Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κατηχήσεις

Συμεὼν ὁ Νέος Θεολόγος

Κατήχηση ΚΓ': Περί μετανοίας και της οδύνης της συντετριμμένης καρδίας

Η εσωτερική οδύνη της μετανοίας, η επέμβαση του Θεού και ο φωτισμός που μεταβάλλει το πένθος σε άρρητη χαρά.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 24 από 35

Περὶ μετανοίας καὶ φόβου Θεοῦ. Καὶ ὁποῖον ἀγῶνα ἔχει ψυχῆς καὶ πόνον καρδίας ὁ μετὰ συντετριμμένου τοῦ πνεύματος μετανοῶν. Καὶ τίνα εἰσὶν ἃ λέγει καὶ πρὸς τὸν φιλάνθρωπον Κύριον εὔχεται.

Λόγος ΚΓʹ. Ἀκούσατέ μου τῶν λόγων, υἱοί μου ἔσχατοι, ἀγαπητοί μου, περιποίητοί μου, ἀκούσατέ μου, εἰ ἀληθῶς ὡς πατέρα ποθεῖτέ με καὶ ζητεῖτέ με. Ποῖος τῶν ἀνθρώπων, φαρμάκῳ πληγεὶς τὴν καρδίαν αὐτοῦ καὶ ἀλγῶν καὶ κοπτόμενος πόνῳ σφοδρῷ τὰ ἐντὸς αὐτοῦ, τραυμάτων μικρῶν δέρματος σώματος αὐτοῦ φροντίσει ἢ μελήσει αὐτῷ περὶ τούτων;

Ὁ γὰρ ἐν τῇ καρδίᾳ αὐτοῦ κρυπτὸς πόνος καλύψει πάντα πόνον ἢ κνησμονήν, γινομένην ἐπὶ δερματίδα σώματος αὐτοῦ, καὶ ἐκ συνοχῆς τῆς καρδίας αὐτοῦ οὐκ ἀφίεται διαβλέψαι καὶ ἰδεῖν τὰ ἐπὶ τῷ σώματι αὐτοῦ, ἀλλὰ πόνῳ καὶ ὀδύνῃ ἀφορήτῳ τῆς καρδίας αὐτοῦ ἐπιλανθάνεται τῶν πληγῶν, τῶν ἐν τῷ σώματι αὐτοῦ, καὶ τὰ ἱμάτια αὐτοῦ ταῖς χερσὶν αὐτοῦ διαρρήξει καὶ τοῖς ὄνυξιν αὐτοῦ τῶν χειρῶν τὰ τραύματα τοῦ σώματος αὐτοῦ ἐπιξάνῃ. Ἐπιλάθηται δὲ καὶ γονέων καὶ φίλων αὐτοῦ καὶ ἐπὶ πάντα ἄνθρωπον οὐκ ἀτενίσει τοῖς ὀφθαλμοῖς, οὐδὲ ἐπιστραφήσεται αὐστηρῷ τῷ προσώπῳ ἐπὶ ἄνθρωπον καταρώμενον αὐτόν. Οὐ φροντίσει κτημάτων ἢ πραγμάτων αὐτοῦ, καταλείψει τὸν πλοῦτον αὐτοῦ εἰς διαρπαγὴν τοῖς βουλομένοις. Ἄρτον ἡδέως οὐ φάγεται, ἐμπέπλησται γὰρ πικρίας. Οἶνον ἡδέως οὐ πίεται, πόνος γάρ ἐστιν εἰς κόρον αὐτῷ. Τοῖς καλοῦσιν εἰς δεῖπνον πότου μετ’ ὀργῆς μεγάλης ἀποκριθήσεται· «Ἀπόστητε ἀπ’ ἐμοῦ, θάνατος γὰρ συντρίβει μου τὴν καρδίαν, καὶ τί οἶδα εἰ ἄρτι λάβῃ αὐτήν; Ζῆν γὰρ ἐν βίῳ μισητόν μοι γέγονεν, ὅτι ἡ ζωὴ αὕτη θάνατος, ἐγὼ δὲ οὐκ ᾔδειν.» Ἐπὶ κλίνην στρωμνῆς αὐτοῦ οὐκ ἀναβήσεται, ἀλλ’ ἔσται κυλινδούμενος καὶ ἀσπαίρων ἐπὶ τῆς γῆς, κράζων μεγάλα καὶ ὀδυρόμενος, φροντίδα μηδεμίαν ποιούμενος τῶν ὁρώντων αὐτὸν ἀσχημονοῦντα ἢ τῶν ἀκουόντων τῆς κραυγῆς αὐτοῦ καὶ καταλοιδορούντων αὐτόν.

