Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κατηχήσεις

Συμεὼν ὁ Νέος Θεολόγος

Κατήχηση ΙΔ': Περί μετανοίας και της οδού προς την τελειότητα

Η υποταγή σε πνευματικό πατέρα, η κάθαρση μέσω του πένθους και η τέλεια ταπείνωση που ελκύει την ενοίκηση του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 15 από 35

Περὶ μετανοίας καὶ ἀρχῆς βίου μοναδικοῦ. Καὶ πῶς τις ὁδῷ καὶ τάξει προβαίνων εἰς ἀρετὴν ἐν τῇ τῶν ἐντολῶν ἐργασίᾳ εἰς τελειότητα ἔρχεται.

Λόγος ΙΔʹ. Ἀδελφοὶ καὶ πατέρες, ὁ πάντων καταφρονήσας τῶν ὁρωμένων καὶ αὐτῆς αὐτοῦ τῆς ψυχῆς, ἵνα γνησίαν μετάνοιαν δυνηθῇ ἐπιδείξασθαι κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου καὶ τοῦ ἔργου τούτου ἐνάρξηται, οὐκ ἀφ’ ἑαυτοῦ τοῦτο μαθεῖν οἴεται, ἀλλὰ τεχνίτῃ καὶ ἐμπείρῳ ἀνδρὶ προσελθών, μετὰ φόβου καὶ τρόμου πολλοῦ καὶ μετὰ προσοχῆς συντόνου τούτῳ ὑποταγείς, μανθάνει ἐξ αὐτοῦ καὶ διδάσκεται τὴν πνευματικὴν ἐργασίαν τῶν ἐναρέτων πράξεων, καὶ τίνα μετανοῶν χρὴ ποιεῖν· φόβου δὲ λέγω καὶ τρόμου τοῦ μὴ ἀποτυχεῖν αὐτὸν τοῦ τοιούτου καλοῦ, καὶ ὡς ἀδόκιμόν τινα ἐργάτην τῶν ἐντολῶν καταδικασθῆναι τῷ αἰωνίῳ πυρί.

Ὡς γὰρ ἐκ στόματος Θεοῦ τοὺς ἐκείνου λόγους ἐξερχομένους λογιζόμενος καὶ ὡς αἰτίους ὄντας ζωῆς καὶ θανάτου ἐν τῷ φυλάσσεσθαι ἢ παρορᾶσθαι αὐτούς, ἀκριβῶς φυλάσσει αὐτούς· καὶ οὕτως—ἵνα μὴ πολλὰ λέγων μηκύνω τὸν λόγον—ἐναρξάμενος πίστει τε ἀδιστάκτῳ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ ἐκκρεμάμενος, προκόπτει κατὰ Θεὸν ὁσημέραι, καὶ ὁδῷ προβαίνων αὐξάνει τὴν πνευματικὴν ἡλικίαν, καὶ γίνεται ἀνὴρ τέλειος ἐν Χριστῷ τῷ Θεῷ.

Ποίων οὖν ἐπαγγελιῶν αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ; Ἄκουε συνετῶς οἷα ἡμῖν ἐπαγγέλλεται· «Ἀμὴν λέγω ὑμῖν ὅτι χαρὰ γίνεται ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι», καὶ πάλιν· «Τὸν ἐρχόμενον πρός με—διὰ τῆς τοιαύτης δηλονότι ὁδοῦ—οὐ μὴ ἐκβάλω ἔξω», καὶ αὖθις· «Ὁ διψῶν ἐρχέσθω πρός με καὶ πινέτω», καί· «Ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ ὄψεται θάνατον εἰς τὸν αἰῶνα», καὶ ἀλλαχοῦ· «Ἐγγίσατέ μοι καὶ ἐγγιῶ ὑμῖν», καί· «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς», καὶ ἑτέρωθι· «Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· καὶ ὁ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου, καὶ ἐγὼ καὶ ὁ Πατὴρ διὰ τοῦ Πνεύματος ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν», καί· «Εἰ ὑμεῖς, φησί, πονηροὶ ἄνθρωποι ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, οὐ πολλῷ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει Πνεῦμα Ἅγιον τοῖς αἰτοῦσιν αὐτόν;» Ἐν ταύταις οὖν ταῖς ὑποσχέσεσι καὶ ταῖς ἐπαγγελίαις τοῦ Θεοῦ πίστει ἀδιστάκτῳ ἐλπίζων, ὡς ἔφαμεν, πολλῇ προθυμίᾳ καὶ ἀκατασχέτῳ ὁρμῇ πάσας τὰς αὐτοῦ ἐντολὰς ἀόκνως ἐπιτέλει.

