Ἔργον
Συμεὼν ὁ Νέος Θεολόγος – Κατηχήσεις
Κατήχηση Ι': Περί αγιότητος και του οσίου Συμεών του Στουδίτου
Η μετοχή στο Άγιο Πνεύμα ως ουσία της αγιότητος και ο υποδειγματικός βίος του αγίου Συμεών έναντι της επίγειας δόξας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Κατήχηση Ι': Περί αγιότητος και του οσίου Συμεών του Στουδίτου
Η μετοχή στο Άγιο Πνεύμα ως ουσία της αγιότητος και ο υποδειγματικός βίος του αγίου Συμεών έναντι της επίγειας δόξας.
Περὶ μετοχῆς Πνεύματος Ἁγίου καὶ ἁγιωσύνης καὶ τελείας ἀπαθείας. Καὶ ὅτι ὁ ἀγαπῶν τὴν ἐξ ἀνθρώπων δόξαν οὐδὲν ἐκ τῶν λοιπῶν ἀρετῶν ὠφελεῖται, κἂν πάσας κατώρθωσε.
Λόγος Ιʹ. Ἀδελφοὶ καὶ πατέρες, οὐχ ὁρᾶτε πῶς οἱ τῷ ἐπιγείῳ βασιλεῖ παριστάμενοι, αὐτοί τε δόξαν ἡγοῦνται τοῦτο μεγάλην καὶ ἐναμβρύνονται ἐπὶ τούτῳ, καὶ παρὰ τῶν ἐν κόσμῳ ἀνθρώπων ζηλωτοὶ καθεστήκασιν; Εἰ οὖν ἐπὶ φθαρτοῖς οὗτοι καὶ ματαίοις οὕτω διάκεινται, πόσῳ μᾶλλον ἡμεῖς ὀφείλομεν, οἱ τῷ ἐπουρανίῳ βασιλεῖ στρατευθέντες καὶ τὴν ἐκείνου δουλείαν ἀναδεξάμενοι, χαίρειν καὶ εὐφραίνεσθαι ὅτι ὅλως εἰς ὑπηρεσίαν ἐκείνου καταταγῆναι κατηξιώθημεν καὶ εἰς λειτουργίαν τοῦ ὀνόματος αὐτοῦ προσεκλήθημεν; Εἰ δὲ καὶ τῆς κατὰ πρόσωπον αὐτοῦ θέας ἀξιωθείημέν ποτε καὶ μετὰ τῶν ἐνώπιον αὐτοῦ παρισταμένων καταταγείημεν, ποῖον οὐχ ὑπερβαίνει τοῦτο μακαριότητος ἔπαινον; Εἰ δὲ καὶ τῶν οἰκείων δούλων καὶ φίλων αὐτοῦ γένηταί τις καὶ ὁμιλίας καὶ φωνῆς ἀκούειν Δεσποτικῆς καταξιωθήσεται, ποῖος ἄρα νοῦς ἀνθρώπου, ποία δὲ γλῶσσα τῆς δόξης ταύτης καὶ τῆς ἀξίας τὸ μέγεθος διηγήσεται;
Εἰ γὰρ ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, τὰ ἀγαθὰ ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν, ὑπὲρ τὴν ἀνθρωπίνην κατάληψίν εἰσι καὶ ὑπὲρ πάντα τὰ ὁρώμενα ἀγαθά, πολλῷ μᾶλλον αὐτὸς ὁ ἑτοιμάσας ταῦτα Θεός· καὶ οὐ μόνον αὐτός, ἀλλὰ καὶ οἱ ἐκεῖνον αὐτὸν βλέπειν καὶ αὐτῷ παρίστασθαι καὶ ὁμιλεῖν καταξιωθέντες καὶ τῆς αὐτοῦ θεότητός τε καὶ δόξης κοινωνοὶ καὶ συμμέτοχοι γεγονότες, ὑπὲρ τὰ ἀγαθὰ τὰ ἑτοιμασθέντα αὐτοῖς παρὰ Θεοῦ πάντως γεγόνασιν, ὡς τὸν ἑτοιμάσαντα μᾶλλον αὐτὸν τὰ ἀγαθὰ Κύριον κληρωσάμενοι. Ὅτι δὲ γεγόνασι τοιοῦτοι καὶ μέχρι τοῦ νῦν γίνονται, οὐ λέγω μετὰ θάνατον μόνον, ἀλλὰ καὶ ἔτι ἐν τῷ παρόντι βίῳ διάγοντες, πᾶσα μὲν τοῦτο θεόπνευστος διδάσκει Γραφή, πάντες δὲ τοῦτο συμμαρτυροῦσι διὰ τῆς αὐτῶν πολιτείας οἱ ἅγιοι, μεθ’ ἅμα καὶ αὐτοῦ τοῦ μακαρίου πατρὸς ἡμῶν Συμεὼν τοῦ Στουδιώτου, οὗ καὶ τὴν μνήμην ἄγομεν σήμερον, καὶ οἱ τοὺς ἁγίους πάλιν διὰ λόγων ἐγκωμιάζοντες.