Ἔσονται οἱ ὀφθαλμοὶ αὐτοῦ φλέβες, πηγῆς ὕδωρ μᾶλλον προχέοντες ἢ προφέροντες τὸ ὁρᾶν. Πάντα ἄνθρωπον ὡς ἄγγελον μακαρίσει ὁ ἄνθρωπος ἐκεῖνος, καὶ τοὺς ὄντας καὶ τοὺς παρελθόντας καὶ τοὺς μήπω τὸν κόσμον γνωρίσαντας, καὶ πᾶν κτῆνος καὶ πᾶν ἑρπετὸν ἕρπον ἐπὶ τῆς γῆς καὶ πᾶν ὃ ἔχει πνεῦμα ζωῆς μακαρίσει λέγων· «Ὡς εὐλογημένα πάντα τὰ ὑπὸ τοῦ Θεοῦ ποιηθέντα, ἐν χαρᾷ ψυχῆς καὶ ζωῆς αὐτῶν ἀπόνως διάγοντα, ἐγὼ δὲ μόνος φορτίῳ βαροῦμαι ἁμαρτημάτων καὶ πυρὶ κρίσεως κρίνομαι καὶ ὀδυνῶμαι μόνος ἐπὶ τῆς γῆς!» Πᾶσαν ψυχὴν μίαν λογίσεται καὶ ὡς ἁγίαν τῷ Κυρίῳ σεβασθήσεται καὶ ὡς ἀκάθαρτος εὐλαβηθήσεται ἀπὸ πάντων. Δίκαιον ἀπὸ ἀδίκου οὐ διακρινεῖ, ἀλλ’ ἕξει τοὺς πάντας ἴσον, καθαρούς τε καὶ ἀκαθάρτους. Οὗτος μόνος χωρίζεται ἀπὸ πάσης τῆς κτίσεως τῆς ὑπὸ τὸν οὐρανόν, καὶ ἐπὶ κοπρίας ἀμυθήτων κάθηται ἁμαρτιῶν καὶ σκότει ἀγνοίας καὶ λύπης περιέχεται, τέλος οὐκ ἔχοντι. Τὸν δὲ ἰχῶρα τῶν τραυμάτων αὐτοῦ ἀποξέσει οὐ μετὰ ὀστράκου ὡς ὁ Ἰώβ, ἀλλὰ τοῖς ὄνυξι τῶν χειρῶν αὐτοῦ διὰ τὴν βίαν τοῦ πόνου τῆς καρδίας αὐτοῦ· Ἰὼβ γὰρ τὴν σάρκα πληγεὶς εἶχε τὴν ψυχὴν ὑπὸ Θεοῦ σκεπομένην, οὗτος δὲ τὴν ψυχὴν σὺν τῷ σώματι ὑπὸ ἁμαρτιῶν ἔσχε πεφαρμαγμένην, καὶ διὰ τοῦτο χείρων ἡ ὀδύνη τοῦ ἀνθρώπου ἐκείνου δεκαπλασίως ὑπὲρ τὴν πληγὴν τοῦ Ἰώβ.

Μετὰ ταῦτα δὲ καταλείψουσιν αὐτὸν συγγενεῖς κατὰ σάρκα καὶ πάντες γνωστοὶ καὶ φίλοι αὐτοῦ οἱ ἐν κόσμῳ· μικρὸν γὰρ συνακολουθήσαντες αὐτῷ καὶ συνδακρύσαντες τὴν ἀπαρηγόρητον θλῖψιν αὐτοῦ καὶ τὸ ἀπαράκλητον τῆς ψυχῆς αὐτοῦ θεωρήσαντες, ὡς βδέλυγμα ἡγησάμενοι, εἰς τὰ ἴδια ὑποχωρήσουσιν ἕκαστος, καὶ μόνος καταλειφθεὶς καὶ τὴν περιέχουσαν αὐτὸν ἐρημίαν καὶ ἀπορίαν καὶ θλῖψιν καὶ ὀδύνην θεασάμενος, κλαύσει ἐν ὀδύνῃ ψυχῆς αὐτοῦ καὶ βοήσει ἐν ἀπογνώσει πρὸς τὸν Παντοκράτορα Κύριον. «Ἰδοὺ ὁρᾷς, Κύριε, καὶ ἔστιν οὐδὲν ὃ οὐ βλέπεις, ἐγὼ δὲ σῶν χειρῶν ἔργον, ἔργα δὲ σῶν προσταγμάτων οὐκ ἔπραξα, πᾶσαν δὲ κακίαν μετῆλθον ἐν ἀφροσύνῃ. Σὺ ἀγαθός, ἐγὼ δὲ οὐκ ἐγίνωσκόν σε, νυνὶ δὲ ἀκήκοα περὶ σοῦ καὶ ἔφριξα καὶ τί ποιήσω οὐκ οἶδα. Ἠισθήθην τῆς κρίσεώς σου καὶ λόγος ἀπολογίας οὐχ εὑρέθη ἐν τῷ στόματί μου.