Πρώτη δὲ ἐντολὴ αὕτη ἐστί· «Μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν», καὶ αὖθις· «Αἰτεῖτε καὶ δοθήσεται ὑμῖν, ζητεῖτε καὶ εὑρήσετε, κρούετε καὶ ἀνοιγήσεται ὑμῖν· πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται.» Διδάξαι δὲ ἡμᾶς ἐπὶ τούτοις βουλόμενος ὁ Θεός, ὅπως δεῖ αἰτεῖσθαι καὶ διὰ ποίων ῥημάτων καὶ ἔργων, ἔφη· «Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, γενέσθω πάντων ἔσχατος καὶ πάντων δοῦλος καὶ πάντων διάκονος. Ὁ γὰρ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.» Ταῦτα πάντα καὶ τὰ τούτοις ὅμοια ὁ ἀδιαλείπτως ἐν διανοίᾳ κρατῶν καὶ ἐν αὐτοῖς νυκτὸς καὶ ἡμέρας ἐνασχολούμενος, νοερῶς τε καὶ αἰσθητῶς ταῦτα λογιζόμενος καὶ σπουδῇ ἐργαζόμενος, χωρίζεται τῆς μνήμης κατ’ ὀλίγον τοῦ κόσμου, τῶν πραγμάτων τοῦ βίου, τῶν χρημάτων, τῶν συγγενῶν καὶ ἰδίων, καὶ τοῖς πνευματικοῖς ἀναλόγως συγγίνεται. Οὕτω δὲ καθ’ ἡμέραν προκόπτων, ἐπαισθάνεται πῶς κατὰ μικρὸν ὑποχωροῦσιν οἱ λογισμοὶ τῶν προλήψεων, εἶτα πῶς καὶ αἱ προλήψεις αὗται μειοῦνται, καὶ μαλασσομένη ἡ καρδία πρὸς ταπείνωσιν ἔρχεται· πῶς τε πάλιν αὕτη λογισμοὺς ταπεινοφροσύνην ἐμποιοῦντας ἀπογεννᾷ. Οὕτω δὲ τούτων ἐπαισθανόμενος, μόλις διὰ πάντων πρὸς κατάνυξιν καὶ δάκρυα ἔρχεται. Ἔρχεται δ’ οὖν ὅμως διὰ πολλῶν θλίψεων, καὶ πλέον ταπεινουμένη περισσότερον κατανύσσεται.

Ἡ μὲν γὰρ ταπείνωσις τὸ πένθος ἀπογεννᾷ, τὸ δὲ πένθος ἐκτρέφει τὴν γεννήσασαν καὶ αὐξάνειν ποιεῖ. Αὕτη δὲ ἡ ἐργασία διὰ τῆς ἐκπληρώσεως ἐπιτελουμένη τῶν ἐντολῶν ἐκπλύνει μέν—ὢ τοῦ θαύματος! —πάντα ῥύπον ἀπὸ τῆς ψυχῆς, ἀπελαύνει δὲ πᾶν πάθος καὶ πᾶσαν ἐπιθυμίαν κακήν—σωματικήν τε λέγω καὶ βιωτικήν. Καὶ οὕτω γίνεται ἐλεύθερος τῇ ψυχῇ ἀπὸ πάσης γηΐνης ἐπιθυμίας ὁ ἄνθρωπος· οὐ μόνον δεσμῶν σωματικῶν, ἀλλὰ γὰρ ὡς ὅταν ἱμάτιόν τις ἀποδύσηται καὶ γυμνὸς ὅλος γένηται. Καὶ εἰκότως· ἀποδύεται γὰρ ἡ ψυχὴ πρῶτον μὲν τὴν ἀναισθησίαν, ἣν ὁ θεῖος ἀπόστολος κάλυμμα λέγει, ἥτις ἐν ταῖς τῶν ἀπίστων Ἰουδαίων κεῖται καρδίαις, οὐ μὴν ἀλλὰ γὰρ καὶ νῦν πᾶς ὁ τὰς ἐντολὰς τῆς νέας χάριτος μὴ πάσῃ δυνάμει καὶ ζεούσῃ καρδίᾳ ποιῶν, τὸ τοιοῦτον κάλυμμα ἔχει ἐπικείμενον τῷ νοερῷ τῆς ψυχῆς αὐτοῦ καὶ εἰς τὸ ὕψος τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ ἀνενεχθῆναι οὐ δύναται. Εἶτα ὥσπερ ὁ ἀποδυσάμενος σωματικῶς τὰ ἐν τῷ σώματι αὐτοῦ τραύματα καθορᾷ, οὕτω δὴ καὶ οὗτος τὰ ἐν τῇ ψυχῇ αὐτοῦ προσόντα πάθη τηνικαῦτα βλέπει τρανῶς, οἷον φιλοδοξίαν, φιλαργυρίαν, μνησικακίαν, μισαδελφίαν, φθόνον, ζῆλον, ἔριν, οἴησιν καὶ τὰ λοιπὰ καθεξῆς.

