Ἔργον
Συμεὼν ὁ Νέος Θεολόγος – Κατηχήσεις
Κατήχηση ΙΒ': Περί εγκρατείας, υπομονής και σιωπής
Η ισόβια άσκηση της εγκρατείας, η εμπιστοσύνη στη θεία πρόνοια και η θέσπιση κανόνων κατά της αργολογίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Κατήχηση ΙΒ': Περί εγκρατείας, υπομονής και σιωπής
Η ισόβια άσκηση της εγκρατείας, η εμπιστοσύνη στη θεία πρόνοια και η θέσπιση κανόνων κατά της αργολογίας.
Ἀμήν. Περὶ ἐγκρατείας καὶ ὑπομονῆς εἰς τὴν ἐργασίαν τῶν ἀρετῶν ἐν τῷ καιρῷ τῆς νηστείας. Καὶ περὶ σιωπῆς. Καὶ ὅπως δεῖ ἐν πάσῃ τῇ νηστείᾳ διάγειν τοὺς ἀγωνιζομένους ἐν ἀληθείᾳ.
Λόγος ΙΒʹ. Ἀδελφοὶ καὶ πατέρες, ἐγὼ μὲν καὶ τῇ ψυχῇ καὶ τῷ σώματι ἐκ πλημμελοῦς καὶ ῥαθύμου προαιρέσεώς τε καὶ διαθέσεως ἀεὶ ἀσθενῶν, σιωπᾶν ἐβουλόμην καὶ μόνα τὰ κατ’ ἐμαυτὸν ἐπισκέπτεσθαι, ἕως ἄν μοι τὰ τοῦ χείρονος ἡττήθη καὶ τῷ κρείττονι λογισμῷ καθυπετάγη καὶ ὅλως ἀπήλαυσα τῆς εἰρήνης τοῦ πνεύματος, ἐλευθερωθεὶς τῆς ὀχλήσεως τοῦ χοϊκοῦ καὶ γεώδους φρονήματος καὶ εἰσελθὼν εἰς τὸν λιμένα τῆς μακαρίας ἡμῶν ἀναπαύσεως. Ἀλλ’ ἐπεὶ εἰς κεφαλὴν τοῦ σώματος ὑμῶν τοῦ ἁγίου παρ’ ὑμῶν ἐξελέγην, ἀνάγκη μοί ἐστι τοῦ παρακαλεῖν τὴν ἀγάπην ὑμῶν, ἐπειδὴ ἡ σωτηρία τῆς ὑμῶν ἀδελφότητος παραμυθεῖταί με, ὅτι καὶ ἐμοῦ ἀσθενοῦντος κατὰ ψυχήν, ὑμεῖς ταῖς εὐχαῖς τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν διασῴζεσθε. Τοίνυν καὶ μὴ διᾶραι στόμα οἷός τε ὤν, μόλις κἂν γράψαι τὸν λόγον ἴσχυσα καὶ προϋπομνῆσαι τὴν ὑμῶν ἀδελφότητα, ἐν παρακλήσει πολλῇ τῆς ὑμετέρας ἀγάπης δεόμενος ἵνα, ὡς ἀληθινοὶ δοῦλοι Χριστοῦ καὶ φιλάδελφοι, εὔχησθε ὑπὲρ τῆς ἐμῆς ἀθλιότητος, ὡς ἂν καὶ αὐτὸς ἐγὼ μεθ’ ὑμῶν σῴζωμαι καὶ τὴν ὁδὸν ὁδεύων τῶν ἐντολῶν τοῦ Θεοῦ, καὶ ὑμῖν τοῖς ἀγαπητοῖς μου ἀδελφοῖς συναυλίζωμαι.