Ἑνὸς γὰρ λόγου ἀργοῦ στόματός μου ἀντάξιον οὐδὲν διεπραξάμην ἐπὶ τῆς γῆς, ὅτι ἐὰν πᾶσαν δικαιοσύνην ποιήσῃ ἄνθρωπος, ὡς δοῦλος καὶ ὡς ὀφειλέτης ποιήσει, ἀντάλλαγμα δὲ ἁμαρτίας αὐτοῦ οὐδὲν εὑρήσει, τὸ γὰρ ἔλεος παρὰ σοί ἐστιν, —ἁμαρτία γὰρ θάνατος, καὶ τίς ἔσται ὁ δι’ αὐτῆς ἀποθνήσκων καὶ ἀφ’ ἑαυτοῦ ἀνιστάμενος; πάντως οὐδείς. Σὺ γὰρ μόνος ἀποθανὼν ἀνέστης, ὅτι ἁμαρτίαν οὐκ ἐποίησας οὐδὲ ἐν τῷ στόματί σου εὑρέθη δόλος. Τίς δὲ ἀποθανεῖται ἐν ἁμαρτίαις καὶ οὐ μεταμεληθήσεται; ἔσται δὲ αὐτῷ οὐδὲν ὄφελος· οὕτως, Δέσποτα Παντοκράτορ, καὶ ἐγὼ μετανοῶ μὲν κακὰ διαπραξάμενος ἔργα, οὐκ ἔστι μοι δὲ εἰς δικαίωμα ἡ μετάνοια· μετάνοια γὰρ ἐπίγνωσίς ἐστιν ἁμαρτίας. Καὶ νῦν βλέπεις, παντεπόπτα Κύριε, ὅτι οὐδὲν ἔχω πλὴν τοῦ σώματος, ἀλλ’ οὐδέν μοι ὄφελος ἐκ τῆς τοῦ πλούτου στερήσεως.

Ὅλος γάρ εἰμι τραῦμα ἓν καὶ οὐδαμοῦ μοι περιλέλειπται ἀφορμὴ σωτηρίας, ὅτι κατελείφθην μόνος καὶ ζῶντά με ᾅδης κατέπιε. Καὶ σύ, Κύριε, βλέπεις, μόνος δύνασαί με ἀναγαγεῖν καὶ τὸν πόνον τῆς ἐμῆς καρδίας ἰάσασθαι, ὅτι δυνατὴ ἡ χείρ σου εἰς ἅπαντα καὶ τὰ τέλη φθάνουσα τῶν ἀβύσσων, ἐνεργοῦσα πάντα τῷ νεύματί σου. Εἰπεῖν «Ἐλέησόν με» οὐ τολμῶ, ἀνάξιος γάρ εἰμι· σὺ δέ, Κύριε, βλέπεις.» Ὁ οὖν εὔσπλαγχνος Θεὸς ταχέως εἰσακούσεται αὐτοῦ καὶ ἀνάπαυσιν ὀδύνης καὶ ἀπαλλαγὴν πόνου καρδίας αὐτοῦ συντόμως παράσχῃ αὐτῷ.

