Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κατηχήσεις

Συμεὼν ὁ Νέος Θεολόγος

Κατήχηση ΙΓ': Περί της μυστικής αναστάσεως του Χριστού εντός του πιστού

Θεολογική ανάλυση της νοεράς αναστάσεως, της ενοίκησης του Χριστού στην ψυχή και της ζωντανής πίστεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 14 από 35

Περὶ τῆς τοῦ Χριστοῦ ἀναστάσεως. Καὶ ὁποία τίς ἐστιν ἢ πῶς ἐν ἡμῖν γίνεται ἡ ἀνάστασις τοῦ Χριστοῦ καὶ ἐν αὐτῇ ἡ ἀνάστασις τῆς ψυχῆς. Καὶ τί τὸ μυστήριον ταύτης τῆς ἀναστάσεως. Ἐλέχθη μετὰ τὸ Πάσχα τῇ δευτέρᾳ τῆς δευτέρας ἑβδομάδος τοῦ Πάσχα.

Λόγος ΙΓʹ. Ἀδελφοὶ καὶ πατέρες, ἤδη τὸ Πάσχα, ἡ χαρμόσυνος ἡμέρα, ἡ πάσης εὐφροσύνης καὶ θυμηδίας, τῆς τοῦ Χριστοῦ ἀναστάσεως κατὰ περίοδον τοῦ χρόνου παραγινομένης ἀεὶ μᾶλλον δὲ καθ’ ἑκάστην καὶ ἀεννάως γινομένης ἐν τοῖς εἰδόσι τὸ μυστήριον ταύτης, χαρᾶς καὶ ἀγαλλιάσεως ἀφάτου ἐπλήρωσε τὰς καρδίας ἡμῶν, λύσασα ἐπὶ τὸ αὐτὸ τῆς πανσέπτου νηστείας τὸν κόπον ἤ, μᾶλλον εἰπεῖν, τελειώσασα καὶ ἅμα παρακαλέσασα ἡμῶν τὰς ψυχάς, διὸ καὶ πρὸς ἀνάπαυσιν καὶ εὐχαριστίαν πάντας ὁμοῦ τοὺς πιστοὺς προσκαλεσαμένη, ὡς ὁρᾶτε, διῆλθεν. Εὐχαριστήσωμεν οὖν τῷ Κυρίῳ, τῷ διαβιβάσαντι ἡμᾶς τὸ πέλαγος τῆς νηστείας καὶ εἰς τὸν λιμένα τῆς αὐτοῦ ἀναστάσεως ἀγαγόντι μετ’ εὐθυμίας ἡμᾶς· εὐχαριστήσωμεν αὐτῷ, οἵ τε καλῶς καὶ προθύμως μετὰ ζεούσης προθέσεως καὶ ἀγώνων τῆς ἀρετῆς τὸν δρόμον διανύσαντες τῆς νηστείας καὶ οἱ ἀσθενήσαντες περὶ ταῦτα δι’ ὀλιγωρίαν καὶ ψυχῆς ἀσθένειαν, ἐπειδὴ αὐτός ἐστιν ὁ καὶ τοῖς σπουδαίοις ὑπὲρ ἐκ περισσοῦ διδοὺς τοὺς στεφάνους καὶ τοὺς ἀξίους μισθοὺς τῶν ἔργων αὐτῶν, καὶ συγγνώμην αὖθις τοῖς ἀσθενεστέροις, ὡς ἐλεήμων καὶ φιλάνθρωπος, ἀπονέμων.

Ὁρᾷ γὰρ τὰς διαθέσεις ἡμῶν τῶν ψυχῶν καὶ τὰς προαιρέσεις μᾶλλον ἢ τοὺς κόπους τοῦ σώματος, δι’ ὧν γυμνάζομεν πρὸς ἀρετὴν ἑαυτούς, ἢ πλεῖον τὴν ἄσκησιν προθυμίᾳ ψυχῆς ἐπιτείνοντες ἢ ἔλαττον δι’ ἀσθένειαν σώματος ταύτην τῶν σπουδαίων ποιούμενοι, καὶ κατὰ τὰς προθέσεις ἡμῶν ἀντιμετρεῖ τὰ ἔπαθλα καὶ τὰ τοῦ Πνεύματος ἑκάστῳ χαρίσματα, ποιῶν ἢ περίφημον καὶ ἔνδοξον τῶν σπουδαίων τινὰ ἢ ἐῶν ταπεινὸν ἔτι καὶ δεόμενον ἐπιπονωτέρας καθάρσεως.