Παρακαλῶ οὖν ὑμᾶς καὶ δέομαι ὑμῶν ἐν Χριστῷ Ἰησοῦ προσέχειν ἑαυτοῖς καὶ ἕκαστον φρονεῖν εἰς τὸ σωφρονεῖν καὶ μὴ φρονεῖν παρ’ ὃ δεῖ φρονεῖν, μηδὲ τὸν ἀμελῆ μου καὶ μετέωρον βίον ὁρᾶν, ἀλλὰ τοῖς ἴχνεσιν ἐξακολουθεῖν τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ καὶ ἀποδοῦναι χρεωστοῦμεν τὴν ἀπολογίαν ὡς δικαίῳ καὶ ἀπαραλογίστῳ κριτῇ. Δότε μοι ταύτην τὴν καύχησιν, ὅτι μόνος ἐγὼ εἰς ᾅδου κατενεχθεὶς διὰ τῆς ἀμελείας μου βάραθρον, ὑμᾶς μέγα βοήσας τῆς παγίδος ἐξήρπασα, καὶ εἰ πολλὰ χρεωστῶ θρηνῆσαι τὴν ῥαθυμίαν μου, ἀλλ’ ἀρκοῦμαι καὶ μόνον βλέπων ὑμᾶς ὑψουπετομένους καὶ ὑπεράνω τῶν βρόχων τοῦ διαβόλου. Φυλάξατε τοιγαροῦν πάσας ἀπαραλείπτως τὰς ἐντολὰς τοῦ Θεοῦ, ἀγαπητοί, ἵνα σῴζησθε ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὡς στρουθίον ἐκ παγίδος.
Πρώτη δὲ ἐντολή ἐστι τὸ ἀγαπᾶν ἐξ ὅλης ψυχῆς τὸν Θεὸν καὶ ἀλλήλους, ὡς αὐτὸς ὁ Θεὸς τὸν κόσμον ἠγάπησεν. Ἡ δὲ ἀληθὴς ἀγάπη ἐν τούτοις γνωριζομένη χαρακτηρίζεται· ἐν τῷ μὴ φυσιοῦσθαι, ἐν τῷ μὴ κατεπαίρεσθαι, μηδὲ ζηλοῦν τὸν ἀδελφόν, ἀλλὰ ζηλοῦν τὸ καλόν, ἐν τῷ μὴ περπερεύεσθαι, μὴ γογγύζειν, μὴ παίζειν, μηδὲ γελᾶν, μηδὲ δικάζεσθαι περὶ μικροῦ ἢ μεγάλου, τὸ σύνολον, πράγματος, ἐν τῷ μὴ κορέννυσθαι μὴ μόνον βρωμάτων καὶ ἐδεσμάτων, ἀλλ’ εἰ δυνατὸν μήτε ὕδατος, καὶ μᾶλλον ἐν ταῖς παρούσαις ἡμέραις τῶν νηστειῶν, ἐν αἷς ὁ σπουδαίως καὶ ἐμπόνως μετανοῶν, τοῦ χρόνου παντὸς τῶν ἁμαρτημάτων αὐτοῦ λαμβάνει τὴν ἄφεσιν ἄνωθεν κατὰ τὴν θείαν Γραφήν. Οἴδατε γὰρ ὅτι ἡ θέρμη τῆς μετανοίας καὶ ἐκ βάθους καρδίας ἀναπεμπομένων δακρύων ἡ ζέσις δίκην πυρὸς ἀναχωνεύει καὶ καταφλέγει τὸν ῥύπον τῆς ἁμαρτίας καὶ τὴν μολυνθεῖσαν ψυχὴν καθαρὰν ἀπεργάζεται· οὐ μόνον δέ, ἀλλὰ καὶ φωτὸς χύσιν διὰ τῆς τοῦ Πνεύματος ἐπιδημίας δαψιλῶς αὐτῇ καὶ φιλοτίμως χαρίζεται, ὡς ἐντεῦθεν γίνεσθαι αὐτὴν μεστὴν ἐλέους καὶ καρπῶν ἀγαθῶν. Ταύτῃ τοιγαροῦν χρησώμεθα, δέομαι, καὶ ἐν ταύτῃ τῇ τρίτῃ τῶν νηστειῶν ἑβδομάδι, πατέρες καὶ ἀδελφοί, καὶ ἐν ταῖς μετ’ αὐτήν, θέρμην ἐπὶ θέρμῃ καὶ σπουδὴν ἐπὶ σπουδῇ προστιθέντες τὸ καθ’ ἡμέραν, ἕως οὗ φθάσωμεν εἰς τὴν Κυρίαν τοῦ Πάσχα, λελαμπρυσμένοι τὰς ψυχὰς ὁμοῦ καὶ τὰ σώματα.
