Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κατηχήσεις

Συμεὼν ὁ Νέος Θεολόγος

Κατήχηση ΚΑ': Περί της μνήμης του θανάτου και του οσίου Αντωνίου

Η διήγηση του ενάρετου βίου, της ταπείνωσης και της ειρηνικής κοίμησης του μοναχού Αντωνίου ως προτύπου μίμησης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 22 από 35

Ἀμήν. Περὶ μνήμης θανάτου. Καὶ οἷον ἀγαθὸν τέλος δέδωκεν ὁ τρισόλβιος αὐτοῦ ἀδελφὸς Ἀντώνιος. Καὶ πρὸς τῷ τέλει, ἐπιτάφιος πρὸς αὐτόν.

Λόγος ΚΑʹ. Ἀδελφοὶ καὶ πατέρες, εὔχομαι τῷ ἐλεήσαντί με Θεῷ τὰ ὑπὲρ τῆς σωτηρίας πάντων οἰκονομηθῆναι καὶ τὰς ψυχὰς ἡμῶν διευθετηθῆναι πρὸς τὸν ἐκεῖθε βίον καλῶς, ὅπου προλαβόντες ἡμᾶς ἀδελφοὶ καὶ γονεῖς ἀναμένουσιν, ὅπου ὁ τρισόλβιος καὶ μακάριος ἡμῶν ἀδελφὸς ὁ κῦρις μετῆλθεν Ἀντώνιος, καλῶς καὶ ὁσίως ἐνταῦθα πολιτευσάμενος, μετανοήσας γνησίως, ἐξαγορεύσας ἐμπόνως ἅπερ ὀλίγοι τῶν μοναχῶν λογίζονται ἁμαρτήματα. Καθαρὸς γὰρ τυγχάνων καὶ τὴν καρδίαν καθαρὰν κεκτημένος ἀπὸ τῶν ἐμπαθῶν λογισμῶν, τὰ μικρά—ὡς δοκῶ καὶ παντελῶς—ἁμαρτήματα ὁ ἅγιος ἐκεῖνος ὡς ἁμαρτίας μεγάλας καὶ εἶχε καὶ ἐξηγόρευεν, ἐπεὶ Θεοῦ χάριτι σκεπόμενος, παρθένος διῆλθε τὸν βίον, τῷ σώματι καὶ τὴν καρδίαν ἁγνός. Ἀφ’ οὗ γὰρ τὸν τῆς μονῆς εἰσῆλθε πυλῶνα καὶ τῷ Χριστῷ συνετάξατο, τὸν χιτῶνα τῆς σαρκὸς αὐτοῦ ἢ τῆς ψυχῆς αὐτοῦ οὐκ ἐμόλυνεν οὐ συνδυασμῷ ἐννοιῶν, οὐ συγκαταθέσει λογισμῶν, οὐ πράξει τινί, ὥσπερ μοι, πλησίον τῆς κλίνης αὐτοῦ καθεζομένῳ καὶ κλαίοντι, οὕτως ἐξεῖπε· «Τί κλαίεις, φησίν, ἀδελφέ; Τῆς πρὸς Θεὸν πίστεως οὐ γέγονα ἔξαρνος, ἀλλὰ ταύτην ὡς ἐκεῖνον, ἐλπίζω, ἐφύλαξα. Καὶ ἀφ’ οὗ ἐν τῇ ἁγίᾳ παρεγενόμην ταύτῃ μονῇ—οὐ καυχώμενος λέγω, ἀλλ’ εἰς τὸν Θεὸν θαρρῶν καὶ εἰς τὴν τοῦ ἁγίου πατρὸς ἡμῶν εὐχήν—σαρκικὴν ἁμαρτίαν οὐκ ἔπραξα. Ἐσθίων δὲ καὶ πίνων, ἐν ἀμελείᾳ διετέλεσα τὰς ἡμέρας μου.

