Ἔργον
Συμεὼν ὁ Νέος Θεολόγος – Κατηχήσεις
Κατήχηση ΚΒ': Περί πίστεως και της εν κρυπτώ ασκήσεως
Η ιστορία ενός νέου εντός του κόσμου που έλαβε τη θεία έλλαμψη διά της προσευχής και η επακόλουθη πτώση και μετάνοιά του.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Κατήχηση ΚΒ': Περί πίστεως και της εν κρυπτώ ασκήσεως
Η ιστορία ενός νέου εντός του κόσμου που έλαβε τη θεία έλλαμψη διά της προσευχής και η επακόλουθη πτώση και μετάνοιά του.
Περὶ πίστεως. Καὶ διδασκαλία περὶ τῶν λεγόντων μὴ εἶναι δυνατὸν ἐν μέσῳ τῶν βιωτικῶν τὸ τέλειον φθάσαι τῶν ἀρετῶν. Καὶ διήγησις ἐκ προοιμίων ἐπωφελής.
Λόγος ΚΒʹ. Ἀδελφοὶ καὶ πατέρες, καλὸν ἡμᾶς ἀνακηρύττειν εἰς πάντας τὸ ἔλεος τοῦ Θεοῦ καὶ γνωρίζειν τοῖς πλησίον ἡμῶν τὴν πρὸς ἡμᾶς αὐτοῦ εὐσπλαγχνίαν καὶ ἄφατον ἀγαθότητα. «Ἐγὼ οὖν, ὡς ὁρᾶτε, οὐκ ἐνήστευσα, οὐκ ἠγρύπνησα, οὐκ ἐχαμεύνησα, ἐταπεινώθην δὲ καὶ ἔσωσέ με συντόμως ὁ Κύριος», φησὶν ὁ θεῖος Δαυίδ. Πολλῷ δὲ συντομώτερον εἰπεῖν· «Μόνον ἐπίστευσα καὶ προσελάβετό με ὁ Κύριος.» Πολλὰ γὰρ τὰ ἐμποδίζοντα ἡμᾶς πρὸς τὸ ταπείνωσιν κτήσασθαι, πίστιν δὲ εὑρεῖν οὐδὲν τὸ κωλῦόν ἐστιν. Εἰ γὰρ ἀπὸ ψυχῆς θελήσομεν, καὶ ἡ πίστις εὐθέως ἐνήργησε, δῶρον γάρ ἐστι τοῦ Δεσπότου αὐτὴ καὶ φυσικὸν πλεονέκτημα, εἰ καὶ τῷ αὐτεξουσίῳ τῆς ἡμῶν προαιρέσεως καὶ αὐτὴ ὑπόκειται, καὶ γὰρ καὶ Σκύθαι καὶ βάρβαροι ἀλλήλων τοῖς λόγοις πιστεύουσιν. Ἀλλ’ ἵνα πραγματικῶς δείξω ὑμῖν τὴν τῆς ἐνδιαθέτου πίστεως ἐνέργειαν, ἀκούσατε καὶ διήγησιν ὑμῖν διηγήσομαι πρὸς βεβαίωσιν τῶν εἰρημένων, ἣν ἐξ ἀληθινοῦ ἀκήκοα στόματος.
Γεώργιός τις τοὔνομα, νέος τὴν ἡλικίαν ὑπάρχων καὶ αὐτὸς ὡσεὶ ἐτῶν εἴκοσιν, οἰκῶν ἐν Κωνσταντινουπόλει ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις, —ὡραῖος τῷ εἴδει καὶ φαντασιῶδες τό τε σχῆμα καὶ τὸ ἦθος καὶ τὸ βάδισμα κεκτημένος, ὡς ἐκ τούτων καὶ ὑπολήψεις πονηρὰς ἔχειν τινὰς εἰς αὐτόν, τοὺς τὸ ἔξωθεν μόνον βλέποντας περικάλυμμα καὶ κακῶς κρίνοντας τὰ ἀλλότρια—, ἁγίῳ τινὶ μοναχῷ, ἐν ἑνὶ τῶν τῆς πόλεως μοναστηρίων διάγοντι, γνώριμος κατεστάθη. Καὶ τὰ τῆς ψυχῆς αὐτοῦ πρὸς αὐτὸν ἀναθέμενος, ἐντολὴν μικρὰν εἰς μόνην ὑπόμνησιν ἔλαβε παρ’ αὐτοῦ. Ἐζήτησε καὶ βίβλον ὁ νέος λαβεῖν ἐξ αὐτοῦ, τὰ τῆς πολιτείας τῶν μοναχῶν καὶ τὰ τῆς πρακτικῆς αὐτῶν ἀσκήσεως διηγήματα περιέχουσαν, καὶ δίδωσιν αὐτῷ ὁ γέρων τὴν συγγραφὴν τοῦ μοναχοῦ Μάρκου, τὴν περὶ πνευματικοῦ νόμου διδάσκουσαν. Ταύτην δὲ ὡς ἐξ αὐτοῦ τοῦ Θεοῦ σταλεῖσαν ὁ νέος δεξάμενος καὶ ὡς μέγα τι ἐξ αὐτῆς ἐλπίζων καρπώσασθαι, οὕτω μετὰ πόθου καὶ προσοχῆς διῆλθε πᾶσαν αὐτήν. Καὶ ἐκ πάντων ὠφεληθείς, τρία μόνα κεφάλαια, ἵν’ εἴπω, ἐν τῇ αὐτοῦ καρδίᾳ ἐνέπηξε. Καὶ τὸ μὲν ἓν ὑπάρχον τὸ οὕτως αὐταῖς ἐγκείμενον λέξεσι· «Ζητῶν θεραπείαν, ἐπιμέλησαι τῆς συνειδήσεως καὶ ὅσα λέγει ποίησον καὶ εὑρήσεις ὠφέλειαν.»