Ἰδοὺ γάρ, ὡς ὁρᾶτε, ὅτι Θεοῦ βοηθείᾳ καὶ τοῦτο τὸ στάδιον τῆς δευτέρας τῶν νηστειῶν ἑβδομάδος εὐψύχως καὶ μετὰ ζεούσης τῆς προθυμίας διήλθομεν. Μαρτυρῶ γὰρ ὑμᾶς μηδὲν ὑστερηκέναι τῶν τῆς νηστείας καλῶν, ἀλλὰ καὶ παννύχους τὰς ψαλμωδίας μετὰ πάσης προσοχῆς πεποιήκατε καὶ τὴν ἐγκράτειαν εὔτονον τετηρήκατε καὶ τηρεῖτε, τοῖς παρατιθεμένοις λαχάνοις καὶ ὀσπρίοις ἀρκούμενοι. Ἐγὼ δέ τινας ἐξ ὑμῶν ἐπίσταμαι, καὶ αὐτῶν τῶν εὐτελῶν τῆς τραπέζης βρωμάτων, συντετριμμένῳ τῷ πνεύματι καὶ ταπεινῷ τῷ φρονήματι καθεζομένους ἐν ταύτῃ μέσον ὑμῶν, ἀπεχομένους, ἀναξίους ἑαυτοὺς ἡγουμένους τῆς αὐτῶν μεταλήψεως. Πρὸς τούτοις, ἑαυτοῖς καὶ τοῖς ἐργοχείροις ὑμῶν προσέχοντες, ἀπαρρησίαστοι μετὰ σιωπῆς μεμενήκατε, ὅλοι κατανύξεως τὴν ψυχὴν δακρύων πεπληρωμένοι, εὐχῶν, δεήσεων, κόπου πνευματικοῦ ἐκ τῶν συνεχῶς γινομένων γονυκλισιῶν καὶ τὴν καλὴν ἀλλοίωσιν ἠλλοιώθητε, ἀσκητικωτάτην καὶ ὡραίαν τὴν ὄψιν κτησάμενοι.
Νῦν οὖν ἐπεὶ πρὸς τὸ ἑξῆς ἀποδύσασθαι μέλλομεν τῆς νηστείας, ἀγωνισώμεθα, παρακαλῶ, τηρῆσαι καὶ ἐν ταύτῃ τῇ ἱερᾷ ἑβδομάδι τῆς καλλίστης νηστείας τὸν νόμον καὶ τὸν ἴσον θέσθαι ταῖς προλαβούσαις ἀγῶνα, ἐπειδὴ πολλῆς ἡμῖν χρεία τῆς νήψεως, πολλῆς τῆς σπουδῆς, ἵνα μὴ ὡς οἱ βιωτικοὶ καὶ ἡμεῖς τὰς ἡμέρας ἡμῶν διανύσωμεν. Οἴδατε γὰρ ὅτι, τῆς πρώτης παρελθούσης ἑβδομάδος, τὴν ἁγίαν ἐκεῖνοι τεσσαρακοστὴν διελθεῖν οἴονται ἅπασαν· καὶ οὐ μόνον τοῦτο ὑπολαμβάνουσιν, ἀλλὰ καὶ διαρρήδην πρὸς ἀλλήλους καὶ πρὸς ἅπαντας λέγουσιν. Ἡμῖν δέ, ἀδελφοί μου, φόβος καὶ φόβων ὁ μέγιστος, μήπως ὡς οὗτοι καὶ ἡμεῖς ὑπολάβωμεν καὶ πρὸς ἀλλήλους διαλεξώμεθα καὶ ἀρνηταὶ φανῶμεν τοῦ ἐπαγγέλματος. Οὐ μόνον γὰρ ἡμῖν τοῖς φεύγουσι τὸν κόσμον καὶ σταυρωθεῖσιν αὐτῷ καὶ ἀνατεθεῖσιν ὁλικῶς Θεῷ ὁ παρὼν καιρὸς εἰς ἐγκρατείας νόμον ἐδόθη, ἀλλὰ καὶ ὅλος ὁ βίος τῆς παρούσης ἡμῶν ζωῆς, ἐφ’ ᾧ καὶ ἀπαραιτήτως χρεωστοῦμεν ἐγκρατεύεσθαι.