Οὗτος γὰρ ὁ ὁσιώτατος πατὴρ ἡμῶν Συμεών, οὗ καὶ τὸν βίον καὶ τὴν θεάρεστον αὐτοῦ πολιτείαν ἀνέγνωμεν, μέσον πόλεως καὶ μονῆς περιφανεστάτης ἐν μέσῳ, τοιοῦτον βίον ἤσκησε καὶ τοιαύτην ἀνεδείξατο πολιτείαν, ὡς μὴ μόνον τοὺς κατὰ τὴν γενεὰν αὐτοῦ λάμψαντας, ἀλλὰ καὶ τῶν παλαιῶν πατέρων πολλοὺς ὑπερβῆναι τῷ ὕψει τῶν ἀρετῶν καὶ τοῖς ὑπὲρ δύναμιν κατορθώμασι. Διὰ τοῦτο καὶ ἐπαίνων καὶ ἐγκωμίων πολλῶν ἀναφανεὶς ἡμῖν ἄξιος, ἐπαινεῖται καὶ μακαρίζεται καὶ ἐγκωμιάζεται ἡμῖν κατὰ δύναμιν.
Ἅπας γὰρ ὁ τῶν ἁγίων ἔπαινος καὶ μακαρισμὸς διὰ τῶν δύο τούτων συνίσταται, διά τε τῆς ὀρθοδόξου πίστεως καὶ τοῦ ἐπαινετοῦ βίου, καὶ διὰ τῆς δωρεᾶς τοῦ Ἁγίου Πνεύματος καὶ τῶν χαρισμάτων αὐτοῦ. Τοῖς γὰρ δυσὶ τούτοις τὸ τρίτον συνέπεται. Ἐν γὰρ τῷ βιῶσαί τινα καλῶς τε καὶ θεοφιλῶς μετὰ φρονήματος ὀρθοδόξου καὶ ἐν τῷ χαριτωθῆναι ἀπὸ Θεοῦ καὶ δοξασθῆναι διὰ τῆς τοῦ Πνεύματος δωρεᾶς, συνέπεται αὐτῷ ὁ ἔπαινος καὶ ὁ μακαρισμὸς παρὰ πάσης τῆς ἐκκλησίας τῶν πιστῶν καὶ παρὰ πάντων τῶν διδασκάλων αὐτῆς. Πίστεως δὲ καὶ ἔργων ἀνελλιπῶς μὴ καταβληθέντων ἀδύνατόν ἐστι τὴν παρουσίαν γενέσθαι ποτὲ τοῦ προσκυνητοῦ καὶ θείου Πνεύματος καὶ τὴν δωρεὰν αὐτοῦ λαβεῖν τινα τῶν ἀνθρώπων. Τούτου δὲ μὴ παραγενομένου ἐν τῷ ἀνθρώπῳ, μηδὲ γνωστῶς ἐνοικήσαντος ἐν αὐτῷ, ἀνοίκειον πάντῃ πνευματικὸν αὐτὸν ὀνομάζεσθαι. Ὁ δὲ μὴ πνευματικὸς γεγονώς, πῶς ἔσεται ἅγιος; ὁ δὲ μὴ ἅγιος γεγονώς, διὰ ποῖον ἄλλο ἔργον ἢ πρᾶξιν μακαρισθήσεται εἰ ἡ μακαριότης Θεός ἐστιν; ὁ δὲ τοῦ Θεοῦ μὴ μετασχών, μᾶλλον δὲ ὁ μὴ αὐτὸν ὅλον ἔχων ἐν ἑαυτῷ, πῶς μακάριος δοκεῖ μοι;