Τὸ δὲ ἕτερον· «Ὁ πρὸ τῆς ἐργασίας τῶν ἐντολῶν τὰς ἐνεργείας τοῦ Ἁγίου Πνεύματος ἐπιζητῶν, ὅμοιός ἐστι δούλῳ ἀργυρωνήτῳ, ὃς ἅμα τῷ ἀγορασθῆναι σὺν ταῖς ὠναῖς καὶ ἐλευθερίαν αὐτῷ γραφῆναι ἐπιζητεῖ.» Τὸ δὲ τρίτον· «Τυφλός ἐστι κράζων καὶ λέγων «Υἱὲ Δαυίδ, ἐλέησόν με», ὁ προσευχόμενος σωματικῶς καὶ μήπω ἔχων γνῶσιν πνευματικήν· ὁ ποτὲ δὲ τυφλὸς ἀναβλέψας καὶ ἰδὼν τὸν Κύριον, οὐκέτι υἱὸν Δαυίδ, ἀλλ’ Υἱὸν Θεοῦ ὁμολογήσας, προσεκύνησεν αὐτῷ.» Ταῦτα τοίνυν ἀναγνοὺς ὁ νέος ἐκεῖνος ἐθαύμασε καὶ θαυμάσας ἐπίστευσεν ὅτι τῇ ἐπιμελείᾳ τῆς συνειδήσεως εὑρήσει ὠφέλειαν καὶ τῇ τῶν ἐντολῶν ἐργασίᾳ τὴν ἐνέργειαν τοῦ Ἁγίου γνώσεται Πνεύματος καὶ τῇ χάριτι τούτου νοερῶς ἀναβλέψει καὶ ἴδῃ τὸν Κύριον. Τῇ οὖν ἀγάπῃ τούτου καὶ τῇ ἐπιθυμίᾳ τρωθείς, τὸ πρῶτον κάλλος δι’ ἐλπίδος ἐζήτει καὶ μὴ φαινόμενον. Οὐδὲν δὲ ἕτερον ἔπραξεν, ὡς μεθ’ ὅρκων με ἐβεβαίωσεν, εἰ μὴ τὴν δοθεῖσαν αὐτῷ μικρὰν ἐντολὴν παρὰ τοῦ ἁγίου ἐκείνου γέροντος ἑκάστῃ ἑσπέρᾳ ἐποίει καὶ οὕτως ἐπὶ τῆς κλίνης ἐκάθευδε. Τῆς συνειδήσεως οὖν λεγούσης αὐτῷ· «Ποίησον πάντως καὶ ἑτέρας μετανοίας καὶ ἄλλους ψαλμοὺς πρόσθες, καὶ πλεῖον λέγειν τὸ «Κύριε, ἐλέησον», δύνασαι γάρ», ταύτῃ προθύμως ὑπήκουε καὶ ἀδιστάκτως, ὡς ἐξ αὐτοῦ τοῦ Θεοῦ λεγόμενα, οὕτως ἅπαντα ἔπραττε.
Καὶ οὐδέποτε ἔκτοτε ἐκοιμήθη ἐλεγχούσης αὐτὸν τῆς συνειδήσεως καὶ λεγούσης· «Τί τοῦτο οὐκ ἐποίησας;» Ταύτῃ τοιγαροῦν ἐξακολουθῶν ἀπαραλείπτως κἀκείνης τὸ λέγειν προστιθείσης ὁσημέραι, εἰς ὀλίγας ἡμέρας πολλὴ προσετέθη ἡ τῆς ἑσπέρας ἀκολουθία. Τὴν γὰρ ἡμέραν οἴκου προΐστατο τῶν πατρικίων τινὸς καὶ ἐν τῷ παλατίῳ καθ’ ἑκάστην προήρχετο, φροντίζων τῶν τῷ βίῳ ἁρμοζόντων, ὡς ἐκ τούτου μηδενὶ ἀνθρώπῳ γινώσκεσθαι τὰ πραττόμενα.
Διὸ καὶ δάκρυα καθ’ ἑσπέραν ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ κατήρχοντο καὶ συχνότερον ἐπὶ τὴν γῆν καὶ ἐπὶ πρόσωπον γονυκλισίας ἐποίει, κεκολλημένους ἔχων ἀλλήλοις καὶ ἀμετακινήτους τοὺς πόδας ἐν παραστάσει, εὐχαί τε παρ’ αὐτοῦ πρὸς τὴν Θεοτόκον ἀνεγινώσκοντο ἐμπόνως καὶ μετὰ στεναγμῶν καὶ δακρύων καί, ὡς παρόντος τοῦ Κυρίου σωματικῶς, οὕτω τοῖς ἀχράντοις ποσὶν αὐτοῦ προσέπιπτεν καὶ ὡς τυφλὸς ἐλεηθῆναι καὶ ψυχικῶς ἀναβλέψαι ᾐτεῖτο.