Πλὴν εἰς τὴν φιλανθρωπίαν τοῦ τὰ πάντα εἰδότος Θεοῦ ἐμαυτὸν ἀνατίθημι, καὶ ὡς ποιήσει μετὰ τῆς ἐμῆς ταπεινώσεως.» Τί τοίνυν τῶν μεγάλων πατέρων τὰ τελευταῖα ῥήματα καὶ ἀποφθέγματα τοῦ ἡμετέρου πλείω τυγχάνουσι ἀδελφοῦ;

Τὴν γὰρ ἁγνείαν αὐτοῦ καὶ παρθενίαν μετὰ παρρησίας ἡμῖν ἐγνώρισε καὶ τὸ τῆς ταπεινώσεως αὐτοῦ πάλιν ἄπτωτον τῇ ἑαυτοῦ ψυχῇ περιεποιήσατο, φυλάττων κἀντούτῳ τὴν Δεσποτικὴν φωνὴν ἢ μᾶλλον εἰπεῖν ἐντολήν, τὴν λέγουσαν· «Ὅταν πάντα ποιήσητε, τότε λέγετε ὅτι· Ἀχρεῖοι δοῦλοί ἐσμεν, ὃ ὀφείλομεν ποιῆσαι πεποιήκαμεν.» Μετὰ δὲ ταῦτα τῷ ἁγίῳ ἡμῶν πατρὶ κατ’ ἰδίαν συντετυχηκώς, τὰ ὅμοια πενθῶν ὑφηγήσατο αὐτῷ, ἅπερ καὶ αὐτὸν τὸν ἅγιον πατέρα καὶ ἡμᾶς αὐτοὺς ἐξέστησαν, οὐ μόνον δὲ ἀλλὰ καὶ ἅπαντας τοὺς ἀκηκοότας μετὰ τὴν τελευτὴν ἐκείνου ταῦτα ἐξέπληξαν. Οὐδεὶς γὰρ ἐξ ἡμῶν παρ’ ἐκείνῳ τοιοῦτον θησαυρὸν ἁγνείας καὶ παρθενίας ἤλπιζεν ἀποκρύπτεσθαι.

Ἀλλὰ γὰρ εἶθ’ οὕτω καὶ τὸ ἅγιον καὶ ἀγγελικὸν μέγα σχῆμα ἐπενδυσάμενος, ἐν προθυμίᾳ μεγάλῃ, ἐν πολλαῖς δακρύων ἐκχύσεσιν, ἐν ἀρραγεῖ πίστει καὶ ἐπιγνώσει τελείᾳ, οὕτω τῇ ἑβδόμῃ ἡμέρᾳ ὁ νεοφώτιστος οὗτος καὶ στρατιώτης νεόλεκτος, ὁ ἔσχατος ἐν τῷ παρόντι βίῳ ὑπὲρ ἡμᾶς εἰσελθὼν καὶ πρῶτος τὴν ματαιότητα τοῦ κόσμου καταλιπών, πρὸς τὸν ἑαυτοῦ Δεσπότην ἀνεκλαλήτῳ χαρᾷ ἐξεδήμησε, πένθος ἄπαυστον καταλιπὼν τοῖς ταλαιπώροις ἡμῖν. Ὅταν γὰρ ἐνθυμηθῶ, ἅπερ καὶ ὑμεῖς οἴδατε ὅτι ἐποίουν καὶ ἔλεγον πρὸς αὐτόν, τὰ πρὸς σωτηρίαν αὐτοῦ ψυχικὴν σπουδάζων ἐγὼ ὁ μάταιος, ὅλως ἐξίσταμαι καὶ νοῦν καὶ διάνοιαν καὶ τὴν καρδίαν μου φλογίζομαι, πῶς ἔλαθον ἐμαυτόν, πῶς ἐματαιώθην παιδεύων ἄνδρα, παρ’ οὗ μᾶλλον ἐγὼ παιδεύεσθαι ὤφειλον· τὰς γὰρ ἀρετὰς ἐκείνου ἐλαττώματα κρίνων ἐγὼ σφόδρα ἤλγουν καὶ περὶ τῆς ψυχικῆς σωτηρίας τοῦ πεποθημένου μου ἀδελφοῦ ἐσφάδαζον—οὕτω γὰρ πρέπον ἐστὶ μὴ ψεύδεσθαι—. Ἐν Χριστῷ καυχῶμαι, χαρᾷ δὲ πάλιν ἀνεκλαλήτῳ συνέχομαι, ὅτι οὕτω τοῦ τῇδε βίου τὸν ἐμὸν προέπεμψα ἀδελφὸν καὶ ἐν τοιούτοις ἔργοις καὶ πράξεσι κατηξιώθην ἰδεῖν αὐτὸν πρὸς Χριστὸν ἐκδημήσαντα.

