Ἔργον
Συμεὼν ὁ Νέος Θεολόγος – Κατηχήσεις
Κατήχηση ΙΕ': Περί της πτώσεως, του σαρκικού φρονήματος και της υιοθεσίας
Η απώλεια της πνευματικής γνώσεως από τον Αδάμ, η τύφλωση των εμπαθών και η χάρις της θεοποιού υιοθεσίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Κατήχηση ΙΕ': Περί της πτώσεως, του σαρκικού φρονήματος και της υιοθεσίας
Η απώλεια της πνευματικής γνώσεως από τον Αδάμ, η τύφλωση των εμπαθών και η χάρις της θεοποιού υιοθεσίας.
Περὶ ἐμπαθοῦς καὶ ἀπίστου καὶ πονηρᾶς διαθέσεως. Καὶ τίς ἡ ἕνωσις τοῦ Θεοῦ πρὸς τοὺς υἱοὺς τοῦ φωτὸς καὶ τίνα τρόπον ἐν αὐτοῖς αὕτη γίνεται. Καὶ πρὸς τὸ τέλος, καταδρομὴ τῶν ἀναξίως κατατολμώντων τῆς ἀρχιερωσύνης.
Λόγος ΙΕʹ. Ἀδελφοὶ καὶ πατέρες, ἀεὶ μὲν ἀλλήλοις ἀντίκεινται τῷ φωτὶ τὸ σκότος, τῇ πίστει ἡ ἀπιστία, ἡ ἀγνωσία τῇ γνώσει καὶ τῇ ἀγάπῃ τὸ μῖσος. Εἰπόντος γὰρ ἐξ ἀρχῆς τοῦ Θεοῦ· «Γενηθήτω φῶς» καὶ γεγονότος, εὐθὺς τὸ σκότος ἠφάντωτο· τῇ δὲ τοῦ φωτὸς ὑποστολῇ νὺξ καὶ αὖθις ἐγένετο.
Ὁ δὲ Ἀδὰμ τῇ πίστει τῇ εἰς Θεὸν φρουρούμενος ἐν τῇ ἀθανάτῳ ὑπῆρχε δόξῃ καὶ ἐν τῷ παραδείσῳ ἦν, ὑπὸ δὲ τοῦ ἐχθροῦ εἰς ἀπιστίαν παρεκτραπεὶς θανάτῳ καταδικάζεται καὶ τοῦ παραδείσου ἐκβάλλεται καὶ ἀντὶ τῆς θείας καὶ πνευματικῆς γνώσεως τὴν γνῶσιν τὴν σαρκικὴν ἐκομίσατο.
Ἐκτυφλωθεὶς γὰρ τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς καὶ τῆς ἀνωλέθρου ζωῆς ἐκπεσών, τοῖς σωματικοῖς ἀνέβλεψεν ὀφθαλμοῖς· καὶ ἐμπαθεῖ αἰσθήσει τοῖς ὁρωμένοις τὴν τῶν ὀμμάτων ἐπιβαλὼν ὅρασιν, ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ καὶ αὐτὴ συλλαβοῦσα ἔτεκε τὸν Κάϊν. Ἡ οὖν γνῶσις αὕτη ἀγνωσία ὄντως ἐστὶ παντὸς ἀγαθοῦ· εἰ μὴ γὰρ πρῶτον τῆς τοῦ Θεοῦ γνώσεως καὶ θεωρίας ἐξέπεσεν, οὐκ ἂν εἰς τὴν γνῶσιν ταύτην κατήγετο. Οὕτω δὲ καὶ ὁ Κάϊν ὁ υἱὸς αὐτοῦ, εἰ μὴ πρῶτον εἰς μῖσος καὶ φθόνον ἐξεκαύθη κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ Ἄβελ, οὐκ ἂν αὐτὸν ἀπέκτεινεν.