Φιλάνθρωπος γὰρ ὤν, οὐ φέρει ἐν ἀνάγκῃ τοιαύτῃ καὶ ἀφορήτῳ ὀδύνῃ τὸ τῶν χειρῶν αὐτοῦ ποίημα καθορᾶν, καὶ ποιήσει μετὰ τοῦ ἀνθρώπου ἐκείνου, τοῦ τὰ προειρημένα ἅπαντα ἀπαραλείπτως ποιήσαντος, καὶ μετὰ τῶν ἐν πίστει ἀκουόντων καὶ μιμεῖσθαι μελλόντων τὴν ἀληθῆ ταύτην τῆς μετανοίας εἰκόνα καὶ ἱστορίαν ἣν πρῶτον ἐξεπλήρωσε πρᾶξις καὶ τότε γραφῇ παραδέδωκε λόγος, τὸ πολὺ καὶ ἄφατον ἔλεος αὐτοῦ, καὶ ἐκχέει τὴν αὐτοῦ καὶ ἐπ’ αὐτὸν ἀγαθότητα καὶ μεταβαλεῖ εἰς χαρὰν τὸν πόνον αὐτοῦ καὶ τὴν πικρίαν τῆς καρδίας αὐτοῦ εἰς γλυκὺ γλεῦκος μεταποιήσει καὶ τὸν κατεσθίοντα ἰὸν τοῦ δράκοντος τὰ ἐντόσθια αὐτοῦ ἐξεμέσαι ποιήσει· καὶ οὐ μνησθήσεται ἔκτοτε τῶν πρώην πόνων αὐτοῦ, οὔτε πάντων ἐκείνων ὧν ὑπέστη κακῶν, ἀλλ’ οὐδὲ χρήματα ἢ κτήματα ἢ πλοῦτον, ὃν κατέλιπεν ἐν τῷ καιρῷ τῆς πληγῆς τῆς μετανοίας αὐτοῦ, ἐπιστραφεὶς ζητήσει ἤ τινος ἑτέρου ἐπιθυμήσει.

Ὁ γὰρ ὕψιστος Θεὸς δώσει αὐτῷ ὑγείαν, ἥτις ἔσται ὑπὲρ πάντας τοὺς θησαυροὺς τῆς γῆς, ἡ δὲ ὑγεία χαρὰν ἐμποιήσει ἄφραστον ἐν τῇ καρδίᾳ αὐτοῦ, καὶ ἔσται ἡ χαρὰ ἐν τῇ καρδίᾳ αὐτοῦ δεκαπλασίως ὑπὲρ τὴν προτέραν θλῖψιν αὐτοῦ, καὶ αὕτη πάλιν ἡ χαρὰ πάντα πόνον τὸν ἔξωθεν γινόμενον ἐν τῷ σώματι αὐτοῦ ἀποδιώξει, καὶ ἔσται γινώσκων ὁ ἄνθρωπος ἐκεῖνος ὅτι τραύματα σώματος αὐτοῦ οὐδὲ ἔρχεται ἔκτοτε ἐπὶ καρδίαν αὐτοῦ, καὶ θλῖψις ἡ ἔξωθεν οὐ καθάψεται τῆς χαρᾶς τῆς οὔσης ἐν τῇ καρδίᾳ αὐτοῦ, καὶ αὕτη ἡ γνῶσις ἔσται πλεονασμὸς τῆς χαρᾶς τῆς ἐν τῇ καρδίᾳ αὐτοῦ.

