Ἔργον
Συμεὼν ὁ Νέος Θεολόγος – Κατηχήσεις
Κατήχηση Θ': Περί ελεημοσύνης και πνευματικής τροφοδοσίας
Η πνευματική διάσταση της πείνας, της δίψας και της ελεημοσύνης, και η αξία της κάθαρσης του εσωτερικού ανθρώπου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Κατήχηση Θ': Περί ελεημοσύνης και πνευματικής τροφοδοσίας
Η πνευματική διάσταση της πείνας, της δίψας και της ελεημοσύνης, και η αξία της κάθαρσης του εσωτερικού ανθρώπου.
Ἀμήν. Περὶ ἐλεημοσύνης. Καὶ τίς ἐστιν ὁ πεινῶντα τὸν Θεὸν τρέφων καὶ διψῶντα ποτίζων καὶ καθεξῆς. Καὶ πῶς τοῦτό τινι κατορθωθήσεται. Καὶ ὅτι εἰ μή τις καὶ ἐν ἑαυτῷ ταῦτα πάντα ποιήσει καὶ θρέψει καὶ ποτίσει Χριστόν, οὐδὲν ὠφεληθήσεται ἐκ τοῦ ταῦτα μόνον ποιεῖν εἰς τοὺς πένητας, ἑαυτὸν δὲ ἄτροφον παρορᾶν καὶ γυμνὸν τῆς δικαιοσύνης τοῦ Θεοῦ.
Λόγος Θʹ. Ἀδελφοὶ καὶ πατέρες, ἔδει μὲν μὴ τολμᾶν με πρὸς ὑμᾶς ὅλως φθέγγεσθαι, μηδὲ διδασκάλου τάξιν ἐπέχειν ἐνώπιον τῆς ἀγάπης ὑμῶν· ἀλλ’ ἐπεί περ ἐπίστασθε ὅτι, ὥσπερ τὸ ὑπὸ τοῦ τεχνίτου κατασκευασθὲν ὄργανον οὐχ ὅταν ἐκεῖνο βούληται, ἀλλ’ ὅταν ὑπὸ τοῦ πνεύματος οἱ αὐλοὶ μὲν πληρωθῶσιν, ὑπὸ δὲ τῶν δακτύλων τοῦ τεχνίτου εὐρύθμως κρούηται, τότε καὶ τὸν ἦχον ἀποτελεῖ καὶ τὰς ἀκοὰς τῶν πάντων ἡδυτάτου μέλους ἀποπληροῖ, οὕτω δὴ καὶ ἐπ’ ἐμοὶ συμβαίνειν ἐννοεῖν ὑμᾶς χρὴ καὶ μή, τῇ ὀργάνου εὐτελείᾳ ἀποβλέποντας, ἀηδῶς πρὸς τὰ ῥηθήσεσθαι μέλλοντα διατεθῆναι. Ἀλλὰ πρὸς τὴν τοῦ Πνεύματος χάριν, τὴν ἄνωθεν ἐμπνεύουσαν καὶ πληροῦσαν τῶν πιστῶν τὰς ψυχάς, καὶ πρὸς αὐτὸν τὸν δάκτυλον τοῦ Θεοῦ, τὸν τὰς νευρὰς τοῦ νοὸς κρούοντα καὶ πρὸς τὸ λαλεῖν ἡμᾶς διεγείροντα ἀφορῶντες, ὡς σάλπιγγος ἠχούσης δεσποτικῆς ἤ, ἀληθέστερον εἰπεῖν, τοῦ Βασιλέως τῶν ὅλων ὡς δι’ ὀργάνου λαλοῦντος ἡμῖν, μετὰ φόβου καὶ τρόμου ἐν συνέσει καὶ ἡσυχίᾳ πολλῇ ἀκούσατε.
Πάντες μὲν ἄνθρωποι σκοπεῖν καὶ ἑαυτοῖς προσέχειν ὀφείλομεν, πιστοί τε καὶ ἄπιστοι, μικροί τε καὶ μεγάλοι, ἵνα οἱ μὲν ἄπιστοι πρὸς ἐπίγνωσιν καὶ πίστιν τοῦ πεποιηκότος ἡμᾶς Θεοῦ γενώμεθα, οἱ δὲ πιστοὶ ἵνα καλῶς πολιτευσάμενοι εὐάρεστοι αὐτῷ ἐν παντὶ ἔργῳ ἀγαθῷ ἀναφανῶμεν· οἱ δὲ μικροὶ ὅπως τοῖς μεγάλοις ὑποταγῶμεν διὰ τὸν Κύριον, οἱ μεγάλοι δὲ ὡς πρὸς τέκνα γνήσια τοὺς μικροὺς διατεθῶμεν διὰ τὴν λέγουσαν ἐντολὴν τοῦ Κυρίου· «Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ ἑκάστῳ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.» Οὐ γὰρ περὶ τῶν πενομένων μόνον, ὥς τινες οἴονται, καὶ τῶν τῆς σωματικῆς τροφῆς ἀπορούντων τοῦτο ὁ Κύριος εἴρηκεν, ἀλλὰ καὶ περὶ πάντων τῶν ἄλλων ἡμῶν ἀδελφῶν, τῶν οὐ λιμῷ τηκομένων ἄρτου καὶ ὕδατος, ἀλλὰ λιμῷ ἀργίας καὶ ὑπακοῆς τῶν ἐντολῶν τοῦ Κυρίου—ὅσῳ γὰρ ἡ ψυχὴ τιμιωτέρα ὑπάρχει τοῦ σώματος, τοσοῦτον καὶ ἡ πνευματικὴ τροφὴ τῆς σωματικῆς ἀναγκαιοτέρα καθέστηκεν, —οἶμαι δὲ ὅτι καὶ περὶ ταύτης μᾶλλον λέγειν τὸν Κύριον· «Ἐπείνασα καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με», ἢ περὶ τῆς σωματικῆς καὶ φθειρομένης τροφῆς. Διψᾷ γὰρ ἀληθῶς τὴν σωτηρίαν ἑνὸς ἑκάστου ἡμῶν καὶ πεινᾷ, ἡ δὲ σωτηρία ἡμῶν ἡ ἀποχὴ πάσης ἁμαρτίας ἐστίν· ἀποχὴν δὲ πάσης ἁμαρτίας δίχα τῆς τῶν ἀρετῶν ἐργασίας καὶ τῆς ἐκπληρώσεως πασῶν τῶν ἐντολῶν κατορθωθῆναι ἀδύνατον.