Ἀλλὰ γὰρ ἴδωμεν, εἰ δοκεῖ, καὶ καλῶς ἐξετάσωμεν, τί τὸ μυστήριον τῆς τοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἀναστάσεως, ὅπερ ἀεὶ τοῖς βουλομένοις ἡμῖν μυστικῶς γίνεται, καὶ πῶς ἐν ἡμῖν ὁ Χριστὸς ὡς ἐν μνήματι θάπτεται καὶ πῶς ἑνούμενος ταῖς ἡμετέραις ψυχαῖς ἐξανίσταται, συνανιστῶν καὶ ἡμᾶς ἑαυτῷ. Ἔστι δὲ ὁ σκοπὸς τοῦ λόγου τοιοῦτος.

Ὁ Χριστὸς καὶ Θεὸς ἡμῶν, ἐπὶ σταυροῦ κρεμασθεὶς καὶ προσηλώσας ἐν αὐτῷ τὴν ἁμαρτίαν τοῦ κόσμου, θανάτου γευσάμενος, κατῆλθεν ἐν τοῖς κατωτάτοις τοῦ ᾅδου. Ὥσπερ οὖν ἐξ ᾅδου πάλιν ἀνελθὼν εἰς τὸ ἄχραντον ἑαυτοῦ σῶμα εἰσῆλθεν, οὗ κατελθὼν ἐκεῖσε οὐδαμῶς ἐχωρίσθη, καὶ εὐθὺς ἀνέστη ἐκ τῶν νεκρῶν καὶ μετὰ ταῦτα ἀνῆλθεν εἰς οὐρανοὺς μετὰ δόξης πολλῆς καὶ δυνάμεως, οὕτω δὴ καὶ νῦν ἐξερχομένων ἡμῶν ἐκ τοῦ κόσμου καὶ εἰσερχομένων διὰ τῆς τῶν παθημάτων τοῦ Κυρίου ἐξομοιώσεως ἐν τῷ τῆς μετανοίας καὶ ταπεινώσεως μνήματι, αὐτὸς ἐκεῖνος ἐξ οὐρανῶν κατερχόμενος, εἰσέρχεται ὡς ἐν τάφῳ ἐν τῷ ἡμῶν σώματι, καὶ ἑνούμενος ταῖς ἡμετέραις ψυχαῖς ἐξανιστᾷ νεκρὰς οὔσας ὁμολογουμένως αὐτάς, καὶ τηνικαῦτα βλέπειν ἐμπαρέχει τῷ οὕτως ἀναστάντι σὺν τῷ Χριστῷ τὴν δόξαν τῆς μυστικῆς αὐτοῦ ἀναστάσεως.