Τὰς γοῦν ἐντολὰς ὡς φάρμακα, τοὺς δὲ πειρασμοὺς ὡς καυτῆρας ἐν τούτοις ἐπιτιθείς, καὶ ταπεινούμενος καὶ πενθῶν καὶ τὴν τοῦ Θεοῦ βοήθειαν θερμῶς ἐκζητῶν, ὁρᾷ ἐναργῶς τὴν χάριν τοῦ Ἁγίου Πνεύματος παραγενομένην καὶ ἓν καθ’ ἓν τούτων ἐξανασπῶσαν καὶ ἐξαφανίζουσαν, ἕως οὗ τέλεον πάντων τούτων ἐλευθέραν τὴν αὐτοῦ ψυχὴν ἀπεργάσηται. Οὐδὲ γὰρ ἐκ μέρους αὐτὴν ἡ τοῦ Παρακλήτου ἐπιδημία τῆς ἐλευθερίας ἀξιοῖ, ἀλλὰ τελείως καὶ καθαρῶς, μετὰ γὰρ τῶν εἰρημένων παθῶν καὶ πᾶσαν ἀκηδίαν, πᾶσαν ἀμέλειαν, πᾶσαν ῥαθυμίαν καὶ ἄγνοιαν λήθην τε καὶ γαστριμαργίαν καὶ πᾶσαν φιληδονίαν ἀποδιώκει, καὶ οὕτως ἀνανεοῖ καὶ ἀνακαινίζει τὸν ἄνθρωπον ψυχικῶς τε ὁμοῦ καὶ σωματικῶς, ὡς δοκεῖν τὸν τοιοῦτον οὐ σῶμα φθαρτὸν καὶ βαρὺ περικεῖσθαι, ἀλλὰ πνευματικόν τε καὶ ἄϋλον καὶ ἤδη πρὸς ἁρπαγὴν ἐπιτήδειον. Οὐ τοῦτο δὲ μόνον ἐργάζεται ἐν αὐτῷ ἡ τοῦ Πνεύματος χάρις, ἀλλ’ οὐδὲ ὁρᾶν τι τῶν αἰσθητῶν συγχωρεῖ τῷ τοιούτῳ, ποιεῖ δὲ μᾶλλον αὐτὸν ἐν τῷ ὁρᾶν ὡς μὴ ὁρῶντα τῇ αἰσθήσει διατελεῖν. Ὁπόταν γὰρ ὁ νοῦς τοῖς νοητοῖς συναφθῇ, ἔξω τῶν αἰσθητῶν ὅλος γίνεται, εἰ καὶ δοκεῖ τὰ αἰσθητὰ καθορᾶν.