Διὰ γὰρ τῆς τῶν ἐντολῶν ἐκπληρώσεως τρέφεσθαι εἴωθε παρ’ ἡμῶν ὁ Δεσπότης ἡμῶν καὶ Θεὸς καὶ Κύριος τοῦ παντός. Λέγουσι γὰρ οἱ πατέρες ἡμῶν οἱ ἅγιοι ὅτι καθάπερ ἐκ τῶν πονηρῶν ἡμῶν πράξεων οἱ δαίμονες τρέφονται καὶ ἰσχύουσι καθ’ ἡμῶν, ἐπὰν δὲ ἡμεῖς τῶν κακῶν ἀφιστάμεθα, λιμοκτονοῦνται ἐκεῖνοι καὶ ἐκνευρίζονται, οὕτω λογίζομαι καὶ τὸν διὰ τὴν ἡμετέραν σωτηρίαν πτωχεύσαντα τρέφεσθαι παρ’ ἡμῶν καὶ παρορᾶσθαι πάλιν λιμώττοντα.
Καὶ τοῦτο ἐξ· αὐτοῦ τοῦ βίου τῶν ἁγίων ἔστι γνῶναι καὶ πληροφορηθῆναι ἡμᾶς καί, ἵνα τοὺς ἄλλους παρήσω πολλοὺς ὄντας καὶ ὑπὲρ ἀριθμὸν ψάμμου πέλοντας, ἐξ ἑνὸς ἢ μιᾶς ἁγίας πληροφορήσω τὴν ὑμετέραν ἀγάπην.
Οἶδα ὅτι Μαρίας τῆς Αἰγυπτίας τὸν βίον ἀκούετε, οὐκ ἄλλου τινὸς διηγουμένου αὐτόν, ἀλλ’ αὐτῆς ἐκείνης τῆς ἰσαγγέλου ὡς ἐν τάξει ἐξαγορεύσεως τὴν πτωχείαν αὐτῆς δηλούσης ἐν τῷ εἰπεῖν ὅτι· «Οὐδὲ διδόντων μοι πολλάκις τινῶν τῆς ἁμαρτίας μισθὸν ἐλάμβανον. Τοῦτο δέ, φησίν, ἐποίουν οὐχ ὡς εὐποροῦσα τῶν ἀναγκαίων—στυππεῖον γὰρ νήθουσα ἐτρεφόμην—, ἀλλ’ ὅπως πολλοὺς ἐραστὰς σχῶ ἐν ἑτοίμῳ τοῦ πάθους μου.» Καὶ ὅτε ἐν τῷ πλοίῳ εἰσελθεῖν ἔμελλε καὶ εἰς Ἀλεξάνδρειαν ἀπελθεῖν, ἐπὶ τοσοῦτον ὑπῆρχε πτωχή, ὡς μηδὲ ναῦλον, μηδὲ δαπάνην κεκτῆσθαι αὐτήν.
Ὅτε δὲ τῇ παναμώμῳ Θεοτόκῳ συνταξαμένη ἐπὶ τὴν ἔρημον ὥρμησε, δύο παρά τινος φόλλεις λαβοῦσα ἄρτους ὠνήσατο, καὶ οὕτω τὸν Ἰορδάνην διαπεράσασα μέχρι τέλους αὐτῆς ἐν τῇ ἐρήμῳ ἐνεκαρτέρησε, μηδὲ ἀνθρώπου πρόσωπον ἰδοῦσα, εἰ μὴ μόνον τοῦ Ζωσιμᾶ, μή τοί γε πεινῶντα πτωχὸν θρέψασα ἢ διψῶντα ποτίσασα ἢ γυμνὸν ἐπενδύσασα ἢ τοὺς ἐν φυλακῇ ἐπισκεψαμένη ἢ ξένους συναγαγοῦσα· τοὐναντίον μᾶλλον μὲν οὖν καὶ πρὸς ἀπωλείας βάραθρον πολλοὺς συνελάσασα, ἐν τῷ καταγωγίῳ τῆς ἁμαρτίας αὐτοὺς ὑπεδέχετο.
Πῶς οὖν, εἰπέ μοι, σωθήσεται αὕτη καὶ μετὰ τῶν ἐλεημόνων εἰς τὴν τῶν οὐρανῶν βασιλείαν συνεισελεύσεται, ἡ μήτε πλοῦτον καταλιποῦσα, μήτε ὑπάρχοντα δοῦσα πένησι, μήτε ἐλεημοσύνην ποτὲ ὅλως ποιήσασα, χρηματίσασα δὲ μᾶλλον ἄλλοις μυρίοις πρόξενος ἀπωλείας; Ὁρᾷς πῶς ἐὰν διὰ χρημάτων καὶ σωματικῆς τροφῆς μόνης τὴν ἐλεημοσύνην εἴπωμεν γίνεσθαι καὶ διὰ ταύτης παρ’ ἡμῶν τὸν Κύριον τρέφεσθαι καὶ μόνους τοὺς οὕτω τρέφοντας αὐτὸν καὶ ποτίζοντας καὶ ἁπλῶς θεραπεύοντας σῴζεσθαι, τοὺς δὲ μὴ τοῦτο ποιοῦντας ἀπόλλυσθαι, ἄτοπον εἶναι δόξει τοῦτο, ὡς καὶ πολλοὺς τῶν ἁγίων τῆς βασιλείας ἐκβάλλεσθαι.