Ἀνάστασις οὖν Χριστοῦ ἡ ἡμετέρα ὑπάρχει ἀνάστασις, τῶν κάτω κειμένων. Ἐκεῖνος γὰρ μὴ πεσὼν εἰς ἁμαρτίαν ποτέ, καθὰ γέγραπται, μηδὲ ἀλλοιωθεὶς τῆς ἰδίας δόξης κἂν ὁπωσοῦν, πῶς ἀναστήσεταί ποτε ἢ δοξασθήσεται, ὁ ἀεὶ ὢν ὑπερδεδοξασμένος καὶ ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας διαμένων ὡσαύτως; Ἀνάστασις καὶ δόξα Χριστοῦ ἡ ἡμετέρα, καθάπερ εἴρηται, δόξα ὑπάρχει, ἡ διὰ τῆς ἐν ἡμῖν αὐτοῦ ἀναστάσεως γινομένη καὶ δεικνυμένη καὶ ὁρωμένη ἡμῖν. Ἅπαξ γὰρ οἰκειωσάμενος τὰ ἡμέτερα, ἃ ποιεῖ ἐν ἡμῖν αὐτός, ταῦτα ἑαυτῷ ἐπιγράφεται. Ἀνάστασις δὲ ψυχῆς ἡ ἕνωσίς ἐστι τῆς ζωῆς· ὥσπερ γὰρ τὸ νεκρὸν σῶμα, εἰ μὴ δέξεται ἐν ἑαυτῷ τὴν ζῶσαν ψυχὴν καὶ ἀμίκτως ταύτῃ μιγῇ, ζῆν οὐ λέγεται οὐδὲ δύναται, οὕτως οὐδὲ ψυχὴ μόνη ζῆν αὐτὴ καθ’ ἑαυτὴν δύναται, εἰ μὴ ἀρρήτως καὶ ἀσυγχύτως ἑνωθῇ Θεῷ, τῇ ὄντως αἰωνίᾳ ζωῇ. Πρὸ γὰρ τῆς ἐν γνώσει καὶ ὁράσει καὶ αἰσθήσει ἑνώσεως νεκρά ἐστιν, εἰ καὶ νοερὰ ὑπάρχει καὶ τῇ φύσει ἀθάνατος. Οὔτε γὰρ γνῶσις δίχα ὁράσεως, οὔτε ὅρασις δίχα αἰσθήσεως. Ἔστι δὲ τὸ λεγόμενον οὕτως· ὅρασις καὶ ἐν τῇ ὁράσει γνῶσις καὶ αἴσθησις (ἐν τοῖς πνευματικοῖς δὲ τοῦτό φημι, ἐν γὰρ τοῖς σωματικοῖς καὶ δίχα ὁράσεως αἴσθησις γίνεται). Οἷόν τι λέγω;

Τυφλὸς εἰς λίθον τὸν πόδα κρούων αἰσθάνεται, ὁ δὲ νεκρὸς οὔ· ἐν τοῖς πνευματικοῖς δὲ εἰ μὴ εἰς θεωρίαν ἔλθῃ ὁ νοῦς τῶν ὑπὲρ ἔννοιαν, τῆς μυστικῆς ἐνεργείας οὐκ αἰσθάνεται.

Ὁ οὖν πρὸ τῆς θεωρίας τῶν ὑπὲρ νοῦν καὶ λόγον καὶ ἔννοιαν ἐπαισθάνεσθαι λέγων ἐν τοῖς πνευματικοῖς, τῷ τὰς ὄψεις πηρῷ ἔοικεν, ὃς ἐν οἷς μὲν πάσχει ἀγαθοῖς ἢ κακοῖς ἐπαισθάνεται, ἀγνοεῖ δὲ τὰ ἐν χερσὶν ἢ ποσὶ καὶ τὰ παραίτια ζωῆς ἢ θανάτου τούτῳ γενόμενα· τὰ γὰρ ἐπερχόμενα αὐτῷ κακὰ ἢ ἀγαθὰ οὐδαμῶς ἐπαισθάνεται τῆς ὀπτικῆς ἐστερημένος δυνάμεως καὶ αἰσθήσεως, ὅθεν καὶ πολλάκις τὴν ῥάβδον ἐπάρας πρὸς τὴν τοῦ ἐχθροῦ ἄμυναν, ἀντ’ ἐκείνου ἔσθ’ ὅτε τὸν ἑαυτοῦ φίλον μᾶλλον ἐτύπτησε, τοῦ ἐχθροῦ πρὸ τῶν ὀφθαλμῶν αὐτοῦ ἱσταμένου καὶ διαγελῶντος αὐτόν.