Καὶ ἔσονται οἱ πλησίον αὐτοῦ, οἱ πρώην θεωροῦντες τὰς ἔξωθεν θλίψεις αὐτοῦ, ἀγνοοῦντες δὲ τὴν μετὰ ταῦτα γεγονυῖαν κρυφίαν χαρὰν αὐτοῦ, στενάζοντες ἐπ’ αὐτῷ καὶ λέγοντες· «Ἴδε ἄνθρωπος ὃς οὐκ οἶδεν εὐφροσύνην ἐν τῇ ζωῇ αὐτοῦ, καὶ ὁ βίος αὐτοῦ θλίψεως καὶ ὀδύνης πλήρης, καὶ αἱ ἡμέραι αὐτοῦ οὐδὲν διαφέρουσι τῶν μαστιζομένων καὶ τιμωρουμένων ἐπὶ ἁμαρτίαις»· εἰδὼς δὲ μόνος ἐκεῖνος ὅτι πλήρης θυμηδίας καὶ ἀγαλλιάσεως ὁ χρόνος αὐτοῦ τῆς ζωῆς καὶ ἡ χαρὰ τῆς καρδίας αὐτοῦ θάνατον ἐμπαίζει καὶ ᾅδης οὐ κυριεύει αὐτῆς, ὅτι τέλος οὐκ οἶδε, χαίρει ὁ ἄνθρωπος ἐκεῖνος ἐπὶ τούτοις μυριοπλασίως ὑπὲρ πάντας τοὺς βασιλεῖς τοὺς κρατοῦντας τῆς γῆς, καὶ ὑπὲρ πάντας ἐφ’ οὓς ἡ ὑγεία καὶ ἡ εὐμορφία τοῦ σώματος, καὶ ὑπὲρ πάντας ἐφ’ οὓς ὁ πλοῦτος καὶ ἡ πορφυρᾶ στολὴ καὶ ἡ βυσσίνη, καὶ ὑπὲρ πάντας τοὺς μακαριζομένους ἐπὶ τῆς γῆς παρὰ στομάτων οὐκ ὀρθὰ λαλούντων. Οἶδε γὰρ ὁ ἄνθρωπος ἐκεῖνος ὅτι κρείσσων πενία μετὰ χαρᾶς τοιαύτης ὑπὲρ πάντα τὸν κόσμον καὶ τῶν ἐν αὐτῷ πραγμάτων ἐστίν, ἐπειδὴ πάντα τὰ ἐπὶ τῷ σώματι αὐτοῦ καὶ τὰ ἐπὶ παντὶ τῷ βίῳ ὁ οὐρανὸς καλύψει καὶ ᾅδης φάγεται καὶ θάνατος κυριεύσει αὐτῶν, ἡ δὲ χαρά, ἡ ἐκ τῆς ὑγείας περιποιηθεῖσα τῇ ψυχῇ αὐτοῦ, ὑπ’ οὐδενὸς τούτων δύναται κρατηθῆναι, ὅτι οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου.

Οὔτε γὰρ ἀπὸ δόξης αὐτῷ γέγονεν αὕτη, οὐδὲ ἀπὸ πολλοῦ πλούτου, οὔτε ἀπὸ ὑγείας σώματος αὐτοῦ, οὔτε ἀπὸ ἐπαίνου ἀνθρώπων, οὔτε ἀπὸ ἄλλου τινὸς πράγματος τῶν ὑπὸ τὸν οὐρανόν, ἀλλὰ ἀπὸ πόνου καὶ πικρίας ψυχῆς αὐτοῦ ἐσκεύασται καὶ ἀπὸ συναντήσεως Πνεύματος Θεοῦ, τοῦ ὑπεράνω τῶν οὐρανῶν.

Διυλισθεῖσα γὰρ δι’ αὐτοῦ καὶ ἐκπιεσθεῖσα ἡ καρδία αὐτοῦ ἄδολον καὶ ἀμιγῆ θλίψεως χαρὰν ἀπέτεκε. Καὶ διὰ τοῦτο θάνατος οὐ κυριεύσει αὐτῆς, ὅτι μῶμος οὐχ εὑρεθήσεται ἐν αὐτῇ, ἀλλ’ ἔσται ὡς διυλισμένος οἶνος ἀπέναντι ἡλίου, ἐκλάμπων μᾶλλον καὶ λαμπρυνόμενος καὶ καθαρωτέραν δεικνύων τὴν αὐτοῦ χρόαν, εὐφραίνων καὶ ὑπεραστράπτων τῷ προσώπῳ τοῦ πίνοντος αὐτὸν κατέναντι τοῦ ἡλίου.

Ἐπὶ δὲ τούτοις ἕν μοι δυσνόητον· οὐ γὰρ οἶδα ποῖον πλέον εὐφραίνει με, ἡ θέα καὶ ἡ τέρψις τῆς καθαρότητος τῶν τοῦ ἡλίου ἀκτίνων ἢ μᾶλλον ἡ πόσις καὶ ἡ γεῦσις τοῦ οἴνου τοῦ ἐν τῷ στόματί μου. Θέλω γὰρ εἰπεῖν τοῦτο καὶ ἕλκει με ἐκεῖνο καὶ γλυκύτερον φαίνεται· καὶ ὅταν πρὸς ἐκεῖνο ἀπίδω, ὑπὸ τῆς γλυκύτητος τῆς γεύσεως περισσοτέρως μᾶλλον ἡδύνομαι, καὶ οὔτε τοῦ βλέπειν κορέννυμι οὔτε τοῦ πίνειν ἐμπίπλαμαι. Ὅταν γὰρ τοῦ πίνειν χορτασθῆναι δοκήσω, τότε τὸ κάλλος τῶν ἐκπεμπομένων ἀκτίνων διψᾶν με σφόδρα ποιεῖ καὶ λιμώττων πάλιν εὑρίσκομαι· καὶ ὅσῳ πάλιν φιλονεικήσω τὴν ἐμὴν ἐμπλῆσαι γαστέρα, καίεται τὸ στόμα μου δεκαπλασίως καὶ τῇ δίψῃ καὶ ἐπιθυμίᾳ τοῦ διειδεστάτου πόματος ἐκπυρίζομαι.