Ὡς δὲ καθ’ ἑσπέραν ἡ εὐχὴ προσετίθετο, διήρκει μέχρι μεσονυκτίου, μηδόλως ἐν τῷ καιρῷ τῆς προσευχῆς χαυνουμένου ἢ ῥαθυμοῦντος αὐτοῦ ἤ τινος μέλους τῶν τοῦ σώματος αὐτοῦ κινουμένου τὸ σύνολον μέχρι καὶ περιστροφῆς ὀφθαλμοῦ ἢ ἀναβλέψεως, ἀλλ’ οὕτως ἵστατο ἀκίνητος, ὡς στήλη τις ἢ ὥσπερ τις ἀσώματος.
Ἱσταμένου οὖν αὐτοῦ ἐν μιᾷ καὶ τὸ «Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ» λαλοῦντος τῷ νοῒ μᾶλλον ἢ τῷ στόματι, ἔλλαμψις θεία πλουσίως αἴφνης ἐπέφανεν ἄνωθεν καὶ πάντα τὸν τόπον ἐπλήρωσε. Τούτου δὲ γεγονότος ἠγνόησεν ὁ νεανίας καὶ ἐπελάθετο εἰ ἐν οἴκῳ ἦν ἢ ὅτι ὑπὸ στέγην ὑπῆρχε. Φῶς γὰρ μόνον ἔβλεπε πάντοθεν καὶ οὐδὲ εἰ ἐπὶ γῆς ἐπάτει ἐγίνωσκεν. Οὐδὲ φόβος ἦν ἐν αὐτῷ τοῦ μὴ πεσεῖν, οὐδὲ κόσμου φροντίς, οὐδέ τι τῶν, οἷα τοῖς ἀνθρώποις καὶ σῶμα φοροῦσι προσβάλλουσι, τῷ λογισμῷ τότε προσέβαλλον, ἀλλ’ ὅλως φωτὶ ἀΰλῳ συνὼν καὶ τῷ δοκεῖν αὐτὸς φῶς γενόμενος καὶ παντὸς τοῦ κόσμου ἐπιλαθόμενος, δακρύων καὶ χαρᾶς ἀνεκφράστου καὶ ἀγαλλιάσεως ἔμπλεως ἐγένετο. Εἶτα εἰς οὐρανὸν ἀνῆλθεν ὁ νοῦς αὐτοῦ καὶ ἄλλο φῶς ἐθεάσατο ὑπὲρ τὸ πλησιάζον τρανότερον.
Ἐφάνη αὐτῷ παραδόξως, πλησίον τοῦ φωτὸς ἐκείνου ἱστάμενος, ὁ ῥηθεὶς ἅγιος ἐκεῖνος καὶ ἰσάγγελος γέρων, ὁ τὴν ἐντολὴν αὐτῷ καὶ τὴν βίβλον προχειρισάμενος. Ὡς οὖν ἐγὼ ταῦτα ἤκουσα, ἐλογισάμην καὶ τοῦ ἁγίου τούτου τὴν πρεσβείαν πολλὰ συνεργήσασαν αὐτῷ καὶ τοῦ Θεοῦ πάλιν δεῖξαι τῷ νέῳ οἰκονομήσαντος τὸ οἷον ὕψος ἀρετῆς ὁ ἅγιος οὗτος ἐκέκτητο.
Παρελθούσης δὲ τῆς θεωρίας ταύτης καὶ εἰς ἑαυτὸν πάλιν, ὡς ἔλεγεν, ὁ νεανίας γενόμενος, χαρᾷ καὶ ἐκπλήξει συνείχετο καὶ ἀπὸ καρδίας ἐδάκρυε καὶ τοῖς δάκρυσιν ἡ γλυκύτης συνείπετο. Τέλος, ἐπὶ τῆς κλίνης ἀνέπεσε καὶ αὐτῇ τῇ ὥρᾳ ὁ ἀλέκτωρ ἐφώνησε καὶ τῆς νυκτὸς τὸ μέσον εἶναι ἐδήλωσε.
Καὶ μετ’ ὀλίγον αἱ ἐκκλησίαι τὸν ὄρθρον ἐσήμανον, καὶ αὐτὸς ἐξανέστη ψάλλαι κατὰ τὸ σύνηθες, μηδὲ ἔννοιαν ὕπνου κατ’ ἐκείνην τὴν νύκτα λαβόμενος. Ταῦτα ἐγένοντο ὡς ὁ Θεὸς οἶδεν, ὁ καὶ ποιήσας αὐτὰ ἐν οἷς ἐπίσταται κρίμασι, μηδὲν πλέον τοῦ νέου ἐκείνου ἐργασαμένου, εἰ μὴ ἅπερ ἠκούσατε, μετ’ ὀρθῆς πίστεως καὶ ἀδιστάκτου ἐλπίδος. Μὴ οὖν εἴπῃ τις πρὸς δοκιμὴν ταῦτα ἐκεῖνον ἐργάσασθαι· οὐδὲ γὰρ μέχρι λογισμοῦ τοῦτο ἢ εἶπεν ἢ ἐνενόησεν—ὁ γὰρ δοκιμάζων καὶ ἐκπειράζων πίστιν οὐ κέκτηται—, ἀλλὰ πᾶσαν ἄλλην ὁ νεανίας ἐκεῖνος ἐμπαθῆ καὶ φιλήδονον ἀπορριψάμενος ἔννοιαν, οὕτως, ὡς ὤμνυε, τὰ παρὰ τῆς ἰδίας λεγόμενα ἐφρόντιζε συνειδήσεως, ὡς ἐν πᾶσι τοῖς ἄλλοις τοῦ βίου αἰσθητοῖς πράγμασιν ἀναισθήτως διακεῖσθαι καὶ μηδὲ αὐτὴν τὴν βρῶσιν καὶ πόσιν ἐνηδόνως ἢ συχνοτέρως προσίεσθαι.