Ἀνάστασιν Χριστοῦ οἱ πλείονες μὲν τῶν ἀνθρώπων πιστεύουσιν, ὀλίγοι δὲ λίαν εἰσὶν οἱ καὶ ταύτην βλέποντες καθαρῶς, οἱ δέ γε μὴ θεασάμενοι οὐδὲ προσκυνεῖν δύνανται, ὡς ἅγιον καὶ Κύριον, τὸν Χριστὸν Ἰησοῦν· «Οὐδεὶς γάρ, φησί, δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι Ἁγίῳ», καὶ ἀλλαχοῦ· «Πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» Οὐδὲ γὰρ λέγει τὸ ἱερώτατον λόγιον, ὃ καθ’ ἑκάστην ἐπὶ στόματος περιφέρομεν· Ἀνάστασιν Χριστοῦ πιστεύσαντες, ἀλλὰ τί; «Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον.» Πῶς οὖν προτρέπεται νῦν ἡμᾶς τὸ Πνεῦμα λέγειν τὸ Ἅγιον —ὡς αὐτὴν ἰδόντες, ἥνπερ οὐκ εἴδομεν· «Ἀνάστασιν Χριστοῦ θεασάμενοι», ἅπαξ πρὸ χιλίων ἐτῶν ἀναστάντος τοῦ Χριστοῦ καὶ μηδὲ τότε τοῦτον ἀνιστάμενον ἰδόντος τινός; Ἆρα μὴ ψεύδεσθαι ἡμᾶς βούλεται ἡ θεία Γραφή;

Ἄπαγε, ἀλλ’ ἀληθεύειν μᾶλλον παρεγγυᾷ, ὡς ἐν ἑνὶ ἑκάστῳ ἡμῶν τῶν πιστῶν ἐγγινομένης δηλονότι τῆς Χριστοῦ ἀναστάσεως καὶ τοῦτο οὐχ ἁπλῶς, ἀλλὰ καθ’ ὥραν, ὡς εἰπεῖν, αὐτοῦ τοῦ Δεσπότου Χριστοῦ ἐν ἡμῖν ἐξανισταμένου, λαμπροφοροῦντος καὶ ἀπαστράπτοντος τὰς τῆς ἀφθαρσίας καὶ Θεότητος ἀστραπάς. Ἡ φωτοφόρος γὰρ παρουσία τοῦ Πνεύματος τὴν ἀνάστασιν ἡμῖν, ὡς ἐν πρωΐᾳ, τοῦ Δεσπότου ὑποδεικνύει, μᾶλλον δὲ αὐτὸν ἐκεῖνον τὸν ἀναστάντα ὁρᾶν χαρίζεται. Διὸ καὶ λέγομεν· «Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν», καὶ τὴν δευτέραν αὐτοῦ ὑποσημαίνοντες παρουσίαν ἐπιφέροντες οὕτω λέγομεν· «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.» Οἷς οὖν ἐπιφανῇ ὁ Χριστὸς ἐξαναστάς, πάντως πνευματικῶς αὐτοῖς τοῖς πνευματικοῖς ὄμμασι ὁρώμενος δείκνυται. Ὅταν γὰρ ἐν ἡμῖν διὰ τοῦ Πνεύματος γένηται, ἀνιστᾷ ἡμᾶς ἐκ νεκρῶν καὶ ζωοποιεῖ καὶ αὐτὸν ἐν ἡμῖν ὅλον ὁρᾶν ζῶντα δίδωσι, τὸν ἀθάνατον καὶ ἀνώλεθρον, οὐ μόνον δέ, ἀλλὰ καὶ συνανιστῶντα καὶ συνδοξάζοντα ἡμᾶς ἑαυτῷ τρανῶς γινώσκειν χαρίζεται, καθὼς πᾶσα θεία Γραφὴ μαρτυρεῖ.