Οὐδαμῶς. Ἥλιος γὰρ ἄνευ φωτός, πῶς ἂν λεχθείη ἥλιος; καὶ ἄνθρωπος δίχα τῆς τοῦ Παναγίου Πνεύματος μετουσίας, πῶς ἂν κληθείη ἅγιος; «Γίνεσθε γάρ, εἶπεν ὁ Κύριος, ἅγιοι, ὅτι ἐγὼ ἅγιός εἰμι», εἰς τὴν διὰ τῶν ἔργων ἡμᾶς μίμησιν, τοὺς ἐν ἁμαρτίαις ἐξεταζομένους, ὁ εὔσπλαγχνος οἱονεὶ προτρεπόμενος καὶ λέγων· «Ἀπόστητε τῶν κακῶν καὶ πάντα τὰ καλὰ διαπράξασθε, πᾶσαν ἀρετὴν κατὰ τὸ ὑμῖν δυνατὸν μετέλθετε καὶ ὅσον ἐφικτὸν ὑμῖν ἅγιοι γίνεσθε, εἴπερ ἄρα καὶ κοινωνίαν ἔχειν βούλεσθε μετ’ ἐμοῦ. Ἐγὼ γὰρ ἅγιός εἰμι, τουτέστι καθαρὸς καὶ ἀμόλυντος. Ταῦτά μοι φυσικῶς πρόσεστιν, ὑμεῖς δὲ ἐν τῇ ἐργασίᾳ τῶν ἐντολῶν ἀπὸ τοῦ μολυσμοῦ τῶν ἁμαρτιῶν ἀπεχόμενοι καὶ μέτοχοί μου τῇ τοῦ Πνεύματος γενόμενοι χάριτι, τότε καὶ ὑμεῖς ἅγιοι ἔσεσθε.» Τοῦτο γὰρ δηλοῖ τὸ «γίνεσθε».
Γίνεται τοίνυν ἐν τῇ ἀποχῇ τῶν κακῶν καὶ ἐν τῇ ἐργασίᾳ τῶν ἀγαθῶν ὁ ἄνθρωπος ἅγιος, οὐχ’ ὡς δι’ ἔργων πάντως ἁγιαζόμενος—οὐ γὰρ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα ψυχή—, ἀλλ’ ὡς τῷ Ἁγίῳ Θεῷ διὰ τῆς τῶν τοιούτων πράξεων ἐργασίας προσοικειούμενος. Τοῦτο δὲ πρὸς τοὺς ἤδη λαβόντας τὴν τοῦ Πνεύματος χάριν εἰπεῖν τὸν Κύριον μᾶλλον πείθομαι, ὃς καὶ παραγγέλλων μὴ θαρρεῖν τῇ δωρεᾷ καὶ διὰ ῥαθυμίας ἐπιστρέφειν πρὸς τὰ κακά, οἱονεί πως ἔλεγε· «Μὴ τῇ ἀργίᾳ σεαυτὸν ἐκδῷς, ὦ πνευματικὲ σύ, ὁ τὴν χάριν λαβὼν τοῦ Ἁγίου Πνεύματος καὶ διὰ ταύτης ἐμέ.