Οἶδε γὰρ ὁ τῶν ἐννοιῶν ἡμῶν καὶ τῶν λογισμῶν ἐξεταστὴς Θεός, ὅτι περὶ τούτου πολλὴ σπουδὴ ἐξ ἀρχῆς καὶ μέριμνά μοι ἐγένετο, καὶ πολλὰς δακρύων ἀφῆκα πηγὰς τούτουγε ἕνεκα. Καὶ ὁ Θεὸς ὁ φιλάνθρωπος οὐ παρεῖδέ μου τοῦ ταλαιπώρου τὴν δέησιν, ἀλλ’ ἐν ἀγάπῃ, τῇ εἰς ἀλλήλους, καὶ ταπεινώσει καὶ πίστει, τῇ πρὸς ἡμᾶς, οὕτως ἀπέπτη πρὸς οὐρανόν, τὸ σῶμα μόνον καταλιπὼν ἐν ταῖς ἐμαῖς ἀθλίαις χερσί.

Θρηνοῦντός μου γὰρ καὶ «Μὴ ἐπιλάθῃ» λέγοντος «ἡμῶν, ἀδελφέ. Ἤδη γὰρ ἐκλείπεις καὶ καταλιμπάνεις ἡμᾶς», οὑτωσὶ γαληνῶς προσεφθέγξατο· «Οὐχί, εἰς τὸν Θεὸν ἐλπίζω». Καὶ τοῦτο τὸ ῥῆμα ὕστατον τοῖς καθαρωτάτοις αὐτοῦ χείλεσιν ἐξειπών, πρὸς Θεὸν ἐξεδήμησεν, οὐχ ἅπαξ τοῦτο εἰπών, ἀλλὰ καὶ δίς. Πρότερον ἐμοῦ δηλονότι τὸ «Μὴ ἐπιλάθῃ ἡμῶν» αἰτησαμένου «ἀδελφὲ περιπόθητε», αὐτὸς ἐκ δευτέρου μὴ ἐπιλαθέσθαι ἡμῶν προσεπηγγείλατο. Καὶ τοὺς πόδας ἐξάρας καὶ τὰς χεῖρας τυπώσας σταυροειδῶς ἐν ἀταράχῳ τῆς ψυχῆς καταστήματι καὶ κινήματι, οὕτω τὸν γλυκύτατον ὕπνον ἐν εἰρήνῃ βαθείᾳ ἐκοιμήθη καὶ ὕπνωσεν ὕπνον τὸν δικαίοις πρέποντα, πρὸς οὐδὲν τῶν παρόντων προσπάθειαν ἐνδειξάμενος. Οὔτε γὰρ συγγενῶν ἐμνήσθη, οὔτε φίλον ὠνόμασεν ἐν τούτῳ τῷ βίῳ τινά, οὐ περὶ φθαρτοῦ πράγματος διετάξατο, ἀλλ’ ὡς κόπρον ἢ βόρβορον τὰ τῇδε πάντα μισήσας καὶ βδελυξάμενος, οὕτω γυμνὸς πάσης ἐπιθυμίας τῶν ὁρωμένων καὶ σχέσεως, πρὸς τὰ νοητὰ μετέβη βασίλεια, ἄξιος ὡς ἀληθῶς οἰκήτωρ καὶ κληρονόμος ἐκείνων γενόμενος. Καὶ εἰκότως· εἰ γὰρ ἡμῖν ὁ Θεὸς ἐνετείλατο, γεγυμνωμένοις οὖσιν, ἐνδύειν τοὺς ἀδελφούς, πόσῳ μᾶλλον ἐκεῖνος ἱμάτιον καὶ σκέπη τῷ γλυκυτάτῳ μοι γενήσεται ἀδελφῷ, τῷ δι’ ἐκεῖνον μὲν τὸν κόσμον πάντα καὶ τὰ τοῦ κόσμου ἀποδυσαμένῳ καὶ γυμνῷ πρὸς αὐτὸν ἐκδημήσαντι;

