Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κατηχήσεις

Συμεὼν ὁ Νέος Θεολόγος

Κατήχηση ΚΔ': Περί πνευματικής γνώσεως των θείων Γραφών

Η αδυναμία κατανοήσεως των Γραφών χωρίς την έλλαμψη του Αγίου Πνεύματος και η ανάγκη πρακτικής τηρήσεως των εντολών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 25 από 35

Περὶ γνώσεως πνευματικῆς. Καὶ ὅτι ὁ ἐγκεκρυμμένος τοῦ Πνεύματος θησαυρὸς ἐν τῷ γράμματι τῆς θείας Γραφῆς οὐ πᾶσιν εὔδηλός ἐστι καὶ τοῖς βουλομένοις, ἀλλὰ μόνοις τοῖς τὸν διανοίγοντα τὸν νοῦν κτησαμένοις εἰς τὸ συνιέναι τὰς Γραφάς.

Λόγος ΚΔʹ. Ἀδελφοὶ καὶ πατέρες, ἔοικεν ἡ πνευματικὴ γνῶσις οἰκίᾳ τινὶ μέσον τῆς κοσμικῆς καὶ ἑλληνικῆς γνώσεως κατεσκευασμένῃ, ἐν ᾗ ὥσπερ κιβώτιον στερρὸν καὶ κατησφαλισμένον ἡ γνῶσις τῶν θεοπνεύστων Γραφῶν καὶ ὁ ἐν αὐτῇ ἄφραστος πλοῦτος ἀποτεθησαυρισμένος ἀπόκειται, ὃν οὐκ ἄν ποτε οἱ ἐν τῷ οἴκῳ εἰσερχόμενοι κατιδεῖν δυνηθῶσιν, εἰ μὴ τὸ κιβώτιον αὐτοῖς πάντως διανοιχθῇ. Οὐκ ἔστιν δὲ ὑπὸ ἀνθρωπίνης σοφίας ἀνοιχθῆναι τοῦτό ποτε, διὸ καὶ μένει ἄγνωστος πᾶσιν ἀνθρώποις τοῖς ἐν τῷ κόσμῳ ὁ ἐναποκείμενος ἐν αὐτῷ πλοῦτος τοῦ Πνεύματος. Καὶ καθάπερ κἂν αὐτὸ τὸ κιβώτιον ὅλον ἐπὶ τῶν ἑαυτοῦ ὤμων ἀναλαβὼν ἐπιφέρηται ἄνθρωπος, τὸν ἐναποκείμενον ἐν αὐτῷ ἀγνοεῖ θησαυρόν, οὕτω κἂν πάσας ἀναγνῷ καὶ ἐκστηθίσηται ὁ ἄνθρωπος τὰς Γραφὰς καὶ ὡς ἕνα ψαλμὸν περιφέρῃ αὐτάς, τὴν ἐγκεκρυμμένην ἐν αὐταῖς τοῦ Ἁγίου Πνεύματος δωρεὰν ἀγνοεῖ. Οὔτε γὰρ διὰ τοῦ κιβωτίου τὰ ἐν τῷ κιβωτίῳ, οὔτε διὰ τῆς Γραφῆς τὰ ἐν τῇ Γραφῇ δῆλα καθίστανται. Καὶ πῶς, ἄκουσον.

Βλέπεις κιβώτιον μικρόν, κεκλεισμένον πάντοθεν ἀσφαλῶς καί, ὅσον ἀπὸ τοῦ βάρους καὶ τῆς ἔξωθεν εὐπρεπείας αὐτοῦ, ὑπολαμβάνεις ἢ καὶ ἴσως παρά τινων ἀκούων πιστεύεις ἔνδοθεν ἔχειν αὐτὸ θησαυρόν, ὃ καὶ ἄρας μετὰ σπουδῆς πορεύῃ· τί οὖν σοι ἔσται, εἰπέ μοι, τὸ ὄφελος, ἐὰν ἐσφραγισμένον αὐτὸ καὶ κεκλεισμένον ἀεὶ περιφέρῃς καὶ οὐκ ἀνοίξῃς; Οὐ θεάσῃ ποτέ, ἔτι ζῶν, τὸν ἐν αὐτῷ θησαυρόν, οὐκ ἴδῃς τῶν ἐν αὐτῷ λίθων τὴν διαύγειαν, τῶν μαργαριτῶν τὴν λαμπρότητα, τοῦ χρυσοῦ τὴν ἀστράπτουσαν αἴγλην. Τί σοι τὸ ὄφελος, ἐὰν ἐξ αὐτῶν οὐ καταξιωθήσῃ λαβεῖν κἂν ὀλίγον καὶ ὠνήσασθαί τι τῶν πρὸς διατροφὴν ἢ ἔνδυσιν, ἀλλὰ περιφέρεις μέν, ὡς εἴπομεν, ἐσφραγισμένον τὸ κιβώτιον δι’ ὅλου, πολλοῦ καὶ πολυτίμου πεπλησμένον τοῦ θησαυροῦ, αὐτὸς δὲ σὺ λιμῷ καὶ δίψῃ καὶ γυμνότητι κατατρύχῃ;