Ἀλλ’ οὐκ ἔστι τοῦτο, οὐκ ἔστι! Τὰ γὰρ ἐν τῷ κόσμῳ πράγματά τε καὶ χρήματα κοινὰ τῶν πάντων ἐστίν, ὥσπερ τὸ φῶς καὶ ὁ ἀὴρ οὗτος ὃν ἀναπνεύομεν, καὶ αὐτὴ ἡ βοσκὴ τοῖς ἀλόγοις ζῴοις ἔν τε τοῖς πεδίοις ἔν τε τοῖς ὄρεσι. Πᾶσι μὲν οὖν τὰ πάντα κοινὰ τῇ χρήσει μόνῃ τῆς ἀπολαύσεως καθεστήκασι, κατὰ δεσποτείαν δὲ οὐδενός· ἡ δὲ πλεονεξία, ὥσπερ τύραννος εἰσελθοῦσα τῷ βίῳ, τὰ κοινῶς τοῖς πᾶσιν ὑπὸ τοῦ Δεσπότου δοθέντα ἄλλοθεν ἄλλως ὑπὸ τῶν αὐτῆς δούλων καὶ ὑπηρετῶν κατεμερίσατο, φραγμοῖς περικλείσασα καὶ πύργοις καὶ μοχλοῖς καὶ θύραις κατασφαλισαμένη, πάντας ἄλλους ἀνθρώπους τῆς ἀπολαύσεως τῶν τοῦ Δεσπότου ἀγαθῶν ἀπεστέρησε, δεσπότης εἶναι τούτων ἡ ἀναιδὴς λέγουσα καὶ μηδένα ἀδικεῖν τῶν ἁπάντων φιλονεικοῦσα. Οἱ δὲ ὑπηρέται καὶ δοῦλοι τῆς τυράννου ταύτης, κατὰ διαδοχὴν ἕκαστος αὐτῶν οὐ δεσπότης τῶν ἀποκειμένων πραγμάτων καὶ χρημάτων, ἀλλὰ πονηρός τις δοῦλος καὶ φύλαξ γίνεται. Πῶς οὖν, εἰ ἐκ τῶν τοιούτων χρημάτων ἢ φόβῳ τῶν ἀπειλουμένων τιμωριῶν ἢ ἐλπίδι τοῦ ἑκατονταπλασίονα λήψεσθαι ἢ συμφοραῖς ἀνθρώπων ἐπικαμφθέντες, ὀλίγα τινὰ ἢ καὶ πάντα ἐξενεγκόντες, τοῖς ἐν στενοχωρίᾳ καὶ ὑστερήσει μέχρι τότε παρεωραμένοις δώσουσιν, ἐλεήμονες λογισθήσονται, ἢ ὡς Χριστὸν θρέψαντες ἢ ὡς ποιήσαντες ἔργον μισθοῦ ἄξιον;
Οὐδαμῶς, ἀλλ’ ὡς ἐγώ φημι, καὶ μετάνοιαν χρεωστοῦσι μέχρι θανάτου, ὑπὲρ ὧν ἐπὶ χρόνοις ταῦτα κατέσχον καὶ τοὺς ἀδελφοὺς τὴν χρῆσιν αὐτῶν ἀπεστέρησαν.
Πῶς δὲ καὶ οἱ κατὰ τὸ δοκεῖν πτωχοὶ γεγονότες—ὥσπερ Χριστὸς ὁ Θεός, πλούσιος ὤν, ἐπτώχευσε δι’ ἡμᾶς—, αὐτοὺς ἡμᾶς ἐλεοῦντες, τὸν δι’ ἡμᾶς γενόμενον ὡς ἡμεῖς ἐλεεῖν λογιζόμεθα; Νόει μοι καλῶς τὸ λεγόμενον. Ἐγένετο ὁ Θεὸς διὰ σὲ πτωχὸς ἄνθρωπος, γενέσθαι χρεωστεῖς καὶ σύ, ὁ πιστεύων εἰς αὐτόν, ὅμοιος ἐκείνῳ πτωχός. Πτωχὸς ἐκεῖνος κατὰ τὴν ἀνθρωπότητα, πτωχὸς σὺ κατὰ τὴν Θεότητα. Σκόπησον τοίνυν πῶς θρέψεις αὐτόν, πρόσεχε ἀκριβῶς. Ἐπτώχευσεν ἵνα σὺ πλουτήσῃς, ἵνα σοὶ μεταδῷ τοῦ πλούτου τῆς χάριτος αὐτοῦ· διὰ τοῦτο σάρκα ἀνέλαβεν ἐκεῖνος, ἵνα μεταλάβῃς σὺ τῆς ἐκείνου Θεότητος. Ὅταν γοῦν σεαυτὸν πρὸς ὑποδοχὴν αὐτοῦ εὐτρεπίσῃς, τότε ὑποδεχθήσεσθαι αὐτὸν ὑπὸ σοῦ λέγεται. Ὅταν δὲ δι’ ἐκεῖνον πεινᾷς σὺ καὶ διψᾷς, τροφὴ ἐκείνῳ καὶ πόσις ταῦτα λογίζεται.
Πῶς; Ὅτι διὰ τούτων καὶ τῶν τοιούτων ἔργων καὶ πράξεων καθαίρεις σου τὴν ψυχὴν καὶ τοῦ λιμοῦ καὶ τοῦ ῥύπου τῶν παθῶν ἀπαλλάττεις σαυτόν· καὶ ὁ ἀναδεξάμενός σε οὕτω καὶ ἰδιοποιησάμενος τὰ κατὰ σὲ πάντα Θεὸς καὶ θεόν σε ποιῆσαι ἐπιποθῶν, ὡς ἐκεῖνος ἐγένετο ἄνθρωπος, ἅπερ ποιεῖς σεαυτῷ, ἐκεῖνος ταῦτα πανθάνειν λογίζεται καὶ λέγει· «Ἐφ’ ὅσον ἐποίησας τῇ ἐλαχίστῃ ψυχῇ σου, ἐμοὶ ἐποίησας.» Διὰ ποίων γὰρ ἄλλων ἔργων οἱ ἐν σπηλαίοις καὶ ὄρεσι τῷ Θεῷ εὐηρέστησαν, εἰ μὴ δι’ ἀγάπης πάντως καὶ μετανοίας καὶ πίστεως—πάντα γὰρ τὸν κόσμον ἀφέντες καὶ αὐτῷ μόνῳ ἀκολουθήσαντες, διὰ μετανοίας καὶ δακρύων ἐδέξαντό τε αὐτὸν καὶ ἐξένισαν, ἔθρεψάν τε καὶ διψῶντα ἐπότισαν—, ἄλλως δὲ πάντες πάντως οἳ ἐκ τοῦ ἁγίου βαπτίσματος υἱοὶ Θεοῦ χρηματίζουσιν, ἐλάχιστοι δὲ καὶ κατὰ κόσμον εἰσὶ καὶ πτωχοί; Οἱ οὖν γνόντες ἐν αἰσθήσει ψυχῆς ὅτι υἱοὶ γεγόνασι τοῦ Θεοῦ, οὐκέτι ἀνέχονται κόσμῳ καλλωπισθῆναι φθαρτῷ, ἐνδεδυμένοι γάρ εἰσι τὸν Χριστόν. Τίς δὲ ἀνθρώπων καταδέξεταί ποτε, πορφύρᾳ βασιλικῇ ἐστολισμένος, ῥυπῶντα καὶ διερρωγότα χιτῶνα ἐπάνω ταύτης ἐνδύσασθαι;
