβον, εἰς μαρτυρίαν παρήγαγον.

Ἵνα δὲ καὶ διὰ παραδείγματος ὑμῖν δείξω τὸ τοῦ λόγου πιστόν, τοῦτο ὑμᾶς ἐρωτήσω. Ὁ πρὸς δέκα ἄνδρας ἔχων τὴν μάχην ἢ καὶ πρὸς δώδεκα, ἀδελφοί, ἐν τῷ συμβαλεῖν πόλεμον μετ’ αὐτῶν, ἐὰν τοὺς προμάχους μὲν καὶ ἀνδρειοτέρους αὐτῶν ἀθρόως ἐκ πρώτης προσβολῆς ἅπαντας τρέψῃ καὶ τρώσας καταβάλῃ, ἕνα δὲ ἢ καὶ δύο ἐκ τούτων ταλαιπωροτέρους ἢ καὶ ἀσθενεστέρους ὕστερον καταλειφθέντας ἰδὼν καὶ μετὰ φόβου καὶ κολακείας ἐπερχομένους αὐτῷ ἀπὸ μακρόθεν, οὐ σπεύσας κρατήσει καὶ ἐξαγκωνίσας δεσμεύσει ἢ καὶ κατασφάξει αὐτούς, οὐ δεινῶς ἀναιρεθήσεται ὑπ’ αὐτῶν; Εἰ γὰρ ἐξ ὑπερηφανίας καὶ ἀλαζονείας ῥίψας τὰ ὅπλα, ἀνακλιθεὶς καὶ ἀναπεσὼν ὑπνώσει καταφρονήσας αὐτῶν, οὐχὶ ἑκουσίως ἑαυτὸν εἰς δουλείαν τῶν ταλαιπώρων ἐκείνων ἐξέδωκεν; Οὐχὶ ἐπελθόντες οἱ δύο ἢ καὶ εἷς ἐξ αὐτῶν δεσμήσας αὐτόν, ὑπόσπονδον ἑαυτοῦ τοῦτον ἕξει καὶ δοῦλον ἄρας οἰχήσεται ἢ καὶ ἀνελὼν αὐτὸν μαχαίρᾳ, ποιήσει πᾶσιν ἀνθρώποις γενέσθαι τοῦτον εἰς καταγέλωτα; Οὐχὶ δὲ πάντες ἐροῦσι δικαίαν γενέσθαι τοῦ ἀμελοῦς ἐκείνου καὶ ἀλαζόνος, μᾶλλον δὲ ἄφρονος καὶ ἀναισθήτου σφαγήν; Οὐ γὰρ τοσοῦτον πάντως ἐπαινετὸς ἔσται τῆς πρὸς τοὺς ἰσχυροτέρους πάλης καὶ νίκης ἕνεκα, ὅσον ψεκτὸς καὶ βδελυκτὸς καὶ ἀπόβλητος, ἵν’ εἴπω, καὶ δοῦλος ἢ νεκρός, διὰ τὴν ἐκ τοῦ ἑνὸς ἐκείνου γενομένην ἧτταν αὐτῷ.