Ὅσοι τοιγαροῦν τῷ ἐκ γεννητῆς σκότει κατέχονται καὶ πρὸς τὸ νοητὸν φῶς, ὅθεν ὁ προπάτωρ ἐξέπεσεν, ἐνατενίσαι οὐ βούλονται, οὗτοι τοὺς ἐν αὐτῷ γενομένους τῷ φωτὶ καὶ τὰ τοῦ φωτὸς διαλεγομένους ὡς ἀντικειμένους ἐχθροὺς λογίζονται, πληττόμενοι τοῖς λόγοις αὐτῶν. Καθάπερ γὰρ ἡλίου ἀκτὶς ἐν οἰκίᾳ σκοτεινῇ ποθεν εἰσελθοῦσα, οἵα δὴ βέλος τιτρώσκει καὶ διατέμνει τὸ σκότος, οὕτω καὶ λόγος θεόπνευστος ἀνδρὸς πνευματικοῦ καὶ ὁσίου, ὡς δίστομος μάχαιρα ἐν καρδίᾳ ἀνθρώπου σαρκικοῦ γίνεται, ὀδύνην ἐμποιοῦσα καὶ πρὸς ἀντιλογίαν καὶ μῖσος ὑπὸ τῆς ἀγνωσίας καὶ ἀπιστίας αὐτὴν διεγείρουσα.
Ὁ δὲ καὶ οἰόμενος εἰδέναι τι μηδὲν εἰδώς, κἂν ἄγγελον ἴδῃ ἐξ οὐρανοῦ πρὸς αὐτὸν κατελθόντα, ὡς δαίμονα πονηρὸν ἀποπέμπεται αὐτόν, κἂν ἀπόστολον, κἂν προφήτην Θεοῦ, ὡς ἄλλον τινὰ Σίμωνα Μάγον καὶ αὐτὸν ἀποστρέφεται.
Καὶ ὢ τῆς ἐσχάτης ἀναισθησίας, ὁ τυφλὸς τυφλὸν ἡγεῖται τὸν βλέποντα καὶ ὁ τῷ ὄντι λῆρος λῆρον ἡγεῖται τοὺς λόγους αὐτοῦ. Καὶ καθάπερ ἐν νυκτὶ πολλάκις λεγόντων τινῶν μὴ λάμπειν τὸν ἥλιον, ἀκούων ὁ τυφλὸς οὐ πιστεύει αὐτοῖς, καὶ ἐν ἡμέρᾳ μέσῃ ὢν νύκτα εἶναι πάλιν ἀπιστεῖ, πλανᾶσθαι οἰόμενος ὑπὸ ἀμφοτέρων, καὶ κἂν φῶς εἶναι ἐν ἡμέρᾳ ἀκούῃ, κἂν σκότος ἐν νυκτί, ἀμφιβάλλων τοὺς λέγοντας ἀποσείεται· οὕτω καὶ οἱ ἐν σκότει παθῶν καθήμενοι καὶ τετυφλωμένον ἔχοντες τὸν νοῦν ἐξ ἀγνοίας, μᾶλλον δὲ νοῦν μὴ κεκτημένοι Χριστοῦ, ὡς μὲν ἄνουν τὸν ἔχοντα τὸν νοῦν τοῦ Χριστοῦ, ὡς δὲ ἔννουν τὸν μὴ τοῦτον ἔχοντα λογίζονται, περὶ ὧν εἰκότως ὁ προφήτης λέγει Δαυίδ· «Ἄφρων καὶ ἄνους ἀπολοῦνται.» Τοιγαροῦν πᾶσαν οἱ τοιοῦτοι Γραφὴν κατὰ τὰς ἰδίας αὐτῶν ἐπιθυμίας στρεβλοῦσι καὶ παραφθείρουσιν ἑαυτοὺς ἐν τοῖς ἑαυτῶν πάθεσιν, εἰ καὶ μὴ πάσχει τοῦτο ἡ θεία Γραφή, ἀλλ’ οἱ ταύτην παραχαράττοντες.