Οὕτως οὖν ἐν τούτοις ἐνδιατρίβων κατὰ τὸν λέγοντα ἅγιον· «Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα», καταλάμπεται, φωτίζεται καὶ καθ’ ἑκάστην αὐξάνει τὴν πνευματικὴν ἡλικίαν, καταργῶν μὲν τὰ τοῦ νηπιώδους φρονήματος, προκόπτων δὲ ἐπὶ τὴν ἀνδρικὴν τελειότητα.

Διὸ καὶ κατὰ τὸ μέτρον τῆς ἡλικίας ἀλλοιοῦται τὰς ψυχικὰς δυνάμεις καὶ ἐνεργείας, καὶ πρὸς τὰς πράξεις τῶν ἐντολῶν τοῦ Θεοῦ ἀνδρειότερος καὶ κραταιότερος γίνεται. Ταύτας οὖν ὁσημέραι πληρῶν, κατὰ ἀναλογίαν τῆς ἐργασίας αὐτῶν ἔτι καθαίρεται αὖθις, λαμπρύνεται, φωτίζεται καὶ μυστηρίων μεγάλων ἀποκαλύψεις καταξιοῦται ὁρᾶν, ὧν οὐδείς ποτε εἶδε τὸ βάθος, οὔτε μὴν ὅλως ἰδεῖν δύναται, τῶν μὴ εἰς τοιαύτην καθαρότητα ἀνενεχθῆναι ἀγωνισαμένων.

Μυστήρια δὲ λέγω τὰ παρὰ πάντων ὁρώμενα μὲν μὴ καταλαμβανόμενα δέ· καινοὺς γὰρ παρὰ τοῦ καινοποιοῦ Πνεύματος κτᾶται ὀφθαλμούς, ὦτα δὲ ὡσαύτως καινά, καὶ τοῦ λοιποῦ οὐχ ὡς ἄνθρωπος βλέπει τὰ αἰσθητὰ αἰσθητῶς, ἀλλ’ ὡς ὑπὲρ ἄνθρωπον γεγονώς, τὰ αἰσθητὰ πνευματικῶς καθορᾷ καὶ ὡς εἰκόνας τῶν ἀοράτων, καὶ τὰς ἐν τούτοις μορφὰς ὡς ἀμόρφους καὶ ἀνειδέους. Ἀκούει δὲ οὐχ, ὡς ἄν τις εἴπῃ, ἀνθρώπου φωνῆς ἢ φωνῶν, ἀλλὰ μόνου τοῦ ζῶντος Λόγου, ὅταν διὰ τῆς τοῦ ἀνθρώπου φωνῆς προέλθοι.

Τοῦτον γὰρ καὶ μόνον, ὡς γνώριμον καὶ προσφιλῆ πέλοντα, διὰ τῆς ἀκοῆς εἰσδέχεται ἡ ψυχὴ καὶ τὴν εἴσοδον τούτῳ παραχωρεῖ, καὶ ἀσμένως ἔνδοθεν γενόμενον κατασπάζεται, καθὼς ἔφη ὁ Κύριος· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, ἀλλοτρίων δὲ οὐκ ἀκούσονται.» Τοὺς δέ γε λοιποὺς τῶν ἀνθρώπων ἅπαντας λόγους ἀκούει μὲν οὐ προσδέχεται δέ· ἀλλ’ οὐδὲ ἔνδοθεν εἰσελθεῖν τούτους ὅλως ἐᾷ, κενοὺς δὲ ἀποστρεφόμενος αὐτοὺς ἀποπέμπεται· ἔστιν ὅτε οὐδὲ τῆς παρουσίας ἢ τῶν κρουσμάτων αὐτῶν ἐπαισθάνεται, ἀλλ’ ὡσεὶ κωφὸς οὐκ ἀκούων—καίτοι γε ἀκούων αὐτῶν—, οὕτω πρὸς τούτοις διάκειται.