Πῶς δὲ οὐ χρεωστοῦμεν τοῦτο ποιεῖν ἐν παντὶ τῷ χρόνῳ, οἱ πεινᾶσαι καὶ διψῆσαι καὶ γυμνητεῦσαι καὶ πάντα παθεῖν καὶ ἐν χαρᾷ ὑπενεγκεῖν συνταξάμενοι, καὶ μᾶλλον ἄρτι ἐν τῷ καιρῷ τῶν ἀγώνων τῆς τεσσαρακοστῆς; Εἰ δὲ οὐχ’ οὕτω ποιεῖν βουλόμεθα ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν τῆς ζωῆς, ἀλλὰ γελᾶν καὶ ἀργολογεῖν καὶ παίζειν καὶ ἀντιλέγειν θέλομεν, τί διαφέρομεν τῶν ἀπίστων καὶ ἐθνικῶν ἀνθρώπων;
Ὄντως οὐδέν. Εἰ γὰρ τὸ ἐπιζητεῖν καὶ μεριμνᾶν περὶ ἄρτου καὶ οἴνου καὶ ἱματίου ὁμοίους ἡμᾶς τῶν ἐθνικῶν ἀπεργάζεται, τίνων ἴσους ποιήσουσιν ἡμᾶς τὰ εἰρημένα, αἰσχρότερα τούτων ὄντα καὶ ἐφαμαρτότερα; Οὐχὶ πληρωθήσεται ἐφ’ ἡμῶν τὸ ὑπὸ τοῦ προφήτου εἰρημένον· «Παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς»;
Πειθαρχήσωμεν, ἀδελφοί, τῷ βοῶντι καθ’ ἑκάστην πρὸς ἡμᾶς Θεῷ καὶ λέγοντι διὰ τῶν ἀποστόλων αὐτοῦ· «Οὔτε ἐὰν φάγωμεν περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα», καὶ πάλιν· «Μὴ μεριμνήσητε τῇ ψυχῇ ὑμῶν τί φάγητε ἢ τί πίητε ἢ τί ἐνδύσησθε, ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.» Ἵνα δὲ μὴ ἔχῃ τις λέγειν· «Ἐὰν βραδύνῃ τοῦ δοῦναι καὶ οὐκ ἔχω τι φαγεῖν, τί ποιήσομαι;» —«Τὰ πετεινά, εἶπε, βλέπετε τοῦ οὐρανοῦ, πῶς οὐ σπείρει, οὐδὲ θερίζει, οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά», καὶ ἐπάγων φησίν· «Οὐχὶ πολλῶν στρουθίων διαφέρετε ὑμεῖς, ὀλιγόπιστοι;» Ὡς ἂν δὲ μὴ γογγύζωμεν, ὀλιγοψυχοῦντες ἕνεκεν βρώματος ἢ πόματος, διαρρήδην βοᾷ πρὸς ἡμᾶς· «Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.» Εἰ οὖν πιστεύεις Χριστῷ καὶ ἀψευδῆ τοῦτον εἶναι ὁμολογεῖς, ὅτε πεινάσεις ἢ διψήσεις καὶ οὐκ ἔχεις τι τοῦ φαγεῖν ἢ πιεῖν, ζητήσεις δὲ τὸν κελλαρίτην ἄρτον ἢ οἶνον ἢ βρώσιμόν τι καὶ οὐ παρέξει σοι ὑπὸ δουλειῶν ἐμποδιζόμενος ἴσως, ἐνθυμήθητι μνησθεὶς τῶν τοῦ Κυρίου λόγων καὶ εἶπον πρὸς ἑαυτόν· «Πεινῶ μὲν καὶ διψῶ, ἀλλ’ ὑπομένων ὑπομείνω τὸν Κύριον καὶ αὐτὸς ποιήσει κατὰ τὴν ἀσθένειάν μου καὶ οὐκ ἐγκαταλείψει με.»