Ταύτῃ οὖν τῇ καλῇ κρίσει πᾶς ὁ κρινόμενος ἑτέραν οὐ φοβηθήσεται τιμωρίαν ἢ βάσανον, οὐδὲ πειρασμοὺς δειλιάσει τοὺς ἐπερχομένους αὐτῷ. Ἡ γὰρ δίψα αὐτοῦ οὐ παυθήσεται εἰς τὸν αἰῶνα καὶ τὸ ἡδὺ καὶ λευκολαμπὲς αὐτοῦ πόμα οὐκ ἐκλείψει, καὶ ἡ ἐκ τοῦ ποτοῦ ἡδύτης καὶ ἡ ἐκ τοῦ ἡλίου ἐξερχομένη χαροποιὸς αἴγλη πᾶσαν λύπην ἐκ τῆς ψυχῆς αὐτοῦ ἐκδιώκει καὶ πάντοτε χαίρειν ποιεῖ τὸν ἄνθρωπον ἐκεῖνον, καὶ οὐδεὶς βλάπτων κατισχύσει αὐτοῦ, οὐδὲ ὁ κωλύσων αὐτὸν ἔσται ἐκ τῆς πηγῆς τοῦ ποτηρίου μὴ ἐμφορηθῆναι. Ὁ γὰρ κρατῶν τῇ κακίᾳ τῆς γῆς, ὁ ἄρχων τοῦ σκότου, ὁ βασιλεύων ἐπὶ πᾶν ὕδωρ θαλάσσης καὶ κόσμον ἐμπαίζων ὡς εἴ τις μικρὸν στρουθίον κατέχων ἐν τῇ χειρὶ αὐτοῦ, μετὰ πάσης αὐτοῦ τῆς στρατιᾶς καὶ τῆς δυνάμεως οὐ προσεγγίσει πτέρναν ποδὸς αὐτοῦ, οὐδὲ προσβλέψαι αὐτῷ μετὰ θάρσους τολμήσει.

Ἡ γὰρ στίλβα τοῦ οἴνου καὶ ἡ ἀκτὶς τοῦ ἡλίου πρὸς τὸ πρόσωπον τοῦ πίνοντος φαιδρῶς ἀπαστράπτουσαι διέρχονται μέχρι τῶν ἐγκάτων αὐτοῦ καὶ μέχρι τῶν χειρῶν αὐτοῦ καὶ ποδῶν καὶ μέχρι τῶν ὀπισθίων αὐτοῦ καί, πῦρ ὅλον ποιοῦσαι τὸν πίνοντα, φλέγειν καὶ τήκειν τοὺς προσερχομένους αὐτῷ ἐχθροὺς ἐκ πάντων τῶν μερῶν ἐνισχύσουσι, καὶ γίνεται ἀγαπητὸς τῷ φωτὶ τοῦ ἡλίου καὶ τῷ ἡλίῳ φίλος καὶ τῷ λευκολαμπεῖ οἴνῳ τῶν ἐξ αὐτῶν προχεομένων ἀκτίνων δίκην υἱὸς ἠγαπημένος· ἡ γὰρ πόσις αὐτοῦ τροφὴ καὶ κάθαρσις ῥύπου σεσηπότων σαρκῶν αὐτοῦ, καὶ ἡ κάθαρσις ὑγεία ὁλόκληρος αὐτῷ, καὶ ἡ ὑγεία οὐκ ἐᾷ αὐτὸν ἕτερόν τι νοσοποιὸν βρῶμα τραφῆναι, ἀλλὰ ἄπειρον καὶ διακαῆ ἐπιθυμίαν παρέχει αὐτῷ πίνειν ἐκ τοῦ οἴνου καὶ ἑαυτὸν καθαίρειν μᾶλλον καὶ ὑγείαν ποιεῖσθαι τὴν πόσιν. Τὸ γὰρ κάλλος τῆς ὑγείας καὶ ἡ τερπνότης τῆς ὡραιότητος, τῆς ἐκ τῆς ὑγείας προσγινομένης, κόρον οὐκ ἔχει.