Ἠκούσατε, ἀδελφοί μου, ὅσα ἡ πίστις ἡ εἰς Θεὸν δύναται, τοῖς ἔργοις βεβαιουμένη; Ἔγνωτε, ὡς οὔτε νεότης ἀπόβλητος οὔτε γήρας ὠφέλιμον μὴ οὔσης συνέσεως καὶ φόβου Θεοῦ; Ἐμάθετε ὅτι οὔτε μέση πόλις ἐμποδίζει ἡμᾶς εἰς τὸ κατεργάζεσθαι τὰς ἐντολὰς τοῦ Θεοῦ, ἐὰν σπουδαῖοι ὦμεν καὶ διεγηγερμένοι, οὔτε ἡσυχία ὠφελεῖ ἢ ἀναχώρησις κόσμου, ἐὰν ῥαθυμῶμεν καὶ ἀμελῶμεν; Πάντως ἀκούομεν τὸν Δαυὶδ ἅπαντες καὶ θαυμάζομεν καὶ λέγομεν ὅτι εἷς Δαυὶδ καὶ ἄλλος οὐ γέγονε, καὶ ἰδοὺ ἐνταῦθα καὶ τοῦ Δαυὶδ περισσότερον. Ἐκεῖνος γὰρ καὶ παρὰ Θεοῦ τὴν μαρτυρίαν εἴληφε καὶ προφήτης ἐχρίσθη καὶ βασιλεὺς καὶ Πνεύματος Ἁγίου γέγονε μέτοχος καὶ πολλὰς εἶχε τὰς περὶ Θεοῦ ἀποδείξεις· ἁμαρτήσας οὖν καὶ στερηθεὶς τὴν χάριν τοῦ Πνεύματος καὶ τὴν προφητείαν ἀφαιρεθεὶς καὶ τῆς συνήθους ὁμιλίας τοῦ Θεοῦ ἀλλοτριωθείς, εἰ ταῦτα πάλιν ἐζήτησε, μνησθεὶς τῆς χάριτος ἧς ἐξέπεσε, τί θαυμαστόν;
Οὗτος δὲ μηδὲν τοιοῦτον ἐν νῷ λαβόμενός ποτε, ἀλλὰ μόνοις προσκείμενος τοῖς τοῦ κόσμου καὶ μόνα βλέπων τὰ πρόσκαιρα καὶ διάνοιαν ἔχων μηδὲν φαντασθεῖσαν τῶν γηΐνων ποτὲ ὑψηλότερον, —ὢ τῶν κριμάτων σου, Κύριε—μόνον ἤκουσε περὶ τούτων καὶ εὐθέως ἐπίστευσε· καὶ τοσοῦτον, ὥστε καὶ ἔργα τῇ πίστει ἁρμόζοντα ἐπιδείξασθαι, δι’ ὧν ἡ ἐκείνου πτερωθεῖσα διάνοια εἰς οὐρανοὺς ἔφθασε καὶ τὴν Μητέρα Χριστοῦ εἰς συμπάθειαν εἵλκυσε καὶ τῇ ταύτης πρεσβείᾳ τὸ Θεῖον ἐξιλεώσατο καὶ τὴν χάριν τοῦ Πνεύματος ἕως αὐτοῦ κατήγαγε, καὶ αὕτη τοῦτον ἕως οὐρανοῦ φθάσαι ἐνίσχυσε καὶ φῶς θεάσασθαι κατηξίωσεν, οὗ πάντες ἐφίενται καὶ ὀλίγοι λίαν ἐπιτυγχάνουσιν.
Οὗτος ὁ νέος, ὁ μήτε χρόνοις νηστεύσας πολλοῖς, μήτε ποτὲ χαμευνήσας, μὴ ἐνδυσάμενος τρίχινα, μὴ κόμην ἀποκειράμενος, μὴ κόσμου ἐκστὰς τῷ σώματι, πνεύματι δέ, ἀγρυπνήσας μόνον ὀλίγα, ὑπὲρ τὸν Λὼτ ἐφάνη, τὸν ἐν Σοδόμοις θρυλούμενον. Μᾶλλον δὲ εἰπεῖν ἐν σώματι ἄγγελος, κρατητὸς καὶ ἀκράτητος, βλεπόμενος ἀλλ’ οὐ κατεχόμενος, ἄνθρωπος τὸ φαινόμενον καὶ ἄσαρκος τὸ νοούμενον, τοῖς πᾶσι τὰ πάντα ὁρώμενος καὶ μόνος μόνῳ Θεῷ τῷ πάντα γινώσκοντι ὤν. Διὸ καὶ τῇ τοῦ αἰσθητοῦ ἡλίου δύσει τοῦ νοητοῦ φωστῆρος τὸ γλυκὺ τοῦτον διαδέχεται φῶς, προβεβαιοῦν καὶ πιστούμενον τὸ μέλλον αὐτὸν ἀδιάλειπτον διαδέξασθαι φῶς. Καὶ εἰκότως· ἡ γὰρ ἀγάπη τοῦ ζητουμένου ἐξέστησεν αὐτὸν καὶ κόσμου καὶ φύσεως καὶ πραγμάτων ἁπάντων, καὶ ὅλον αὐτὸν τοῦ Πνεύματος καὶ φῶς ἀπειργάσατο· καὶ ταῦτα μέσον πόλεως οἰκοῦντα καὶ οἴκου προνοούμενον δούλων τε καὶ ἐλευθέρων φροντίζοντα καὶ πάντα ποιοῦντα καὶ πράσσοντα ὅσα τῷ βίῳ ἁρμόζουσιν.