Καὶ οὕτως ὑπόμεινον, ἀδελφέ, καὶ πολὺν ἕξεις τὸν μισθὸν παρὰ τῷ Θεῷ. Ἀλλὰ καὶ ἐπὶ πᾶσιν ἄλλοις τοῖς ὑπαντῶσί σοι πειρασμοῖς οὕτω ποίει καὶ θαυμαστωθήσῃ ἔν τε τῇ παρούσῃ ζωῇ καὶ ἐν τῇ μελλούσῃ μετὰ τῶν ἁγίων καταταγήσῃ μαρτύρων. Πόσοι τῶν ἐν Χριστῷ ἡμῶν ἀδελφῶν ἐπιθυμοῦσι πολλάκις, ἐν μιᾷ κατακείμενοι γονίᾳ, καὶ αὐτοῦ τοῦ ψυχροῦ ὕδατος καὶ εὐχαριστοῦσιν ἴσως τῷ Θεῷ καὶ οὐδὲν ἀγανακτοῦντες λέγουσι βλάσφημον, ἡμεῖς δὲ Θεοῦ χάριτι διὰ τῶν πλουσίων αὐτοῦ δωρεῶν πᾶσαν τὴν χρείαν τοῦ σώματος ἀνελλιπῆ ἔχομεν καὶ περισσὸν ἔχομεν.
Ὅταν οὖν τις ἐξ ἡμῶν μηδὲν ὅλως ἔχῃ, γογγύσῃ δέ, κατακρίνεται ὡς μὴ ἔχων ὑπομονήν· ὅταν δὲ καὶ πολὺ ἔχῃ, ἐπὶ δὲ τῇ τοῦ ὀλίγου στερήσει φιλονεικίας καὶ μάχας ἐγείρῃ, ἔτι δὲ καὶ βλάσφημα φθέγγεται ῥήματα, ποίας ὁ τοιοῦτος συγγνώμης ἄξιος ἔσται; Ἀλλὰ ταῦτα λέγων, οἶδα ὅτι ἐμαυτὸν κατακρίνω καὶ ἔσονται οἱ λόγοι μου τάχα εἰς κατάκρισίν μου καὶ ἔλεγχον. Ὅμως ἔστωσαν, ἀξιῶ, καὶ εἰς ὑμετέραν ὑπόμνησιν.
Τοιγαροῦν καὶ ἀναμνημονεύοντες τῆς ὠφελείας τῶν παρελθουσῶν ἡμερῶν τῆς νηστείας, πῶς αὐτὰς καὶ μεθ’ ὅσης τῆς σπουδῆς καὶ τῆς θέρμης διήλθετε, οὕτω καὶ πᾶσαν, δέομαι, τὴν ἁγίαν τεσσαρακοστὴν σπουδάσατε διελθεῖν, ἀναλογιζόμενοι τὴν καλὴν ὑμῶν ἀναστροφήν, οἵαν εὐλάβειαν, οἵαν ταπείνωσιν, ἀλλὰ σιωπήν, ἀλλὰ σπουδὴν εἴς τε τὸν κανόνα τῆς θείας συνάξεως καὶ εἰς τὸ ἐργόχειρον ὑμῶν ἕκαστος εἴχετε. Ναί, παρακαλῶ, μὴ ἐπιλάθησθε τῆς παθοκτόνου νηστείας, τῆς καθαρτικῆς ἐγκρατείας καὶ τὰ αὐτὰ ποιεῖν μὴ κατοκνήσητε, ἀδελφοί, ἀλλ’ εἰ καὶ βρωμάτων ἐναλλαγὴ γενέσθαι πολλάκις συμβῇ καί ποθεν τύχοιτε παρακλήσεως, τὴν γνώμην ἦτε ἀσάλευτοι καὶ τὴν κατάστασιν ἀμετάβλητοι, μᾶλλον μὲν οὖν πλεῖον τῆς συνήθους φαγόντες τροφῆς, περισσοτέρως καὶ εἰς τὸ ἔργον τοῦ Θεοῦ κοπιᾶσαι σπουδάσατε, ὅπως μὴ γένηται ὑμῖν, ἀντὶ εὐχαριστίας καὶ κέρδους, ῥαθυμίας καὶ ζημίας οὐ τῆς τυχούσης ἡ παράκλησις πρόξενος. Ναί, ἀδελφοί μου, νήψατε καὶ καθὼς εἶπον ὑμῖν, κατὰ τὴν παρελθοῦσαν ἑβδομάδα καὶ τὴν εἰσιοῦσαν ταύτην ἐκτὸς βρώματος ἰχθύων κρατήσατε καὶ ἐν φόβῳ Θεοῦ ἀναστρέφεσθε, μὴ καταλιμπάνοντες τὰς διακονίας ὑμῶν καὶ τὰ ἐργόχειρα καὶ ὧδε κἀκεῖσε περιπατοῦντες καὶ μετεωριζόμενοι καὶ ἐκδότους ἑαυτοὺς ποιοῦντες τῷ τῆς ἀκηδίας δαίμονι.