Πῶς οὖν, εἰπέ μοι, ὁ τὴν κρίσιν ὀρθὴν τῶν πραγμάτων ἐπιφερόμενος, ὀρθῶς ποτε ἀφ’ ἑαυτῶν τὰ νοήματα τοῦ φωτὸς οἱ τυφλοὶ ἀναγνώσονται, μὴ καταδεχόμενοι ἀπὸ οἰήσεως τὸ διδάσκεσθαι; Ὁ τυφλὸς τοῖς ὀφθαλμοῖς καὶ μὴ βλέπων τὸ φῶς, πῶς τὰ ἐν τῷ φωτὶ γράμματα ἀναγνώσεται;
Ὁ δὲ τυφλὸς ὢν τὸν νοῦν καὶ μὴ ἔχων ἐν ἑαυτῷ τὸν νοῦν τοῦ Χριστοῦ, πῶς τὰ ἐν τῷ φωτὶ τοῦ Χριστοῦ ἐναποκείμενα νοήματα ἀναλογίσασθαι δύναται; Κἂν μυριάκις τοῖς σωματικοῖς ὀφθαλμοῖς γεγραμμένα ὄντα αἰσθητῶς αὐτὰ ἀναγνῷ, οὐκ ἄν, οἶμαι, ποτὲ δυνηθῇ τὰ πνευματικά τε καὶ ἄϋλα καὶ φωτοειδῆ ἐν ὑλικῷ καὶ σκοτεινῷ χώρῳ θεάσασθαι ὁ τοιοῦτος Μηδεὶς οὖν ὑμᾶς πλανάτω. Ὁ Θεὸς φῶς ἐστι καί, οἷς. συναφθῇ, μεταδίδωσιν αὐτοῖς κατὰ ἀναλογίαν τῆς καθάρσεως τῆς ἰδίας λαμπρότητος. Καὶ τηνικαῦτα ἡ ἐσβεσμένη γινώσκει λαμπὰς τῆς ψυχῆς, ἤγουν ὁ νοῦς, ὅτι πῦρ θεῖον περιδραξάμενον αὐτῆς ἐξανήφθη.
Ὢ τοῦ θαύματος, ὅτι ἄνθρωπος Θεῷ ἑνοῦται πνευματικῶς τε καὶ σωματικῶς, εἴπερ οὐ χωρίζεται τοῦ νοῦ ἡ ψυχή, οὐδὲ τῆς ψυχῆς τὸ σῶμα, ἀλλὰ τῇ οὐσιωδῶς ἑνώσει γίνεται τρισυπόστατος κατὰ χάριν καὶ ὁ ἄνθρωπος, εἷς θέσει Θεός, ἐκ σώματος καὶ ψυχῆς καὶ οὗπερ μετείληφε θείου Πνεύματος, καὶ πληροῦται τηνικαῦτα τὸ εἰρημένον ὑπὸ τοῦ προφήτου Δαυίδ· «Ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες», υἱοὶ Ὑψίστου κατ’ εἰκόνα δηλαδὴ τοῦ Ὑψίστου καὶ καθ’ ὁμοίωσιν, γεννήματα θεῖα ἐκ θείου Πνεύματος, πρὸς οὓς εἶπεν εἰκότως καὶ ἀεὶ λέγει ὁ Κύριος· «Μείνατε ἐν ἐμοί, ἵνα καρπὸν πολὺν φέρητε—καρπὸν τὰ πλήθη φησὶ τῶν παρ’ αὐτῶν σῳζομένων—τὸ κλῆμα, φησίν, ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ ξηραίνεται καὶ εἰς πῦρ βάλλεται· μείνατε οὖν ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν.» Πῶς οὖν μένει ἐν ἡμῖν καὶ πῶς πάλιν μένομεν ἡμεῖς ἐν αὐτῷ, αὐτὸς ὁ Κύριος ἐδίδαξε λέγων· «Σύ, Πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοὶ καὶ οὗτοι ἐν ἐμοὶ κἀγὼ ἐν αὐτοῖς.» Καὶ τοῦτο θέλων βεβαιῶσαι ἐπαναλαμβάνει τὸν λόγον καὶ φησίν· «Αὐτοὶ ἐν ἐμοὶ κἀγὼ ἐν αὐτοῖς, καθὼς σύ, Πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί», ἔτι δὲ πρὸς πληροφορίαν τῶν ἀκουόντων προστίθησι λέγων· «Καθὼς ἠγάπησάς με, ἠγάπησα αὐτοὺς καὶ αὐτοὶ ἔγνωσαν ὅτι σύ με ἀπέστειλας.»