Τοιγαροῦν καὶ τοιούτου γενομένου αὐτοῦ, εὐθὺς οἰκεῖ ὁ Θεὸς ἐν αὐτῷ καὶ γίνεται αὐτῷ πάντα ὅσα ἂν θέλοι, μᾶλλον δὲ καὶ ὑπὲρ ἃ θέλει. Πᾶν γὰρ ἀγαθὸν ὢν ὁ Θεός, τὴν ἐν ᾗ οἰκήσῃ ψυχὴν παντὸς ἐμπίπλησιν ἀγαθοῦ κατὰ τὸ ἐγχωροῦν τῇ φύσει ἡμῶν, ἐπειδὴ πάσῃ κτιστῇ φύσει ἀχώρητός ἐστιν ὁ Θεὸς καὶ ἄστεκτος. Ἀγαθὰ δὲ ἐκεῖνα λέγω, ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, τοῦ μὴ γενομένου δηλονότι τοιούτου. Τοιγαροῦν καὶ διδάσκει τὸν τοιοῦτον ἄνθρωπον ὁ οἰκήσας ἐν αὐτῷ Θεὸς περὶ τῶν μελλόντων καὶ ἐνεστώτων, οὐ λόγῳ ἀλλ’ ἔργῳ καὶ πείρᾳ καὶ πράγματι. Ἀποκαλύπτων γὰρ τοὺς νοεροὺς αὐτοῦ ὀφθαλμούς, δείκνυσιν αὐτῷ ὅσα βούλεται ὁ Θεὸς καὶ ὅσα συμφέρει αὐτῷ, τὰ δ’ ἄλλα πείθει μὴ ἐρευνᾶν μηδὲ ζητεῖν μηδὲ πολυπραγμονεῖν, ἐπειδὴ οὐδὲ ἅπερ ὁ Θεὸς αὐτῷ ἐκκαλύπτει καὶ ὑποδείκνυσιν, ἀναιδῶς ποτε δύναται καθορᾶν· ἀλλὰ παρακύπτων εἰς τὸ βάθος τοῦ πλούτου καὶ τῆς σοφίας καὶ τῆς γνώσεως τοῦ Θεοῦ, εὐθὺς ἰλιγγιᾷ καὶ καταπλήττεται, ἐννοῶν ἑαυτὸν καὶ τίς ὢν τίνων θεατὴς γενέσθαι ἠξίωται.

Εἰς γὰρ τὸ μέγεθος τῆς φιλανθρωπίας τοῦ Θεοῦ ἀποβλέπων καὶ ἐξιστάμενος, ἀνάξιόν τε τῆς τῶν τοιούτων ἀγαθῶν θέας ἑαυτὸν ἀπὸ ψυχῆς λογιζόμενος, οὐδὲ ἀποβλέψαι τρανῶς πρὸς αὐτὰ οὐδὲ καταμαθεῖν ταῦτα βούλεται, ἀλλὰ τρόμῳ καὶ φόβῳ καὶ αἰδοῖ συνεχόμενος, «Τίς εἰμι ἐγώ, Κύριε, καὶ τίς ὁ οἶκος τοῦ πατρός μου» βοᾷ, «ὅτι τοιαῦτα μυστήρια τῷ ἀναξίῳ ἐθάρρησας, καὶ τοιούτων με ἀγαθῶν σου οὐ μόνον θεατήν, ἀλλὰ καὶ μέτοχον καὶ κοινωνὸν παραδόξως πεποίηκας;» Ὁ τοιοῦτος τοίνυν ὑπὲρ τὴν κτίσιν ἅπασαν γεγονώς, οὐ βούλεται ἐπιστρέψαι καὶ πολυπραγμονεῖν τὰ τῆς κτίσεως.

Κτησάμενος γὰρ τὸν τῶν ἀγγέλων Δεσπότην, περὶ οὐσίας καὶ φύσεως τῶν λειτουργούντων ἀγγέλων αὐτῷ ἐρευνᾶν οὐκ ἀνέχεται, ἐπειδὴ γινώσκων ἐστὶν ὡς οὐκ ἀρεστὸν ὑπάρχει τοῦτο Θεῷ, τὸ πολυπραγμονεῖν ἄνθρωπον τὰ ὑπὲρ ἄνθρωπον· εἰ γὰρ τὰς θείας Γραφὰς μὴ πολυπραγμονεῖν ἐκελεύσθημεν, πολλῷ μᾶλλον ὑπὲρ τὰ γεγραμμένα μὴ δεῖν ἡμᾶς ὅλως περιεργάζεσθαι. Ὁ τοιοῦτος βλέπει τὸν Θεόν, ὅσον ἀνθρώπῳ ἰδεῖν δυνατὸν καὶ ὅσον δοκεῖ αὐτῷ τῷ Θεῷ, ὃς καὶ διαπαντὸς καθορᾶν σπουδάζει αὐτὸν καὶ μετὰ τέλος εὔχεται ἀεὶ βλέπειν αὐτόν, ἀρκούμενος δηλαδὴ καὶ μόνῃ τῇ ἐκείνου θέᾳ μηδενὸς ἑτέρου δεόμενος, ὅθεν οὐδὲ ἐπιθυμεῖ τὸν Δεσπότην καταλιπεῖν καὶ Θεόν, ὑφ’ οὗ πληροῦται φωτὸς καὶ παρ’ οὗ τῆς ἀκηράτου ζωῆς τὴν ἀπόλαυσιν ἔχει, καὶ ἐναπιδεῖν πρὸς τοὺς συνδούλους αὐτοῦ.