Ἀλλ’ εἴ πού τις ἐξ ὑμῶν διερχόμενος ἕτερον ἱστάμενον ἢ καθήμενον εὕρῃ τῶν ἀδελφῶν, σπουδαίως διερχόμενος βαλέτω μετάνοιαν, καὶ ἴσως ἔλθῃ καὶ ὁ ἀργὸς εἰς συναίσθησιν καὶ ἀφ’ ἑαυτοῦ κἀκεῖνος ἐντραπεὶς ἐπὶ τὸ ἔργον ἐλεύσεται καί, οὕτως ἕκαστος ὑμῶν ποιῶν, ἐκφύγητε τὸ τῆς ἀργίας καὶ ἀργολογίας κατάκριμα.
Οὐκ ἀκούετε τί Ζωσιμᾶς ὁ μακάριος ἐκεῖνος λέγει, ὁ τῆς ὁσίας Μαρίας τὸν βίον ἐξηγησάμενος, περὶ τῶν ἁγίων ἀνδρῶν ἐκείνων, τῶν ἐν τῇ μονῇ ἐν ᾗ κἀκεῖνος τηνικαῦτα κατήντησε Θεοῦ προνοίᾳ, πῶς τῆς μονῆς ἐξερχόμενοι πᾶσαν κατὰ τὴν ἔρημον τὴν τεσσαρακοστὴν ἐποίουν, μηδέποτε ὁ εἷς τῷ ἑτέρῳ ἑνούμενος, ἀλλ’ εἴ που καὶ παρά τινος αὐτῶν ὑπηντήθη, ἐκκλίνων ἐξέφευγε καὶ οὐδὲ πλησιάσαι ἀλλήλοις ἠνείχοντο; Οὕτω καὶ ὑποστρέφοντες ἐν τῇ μονῇ οὐδείς, ὡς φησίν, ἠρώτα ποτὲ τὸν ἕτερον τί εἶδεν ἢ τί πεποίηκεν εἰς τὴν ἔρημον, ἀλλ’ ὥσπερ τινὲς ξένοι καὶ παρεπίδημοι καὶ ταῖς φωναῖς ἑτερόγλωσσοι, οὕτως ἅπαντες ἔζων καὶ οὕτως ἐπολιτεύοντο· δι’ οὐδὲν δὲ ἄλλο τοῦτο πάντως ἐποίουν, ὡς οἴομαι, εἰ μὴ τὸ ὅλον ἀκριβαζόμενοι μὴ ἐκφέρειν λόγον ἀργὸν ἀπὸ τοῦ στόματος. Εἰ τοίνυν τοσαῦτα ἔτη καὶ τοσαύτας ἡμέρας ἐκεῖνοι ἀλλήλοις μὴ ὁμιλοῦντες τὸ σύνολον ἐποίουν, τί πεισόμεθα ἡμεῖς οἱ μηδὲ τὰς ὀλίγας ταύτας ἡμέρας ἀπὸ τῶν συντυχιῶν καὶ ἀργολογιῶν φυλαττόμενοι;