Εὔδηλον οὖν ὅτι, ὡς μένει ὁ Πατὴρ ἐν τῷ ἰδίῳ Υἱῷ καὶ ὁ Υἱὸς ἐν τῷ κόλπῳ τῷ πατρικῷ κατὰ φύσιν, οὕτω καὶ οἱ διὰ τοῦ θείου Πνεύματος ἀναγεννηθέντες καὶ τοῦ Χριστοῦ καὶ Θεοῦ κατὰ τὴν αὐτοῦ δωρεὰν γενόμενοι ἀδελφοὶ καὶ υἱοὶ Θεοῦ καὶ θέσει θεοί, μένουσιν ἐν τῷ Θεῷ καὶ ὁ Θεὸς ἐν αὐτοῖς κατὰ χάριν.
Οἱ οὖν μὴ γεγονότες τοιοῦτοι, μηδὲ πράξει καὶ γνώσει καὶ θεωρίᾳ καθόλου ἀλλοιωθέντες, πῶς οὐκ αἰσχύνονται χριστιανοὺς ἑαυτοὺς ὀνομάζειν; Πῶς δὲ καὶ στόμα τολμῶσιν ἀνοίγειν καὶ λαλεῖν ἀναιδῶς περὶ τῶν μυστηρίων Θεοῦ τῶν ἀποκεκρυμμένων, ἐπὶ ἀμελείας ὡς ἐπὶ στρωμνῆς κατακείμενοι;
Πῶς μετὰ χριστιανῶν ἐγκαταλέγειν ἑαυτοὺς καὶ μετὰ πνευματικῶν συναριθμεῖν οὐκ ἐρυθριῶσι; Πῶς τῶν ἱερέων συγκάθεδροι καὶ τοῦ σώματος καὶ αἵματος τοῦ Δεσποτικοῦ ἱερουργοὶ καὶ λειτουργοὶ οὐ φρίττουσι γίνεσθαι;
Ὅλως ἔνθεν ἐπαπορῶ, ἀλλ’ ἡ τύφλωσις, ὡς εἴρηται, τοῦ νοὸς καὶ ἡ συνεπομένη ἀναισθησία καὶ ἄγνοια καὶ ἡ τικτομένη ἐκ τούτων οἴησις, ὡς πηλὸν παρασκευάζει πατεῖν τὸν ὄντως χρυσόν, τὸν τιμιώτατον λίθον, αὐτὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν, τὸν Χριστόν. Ὢ τῆς φρικτῆς τόλμης, ὡς ἐπὶ βάθραν ὑψηλὴν ἐπιβαίνειν αὐτοὺς ποιεῖ καὶ ἵστασθαι ἐπ’ αὐτήν, ἵν’ ἕκαστος τούτων τοῖς πολλοῖς ὑπερέχων δείκνυται καὶ περίβλεπτος. Χριστιανοὺς οὖν τοὺς τοιούτους, ποῖος ἄρα χριστιανὸς ὀνομάσει;
Ἀλλὰ ταῦτα μὲν πρὸς τοὺς πάντα εἰδέναι καὶ λέγειν ἐπιχειροῦντας καὶ οἰομένους εἶναί τι, μηδὲν ὄντας, ὡς ἐν στήλῃ τῷ λόγῳ, ὁποῖοι καὶ ποταποί εἰσιν οἱ χριστιανοὶ ὑπεδείξαμεν, ἵνα ἑαυτοὺς τῷ ἀρχετύπῳ συγκρίνοντες, γνώσωνται ὁπόσον τῶν ἐν ἀληθείᾳ χριστιανῶν ἀπολείπονται.