Ἡ γὰρ ἀργία τίκτει τὴν πονηρίαν, ἡ δὲ πονηρία πᾶν εἶδος κακίας ἀπογεννᾷ. Τῇ οὖν καθημερινῇ ἐργασίᾳ τῶν ἐντολῶν γίνου ἅγιος, εἴπερ ἐμέ, φησί, βούλει ἐν σοὶ εἶναι καὶ μετὰ σοῦ καὶ σὲ ἐν ἐμοὶ καὶ σὺν ἐμοί.» Ἐπειδὴ δὲ ἀεικίνητον πρᾶγμα ὁ νοῦς ὅλως ἀργεῖν μὴ δυνάμενον, δέον ἐμφρόντιδα τοῦτον εἶναι καὶ σπουδαῖον εἰς τὴν ἐργασίαν τῶν ἐντολῶν τοῦ Θεοῦ. Οὕτω γὰρ καὶ ὁ βίος ἅπας ὁ τῶν ἀνθρώπων μεμεριμνημένος τίς ἐστι καὶ ἔμφροντις καὶ σχολὴν ἔχειν ἐκ πάντων οὐ δύναται, εἰ καὶ πολλοὶ τοῦτο ποιῆσαι ὑπὲρ τὴν ἑαυτῶν ἰσχὺν καὶ δύναμιν ἠγωνίσαντο, ἀλλὰ καὶ ἐξ ἀρχῆς τοιοῦτος ἐκτίσθη ὁ ἄνθρωπος· ἐργάζεσθαι γὰρ καὶ φυλάσσειν ἐν τῷ παραδείσῳ ὁ Ἀδὰμ προσετάγη καὶ φυσική τις ἐν ἡμῖν ὑπάρχει τῆς ἐργασίας ἡ πρὸς τὰ καλὰ κίνησις.
Οἱ οὖν τῇ ἀργίᾳ καὶ ῥαθυμίᾳ ἑαυτοὺς ἐκδιδόντες, οἷοι δ’ ἂν καὶ εἶεν πνευματικοὶ καὶ ἅγιοι, εἰς τὴν παρὰ φύσιν ἐμπάθειαν ἑαυτοὺς ἐπιρρίπτουσιν. Ὥσπερ γὰρ πηγὴ ἀεννάως τὸ ὕδωρ ἐκβλύζουσα, μικρὸν παυσαμένη ἀφανίζεται καὶ εἰς τὸ μὴ εἶναι πηγὴ ἀλλὰ λάκκος μεθίσταται, οὕτω καὶ ὁ ἀεὶ τῇ ἐργασίᾳ τῶν ἐντολῶν ἑαυτὸν καθαίρων καὶ ἐκ τοῦ Θεοῦ καθαιρόμενος καὶ ἁγιαζόμενος, ἐὰν μικρὸν τῆς ἐργασίας ἐκπέσῃ, κατὰ ἀναλογίαν ἐκπίπτει τῆς ἁγιότητος. Ὁ δὲ καὶ ἁμαρτίᾳ μιᾷ ἐν γνώσει συναπαγόμενος ὅλος ἐκπίπτει τῆς καθαρότητος, καθάπερ καὶ ἀγγεῖον ὕδατος μικρᾷ κόπρῳ καθόλου μιαίνεται. Οὐ λέγω ἁμαρτίαν τὴν ἐπιτελουμένην μόνον διὰ τοῦ σώματος, ἀλλὰ καὶ τὰ ἄλλα πάθη τὰ ἔνδοθεν καὶ ἐν ἡμῖν ἀοράτως τελούμενα δι’ ἡμῶν. Καὶ μὴ ἀπιστήσητέ μοι λέγοντι, ἀδελφοί, τοῦτο δὲ γινώσκοντες ἔσεσθε, ὅτι εἰ πᾶσαν ἀρετὴν ἐξασκήσομεν καὶ θαύματα ἐκτελέσομεν, εἰ μηδὲν ἢ μικρὸν ἢ μέγα τῆς ἐντολῆς παραλείψομεν, μόνην δὲ τὴν ἐξ ἀνθρώπων δόξαν ποθήσομεν καὶ ταύτην κἂν ὁπωσοῦν δι’ ἐπιτηδευμάτων ζητήσομεν καὶ πρὸς τὸ λαβεῖν ταύτην σπεύσομεν, τῶν ἄλλων ἁπάντων τὸν μισθὸν ἐστερήθημεν. Τὴν τῶν ἀνθρώπων γὰρ δόξαν λαμβάνοντες καὶ τὴν τοῦ Θεοῦ μὴ προκρίνοντες, ὡς εἰδωλολάτραι κρινόμεθα, λατρεύοντες τῇ κτίσει παρὰ τὸν κτίσαντα.