Καὶ τί λέγω ἡμέρας, ὅπου γε οὐδὲ ὥρας μιᾶς καιρὸν ἑαυτοὺς κρατῆσαι δυνάμεθα; Καὶ τί ποιήσομεν, ἀδελφοί μου καλοί, ἐὰν αἴφνης οὕτως ἐχόντων ἡμῶν ὁ κριτὴς ἁπάντων καὶ Θεὸς παραγένηται, ὁ καὶ ὑπὲρ ἀργοῦ λόγου λόγον ἀπαιτῶν ἡμᾶς ἐν ἡμέρᾳ τῆς κρίσεως; Πῶς δὲ καὶ τῶν ἄλλων παθῶν κρατήσομεν, γλῶσσαν ἀκράτητον ἔχοντες; Ποῖον γάρ, εἰπέ μοι, ἐλαφρότερόν ἐστι τούτου τοῦ πάθους τῶν λοιπῶν ἁπάντων παθῶν; Ἡ σάρξ, ἔχουσα τὴν φυσικὴν ἐπιθυμίαν καὶ πύρωσιν, κατὰ τοῦ πνεύματος ἐπανίσταται καὶ πολεμεῖ κραταιῶς τὴν ψυχήν, ἡ γαστὴρ θέλει βρωμάτων χορτάζεσθαι, εἰς τοῦτο γὰρ καὶ ἐγένετο· εἰ τοίνυν τῆς γλώσσης τὴν συνήθειαν, ὅπερ ἐστὶν εὔκολον καὶ κοῦφον ἡμῖν, οὐ κρατήσομεν, τῶν χαλεπῶν τούτων καὶ μεγάλων, τῶν πολλὴν ἐχόντων ἰσχὺν μετὰ τῆς φύσεως καὶ αὐτῆς, εἰπεῖν, τῆς ἐπιθυμίας καὶ ἡδονῆς, πῶς ἰσχύσομεν ἐγκρατεῖς γενέσθαι ποτέ;
Ἀρχὴ οὖν ἔστω ἀπὸ σήμερον λοιπὸν ἡμῖν, ἀδελφοί, καὶ ὅσον δυνάμεως ἔχομεν, δράμωμεν, ἵνα ὥσπερ τινὲς χρυσόπτεροι ἀετοί, κοῦφοι τὸ Πάσχα Κυρίου καταλάβωμεν, ἔνθα πρόδρομος ἡμῶν εἰσῆλθεν Χριστὸς ὁ Θεὸς ἡμῶν, πάντα τὰ τυραννοῦντα ἡμᾶς πάθη ὄπισθεν ἡμῶν ἀπορρίψαντες.
Θήσομεν δέ, εἰ δοκεῖ, αὐτοὶ ἡμεῖς νόμον κοινῇ βουλῇ ἐν μέσῳ ἡμῶν αὐτῶν, ὡσὰν ἐκτὸς σαββάτου καὶ κυριακῆς εἰ δύο εὑρεθῶσιν ἀργίᾳ ἔκδοτοι καὶ ἱστάμενοι συντυχίας ἀνωφελεῖς, ὅλως ἔχουσι μηδενὸς κατὰ τὴν ἡμέραν ἐκείνην ἑτέρου, εἰ μὴ μόνον ἄρτου ξηροῦ μετὰ ἅλατος καὶ ὕδατος μεταλαμβάνειν ψυχροῦ ἐν τῷ καιρῷ τοῦ ἀρίστου, ἱσταμένους δηλονότι καὶ ἐσθίοντας περὶ τὸ κάτω μέρος τῆς τραπέζης.