Ἀλλὰ τὸν βίον τοῦ ἀδελφοῦ ἡμῶν πάντες ἡμεῖς ἀναθεωρήσαντες, μιμησώμεθα, παρακαλῶ, τὴν αὐτοῦ πίστιν, τοὺς ἀγῶνας αὐτοῦ, τὴν ἐξομολόγησιν, τὴν μετάνοιαν, ἵνα καὶ ἡμεῖς πρὸς τὴν ἐκ τοῦ σώματος ἔξοδον ἐρχόμενοι, ἀφόβως καὶ ἀταράχως ὡς ἐκεῖνος, τοῦ μὲν σώματος ἐκδημήσωμεν, πρὸς δὲ τὸν Θεὸν ἀπελθόντες, ἐν αὐτῷ μετ’ ἐλπίδων χρηστῶν ἐνδημήσωμεν καὶ καταπαύσωμεν εἰς αἰωνίους σκηνάς, ἔνθα πάντων εὐφραινομένων ἡ κατοικία καὶ ὁ χορὸς τῶν μακαρίων καὶ ἁγίων πατέρων ἡμῶν ἐναυλίζεται.

Ἀλλ’ ὦ φίλτατε καὶ Θεῷ φιλούμενε, τριπόθητε ἀδελφέ, μέμνησο τῆς ὑποσχέσεως καὶ μὴ ἐπιλάθῃ τῶν τελευταίων καὶ ἡδίστων ἐμοὶ ῥημάτων σου, πρεσβεύων ὑπὲρ ἡμῶν τῶν ἀδελφῶν σου καὶ παντὸς τοῦ γένους σου. Οἶδας γὰρ ἐν οἵοις ἐσμὲν κακοῖς, αὐτὸς ἐν καλοῖς γενόμενος καὶ πολλοῖς ἀγαθοῖς· ὁ γὰρ τοῦ σκότους ἀπαλλαγεὶς ἀκριβῶς γινώσκει τῶν ἐν αὐτῷ κρατουμένων τὴν ἀθλιότητα. Ἱκέτευσον οὖν, ἀξιοῦμεν, καὶ νῦν τὸν Θεὸν ὑπὲρ πάσης σου τῆς ἐν Χριστῷ ἀδελφότητος, ὁ μηδέποτέ τινος ἐξαιτουμένου σε παρακούσας, μηδὲ τῆς σῆς ἀναγκαίας τροφῆς τοὺς δεομένους ἀποστερήσας.

Δεήθητι ὑπὲρ ἀδελφῶν τῶν τῷ σῷ πόθῳ ἐκκρεμαμένων καὶ τὸν χωρισμὸν στέγειν ἀδυνατούντων καὶ τὸ πένθος ἐπισχεῖν μὴ καρτερούντων, ὅπως καὶ ἡμᾶς μετὰ σοῦ ἕξεις ὑποδεξάμενος, καὶ σὺν σοὶ σκηνῶσαι τὸν ὑπεράγαθον Θεὸν ἐξιλέωσαι καὶ τόπον ἡμῖν προετοίμασον ἀναπαύσεως διὰ τῆς ἐντεῦθεν εὐπραξίας ἐξειργασμένον, ἵνα σὺν σοὶ καὶ μετὰ σοῦ, ὡς καὶ ἐν τῷ παρόντι βίῳ, καὶ αὐτόθι συνδιάγωμεν καὶ συνευφραινώμεθα, καταξιούμενοι οἰκεῖν καὶ βλέπειν τὴν ἄλυπον καὶ μακαρίαν ζωήν. Καὶ καθάπερ ἡμεῖς, ἀπὸ τοῦ κόσμου σοῦ προσδραμόντος εἰς τὴν μοναχικὴν πολιτείαν, μονὴν καὶ οἰκίαν προηυτρεπίσαμεν, οὕτω νῦν καὶ σὺ εἰς τὴν ἄρρητον καὶ θείαν καὶ ἄϋλον διαγωγὴν προοδεύσας, ἀσμένως ἡμᾶς ὑπόδεξαι, μᾶλλον δὲ προσλαβοῦ καὶ συνόδευσον καὶ συγκοπίασον, ὡς φιλάδελφος ἀδελφός, καὶ τῶν ἐπιχειρούντων παρεμποδίζειν καὶ κωλύειν ἡμῶν τὴν πρός σε ἄφιξιν ἐλευθέρωσον, μεμνημένος ὅτι καὶ ἡμεῖς τῇ σῇ ἐβοηθήσαμεν καὶ συνεκοπιάσαμεν ἐν τῷδε τῷ βίῳ ἀδελφότητι.