Πάντως οὐδέν. Ταῦτά μοι καὶ ἐπὶ τῶν πνευματικῶν ὑπολάμβανε, ἀδελφέ. Νόει μοι οὖν κιβώτιον τὸ Χριστοῦ Εὐαγγέλιον καὶ τὰς λοιπὰς θείας Γραφάς, ἐχούσας ἐν αὐταῖς ἐγκεκλεισμένην καὶ ἐσφραγισμένην τὴν αἰώνιον ζωὴν καὶ σὺν αὐτῇ τὰ ἐν αὐτῇ ἄρρητα καὶ αἰσθητοῖς ὄμμασι μὴ καθορώμενα αἰώνια ἀγαθὰ κατὰ τὴν τοῦ Κυρίου φωνήν· «Ἐρευνᾶτε τὰς Γραφάς, ὅτι ἐν αὐταῖς ἐστιν ἡ ζωὴ ἡ αἰώνιος.» Ἄνθρωπον δὲ τὸν ἄραντα τὸ κιβώτιον ὑπόθου μοι εἶναι τὸν τὰς Γραφὰς πάσας ἀποστηθίσαντα καὶ ἐπὶ στόματος ἀεὶ ταύτας ἐπιφερόμενον.

Ἐπιφέρεται οὖν αὐτὰς ὡς ἐν κιβωτίῳ τῷ μνημονευτικῷ τῆς ψυχῆς, ἔχοντι τὰς ἐντολὰς τοῦ Θεοῦ ὡς λίθους τιμίους, ἐν αἷς ὑπάρχει ἡ ζωὴ ἡ αἰώνιος—οἱ γὰρ τοῦ Χριστοῦ λόγοι φῶς εἰσι καὶ ζωή εἰσιν, ὡς αὐτὸς οὗτός φησιν· «Ὁ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωήν»—, σὺν ταῖς ἐντολαῖς δὲ ὡς μαργαρίτας τὰς ἀρετάς. Ἀπὸ γὰρ τῶν ἐντολῶν αἱ ἀρεταί, ἐκ δὲ τούτων ἡ ἀποκάλυψις τῶν μυστηρίων, τῶν ἐν τῷ γράμματι ἀποκεκρυμμένων καὶ κεκαλυμμένων. Διὰ γὰρ τῆς ἐκπληρώσεως τῶν ἐντολῶν ἡ ἐργασία τῶν ἀρετῶν, διὰ δὲ τῆς πράξεως τῶν ἀρετῶν ἡ πλήρωσις τῶν ἐντολῶν γίνεται, καὶ οὕτω διὰ τούτων ἀνοίγεται ἡμῖν ἡ θύρα τῆς γνώσεως, μᾶλλον δὲ οὐ διὰ τούτων, ἀλλὰ διὰ τοῦ εἰπόντος· «Ὁ ἀγαπῶν με τὰς ἐντολάς μου τηρήσει καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτὸν καὶ ἐγὼ ἐμφανίσω αὐτῷ ἐμαυτόν.» Ὅταν οὖν ἐνοικήσῃ καὶ ἐμπεριπατήσῃ ὁ Θεὸς ἐν ἡμῖν καὶ ἐμφανίσῃ αὐτὸς ἑαυτὸν αἰσθητῶς ἡμῖν, τότε καὶ γνωστῶς καθορῶμεν τὰ ἐν τῷ κιβωτίῳ ἤγουν τὰ ἐν τῇ θείᾳ Γραφῇ ἐγκεκρυμμένα θεῖα μυστήρια. Ἄλλως δὲ οὐκ ἔνι, μηδεὶς πλανάσθω, διανοιγῆναι τὴν κιβωτὸν τῆς γνώσεως καὶ τῶν ἐν αὐτῇ ἀγαθῶν ἀπολαῦσαι ἢ ἐν μετοχῇ καὶ θεωρίᾳ γενέσθαι αὐτῶν. Ποίων δὲ καὶ τίνων φημὶ ἀγαθῶν;