Οἱ δὲ μὴ τοῦτο εἰδότες καὶ γυμνοὶ τοῦ βασιλικοῦ ὄντες ἐνδύματος, σπουδάσαντες δὲ διὰ μετανοίας καὶ τῶν ἄλλων, ὡς εἴπομεν, ἀγαθοεργιῶν καὶ ἐνδυσάμενοι οὕτω τὸν Χριστόν, αὐτὸν ἐκεῖνον ἐνδύουσι τὸν Χριστόν· χριστοὶ γὰρ καὶ αὐτοί, ὡς υἱοὶ Θεοῦ ἀπὸ τοῦ θείου βαπτίσματος, πέλουσιν. Εἰ δὲ μὴ τοῦτο ποιήσουσιν, ἀλλὰ τοὺς γυμνοὺς μὲν ἅπαντας, τοὺς ἐν τῷ κόσμῳ, ἐνδύσουσιν, ἑαυτοὺς δὲ γυμνοὺς καταλείψουσι, τί ὠφέλησαν; Εἶτα πάλιν, ἀδελφοὶ Χριστοῦ οἱ βαπτισθέντες εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος λεγόμεθα· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ μέλη ἐσμὲν αὐτοῦ. Ἀδελφὸς οὖν ὑπάρχων αὐτοῦ καὶ μέλος, ἐὰν πάντας μὲν ἄλλους τιμήσῃς, ξενίσῃς, θεραπεύσῃς, σεαυτὸν δὲ παρίδῃς καὶ διὰ πάντων οὐκ ἀγωνίσῃ εἰς τὸ ἀκρότατον τῆς κατὰ Θεὸν πολιτείας καὶ τιμῆς ἀνελθεῖν, ἀλλὰ λιμῷ ὀκνηρίας ἢ δίψει ῥαθυμίας ἢ φυλακῇ στενωτάτῃ τοῦδε τοῦ ῥυπαροῦ σώματος διὰ γαστριμαργίας ἢ φιληδονίας τὴν σεαυτοῦ ψυχὴν καταλείψῃς ῥυπῶσαν, αὐχμῶσαν, ἐν βαθυτάτῳ σκότει κειμένην ὡσεὶ νεκράν, οὐχὶ τὸν τοῦ Χριστοῦ ἐνύβρισας ἀδελφόν; Οὐχὶ πεινῶντα αὐτὸν καὶ διψῶντα κατέλιπες;
Οὐχὶ ἐν φυλακῇ ὄντα οὐκ ἐπεσκέψω αὐτόν; Τοιγαροῦν καὶ διὰ τοῦτο ἀκούσεις· «Σεαυτὸν οὐκ ἠλέησας, οὐκ ἐλεηθήσῃ.» Εἰ δὲ λέγει τις· «Καὶ ἐπειδή, φησί, τοιοῦτόν ἐστι καὶ μισθὸν τῶν παρ’ ἡμῶν διδομένων χρημάτων ἢ πραγμάτων οὐκ ἔχομεν, τίς καὶ διδόναι τοῖς πένησι χρεία ἐστίν;» ἀκουσάτω τοῦ μέλλοντος αὐτὸν κρῖναι καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, οἱονεὶ λέγοντος πρὸς αὐτόν· «Ἄφρων, τί εἰσήνεγκες εἰς τὸν κόσμον ἢ τί τῶν ὁρωμένων αὐτὸς ἐποίησας; Οὐχὶ γυμνὸς ἐκ κοιλίας μητρός σου προῆλθες, γυμνὸς δὲ ἐξελεύσῃ τοῦ βίου καὶ τετραχηλισμένος τῷ ἐμῷ βήματι παραστήσῃ; Καὶ ὑπὲρ ποίων σου χρημάτων μισθούς μοι προσαπαιτεῖς; Διὰ ποίων δὲ σῶν πραγμάτων ἐλεεῖν λέγεις τοὺς ἀδελφούς σου καὶ διὰ τούτων ἐμέ, τὸν πάντα ταῦτα οὐχὶ σοὶ μόνῳ, ἀλλὰ κοινὰ τοῖς πᾶσι προθέμενον;
Ἢ ἐπιθυμεῖν με ὑπολαμβάνεις τινὸς καὶ δωροδοκεῖσθαι ὁμοίως τοῖς φιλαργύροις τῶν κρινόντων ἀνθρώπων οἴει κἀμέ; ἔστι γὰρ καὶ τοῦτο ἐξ ἀνοίας λογίσασθαί σε. Οὐχὶ χρημάτων ὅλως ἐπιθυμῶν, ἀλλὰ ὑμᾶς ἐλεῶν, οὐχὶ τὰ ὑμέτερα θέλων λαβεῖν, ἀλλὰ τοῦ ἐπ’ αὐτοῖς κρίματος ἐλευθερῶσαι ὑμᾶς βουλόμενος, ταῦτα νομοθετῶ καὶ δι’ ἕτερόν τι οὐδέν.» Ἀλλὰ γὰρ μὴ δοκῇς, ἀδελφέ, ὅτι ἀπορεῖ ὁ Θεὸς καὶ οὐ δύναται θρέψαι τοὺς πένητας καὶ διὰ τοῦτο προστάσσει ἡμῖν ἐλεεῖν αὐτοὺς καὶ περὶ πολλοῦ ποιεῖσθαι τὴν ἐντολὴν ταύτην. Μὴ γένοιτο! Ἀλλ’ ὅπερ διὰ πλεονεξίας καθ’ ἡμῶν καὶ εἰς ἀπώλειαν ἡμῶν ἐποίησεν ὁ διάβολος, τοῦτο διὰ τῆς ἐλεημοσύνης ὑπὲρ ἡμῶν κατεσκεύασε καὶ εἰς σωτηρίαν ἡμῶν ἐποίησε γίνεσθαι ὁ Χριστός. Οἷόν τι λέγω; Ὑπέθετο ἡμῖν ὁ διάβολος τὰ εἰς κοινὴν προτεθέντα χρείαν ἰδιοποιήσασθαι καὶ ἀποθησαυρίσαι αὐτά, ὅπως διὰ τῆς πλεονεξίας ταύτης δύο ἡμῖν ἐγκλήματα περιάψῃ καὶ τῆς αἰωνίου τιμωρίας καὶ κατακρίσεως ὑπαιτίους ποιήσῃ, ἓν μὲν τὸ τῆς ἀνελεημοσύνης, ἕτερον δὲ τῆς ἐπὶ τὰ ἀποκείμενα χρήματα καὶ οὐκ ἐπὶ τὸν Θεὸν ἐλπίδος. Ὁ γὰρ ἀποκείμενα χρήματα ἔχων ἐπὶ τὸν Θεὸν ἐλπίζειν οὐ δύναται· καὶ τοῦτο δῆλον ἐξ ὧν ὁ Χριστὸς καὶ Θεὸς ἡμῶν εἶπεν· «Ὅπου, φησίν, ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.»