Οὕτως οὖν, ἀδελφοί μου ἀγαπητοί, οὐδὲν ἡμᾶς οὐ μὴ ὠφελήσῃ τῶν μεγάλων παθῶν κρατήσαντας, ἐὰν ὑπὸ τῶν ἐλασσόνων κυριευώμεθα. Οἷον τι λέγω; Τὰ γὰρ αὐτὰ καὶ πάλιν ἐρῶ καὶ λέγων οὐ παύσομαι. Ἐὰν τὸν τῆς σαρκὸς μολυσμὸν φυλαξώμεθα, ἐὰν ἀπὸ φθόνου καὶ μεγάλης ὀργῆς καὶ κλοπῆς ἀποσχώμεθα, ἐὰν ἀρσενοκοιτίας, παιδοφθορίας, μαλακίας καὶ πάσης ἀσελγείας κρατήσωμεν, γαστριμαργίᾳ δὲ ἢ πολλῷ οἴνῳ ἢ ὕπνῳ ἢ ὀκνηρίᾳ ἢ ῥαθυμίᾳ, ἀντιλογίᾳ τε καὶ ἀνηκοΐᾳ καὶ γογγυσμῷ, οἷα δὴ δοῦλοι καὶ μαστιγίαι δουλούμεθα, τί ἡμῖν ἔσται τὸ ὄφελος ἐκ τῆς τῶν πονηρῶν ἔργων καὶ μόνων ἀποχῆς; Εἰ δὲ καὶ λάθρα ἄρτου τεμάχια αἴρομεν καὶ ἐσθίομεν ἢ ἄλλο τί ποθεν ἐπιλαβόμενοι καὶ ταῦτα ἄνευ εὐχῆς τοῦ προεστῶτος ἡμῶν, τίς ἂν εἴπῃ ἐλευθέρους ἡμᾶς ἁμαρτίας; Εἰ δὲ καὶ τῶν συνάξεων, δίχα μεγάλης ἀσθενείας ἢ ἀναγκαίας χρείας τινός, ἑκουσίως ἀπολιμπανόμεθα, εἰ δὲ καὶ τοὺς καρποὺς φυλάσσοντες ἐξ αὐτῶν οὐκ ἐγκρατευόμεθα—καὶ γὰρ τί ἄλλο ἦν ὃ τὸν Ἀδὰμ ἐκ τοῦ παραδείσου ἐξέβαλε καὶ τῷ θανάτῳ παρέδωκε; —τί κερδανοῦμεν ἐκ τῆς τῶν εἰρημένων ἀποφυγῆς;

Οὐδὲ γὰρ εἰ ὁλόσωμόν τις πληγὴν ἔχων, εἶτα διὰ φαρμάκων πολλῶν ἰαθεὶς παρὰ μικρὸν τὴν πληγήν, δύναται ὑγιὴς λέγεσθαι, εἰ μικρὰν ὀπὴν ἴσην ῥαφίδος ἐπιφέρεται τραύματος, ἀλλ’ ὁ καὶ τοὺς μώλωπας, εἰ δυνατόν, τοῦ τραύματος ἐξαφανίσας, ἐκεῖνος παρὰ πάντων εἰκότως λεχθήσεται ὑγιής. Μὴ οὖν ταῦτα μικρὰ λογιζώμεθα, ἀλλὰ διὰ ταῦτα τιμωρηθέντας ἄλλους ἀκούοντες καὶ καταδικασθέντας σφοδρῶς, ἡμεῖς τὴν ἐξ αὐτῶν βλάβην πάσῃ δυνάμει ἐκφύγωμεν.

Καὶ μηδείς, ἀγαπητοί, ἔν τινι τούτων ἢ πάθει ἑτέρῳ τοῦ λοιποῦ ἐπιμείνῃ, ἀλλ’ ἀπὸ τοῦ νῦν ἀποσχόμενος μετανοησάτω βαλὼν ἀρχήν, καὶ μὴ ἀποστῇ ἐξαγγέλλων τὴν ἧτταν ἑαυτοῦ, ἕως ἂν αἰσχυνθεὶς ὁ ὑποβάλλων αὐτῷ ἐχθρὸς παύσηται τοῦ αὐτὸν πολεμεῖν. Μὴ φθόνος κυριεύσῃ ἡμῶν, μὴ ὀργὴ ἢ θυμὸς καὶ κραυγή, ἐξ ὧν αἰσχρολογίαι καὶ ὕβρεις εἰώθασι τίκτεσθαι, μὴ κενοδοξία καὶ ὑπερηφανία καὶ οἴησις κατασχοῦσαι ἡμᾶς εἰς βυθὸν ᾅδου καθέλξωσιν, ἀλλὰ ταῦτα πάντα πόρρω ἐξορίσαντες ἑαυτῶν, κτησώμεθα τὰς ἀρετὰς ἀντ’ αὐτῶν.