Ἀγάπης τελείας, τῆς πρὸς τὸν Θεὸν δηλονότι καὶ τὸν πλησίον, καταφρονήσεως τῶν ὁρωμένων ἁπάντων, τὸ νεκρωθῆναι τὴν σάρκα καὶ τὰ μέλη ταύτης τὰ ἐπὶ γῆς μέχρι καὶ ἐπιθυμίας κακῆς, ἵνα ὥσπερ ὁ νεκρὸς ὅλως οὐ λογίζεται οὐδὲ αἰσθάνεταί τινος, οὕτω καὶ ἡμεῖς αὐτοὶ μηδεμίαν ἔννοιαν ἐπιθυμίας κακῆς ἢ ἐμπαθοῦς αἰσθήσεως ὅλως ἐννοῶμέν ποτε ἢ ἐπαισθανόμεθα τοῦ κακοῦ τῆς τυραννώδους ὀχλήσεως, μόνον δὲ τῶν ἐντολῶν μνημονεύομεν τοῦ Σωτῆρος Χριστοῦ· ἔτι δὲ ἀθανασίας, ἀφθαρσίας δόξης ἀϊδίου, ζωῆς αἰωνίου, βασιλείας οὐρανῶν, υἱοθεσίας διὰ τῆς ἀναγεννήσεως τοῦ Ἁγίου Πνεύματος καὶ τὸ γενέσθαι ἡμᾶς θεοὺς θέσει τε καὶ χάριτι, χρηματίσαι τε κληρονόμους Θεοῦ, συγκληρονόμους δὲ Χριστοῦ, καὶ συνάμα τούτοις τὸν νοῦν Χριστοῦ κτήσασθαι καὶ δι’ αὐτοῦ ἰδεῖν τὸν Θεὸν καὶ Χριστὸν αὐτὸν ἐνοικοῦντα κατὰ τὴν Θεότητα καὶ ἐμπεριπατοῦντα γνωστῶς ἐν ἡμῖν.

Τούτων οὖν ἁπάντων καὶ τῶν ὑπὲρ τούτων ἀρρήτων καὶ ἀνεκφράστων οἱ τὰς ἐντολὰς ἀκούοντες τοῦ Θεοῦ καὶ ποιοῦντες αὐτάς, διὰ τῆς ἀνοίξεως ἧς ἔφαμεν κιβωτοῦ, ἤγουν διὰ τῆς ἀποκαλύψεως τῶν νοερῶν ὀφθαλμῶν καὶ τῆς θέας τῶν ἐν τῇ θείᾳ ἐγκεκρυμμένων Γραφῇ, ἀξιοῦνται καὶ πλουσίως ἐπαπολαύουσιν. Οἱ δ’ ἄλλοι, ἄγνοιαν ἔχοντες τῶν εἰρημένων ἁπάντων καὶ ἀπειρίαν, ἄγευστοί εἰσι τῆς τούτων γλυκύτητος, τῆς τούτων ἀθανάτου ζωῆς, ἐπερειδόμενοι τῇ μαθήσει μόνῃ τῶν Γραφῶν· οὓς καὶ καταδικάζουσα καὶ κατακρίνουσα μᾶλλον αὕτη ἐν τῇ ἐξόδῳ ἔσται ἢ τοὺς μηδόλως τῶν Γραφῶν ἀκηκοότας. Ἐκ γὰρ τῶν τοιούτων τινὲς ἀπὸ ἀγνοίας πλανώμενοι πάσας στρεβλοῦσι τὰς θείας Γραφάς, μεθερμηνεύοντες αὐτὰς κατὰ τὰς ἐμπαθεῖς ἐπιθυμίας αὐτῶν, συνιστάνειν θέλοντες ἑαυτούς, ὅτι δὴ καὶ δίχα τῆς ἀκριβοῦς τῶν ἐντολῶν τοῦ Χριστοῦ φυλακῆς σωθῆναι μέλλουσιν, ἀπαρνούμενοι τὴν δύναμιν ὅλως τῶν ἁγίων Γραφῶν.