Ὁ τοιοῦτος βλεπόμενος ἤτοι ἄνωθεν ἐλλαμπόμενος ὑπὸ τοῦ Θεοῦ, καὶ αὐτὸς τὴν ὑπερβάλλουσαν δόξαν αὐτοῦ καθορῶν, θεαθῆναι παρ’ ἑτέρων οἷος ὑπάρχει καὶ ἐν οἵᾳ δόξῃ ἐστὶν οὐδὲ ἐννοῆσαί ποτε δύναται· πᾶσα γὰρ ἁγία ψυχὴ ἀπηλλαγμένη πάσης φιλοδοξίας ἐστίν, ἐπεὶ ἐστολισμένη οὖσα τὸν χιτῶνα τὸν φωτεινότατον τοῦ Πνεύματος καὶ βασιλικὸν καὶ τῆς ὑπερβαλλούσης δόξης τοῦ Θεοῦ ἐμπεπλησμένη ὑπάρχουσα, οὐ μόνον ἀλογεῖ τῆς τῶν ἀνθρώπων δόξης, ἀλλ’ οὐδὲ ὅλως καὶ προσφερομένην αὐτῷ παρ’ ἐκείνων πρὸς αὐτὴν ἐπιστρέφεται. Ὑπὸ γὰρ τοῦ Θεοῦ βλεπομένη καὶ αὐτὴ καθορῶσα πάλιν αὐτόν, ἰδεῖν πρὸς ἄλλον τινὰ τῶν ἀνθρώπων ἢ ὑπό τινος ἄλλου θεαθῆναι οὐδαμῶς ἐπιθυμήσει ποτέ.

Διὸ παρακαλῶ ὑμᾶς, ἐν Χριστῷ ἀδελφοί, μὴ λόγοις μόνοις τὰ ἀνέκφραστα μανθάνειν ἐθέλωμεν, ὅπερ ἀμήχανον καὶ τοῖς διδάσκουσι περὶ τοιούτων καὶ τοῖς ἀκροωμένοις αὐτοῖς ἐπίσης ἐστίν. Οὔτε γὰρ οἱ διδάσκοντες περὶ νοητῶν καὶ θείων πραγμάτων δύνανται ἀκριβῶς ἐναργεῖς ἐκ παραδειγμάτων δοῦναι τὰς ἀποδείξεις καὶ αὐτὴν τὴν τούτων πραγματικῶς παραστῆσαι ἀλήθειαν, οὔτε οἱ διδασκόμενοι ἐκ τοῦ λόγου μόνου μαθεῖν τὴν τῶν λεγομένων ἐνέργειαν, ἀλλὰ πράξει καὶ κόπῳ καὶ πόνοις ταῦτα καταλαβεῖν καὶ ἐν τῇ τούτων θεωρίᾳ γενέσθαι σπεύσωμεν, ὡς ἂν καὶ τοὺς περὶ τῶν τοιούτων λόγους ἐκεῖθεν μυσταγωγηθῶμεν καὶ δοξασθῇ ὁ Θεὸς οὕτως ἔχουσιν ἐν ἡμῖν καὶ ἡμεῖς διὰ τῆς τῶν τοιούτων γνώσεως δοξάσωμεν αὐτὸν καὶ αὐτὸς δοξάσῃ ἡμᾶς ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.