Ὁ οὖν μεταδιδοὺς τοῖς πᾶσιν ἐκ τῶν ἀποκειμένων αὐτῷ χρημάτων, μισθὸν ὑπὲρ αὐτῶν οὐ χρεωστεῖται λαβεῖν, ἀλλὰ καὶ ὑπόδικος μᾶλλόν ἐστι τῆς ἕως τότε ἀδίκου ἀποστερήσεως· οὐ μὴν ἀλλὰ καὶ ὑπεύθυνος τῶν κατὰ καιροὺς λιμῷ καὶ δίψει τὸν βίον ἀπολειπόντων, οὓς αὐτὸς τότε δυνάμενος θρέψαι οὐκ ἔθρεψε, κατορύξας τὰ τῶν πενήτων καὶ ἐάσας αὐτοὺς τῷ κρύει καὶ τῷ λιμῷ βιαίως ἀποθανεῖν, ὡς φονεὺς τοσούτων ἀποδειχθείς, ὅσους θρέψαι ἠδύνατο.
Τούτων τοίνυν ἁπάντων τῶν ἐγκλημάτων τὸ κρίμα ἡμῖν ἀφεὶς ὁ ἀγαθὸς Δεσπότης καὶ εὔσπλαγχνος, οὐχ ὡς ἀλλότρια κατέχοντας ἡμᾶς, ἀλλ’ ὡς οἰκεῖα ἡμῶν λογίζεται ταῦτα καὶ οὐ δεκαπλασίονα μόνον, ἀλλ’ ἑκατονταπλασίονα δοῦναι ἡμῖν ἐπαγγέλλεται, τοῖς ἐν ἱλαρότητι ταῦτα τοῖς ἀδελφοῖς διανέμουσιν. Ἱλαρότης δέ ἐστι τὸ μὴ ὡς οἰκεῖα λογίζεσθαι ταῦτα, ἀλλ’ ὡς ὑπὸ τοῦ Θεοῦ ἐγχειρισθέντα αὐτῷ εἰς οἰκονομίαν τῶν συνδούλων αὐτοῦ, καὶ ἀφθόνως ταῦτα μετὰ χαρᾶς καὶ μεγαλοψύχως σκορπίζειν, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης, ἄλλως τε δὲ καὶ ἵνα μετὰ χαρᾶς τὰ ἀποθησαυρισθέντα κενώσωμεν ἐπ’ ἐλπίδι τῆς ἀληθινῆς ἐπαγγελίας, ἧς ἡμῖν ὁ Θεὸς ἐπηγγείλατο, ἑκατονταπλασίονα δοῦναι τὸν μισθὸν ὑπὲρ τούτου.
Εἰδὼς γὰρ ὁ Θεὸς ὅτι ὅλως ὅλοι τῇ τῶν χρημάτων ἐπιθυμίᾳ καὶ τῇ τοῦ πλούτου μανίᾳ κρατούμεθα καὶ δυσαποσπάστως ἔχομεν πρὸς αὐτά, καὶ οἱ τούτων πολυτρόπως ἀποστερούμενοι αὐτὴν τὴν ἑαυτῶν ζωὴν ἀπολέγονται, τῷ καταλλήλῳ φαρμάκῳ ἐχρήσατο, ἐπαγγειλάμενος δοῦναι ἡμῖν, ὥσπερ εἴρηται, ὑπὲρ ὧν κατακενοῦμεν εἰς τοὺς πένητας, ἑκατονταπλασίονα τὸν μισθόν, ἵνα καὶ τοῦ ἐπ’ αὐτοῖς κρίματος τῆς πλεονεξίας ἐν πρώτοις ἀπαλλαγῶμεν, ἔπειτα καὶ τοῦ ἐπ’ αὐτὰ ἔχειν τὴν πεποίθησιν καὶ ἐλπίδα παυσώμεθα καὶ τὰς καρδίας ἡμῶν ἐλευθέρους κτησώμεθα ἀπὸ τῶν τοιούτων δεσμῶν· ἵνα ἐλεύθεροι γεγονότες πρότερον, τότε ἐπὶ τὰς πράξεις τῶν ἐντολῶν αὐτοῦ ἀκωλύτως βαδίσωμεν καὶ δουλεύσωμεν αὐτῷ ἐν φόβῳ καὶ τρόμῳ, οὐχ ὡς ἐκείνῳ τι χαριζόμενοι, ἀλλ’ ὡς ἡμεῖς διὰ τῆς δουλείας εὐεργετούμενοι. Ἄλλως δὲ οὐκ ἔνι σωθῆναι ἡμᾶς. Οἱ γὰρ πλούσιοι τὴν τῶν χρημάτων ἀπόθεσιν, ὡς οἷά τινος φορτίου καὶ ἐμποδίου πρὸς τὸν κατὰ Θεὸν βίον, πρότερον ἐνεργεῖν ἐκελεύθησαν καὶ οὕτω τὸν σταυρὸν ἐπὶ ὤμων αἴρειν καὶ τῷ Δεσπότῃ κατ’ ἴχνος ἀκολουθεῖν· τὰ γὰρ ἀμφότερα ἐπιφέρεσθαι ἡμᾶς πάντῃ ἀδύνατον.