Καὶ τοῦτο νόμον ἔχοντες ἀπαράβατον, ἀπὸ μὲν ἀργολογίας καὶ ἐρεσχελίας ἑαυτοὺς ἀμέμπτους τηρήσετε, τὸν Θεὸν δὲ δι’ ὃν θύραν τίθεσθε τοῖς χείλεσιν ὑμῶν καὶ φυλακὴν ὡσαύτως τοῖς στόμασι θεραπεύσετε, καὶ ἐμὲ τὸν ἀνάξιον πατέρα ὑμῶν μεγάλως ἐν τούτῳ παρακαλέσετε, καὶ θυμηδίας πληρώσετε τὴν ταπεινήν μου ψυχήν, καὶ τὰς ψυχὰς ὑμῶν οὐ μικρῶς ὠφελήσετε, τύπον ἀγαθὸν καὶ συνήθειαν θαυμαστὴν ἑαυτοὺς διὰ τὴν τοῦ Θεοῦ ἀγάπην διδάσκοντες. Ἔπειτα δοξασθήσεσθε καὶ θαυμασθήσεσθε παρὰ πάντων εἰκότως ἀνθρώπων καὶ δι’ ὑμῶν ὁ Θεός, ὅτι εἰς τὴν γενεὰν ταύτην ὑμεῖς εὑρεθήσεσθε τῶν ἁγίων τοὺς βίους μιμούμενοι, ὅπερ οὐκ οἶμαι νῦν εὐκόλως εὑρεθῆναι ἐν οἷς τόποις τέως ἐσμὲν καὶ βλέπομεν καὶ περί τινων ἀκούομεν μοναχῶν καὶ τῶν μοναστηρίων αὐτῶν.
Διὰ τοῦτο παρακαλῶ τὴν ὑμετέραν ἀγάπην, πατέρες μου ἅγιοι καὶ δοῦλοι Θεοῦ, μὴ παρακούσητε τοὺς ἐμοὺς λόγους τοῦ ἀναξίου πατρὸς ὑμῶν, μηδὲ ὡς λῆρος ἐνώπιον ὑμῶν φανῶσι τὰ ῥήματά μου. Εἰ γὰρ καὶ ἀσθενής εἰμι καὶ μυρίων γέμων ἁμαρτημάτων, ἀλλ’ ἴδετε καὶ σκοπήσατε ἀκριβῶς ὅτι οὐδὲν ὑμῖν ἔξωθεν τῶν τοῦ Θεοῦ ἐντολῶν καὶ τῶν θείων Γραφῶν συνεβούλευσα. Ποιήσατε οὖν ἀρχὴν καλὴν καὶ δότε μοι προθυμίαν μικράν, ἵνα εὐχαῖς ὑμῶν ἁγίαις ἐνισχύσας, ἀνανεύσω καὶ τρίψω μου τὴν ὄψιν καὶ τοὺς ὀφθαλμοὺς νίψωμαι καὶ τοῦ πολλοῦ ὕπνου τῆς ῥαθυμίας ἐξεγερθήσωμαι καὶ ἀντὶ τῶν ἀγαθῶν ὧν εἰς ἐμὲ ποιεῖτε τὸν εὐτελῆ δοῦλον ὑμῶν, εἰ καὶ μὴ ἀξίως, ἀλλά γε τὸ κατὰ δύναμιν, λόγοις ἀνταμείψωμαι ἀγαθοῖς, ἐξ ὧν ἡ τοῦ Θεοῦ χάρις δίδωσιν ἐν ἀνοίξει τοῦ ἀκαθάρτου μου στόματος, τὴν ἀγάπην ὑμῶν.
Ναί, ἀδελφοί μου, δέομαι ὑμῶν, μὴ παρίδητέ μου τὴν δέησιν, ἀλλ’ ὥσπερ ἐξ ἡμιθανοῦς καὶ παντελῶς ἀλάλου ἐδώκατέ μοι λέγειν ἐνώπιον τῆς ὑμῶν τιμιότητος, οὕτω μοι χαρίσασθε καὶ τὸ θέλημα ὑμῶν, ὡς ἂν διὰ τῆς αὐτοῦ ἐκκοπῆς ὑμεῖς μὲν ζήσεσθε ζωὴν τῶν μαρτύρων καὶ ἀθλοφόρων Χριστοῦ, ἐγὼ δὲ ἀπὸ τῆς σήμερον ἔτι καὶ ἔτι προσθήσω τιθέναι ὑπὲρ ὑμῶν ὅλην μου τὴν ψυχὴν σὺν τῷ σώματι εἰς ἑκούσιον θάνατον, ὃ καὶ εὔχομαι ἐφόδιόν μοι γενέσθαι πρὸς τὴν ἐκεῖθεν ζωὴν ἀπαίροντι ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.