Ἀλλὰ ἀρκοῦσι ταῦτα καὶ τῷ νέῳ εἰς ἔπαινον καὶ ὑμᾶς κινῆσαι εἰς πόθον καὶ μίμησιν αὐτοῦ, ἢ ἔτι βούλεσθε καὶ ἄλλα εἰπεῖν με μείζονα, ἃ οὐδὲ ἡ ἀκοὴ ὑμῶν ἴσως δυνηθῇ παραδέξασθαι; Ὅμως τί τούτου μεῖζον εὑρήσεται ἢ τί τελειότερον; Πάντως οὐδέν ἐστι μεγαλώτερον ἄλλο, καθὼς ὁ Θεολόγος ἔφη Γρηγόριος· «Ἀρχή, φησί, σοφίας φόβος Κυρίου. Οὗ γὰρ φόβος, ἐντολῶν τήρησις. Οὗ δὲ ἐντολῶν τήρησις, σαρκὸς κάθαρσις, τοῦ ἐπιπροσθοῦντος τῇ ψυχῇ νέφους καὶ μὴ ἐῶντος καθαρῶς ἰδεῖν τὴν θείαν ἀκτῖνα.
Οὗ δὲ κάθαρσις, ἔλλαμψις. Ἔλλαμψις δὲ πόθου πλήρωσις τοῖς τῶν μεγίστων ἢ τοῦ μεγίστου ἢ ὑπὲρ τὸ μέγα ἐφιεμένοις.» Ὥστε ταῦτα εἰπών, τέλος ἀτελὲς εἶναι πάσης ἀρετῆς τὸν φωτισμὸν ἐδήλωσε τὸν τοῦ Πνεύματος, εἰς ὃν ὁ γενόμενος τέλος μὲν καὶ πέρας τῶν αἰσθητῶν ἁπάντων κατείληφε, ἀρχὴν δὲ τῆς τῶν πνευματικῶν εὗρε γνώσεως.
Ταῦτα, ἀδελφοί μου, Θεοῦ τὰ θαυμάσια. Διὰ τοῦτο κρυπτομένους φανεροῖ τοὺς ἁγίους αὐτοῦ ὁ Θεός, ἵνα οἱ μὲν ζηλῶσι τούτους, οἱ δὲ ἀναπολόγητοι γένωνται. Καὶ οἱ θέλοντες ἐν μέσῳ θορύβων εἶναι, ἐν κοινοβίοις τε καὶ ὄρεσι καὶ σπηλαίοις ἀξίως πολιτευόμενοι, σῴζωνται καὶ μεγάλων παρὰ τοῦ Θεοῦ ὑπὲρ μόνης τῆς εἰς αὐτὸν πίστεως ἀξιοῦνται καλῶν, ὡς ἂν οἱ διὰ ῥαθυμίαν ἀποτυγχάνοντες μηδὲν ἔχωσι λέγειν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως. Ἀψευδὴς γάρ ἐστιν, ἀδελφοί μου, ὁ ἐπαγγειλάμενος σῴζειν ἐκ μόνης τῆς εἰς αὐτὸν πίστεως. Ἐλεήσατε οὖν ἑαυτοὺς καὶ ἡμᾶς τοὺς ὑμᾶς ἀγαπῶντας καὶ πολλάκις ὑπὲρ ὑμῶν θρηνοῦντας καὶ δάκρυα χέοντας—τοιούτους γὰρ ἡμᾶς ὁ συμπαθὴς καὶ ἐλεήμων Θεὸς εἶναι παρακελεύεται—, καὶ πιστεύσαντες ὁλοψύχως ἐπὶ τὸν Κύριον, ἄφετε γῆν καὶ πάντα ὅσα παρέρχονται, καὶ προσέλθετε πρὸς αὐτὸν καὶ κολλήθητε αὐτῷ, ὅτι μικρὸν ἔτι καὶ ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, καὶ ἐκτὸς ἐκείνου οὐκ ἔστι στάσις, οὔτε πέρας, οὔτε κατάληψις τῆς τῶν ἁμαρτωλῶν πτώσεως. Ἀχώρητος γὰρ ὁ Θεὸς ὑπάρχει καὶ ἀκατάληπτος· ποῖος οὖν ἔσται τόπος, εἰπέ, εἰ δύνασαι, τῶν ἐκπιπτόντων τῆς βασιλείας αὐτοῦ;
Ἐμοὶ θρηνεῖν ἐπέρχεται καὶ τὴν καρδίαν μου δαπανῶμαι καὶ δι’ ὑμᾶς τήκομαι, ὅταν ἐννοήσω ὅτι τοιοῦτον Δεσπότην ἔχοντες μεγαλόδωρον καὶ φιλάνθρωπον ὡς διὰ μόνην τὴν πρὸς αὐτὸν πίστιν τοιαῦτα ἡμῖν χαριζόμενον ἃ καὶ νοῦν ὑπερβαίνει καὶ ἀκοὴν καὶ διάνοιαν καὶ οὐδὲ ἐπὶ καρδίαν ποτὲ ἀνέβη ἀνθρώπου, ἡμεῖς ὥσπερ ἄλογα ζῷα προτιμῶμεν γῆν μόνην καὶ τὰ ἀπὸ γῆς ἡμῖν διὰ πολλὴν εὐσπλαγχνίαν ἀναδιδόμενα εἰς αὐτάρκη χρείαν τοῦ σώματος, ἵνα ἐκ τούτων συμμέτρως τρεφόμενοι, καὶ ἡ ψυχὴ ἡμῶν ἀνεμποδίστως τὴν πρὸς τὰ ἄνω ποιῆται πορείαν, τρεφομένη καὶ αὐτὴ δηλονότι τὴν νοερὰν τροφήν, τὴν ἐκ Πνεύματος, κατὰ τὸ μέτρον τῆς καθάρσεως καὶ τῆς ἀναβάσεως.