Οἱ δέ γε τούτων ὄντες ἐκτὸς καὶ ἐν αὐταρκείᾳ ζῶντες ἢ καὶ ὑστερήσει τῶν ἀναγκαίων διάγοντες, οὐδὲν τὸ ἐμποδίζον αὐτοὺς ἔχουσιν, ἐὰν τῇ στενῇ καὶ τεθλιμμένῃ ὁδῷ βαδίζειν ἐθέλωσιν· ἀλλ’ οἱ μὲν προθέσεως χρήζουσι μόνον πρὸς τοῦτο, οἱ δὲ ἐν αὐτῇ τῇ ὁδῷ περιπατοῦντές εἰσι, διὸ ἐν ὑπομονῇ καὶ εὐχαριστίᾳ διάγειν ὀφείλουσι. Καὶ ὁ Θεός, δίκαιος ὤν, οὕτω πορευομένους αὐτοὺς εἰς αἰώνιον ζωὴν καὶ ἀπόλαυσιν, ποιήσῃ αὐτῶν τὸ κατάλυμα.
Τὸ δὲ πάντα δοῦναι μὲν τὰ κτήματα καὶ χρήματα, πρὸς δὲ τὰς ἐπιφορὰς τῶν πειρασμῶν καὶ τῶν λοιπῶν θλιβερῶν μὴ γενναίως ἀνταγωνίσασθαι, ὀλιγώρου μοι ψυχῆς δοκεῖ καὶ ἀγνοούσης τὸν σκοπὸν τῆς ὠφελείας αὐτῆς. Ὥσπερ γὰρ ὁ χρυσὸς κατιωθεὶς εἰς βάθος οὐ δύναται ἄλλως καθαρθῆναι καλῶς καὶ εἰς τὴν οἰκείαν λαμπρότητα ἐπανελθεῖν, εἰ μὴ πυρὶ βληθῇ καὶ σφύραις πολλάκις τυφθῇ, οὕτω καὶ ψυχὴ τῷ ἰῷ τῆς ἁμαρτίας κατιωθεῖσα καὶ εἰς βάθος ἀχρειωθεῖσα, οὐ δύναται ἄλλως καθαρθῆναι καὶ τὸ ἀρχαῖον κάλλος ἀπολαβεῖν, εἰ μὴ πολλοῖς πειρασμοῖς προσομιλήσῃ καὶ ἐν τῇ χωνείᾳ εἰσέλθῃ τῶν θλίψεων. Τοῦτο γὰρ ὑπεμφαίνει καὶ αὐτὸς ὁ λόγος τοῦ Κυρίου ἡμῶν, οὕτω λέγων· «Πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς καὶ ἆρον τὸν σταυρόν σου καὶ δεῦρο ἀκολούθει μοι»—τοὺς πειρασμοὺς καὶ τὰς θλίψεις διὰ τοῦ σταυροῦ αἰνιττόμενος. Οὐδὲν οὖν ἀπὸ μόνης τῆς τῶν χρημάτων καὶ πραγμάτων ἀπορρίψεως κερδήσουσιν οἱ ταῦτα ἀποβαλλόμενοι καὶ πρὸς τὸν μονήρη βίον αὐτομολοῦντες, ἐὰν μὴ μέχρι τέλους τοῖς πειρασμοῖς καὶ ταῖς θλίψεσι καὶ ταῖς κατὰ Θεὸν λύπαις ἐγκαρτερήσωσιν. Οὐ γὰρ εἶπεν ὁ Χριστός· «Ἐν τῇ ἀποθέσει τῶν πραγμάτων ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν», ἀλλ’ «ἐν τῇ ὑπομονῇ ὑμῶν».
Ὅτι μὲν γὰρ καὶ ἡ τῶν χρημάτων πρὸς τοὺς πένητας διανομὴ καὶ ἡ φυγὴ τοῦ κόσμου καλὴ καὶ ὠφέλιμος δῆλον, ἀλλ’ οὐ δύναται αὐτὴ καθ’ ἑαυτὴν μόνη τέλειον τὸν κατὰ Θεὸν ἄνθρωπον ἀπεργάσασθαι ἄνευ τῆς τῶν πειρασμῶν ὑπομονῆς. Καὶ ὅτι τοῦτο οὕτως ἔχει καὶ οὕτω δοκεῖ τῷ Θεῷ, ἄκουσον αὐτοῦ πρὸς τὸν πλούσιον λέγοντος· «Εἰ θέλεις, φησί, τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς καὶ ἆρον τὸν σταυρόν σου καὶ δεῦρο ἀκολούθει μοι»—διὰ τοῦ σταυροῦ τὰς θλίψεις, ὡς εἴρηται, καὶ τοὺς πειρασμοὺς αἰνιττόμενος.
Ἐπειδὴ γὰρ ἡ βασιλεία τῶν οὐρανῶν βιαστή ἐστι καὶ βιασταὶ ἁρπάζουσιν αὐτὴν καὶ ἄλλως οὐκ ἔνι τοῖς πιστοῖς εἰσελθεῖν εἰς αὐτήν, εἰ μὴ διὰ τῆς στενῆς πύλης τῶν πειρασμῶν τε καὶ θλίψεων, εἰκότως ἡμῖν τὸ θεῖον ἐντέλλεται λόγιον· «Ἀγωνίζεσθε, φησί, διὰ τῆς στενῆς πύλης εἰσελθεῖν», καὶ αὖθις· «Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν», καί· «Δεῖ ὑμᾶς διὰ πολλῶν θλίψεων εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Ὁ μὲν γὰρ σκορπίζων τὰ ἑαυτοῦ χρήματα τοῖς δεομένοις καὶ ἀναχωρῶν ἐκ τοῦ κόσμου καὶ τῶν πραγμάτων αὐτοῦ ἐπ’ ἐλπίδι μισθοῦ, ἐν ἡδονῇ πολλῇ τὴν συνείδησιν ἐπιφέρεται καὶ ἔσθ’ ὅτε καὶ ὑπὸ κενοδοξίας κλέπτεται τοὺς μισθούς. Ὁ δὲ μετὰ τὸ πάντα δοῦναι τοῖς πένησι καὶ τὰ λυπηρὰ ὑπομένων ἐν εὐχαριστίᾳ ψυχῆς καὶ ἐγκαρτερῶν τοῖς δεινοῖς, πικρίας μὲν πάσης καὶ πόνων ὀδυνηρῶν ἐπαισθάνεται, ἄσυλον δὲ τὸν λογισμὸν ἔχει νῦν τε καὶ εἰς τὸ μέλλον μεγάλην τὴν ἀνταπόδοσιν, ὡς τὰ πάθη μιμησάμενος τοῦ Χριστοῦ καὶ ὑπομένων αὐτὸν ἐν ἡμέραις ἐπαγωγῆς τῶν πειρασμῶν τε καὶ θλίψεων.