Ἀλλὰ καὶ διδομένην τὴν ἐπίγειον δόξαν, ὁ μεθ’ ἡδονῆς καὶ χαρᾶς ταύτην ἀποδεξάμενος καὶ ἐν ταύτῃ ἐναμβρυνόμενος καὶ τῇ καρδίᾳ ἐνευφραινόμενος, ὡς πόρνος κατακριθήσεται. Ὅμοιος γάρ ἐστιν ὁ τοιοῦτος ἀνθρώπῳ παρθενεύειν προαιρουμένῳ καὶ τὴν τῶν γυναικῶν συνουσίαν ἀπηρνημένῳ καὶ πρὸς μὲν αὐτὰς μὴ αὐτομολοῦντι, μήτε μετ’ αὐτῶν διάγειν ἐπιθυμοῦντι, ἀπερχομένης δὲ πρὸς αὐτὸν μιᾶς τινος γυναικός, μεθ’ ἡδονῆς εὐθὺς ἀποδεχομένῳ καὶ τὴν τῆς μίξεως ἡδονὴν ἐκπληροῦντι. Τοῦτο δὲ ἄρα καὶ ἐπὶ πάσης ἄλλης ἐπιθυμίας καὶ ἐπὶ παντὸς πάθους συμβαίνει γίνεσθαι. Εἴτε γὰρ φθόνῳ, εἴτε φιλαργυρίᾳ ἢ ζήλῳ ἢ ἔριδι ἤ τινι ἑτέρᾳ κακίᾳ ἑκουσίως ἑαυτόν τις ἐκδῷ, τοῦ στεφάνου τῆς δικαιοσύνης οὐκ ἐπιτεύξεται. Δίκαιος γὰρ ὢν ὁ Θεός, ἀδίκους ἔχειν συγκοινωνοὺς οὐκ ἀνέχεται καὶ καθαρὸς ὤν, ἀκαθάρτῳ οὐ συμμιαίνεται καὶ ἀπαθὴς ὑπάρχων, τοῖς ἐμπαθέσιν οὐ συναυλίζεται καὶ ἅγιος ὤν, εἰς κεχραμμένην ψυχὴν καὶ πονηρὰν οὐκ εἰσέρχεται.
Πονηρὸς δέ ἐστιν ὁ τοῦ πονηροῦ σπορέως τὸν κόκκον ὑποδεξάμενος ἐν τῇ καρδίᾳ αὐτοῦ καὶ καρποφορῶν ἀκάνθας καὶ τριβόλους τῆς ἁμαρτίας τῷ διαβόλῳ, τὰ τοῦ αἰωνίου πυρὸς ὑπεκκαύματα, ἅτινά ἐστι φθόνος, μῖσος, μνησικακία, ζῆλος, ἐρίθεια, οἴησις, κενοδοξία, ὑπερηφανία, δόλος, περιέργια, διαβολὴ καὶ εἴτι διὰ σαρκὸς πάθος ἀπόπτυστον καθ’ ἡδονὴν ἐκτελεῖται καὶ κοινοῖ τὸν ἐντὸς ἡμῶν ἄνθρωπον κατὰ τὴν τοῦ Κυρίου φωνήν.
Ἀλλὰ μὴ γένοιτο ἡμᾶς, ἀδελφοί, τοιαῦτά ποτε καρποφορῆσαι ζιζάνια, δεξαμένους ἐκ ῥαθυμίας τὸν σπόρον τοῦ πονηροῦ ἐν ταῖς καρδίαις ἡμῶν. Γένοιτο δὲ εἰς τριάκοντα καὶ ἑξήκοντα καὶ ἑκατὸν καρποφορῆσαι Χριστῷ τὰ διὰ τοῦ Πνεύματος ἐν ἡμῖν γεωργούμενα, ἅ ἐστιν ἀγάπη, χαρά, εἰρήνη, χρηστότης, ἀγαθωσύνη, μακροθυμία, πίστις, πραότης, ἐγκράτεια, τραφῆναί τε τὸν ἄρτον τῆς γνώσεως καὶ αὐξηθῆναι ταῖς ἀρεταῖς καὶ καταντῆσαι εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ᾧ πρέπει πᾶσα δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.