Χρήζομεν γάρ σου μᾶλλον ἄρτι τῆς συνεργείας ἡμεῖς ἢ τότε σύ, ὅτε τῶν τοῦ κόσμου δικτύων ὑπεξελθεῖν ἐπεχείρησας. Πολλὰ γὰρ τὰ ἡμέτερα ἄχθη, γλυκύτατε ἀδελφέ, ἃ τὴν ταπεινὴν ἡμῶν ψυχὴν καὶ τὸ σῶμα βαρύνουσιν, ὧν τὸ πάντων δεινότατον ἡ μόνωσις καὶ ἡ πολλὴ τῶν μεθ’ ἡμῶν ἀδελφῶν μέριμνα, περὶ ἥν με καὶ γινώσκεις ζηλωτὴν μανικώτατον.

Ἔγνως γὰρ πάντως ἄρτι τὰ τῆς ἐμῆς πρὸς σὲ διαθέσεως, καὶ ὡς οὐ μισῶν σέ ποτε ἢ βδελυσσόμενος ἐπέπληττον καὶ παντὶ τρόπῳ ταῖς νουθεσίαις ἠσφαλιζόμην, ἀλλὰ σφόδρα φιλῶν σε καὶ τῷ περί σε πόθῳ ἀνενδότως φλεγόμενος. Βλέπεις γὰρ ἄρτι, οἶδα καλῶς, ὑπεξελθὼν τὸν γνόφον καὶ τὴν ὀμίχλην τούτου τοῦ σώματος, καὶ γυμνὴν ὁρᾷς τὴν ἐμὴν ψυχὴν καὶ τὴν γνώμην αὐτῆς, καθὼς σὺ ὑπάρχεις ἄρτι γυμνὸς τοῦ σώματος. Θεοειδὴς γὰρ γενόμενος, θεοειδέστερον βλέπεις καὶ πάντα τὰ καθ’ ἡμᾶς. Μὴ οὖν ψεύστης τῶν συνθηκῶν φανήσῃ τῶν πρὸς ἡμᾶς, μηδὲ ἐπιλάθῃ ἀδελφοῦ τοῦ ὑπερβαλλόντως σε ἀγαπήσαντος καί, εἰ μὴ τολμηρὸν εἰπεῖν, καὶ αὐτὴν τὴν ψυχὴν ὑπὲρ σοῦ τεθεικότος.

Ἀλλὰ δὸς χεῖρα βοηθείας διὰ τῶν εὐπροσδέκτων σου προσευχῶν, ἵνα καταντῆσαι ἀξιωθῶμεν πρός σε καὶ συνοικῆσαί σοι ἐν αὐτῷ τῷ Κυρίῳ καὶ Θεῷ καὶ Σωτῆρι ἡμῶν Ἰησοῦ Χριστῷ, τὴν κατοικίαν ποιούμενοι ἐν αὐτῷ, συναναστρεφόμενοι τῷ ἀφράστῳ φωτὶ ἐν τῇ ἀκηράτῳ ζωῇ, ἐν τῇ ἀνεκλαλήτῳ χαρᾷ, ἐν τῇ ἀνεκδιηγήτῳ δόξῃ τε καὶ λαμπρότητι, τῇ ἐν Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι ὁρωμένῃ καὶ προσκυνουμένῃ εἰς τοὺς αἰῶνας. Ἀμήν.