Τοῦτο γὰρ ἄνθρωπος καὶ εἰς τοῦτο ἐκτίσθημεν καὶ διὰ τοῦτο παρήχθημεν, ἵνα ἐνταῦθα μικρὰ εὐεργετηθέντες, διὰ τῆς εὐχαριστίας καὶ τῆς πρὸς Θεὸν εὐνοίας ἐκεῖσε τὰ μείζονα καὶ αἰωνίζοντα ἀπολαύσωμεν. Ἀλλ’ οἴμοι, ὅτι περὶ τῶν μελλόντων μηδόλως φροντίζοντες ἀχαριστοῦμεν καὶ περὶ τῶν ἐν χερσὶν αὐτῶν καὶ ἴσοι δαιμόνων γινόμεθα ἢ καὶ χείρονες, εἰ δεῖ τὴν ἀλήθειαν εἰπεῖν. Καὶ διὰ τοῦτο πλείονος καὶ τῆς τιμωρίας δεόμεθα, ὅσῳ καὶ πλεῖον εὐεργετήθημεν καὶ γνωρίζομεν Θεὸν δι’ ἡμᾶς γενόμενον ὡς ἡμεῖς, ἁμαρτίας μόνης ἐκτός, ἵνα τῆς πλάνης ἡμᾶς ἀπαλλάξῃ καὶ τῆς ἁμαρτίας ἐλευθερώσῃ. Ἀλλὰ τί δεῖ με εἰπεῖν; Πᾶσι τούτοις λόγῳ μόνῳ πιστεύομεν ἀληθῶς, τοῖς δὲ ἔργοις ἀρνούμεθα. Οὐχὶ πανταχοῦ Χριστὸς ὀνομάζεται, ἐν πόλεσιν, ἐν κώμαις, ἐν κοινοβίοις καὶ ὄρεσι; Ζήτησον, εἰ δοκεῖ, καὶ ἐρεύνησον ἀκριβῶς, εἰ τηροῦσι τὰς ἐντολὰς αὐτοῦ· καὶ μόλις εὑρήσῃς ἐν χιλιάσιν, ὡς ἀληθῶς, καὶ μυριάσιν ἕνα, τὸν ἔργῳ καὶ λόγῳ χριστιανὸν ὄντα. Οὐχὶ διὰ τοῦ ἁγίου Εὐαγγελίου εἴρηκεν ὁ Κύριος ἡμῶν καὶ Θεός· «Ὁ πιστεύσας εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει καὶ μείζονα τούτων ποιήσει»; Ποῖος οὖν ἐξ ἡμῶν τολμᾷ εἰπεῖν· «Ἔργα Χριστοῦ ἐγὼ ποιῶ καὶ πιστεύω ὀρθῶς εἰς Χριστόν;» Οὐχ ὁρᾶτε, ἀδελφοί, πῶς ἄπιστοι ἔχομεν εὑρεθῆναι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως καὶ χείρονα τῶν μηδὲ εἰδότων τὸν Κύριον ὑποστησόμεθα κόλασιν;
Ἀνάγκη γὰρ ἢ ὡς ἀπίστους κατακριθῆναι ἡμᾶς ἢ Χριστὸν ψεύστην ἀποδειχθῆναι, ὅπερ ἀδύνατον, ἀδελφοί μου, ἀδύνατον.
Ταῦτα δὲ ἔγραψα οὐχὶ κωλύων τὴν ἀναχώρησιν, τὴν δὲ ἐν μέσῳ μᾶλλον τοῦ βίου διαγωγὴν προτρεπόμενος, ἀλλὰ πάντας πληροφορῶν τοὺς ἐντυγχάνοντας τῷδε τῷ διηγήματι ὅτι ὁ θέλων ποιεῖν τὸ ἀγαθὸν ἐν παντὶ τόπῳ ἐκ Θεοῦ τὸ δύνασθαι ἔλαβεν. Ἄλλως δὲ καὶ μᾶλλον ἡ ὑπόθεσις αὕτη προτρεπτικὴ ὑπάρχει πρὸς ἀναχώρησιν. Εἰ γὰρ ἐκεῖνος, ὁ ἐν μέσῳ τῷ βίῳ στρεφόμενος καὶ μηδὲν περὶ ἀποταγῆς ἢ ἀκτημοσύνης ἢ ὑπακοῆς ποτε λογισάμενος, οὕτως ἠλεήθη, πιστεύσας ἀπὸ ψυχῆς καὶ τὸν Θεὸν ἐπικαλεσάμενος, πόσων ἀγαθῶν ἐλπίζειν μᾶλλον τεύξεσθαι χρὴ τοὺς ἅπαντα τὰ τοῦ βίου καὶ πάντας ἅμα καταλιμπάνοντας καὶ αὐτὰς αὐτῶν τὰς ἰδίας ψυχὰς ἐκδιδόντας διὰ τὸν Θεὸν εἰς θάνατον, καθὼς αὐτὸς ὁ Θεὸς ἐνετείλατο; Καὶ γὰρ ὁ ἀρξάμενος τὰ καλὰ πράσσειν ἀδιστάκτῳ πίστει καὶ ὁλοψύχῳ προθέσει καὶ τὴν ἐξ αὐτῶν ἐγγινομένην ὠφέλειαν ἐπαισθάνεσθαι, αὐτὸς ἀφ’ ἑαυτοῦ γνώσεται ὅτι μέγα ἐμπόδιον τοῖς κατὰ Θεὸν ζῆν ἑλομένοις ἡ φροντὶς τοῦ κόσμου καὶ ἡ ἐν αὐτῷ διαγωγή.