Οὕτως οὖν ἔσται, τέκνα ἠγαπημένα, υἱοί μου, περιποίητοί μου, οἱ ἀκούοντές μου τοὺς λόγους, πᾶς ὁ ἔναντι Κυρίου Θεοῦ Παντοκράτορος ἁμαρτήσας καὶ φόβου κρίσεως καὶ ἀποστροφῆς αὐτοῦ αἴσθησιν ἐν καρδίᾳ λαμβάνων. Φόβος γὰρ Κυρίου καὶ αἴσθησις ἀνταποδόσεως αὐτοῦ δικαίας οὕτω σάρκα ἐκτήκει καὶ ὀστᾶ συντρίβει, ὡς ἀπῃωρημένος λίθος ὑπὸ μηχανῆς τοὺς ἐν τῇ ληνῷ πατουμένους βότρυας ἐκθλίβει καὶ σφοδρῶς ἐκπιέζει. Τὰς μὲν γὰρ σταφυλὰς πρῶτον πατοῦντες οἱ ἄνθρωποι, ὕστερον αὐτὰς ἐκπιέζουσιν ὑπὸ τοῦ λίθου καὶ πάσης ὑγρότητος αὐτὰς χωρὶς ἀποφαίνουσι, τὸν δὲ εἰσελθόντα ἄνθρωπον εἰς τὸν φόβον τοῦ Θεοῦ αὐτὸς ὁ τοῦ Θεοῦ φόβος ποιεῖ αὐτὸν γενέσθαι πᾶσιν ἀνθρώποις ἄλλοις εἰς καταπάτημα. Καὶ ὅτε καταλεάνῃ καὶ συντρίψει τελείως τὸ ὑπερήφανον καὶ κενόδοξον τῆς σαρκὸς αὐτοῦ φρόνημα, τότε ἡ ἁγία ταπείνωσις, ὁ νοητὸς λίθος ὁ ἐλαφρότατος καὶ χρηστός, ἐπιπεσὼν ἄνωθεν, πᾶσαν ὑγρότητα τῶν σαρκικῶν ἡδονῶν καὶ παθῶν ἐκπιέσασα, οὐκ ἄχρηστον τὴν ἐκπιεσθεῖσαν ψυχὴν ἀποδείκνυσιν, ἀλλὰ δάκρυσι ποταμηδὸν αὐτὴν καταντλήσασα τὸ ζῶν ὕδωρ ἐκβλύζειν ποιεῖ καὶ τὰ ἐκ τῶν ἁμαρτημάτων τραύματα ἰᾶται καὶ τὸν ἰχῶρα καὶ τὰ ἕλκη αὐτῶν ἀποπλύνει καὶ χιόνος λαμπρότερον ὅλον ἐκεῖνον ἀποδεικνύει τὸν ἄνθρωπον.

Μακάριος οὖν ὁ ἄνθρωπος ἐκεῖνος, ὁ τοὺς λόγους τούτους ἀκούων καὶ δεχόμενος αὐτοὺς μετὰ πίστεως καὶ ποιῶν αὐτούς, ὅτι μεγάλα εὑρηκὼς ἀγαθά, τὰ ὑπὲρ νοῦν καὶ λόγον καὶ διάνοιαν ὄντα, μακαρίσει τὴν ἀθλίαν μου χεῖρα, τὴν ταῦτα γράψασαν, καὶ δοξάσει τὸν ἐλεήμονα καὶ πολυέλεον Κύριον, τὸν διὰ ῥυπαρᾶς γλώσσης καὶ ἀκαθάρτου καὶ ῥυπαροῦ στόματος ταῦτα γραφῇ παραδόντα εἰς ἐπιστροφῆς καὶ μετανοίας ὑπόδειγμα καὶ εἰς ὁδὸν ἀπλανῆ καὶ ἀληθεστάτην τῶν ἐξ ὅλης ψυχῆς θελόντων σωθῆναι καὶ μελλόντων κληρονομεῖν βασιλείαν, τὴν ἐν αὐτῷ τῷ Θεῷ καὶ Σωτῆρι ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.