Ἴσως δέ τις ἐρεῖ ὅτι· «Τοσούτων ὄντων καὶ ἀναριθμήτων παρὰ μικρὸν τῶν εἰρημένων παθῶν, τίς δύναται ταῦτα ἐρευνᾶν πάντα καὶ ἐκ τούτων πάντων ἀπέχεσθαι, ἵνα μὴ ὑπ’ οὐδενὸς τούτων κυριευθῇ τις;» Ἐγὼ χάριτι Χριστοῦ διδάξω ὑμᾶς. Ὁ ἀεὶ ἐννοῶν τὰς ἑαυτοῦ ἁμαρτίας καὶ τὴν μέλλουσαν κρίσιν διηνεκῶς προορῶν καὶ μετανοῶν καὶ κλαίων θερμῶς, οὗτος ὑπεραίρει πάντα ὁμοῦ καὶ ὑπερνικᾷ ὑπὸ τῆς μετανοίας ὑψούμενος, ὡς μὴ δύνασθαι ἓν καὶ μόνον τῶν εἰρημένων φθάσαι καὶ καθάψασθαι αὐτοῦ τῆς ἀεροβατούσης ψυχῆς. Εἰ δὲ μὴ ἡ διάνοια ἡμῶν ὑπὸ τῆς μετανοίας καὶ τῶν δακρύων καὶ ὑπὸ τῆς ἐγγινομένης ἐκ τούτων πνευματικῆς ταπεινώσεως πτερωθεῖσα εἰς ὕψος ἀπαθείας ἀρθῇ, οὐκ ἂν ἐλεύθεροι τῶν εἰρημένων ἁπάντων γενέσθαι ἰσχύσωμεν, ἀλλὰ ποτὲ μὲν ὑπὸ τοῦδε τοῦ πάθους, ποτὲ δὲ ὑφ’ ἑτέρου κεντᾶσθαι καὶ ὡς ὑπὸ θηρίων ἀγρίων κατεσθίεσθαι οὐ παυσόμεθα, καὶ μετὰ θάνατον διὰ ταῦτα τῆς τῶν οὐρανῶν βασιλείας ἐκπεσόντες, ὑπὸ τῶν τοιούτων πάλιν αἰωνίως κολασθησόμεθα.

Διὰ τοῦτο παρακαλῶ πάντας ὑμᾶς, πνευματικοί μου πατέρες καὶ ἀδελφοί, καὶ παρακαλῶν οὐδέποτε παύσομαι τὴν ὑμετέραν ἀγάπην, μὴ ἀμελῆσαι ἕκαστον τῆς ἑαυτοῦ σωτηρίας, ἀλλὰ παντὶ τρόπῳ σπουδάσαι ἀρθῆναι μικρὸν ἀπὸ τῆς γῆς. Εἰ γὰρ τοῦτο γενήσεται τὸ θαῦμα καταπλῆξαν ὑμᾶς, τὸ ἀπὸ τῆς γῆς εἰς ἀέρα λέγω κρέμασθαι, οὐκ ἔτι πρὸς τὴν γῆν κατελθεῖν καὶ στῆναι κἂν ὅλως θελήσετε· «γῆν» δὲ τὸ σαρκικὸν καὶ «ἀέρα» τὸ πνευματικὸν λέγω φρόνημα. Εἰ γὰρ ὁ νοῦς τῶν πονηρῶν λογισμῶν καὶ παθῶν ἐλευθερωθῇ καὶ θεασόμεθα δι’ αὐτοῦ τὴν ἐλευθερίαν, ἣν ἡμῖν ὁ Χριστὸς καὶ Θεὸς ἐχαρίσατο, οὐκ ἔτι καταδεξόμεθα πρὸς τὴν προτέραν δουλείαν τῆς ἁμαρτίας καὶ τοῦ σαρκικοῦ φρονήματος κατελθεῖν, ἀλλὰ κατὰ τὴν τοῦ Κυρίου φωνὴν γρηγορεῖν καὶ προσεύχεσθαι οὐ παυσόμεθα, ἕως ἂν πρὸς τὴν ἐκεῖθεν μεταβῶμεν μακαριότητα καὶ τῶν ἐπηγγελμένων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει πᾶσα δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.