Ἡ γὰρ ῥηθεῖσα περὶ τοῦ νέου τούτου ὑπόθεσις θαυμαστή τέ ἐστι καὶ παράδοξος καὶ οὐδὲ εἰ ἐν ἄλλῳ τινὶ τοιοῦτόν τι γεγένηται ἠκούσαμεν. Εἰ δὲ καὶ γέγονεν ἔν τισιν ἢ γενήσεται, εἰ μὴ ἐκ τοῦ κόσμου συντόμως ὑποχωρήσουσιν, ἐκπεσεῖν τοῦ τοιούτου καλοῦ γινωσκέτωσαν, ἐπειδὴ καὶ τοῦτο ἐξ ἐκείνου τοῦ νέου μεμάθηκα ἀκριβῶς.
Μοναχῷ γὰρ γεγονότι ὕστερον ἐνέτυχον, τρίτον ἔτος ἢ καὶ τέταρτον ἐν τῇ μοναδικῇ πολιτείᾳ διατελοῦντι καὶ τὸν τριακοστὸν δεύτερον τῆς ἡλικίας τοῦ σώματος αὐτοῦ χρόνον ἄγοντι. Ἀκριβῶς γὰρ αὐτὸν ἐγίνωσκον, ὡς φίλον μου ὄντα καὶ συνανάτροφον, διὸ καὶ προσθεὶς ὑφηγήσατό μοι ταῦτα· «Ὅτι μετὰ τὴν θαυμαστὴν ἐκείνην ἀλλοίωσιν καὶ τὴν εἰς ἐμὲ ὑπὲρ ἄνθρωπον γενομένην ἀντίληψιν οὐ πολλαί, φησίν, ἡμέραι διεληλύθησαν καὶ συνεχεῖς μοι τοῦ βίου ἐπέπεσον πειρασμοί, ὑφ’ ὧν καὶ ἐμαυτὸν ἑώρων πρὸς κρυπτὰς ἐργασίας ἐμποδιζόμενον καὶ τοῦ καλοῦ κατὰ μικρὸν ὑστερούμενον, καὶ ἐγλιχόμην ἔξω τοῦ κόσμου γενέσθαι παντὸς καὶ κατὰ μόνας ἐκζητεῖν τὸν ὀφθέντα μοι—τούτου γὰρ χάριν καὶ πέπεισμαι, ἀδελφέ, ὅτι ὅλως φανῆναί μοι εὐδόκησεν, ἵνα πρὸς ἑαυτόν με τὸν ἀνάξιον ἐφελκύσηται καὶ παντὸς τοῦ κόσμου ἀποχωρίσῃ με—. Ἐπεὶ δὲ τοῦτο ποιῆσαι συντόμως οὐκ ἴσχυσα, κατὰ μικρὸν μικρὸν πάντων τῶν προλεχθέντων ἐπιλαθόμενος, εἰς παντελῆ κατήντησα σκότωσιν, ὥστε μὴ μεμνῆσθαί μέ τινος μικροῦ ἢ μεγάλου μέχρι ψιλῆς ἐννοίας ποτέ, ἐξ ὧνπερ προείρηκα. Εἰς πλείονα δὲ μᾶλλον κακὰ ὑπὲρ τὰ συμβάντα μοι πρώην περιέπεσον καὶ οὕτω διεκείμην, ὡς μηδὲ ἐννοήσας ποτὲ ἢ ἀκούσας τὰ ἅγια ῥήματα τοῦ Χριστοῦ.
Ἀλλὰ καὶ τὸν ἅγιον ἐκεῖνον, τὸν τότε με ἐλεήσαντα καὶ τὴν μικράν μοι ἐντολὴν δεδωκότα καὶ τὴν ῥηθεῖσαν βίβλον ἐξαποστείλαντα, ὡς ἕνα τῶν τυχόντων ἀνθρώπων ἔβλεπον καὶ οὐδὲ ψιλὴν ἔννοιαν περὶ τῶν ὁραθέντων μοι δι’ αὐτὸν ἐλάμβανον. Ταῦτα δέ, φησί, λέγω σοι, ἵνα μάθῃς ἀκριβῶς εἰς οἷον ἀπωλείας βόθρον ἐκ ῥαθυμίας κατηνέχθην ἐγὼ ὁ ἄθλιος καὶ τοῦ Θεοῦ θαυμάσῃς καὶ ἐκπλαγῇς τὴν καὶ μετὰ ταῦτα εἰς ἐμὲ γενομένην ἀγαθότητα ἄφατον.