Ταῦτα τοίνυν εἰσὶ τὰ τῶν χριστιανῶν θεῖα μυστήρια, αὕτη ἡ ἐγκεκρυμμένη τῆς πίστεως ἡμῶν δύναμις, ἣν οἱ ἄπιστοι ἢ δύσπιστοι ἢ μᾶλλον εἰπεῖν ἡμίπιστοι οὐχ ὁρῶσιν, οὔτε μὴν ἰδεῖν οὐδαμῶς δύνανται. Ἄπιστοι δέ, δύσπιστοι καὶ ἡμίπιστοι, οὗτοί εἰσιν οἱ μὴ διὰ τῶν ἔργων τὴν πίστιν ἐπιδεικνύμενοι. Ἔργων γὰρ δίχα καὶ οἱ δαίμονες πιστεύουσι καὶ Θεὸν εἶναι τὸν Δεσπότην ὁμολογοῦσι Χριστόν· «Οἴδαμεν γάρ σε, φασί, τὸν Υἱὸν τοῦ Θεοῦ», καὶ ἀλλαχοῦ· «Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν.» Ἀλλ’ ὅμως οὔτε τοὺς δαίμονας οὔτε τοὺς ἀνθρώπους αὐτοὺς ἡ τοιαύτη πίστις ὠφελήσει. Οὐδὲν γὰρ τῆς πίστεως ταύτης ὄφελος, νεκρὰ γάρ ἐστι κατὰ τὸν θεῖον ἀπόστολον· «Ἡ πίστις γάρ, φησί, δίχα τῶν ἔργων νεκρά ἐστιν», ὥσπερ καὶ τὰ ἔργα δίχα πίστεως. Νεκρὰ δὲ πῶς; Ὅτι τὸν ζωογονοῦντα Θεὸν οὐκ ἔχει ἐν ἑαυτῇ, ὅτι τὸν εἰπόντα· «Ὁ ἀγαπῶν με τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσει, καὶ ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα» οὐκ ἐκτήσατο ἐν ἑαυτῇ, ἵνα τῇ παρουσίᾳ αὐτοῦ ἐξαναστήσῃ τὸν κεκτημένον αὐτὴν ἐκ νεκρῶν καὶ ζωοποιήσῃ αὐτὸν καὶ τὸν ἀναστάντα ἐν αὐτῷ καὶ αὐτὸν ἀναστήσαντα κατιδεῖν χαρίσηται.

Νεκρὰ οὖν ἐστιν ἡ τοιαύτη πίστις τούτου γε ἕνεκα, μᾶλλον δὲ νεκροὶ οἱ ταύτην χωρὶς τῶν ἔργων κεκτημένοι εἰσίν. Ἡ γὰρ πίστις, ἡ εἰς Θεόν, ἀεὶ ζῇ καὶ ζῶσα ζωοποιεῖ τοὺς ἐκ προθέσεως ἀγαθῆς προσερχομένους καὶ ὑποδεχομένους αὐτήν, ἥτις καὶ πρὸ τῆς ἐργασίας τῶν ἐντολῶν πολλοὺς ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν ἀνήγαγε καὶ τὸν Χριστὸν καὶ Θεὸν ὑπέδειξε. Καὶ ἔμελλον ἄν, εἰ ἐνέμειναν ταῖς αὐτοῦ ἐντολαῖς καὶ ταύτας μέχρι θανάτου ἐφύλαξαν, διαφυλαχθῆναι καὶ αὐτοὶ ὑπ’ αὐτῶν—οἷοι δηλονότι γεγόνασιν ὑπὸ μόνης τῆς πίστεως· ἐπεὶ δὲ μετεστράφησαν ὡς τόξον στρεβλὸν καὶ ταῖς προτέραις αὐτῶν περιεπάρησαν πράξεσιν, εἰκότως εὐθὺς καὶ περὶ τὴν πίστιν εὑρέθησαν ναυαγήσαντες καὶ τοῦ ἀληθινοῦ πλούτου, ὅς ἐστι Χριστὸς ὁ Θεός, ἑαυτοὺς δυστυχῶς ἀπεστέρησαν. Ὅπερ ἵνα μὴ πάθωμεν καὶ ἡμεῖς, τηρήσωμεν, ἀξιῶ, τὰς ἐντολὰς τοῦ Θεοῦ ὅση δύναμις, ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἀγαθῶν, λέγω δὴ αὐτῆς τῆς τοῦ Χριστοῦ θέας, ἐπαπολαύσωμεν, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.