Διά τοι τοῦτο παρακαλῶ ὑμᾶς, ἐν Χριστῷ ἀδελφοί, σπουδάσωμεν κατὰ τὴν φωνὴν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπειδὴ κόσμῳ καὶ τοῖς ἐν κόσμῳ ἀπεταξάμεθα, ἵνα διὰ τῆς στενῆς εἰσέλθωμεν πύλης, ἥτις ἐστὶν ἡ ἐκκοπὴ καὶ ἀποφυγὴ τοῦ σαρκικοῦ ἡμῶν φρονήματος καὶ θελήματος. Ἄνευ γὰρ τοῦ νεκρωθῆναι ἡμᾶς τῇ σαρκὶ καὶ ταῖς ἐπιθυμίαις αὐτῆς καὶ τοῖς θελήμασιν αὐτῆς οὐκ ἔνι τυχεῖν ἀνέσεως καὶ ἀπαλλαγῆς τῶν κακῶν καὶ ἐλευθερίας τῆς ἐπιγινομένης ἡμῖν ἀπὸ τῆς παρακλήσεως τοῦ Ἁγίου Πνεύματος. Ταύτης δὲ χωρίς—λέγω δὴ τῆς ἐπιφοιτήσεως τοῦ Πνεύματος—οὐδεὶς ὄψεται τὸν Κύριον, οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι. Ὅτι μὲν γὰρ καλὸν εἰργάσω, πάντα σου τὰ χρήματα σκορπίσας τοῖς δεομένοις, εἴ γε καὶ οὐδὲν ἑαυτῷ ὑπελείπω κατὰ τὸν Ἀνανίαν ἐκεῖνον, καὶ πρὸς τούτοις κόσμῳ ἀπετάξω καὶ τοῖς ἐν κόσμῳ, καὶ φυγὼν τὸν βίον καὶ τὰς φροντίδας αὐτοῦ ἔδραμες εἰς λιμένα ζωῆς, τὴν μόρφωσιν τῆς εὐσεβείας περιβαλλόμενος, σύμφημι κἀγὼ καὶ ἐπαινῶ σε τῆς πραγματείας.
Χρὴ δὲ σὲ καὶ τὸ φρόνημα τῆς σαρκός, ὥσπερ τοὺς χιτῶνας ἄρτι, καὶ αὐτὸ ἀποδύσασθαι καὶ κατὰ τὴν στολήν, ἣν ἐνεδύσω διὰ Χριστόν, κτήσασθαι τοὺς τρόπους τῆς ψυχῆς καὶ αὐτὸ δὴ πνευματικόν σου τὸ φρόνημα· οὐ μόνον δὲ ἀλλὰ καὶ τὸν φωτεινὸν ἐπενδύσασθαι χιτῶνα διὰ μετανοίας, ὅπερ ἐστὶν αὐτὸ τὸ Πνεῦμα τὸ Ἅγιον. Τοῦτο δὲ ἄλλως οὐ γίνεται, εἰ μὴ διὰ τῆς ἐπιμόνου τῶν ἀρετῶν ἐργασίας καὶ τῆς ὑπομονῆς τῶν θλίψεων. Θλιβομένη γὰρ ἡ ψυχὴ διὰ τῶν πειρασμῶν κινεῖται εἰς δάκρυα, τὰ δάκρυα δὲ καθαίροντα τὴν καρδίαν ποιοῦσιν αὐτὴν ναὸν καὶ καταγώγιον τοῦ Ἁγίου Πνεύματος.
Οὐδὲ γὰρ ἀρκεῖ ἡμῖν εἰς σωτηρίαν καὶ τελειότητα ἡ περιβολὴ μόνη τοῦ σχήματος καὶ ὁ ἔξω κόσμος τοῦ ἀνδριάντος, ἄλλ’ ὥσπερ τὸν ἔξω, οὕτω καὶ τὸν ἐντὸς ἡμῶν ἄνθρωπον κοσμῆσαι χρεὼν τῇ καταστολῇ τοῦ Πνεύματος καὶ ἐξ ὁλοκλήρου θῦσαι ἑαυτοὺς τῷ Θεῷ ψυχῇ τε καὶ σώματι, καὶ τῇ μὲν σωματικῇ γυμνασίᾳ γυμνάζειν τὸ σῶμα πρὸς τοὺς πόνους τῆς ἀρετῆς εἰς τὸ εὐτόνως ἐθίζεσθαι τοῖς κατὰ Θεὸν λυπηροῖς καὶ φέρειν γενναίως τὸ πικρὸν τῆς νηστείας, τὸ βεβιασμένον τῆς ἐγκρατείας, τὴν ἀνάγκην τῆς ἀγρυπνίας, τὴν ἅπασαν κακοπάθειαν, τῇ δὲ εὐσεβείᾳ τοῦ Πνεύματος παιδαγωγεῖν τὴν ψυχὴν εἰς τὸ φρονεῖν ἃ δεῖ φρονεῖν καὶ μελετᾶν ἀεὶ τὰ τῆς αἰωνίου ζωῆς, ταπεινόφρονά τε εἶναι, πραεῖαν, συντετριμμένην, κατανυκτικήν, πενθοῦσαν καθ’ ἑκάστην καὶ τὸ φῶς πρὸς ἑαυτὴν διὰ τῆς προσευχῆς ἐκκαλουμένην τοῦ Πνεύματος, ἃ καὶ προσγίνεσθαι ταύτῃ διὰ μετανοίας θερμοτάτης εἰώθασι, καθαιρομένῃ διὰ δακρύων πολλῶν ὧν ἄνευ οὐδὲ τὸν χιτῶνα ταύτης ἔξεστί ποτε καθαρθῆναι, οὐδὲ εἰς ὕψος αὐτὴν ἀναδραμεῖν θεωρίας.