Καὶ γάρ, οὐκ οἶδ’ ὅπως εἴπω, ἀγνώστως οὕτως ἐν τῇ ταλαιπώρῳ καρδίᾳ μου ἡ πρὸς τὸν ἅγιον γέροντα ἀγάπη καὶ πίστις διέμενε, δι’ ἥν, ὡς οἶμαι, μετὰ τὴν τοσούτων χρόνων παρέλευσιν ὁ Θεὸς ὁ φιλάνθρωπος ταῖς ἐκείνου εὐχαῖς ἐλεήσας με, δι’ αὐτοῦ με πάλιν ἐκ τῆς πολλῆς πλάνης καὶ τοῦ βυθοῦ τῶν κακῶν ἐξαρπάσας ἐρρύσατο. Οὐ γὰρ ἀπέστην τελείως ἐξ αὐτοῦ ὁ ἀνάξιος, ἀλλὰ καὶ τὰ γινόμενα ἐξηγόρευον καὶ εἰς τὸ κελλίον αὐτοῦ, ὅτε ἐν τῇ πόλει ἐτύγχανον, ἀπηρχόμην συχνότερον, εἰ καὶ τὰς ἐντολὰς αὐτοῦ ὁ ἀσυνείδητος οὐκ ἐφύλαττον. Νυνὶ δέ, καθάπερ ὁρᾷς, τὰ πολλὰ τῶν ἁμαρτημάτων μου πλήθη παριδὼν ὁ εὔσπλαγχνος Κύριος καὶ μοναχόν με γενέσθαι παρ’ αὐτοῦ τοῦ ἁγίου γέροντος ᾠκονόμησε καὶ μετ’ αὐτοῦ συνεῖναί με διηνεκῶς, τὸν ἐπ’ ἀληθείας ἀνάξιον, κατηξίωσε. Κόπῳ τοίνυν πολλῷ καὶ πλείοσι δάκρυσι καὶ ἀκριβεῖ ξενιτείᾳ καὶ τελείᾳ ὑπακοῇ καὶ ἐκκοπῇ παντελεῖ τοῦ οἰκείου θελήματος καὶ πολλοῖς ἄλλοις σκληροτάτοις ἐπιτηδεύμασί τε καὶ πράξεσιν, ἀκατασχέτῳ καὶ ἀνενδότῳ δρόμῳ πορευομένου μου, μικρὰν μὲν καὶ ὀλίγην ἀμυδρῶς πως ἀκτῖνα τοῦ γλυκυτάτου καὶ θείου ἐκείνου φωτὸς ἰδεῖν καὶ αὖθις ἠξίωμαι, τοιαύτην δὲ θεωρίαν, οἵαν τότε ἑώρακα, οὐδέπω μέχρι τοῦ νῦν ἠξιώθην θεάσασθαι.» Ταῦτα οὖν δακρύων ἐλάλει μοι καὶ τούτων ἕτερα πλείονα.
Ἐγὼ δὲ ὁ ταλαίπωρος τῶν ἁγίων ἐκείνου ῥημάτων ἐπακροασάμενος καὶ ὅλον ὄντα τῆς θείας ἔμπλεων χάριτος στοχασάμενος καὶ ἀληθῆ σοφόν, εἰ καὶ μὴ λόγον εἶχε σοφίας τῆς ἔξωθεν, οὐ μόνον δέ, ἀλλὰ καὶ τῶν πραγμάτων αὐτῶν ἀκριβῆ κεκτημένον τὴν εἴδησιν ἐκ πρακτικῆς γνώσεως, εἰπεῖν μοι αὐτὸν παρεκάλεσα πῶς τοιαῦτα ἡ πίστις ἐνεργεῖν θαυμάσια πέφυκε, καὶ διδασκαλίας τρόπῳ ἐγγράφως ταῦτα ἐκθέσασθαί μοι. Ὁ δὲ καὶ λέγειν ἀπήρξατο καὶ τὰ λεγόμενα γράφειν οὐκ ὤκνησεν, ἃ καί, ἵνα μὴ τὸν λόγον μηκύνωμεν, ἐν ἄλλοις ἀνεταξάμεθα εἰς τράπεζαν εὐφροσύνης, τοῖς μετὰ πίστεως τῶν γεγραμμένων ἐπιβατεύουσι.
Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, ἐν Χριστῷ ἀδελφοί, δράμωμεν ἐμπόνως καὶ ἡμεῖς τὸν δρόμον τῶν ἐντολῶν τοῦ Χριστοῦ, καὶ τὰ πρόσωπα ἡμῶν οὐ μὴ καταισχυνθῇ. Ἀλλ’ ὥσπερ παντὶ τῷ κρούοντι ἐπιμόνως ἀνοίγει τὰς πύλας τῆς βασιλείας αὐτοῦ καὶ δίδωσι τῷ αἰτοῦντι Πνεῦμα εὐθὲς καὶ πανάγιον, καὶ οὐκ ἔστι τὸν ὁλοψύχως ζητοῦντα μὴ εὑρεῖν καὶ πλουτῆσαι τὸν πλοῦτον τῶν χαρισμάτων αὐτοῦ, οὕτω καὶ ὑμεῖς ἐντρυφήσετε τῶν ἀπορρήτων αὐτοῦ ἀγαθῶν, ὧν ἡτοίμασε τοῖς ἀγαπῶσιν αὐτόν, νῦν μὲν ἐκ μέρους καὶ μετὰ σοφίας τῆς κρείττονος, ἐν δὲ τῷ αἰῶνι τῷ μέλλοντι ὁλοκλήρως μετὰ πάντων τῶν ἀπ’ αἰῶνος ἁγίων ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.