Πρὸς δέ γε ὑμᾶς, τοὺς τοῦ Χριστοῦ δούλους καὶ τοῦ μανθάνειν ἐφιεμένους καὶ ηὐτρεπισμένους τὴν ἀκοήν, αὐτὸς ὁ Δεσπότης τῶν ὅλων διὰ τῶν ἁγίων αὐτοῦ Εὐαγγελίων βοᾷ λέγων· «Ἕως τὸ φῶς ἔχετε, τρέχετε πρὸς τὸ φῶς, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ.» Τρέχετε διὰ μετανοίας ἐν τῇ ὁδῷ τῶν ἐντολῶν αὐτοῦ, τρέχετε, τρέχετε ἕως ὁ καιρὸς τῆς ἐπιλάμψεως αὐτοῦ, πρὶν ἢ ἡ τοῦ θανάτου νὺξ καταλάβῃ ὑμᾶς καὶ τῷ αἰωνίῳ σκότει παραπεμφθήσεσθε. Τρέχετε, ζητεῖτε, κρούετε, ἵνα ἀνοιγῇ ὑμῖν ἡ πύλη τῆς βασιλείας τῶν οὐρανῶν καὶ ἔνδοθεν γενήσησθε αὐτῆς καὶ αὐτὴν ἐντὸς ὑμῶν κτήσησθε. Οἱ γὰρ πρὸ τοῦ κτήσασθαι ταύτην τοῦ τῇδε βίου ὑπεξερχόμενοι, ποῦ ποτε ταύτην ἐκεῖ ἀπελθόντες εὑρήσουσιν;
Ἐνταῦθα τοίνυν αἰτεῖσθαι καὶ ζητεῖν καὶ κρούειν ἐν μετανοίᾳ καὶ δάκρυσι προσετάγημεν, καὶ οὕτω ποιοῦσιν ὁ Δεσπότης ταύτην ὑπέσχετο δώσειν ἡμῖν. Εἰ οὖν τοῦτο ποιῆσαι καὶ ὑπακοῦσαι τῷ Δεσπότῃ Χριστῷ οὐ θελήσομεν, ἵνα ἔτι τῷ βίῳ περιόντες σπεύσωμεν λαβεῖν τὴν βασιλείαν ἐντὸς ἡμῶν, οὐχὶ ἀπελθόντες ἐκεῖ δικαίως ἀκούσομεν λέγοντος αὐτοῦ πρὸς ἡμᾶς· «Τί ζητεῖτε νῦν, ἣν διδομένην ὑμῖν παρ’ ἐμοῦ λαβεῖν παρῃτήσασθε; Οὐχὶ πολλὰ παρακαλοῦντός μου ὑμᾶς κοπιᾶσαι καὶ λαβεῖν αὐτὴν παρ’ ἐμοῦ, οὐκ ἠβουλήθητε, ἀλλὰ κατεφρονήσατε ταύτης καὶ τὴν ἀπόλαυσιν τῶν φθαρτῶν καὶ γηΐνων προετιμήσασθε;
Ποίοις οὖν ἔργοις ἢ λόγοις ταύτην εὑρεῖν ἀπό γε τοῦ νῦν ἐξισχύσητε;» Διὰ τοῦτο τοίνυν, πατέρες καὶ ἀδελφοί, παρακαλῶ ὑμᾶς, πάσῃ σπουδῇ τὰς ἐντολὰς τοῦ Θεοῦ ἡμῶν φυλαξώμεθα, ἵνα καὶ ζωῆς καὶ βασιλείας ἐπιτευξώμεθα αἰωνίου καὶ μὴ ἀκούσωμεν νῦν μέν· «Ὁ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωήν, ἀλλ’ ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ’ αὐτόν», ἐν δὲ τῷ μέλλοντι αἰῶνι· «Ἀπέλθατε ἀπ’ ἐμοῦ, οὐκ οἶδα ὑμᾶς, πόθεν ἐστέ», ἀλλὰ τῆς εὐλογημένης ἐνωτισθῶμεν ἐκείνης φωνῆς «Δεῦτε» λεγούσης, «οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν, ὅτι ἐθρέψατέ με, πεινῶντα τὴν σωτηρίαν ὑμῶν, διὰ τῆς ἐργασίας τῶν ἐμῶν ἐντολῶν, ἐποτίσατε, ἐνεδύσατε, συνηγάγετέ με καὶ ἤλθετε πρός με, καθάραντες τὰς καρδίας ὑμῶν ἀπὸ παντὸς σπίλου καὶ ῥύπου τῆς ἁμαρτίας· λοιπὸν ἀπολαύσατέ μου τῶν ἀγαθῶν, ὧν ἡ ἀπόλαυσις ἄρρητος καὶ ζωὴ αἰώνιος καὶ ἀθάνατος»—, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.