Ὥσπερ γὰρ ἱμάτιον ἐκ βορβόρου ποθὲν καὶ κοπρίας εἰς βάθος μολυνθέν, ἄλλως καθαρθῆναι τοῦτο ἀμήχανον, εἰ μὴ διὰ πολλοῦ ὕδατος καὶ πολλῆς θλίψεως τῶν ποδῶν, οὕτω καὶ ὁ χιτὼν τῆς ψυχῆς ἐκ βορβόρου καὶ κοπρίας ἐφαμάρτων παθῶν μολυνθείς, ἄλλως ἀπορρυφθῆναι οὐ δύναται, εἰ μὴ διὰ πολλῶν δακρύων καὶ ὑπομονῆς τῶν πειρασμῶν τε καὶ θλίψεων. Δύο γὰρ οὐσῶν οὐσιωδῶς ἐν ἡμῖν ῥεύσεων ἐκ τοῦ σώματος—λέγω δὴ τῶν ἄνωθεν ἐπεισρεόντων δακρύων καὶ τῶν ἀπὸ τῶν γονίμων δυνάμεων—, καὶ τῶν μὲν μολυνόντων τὴν ψυχὴν παρὰ φύσιν καὶ νόμον κενουμένων, τῶν δὲ καθαιρόντων αὐτὴν ἐκ μετανοίας ῥεόντων, χρὴ τοὺς μεμολυσμένους τὴν ψυχὴν τῇ ἐφαμάρτῳ πράξει τῆς ἁμαρτίας καὶ τῇ ἐμπαθεῖ κινήσει τῆς καρδίας ἀλόγων ἐπιθυμιῶν μορφὰς ἐν ἑαυτοῖς ἐγχαράξαντας, διὰ πολλῶν καθαρθῆναι δακρύων καὶ τὸν χιτῶνα τῆς ψυχῆς καθαρώτατον κτήσασθαι. Ἄλλως γὰρ ἰδεῖν τὸν Θεόν, αὐτὸ τὸ φῶς ὃ φωτίζει παντὸς ἀνθρώπου καρδίαν ἐρχομένου διὰ μετανοίας πρὸς αὐτόν, ἀμήχανον, εἴπερ οἱ καθαροὶ τῇ καρδίᾳ ὁρῶσι Θεόν.
Σπουδάσωμεν οὖν, παρακαλῶ, πατέρες μου καὶ ἀδελφοὶ καὶ τέκνα, καθαρὰν κτήσασθαι τὴν καρδίαν ἐξ ἐπιμελείας τῶν τρόπων καὶ διηνεκοῦς ἐξομολογήσεως τῶν κρυπτῶν λογισμῶν τῆς ψυχῆς. Ἡ γὰρ συνεχῶς καὶ καθ’ ἑκάστην γινομένη παρ’ ἡμῶν ἐξομολόγησις τῶν τοιούτων, ἐκ μεταμέλου κινουμένη καρδίας, μετάνοιαν ἡμῖν τῶν πραχθέντων ἢ καὶ μελετηθέντων ἐργάζεται, ἡ δὲ μετάνοια κινεῖ τὸ δάκρυον ἐκ βαθέων ψυχῆς, τὸ δὲ δάκρυον καθαίρει τὴν καρδίαν καὶ μεγάλας ἁμαρτίας ἐξαφανίζει, ἀπαλειφομένων δὲ τούτων διὰ δακρύων ἐν παρακλήσει γίνεται ἡ ψυχὴ τοῦ Θείου Πνεύματος καὶ γλυκυτάτης κατανύξεως νάμασι καταρδεύεται, ἀφ’ ὧν καθ’ ἑκάστην πιαίνεται νοητῶς καὶ τρέφει τοῦ Πνεύματος τοὺς καρποὺς καὶ ἐν καιρῷ προσφόρως, ὡς πολύχουν σῖτον, αὐτοὺς ἀναδίδωσιν εἰς τροφὴν ἀδάπανον τῆς ψυχῆς καὶ εἰς ζωὴν αὐτῆς ἄφθαρτον καὶ αἰώνιον.
Ἐν τούτῳ δὲ διὰ σπουδῆς καλῶς καταντήσασα, οἰκειοῦται Θεῷ καὶ γίνεται οἶκος Τριάδος Θείας καὶ ἐνδιαίτημα, ὁρῶσα καθαρῶς τὸν ἑαυτῆς Ποιητὴν καὶ Θεὸν καὶ προσομιλοῦσα αὐτῷ καθ’ ἑκάστην, ἐξίσταται τοῦ σώματος καὶ τοῦ κόσμου καὶ τοῦ ἀέρος τούτου καὶ εἰς οὐρανοὺς οὐρανῶν ἀνερχομένη καὶ κουφιζομένη ταῖς ἀρεταῖς καὶ ταῖς πτέρυξι τῆς ἀγάπης τοῦ Θεοῦ, καταπαύει μετὰ πάντων δικαίων ἀπὸ τῶν πόνων αὐτῆς καὶ γίνεται ἐν ἀπείρῳ καὶ θείῳ φωτί, ἔνθα τῶν ἀποστόλων Χριστοῦ, τῶν μαρτύρων, τῶν ὁσίων καὶ πασῶν τῶν ἄνω δυνάμεων τὰ τάγματα συγχορεύουσι.
Τοιαύτης οὖν καὶ ἡμεῖς γενώμεθα καταστάσεως, ἀδελφοὶ ἐν Χριστῷ, ἵνα μὴ ἀπολειφθῶμεν τῶν πατέρων ἡμῶν τῶν ἁγίων, ἀλλ’ ἵνα διὰ σπουδῆς τῶν καλῶν καὶ ἐργασίας τῶν ἐντολῶν τοῦ Χριστοῦ εἰς ἄνδρα τέλειον φθάσωμεν, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Οὐδὲν γὰρ τὸ κωλῦον, εἰ μόνον θελήσομεν. Οὕτω γὰρ καὶ Θεὸν δοξάσομεν ἐν ἡμῖν αὐτοῖς καὶ Θεὸς παρ’ ἡμῶν εὐφρανθήσεται καὶ Θεὸν εὕρωμεν ἀπὸ τῆς παρούσης ἀναχωροῦντες ζωῆς, ὡς μέγαν κόλπον τοῦ Ἀβραὰμ ὑποδεχόμενον ἡμᾶς καὶ ἐπιθάλποντα ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.