Καὶ εἰκότως· τὰ γὰρ ἐσφραγισμένα καὶ κεκλεισμένα, τὰ πᾶσιν ἀνθρώποις ἀθέατά τε καὶ ἄγνωστα, διανοιγόμενα δὲ ὑπὸ μόνου τοῦ Ἁγίου Πνεύματος καὶ οὕτως ἀποκαλυπτόμενα θεατὰ γινόμενα ἡμῖν καὶ γνωστά, πῶς ἄρα εἰδέναι ἢ γνῶναι ἢ κἂν ποσῶς ἐννοῆσαί ποτε ἐξισχύσουσιν, οἱ τὴν παρουσίαν τοῦ Ἁγίου Πνεύματος, τὴν ἔλλαμψιν, τὸν φωτισμόν, τὴν ἐνοίκησιν τὴν εἰς αὐτούς, μηδέποτε γνῶναι λέγοντες; Πῶς ἐν καταλήψει γένονται τῶν τοιούτων μυστηρίων, οἱ μηδόλως ποτὲ ἐν ἑαυτοῖς ἐπεγνωκότες γενομένην τὴν ὑπ’ αὐτοῦ ἀναχώνευσιν, τὴν ἀνακαίνισιν, τὴν ἀλλοίωσιν, τὴν ἀνάπλασιν, τὴν ἀναγέννησιν; Οἱ δὲ μήπω βαπτισθέντες ἐν Πνεύματι Ἁγίῳ, τὴν ἀλλοίωσιν τῶν βαπτισθέντων ἐν τούτῳ πῶς εἰδέναι δύνανται; Οἱ μὴ γεννηθέντες ἄνωθεν, τῶν γεννηθέντων ἐκεῖθεν—καθὼς εἶπεν ὁ Κύριος—τὴν δόξαν πῶς ἴδωσι, τῶν ἐκ Θεοῦ γεννηθέντων καὶ τέκνων γενομένων Θεοῦ; Οἱ μὴ τοῦτο παθεῖν ἐθελήσαντες, ἀλλὰ δι’ ἀμελείας ταύτην προσαπολέσαντες—καὶ γὰρ ἔλαβον ἐξουσίαν τοῦ γενέσθαι τοιοῦτοι—, ποίᾳ γνώσει δυνηθῶσιν, εἰπέ μοι, κατανοῆσαι ἢ κἂν ὁπωσοῦν ἐννοῆσαι ἰσχύσωσιν, οἷοι ἐκεῖνοι ἐχρημάτισαν;

Πνεῦμά ἐστιν ὁ Θεὸς ἀόρατον, ἀθάνατον, ἀπρόσιτον, ἀκατάληπτον, καὶ τοιούτους ποιεῖ τοὺς ἐξ αὐτοῦ γεννωμένους, ὁμοίους τῷ γεγεννηκότι Πατρί, σώματι μόνῳ ληπτοὺς ὄντας καὶ ὁρατούς, τὰ δ’ ἄλλα μόνῳ Θεῷ γινωσκομένους καὶ Θεὸν μόνον γινώσκοντας, μᾶλλον δὲ μόνῳ Θεῷ βουλομένους γινώσκεσθαι, πρὸς ὃν καὶ βλέπειν ἀεὶ ἐφίενται καὶ ὑπ’ αὐτοῦ γλίχονται ὁρᾶσθαι. Ἄλλως δέ, καθάπερ οἱ ἄπειροι τῶν γραμμάτων ἴσον τοῖς ἐμπείροις τὰς βίβλους ἀναγινώσκειν οὐ δύνανται, οὕτως οὐδὲ οἱ μὴ διὰ πράξεως τὰς τοῦ Χριστοῦ ἐντολὰς διελθεῖν ἐθελήσαντες, ἴσον τῶν εἰς αὐτὰς ἐπαγρυπνησάντων καὶ πεπληρωκότων αὐτὰς καὶ ὑπὲρ αὐτῶν τὸ αἷμα κεκενωκότων τὸ ἴδιον, ἰσχύσουσιν, ὡς ἐκεῖνοι, τῆς τοῦ Ἁγίου Πνεύματος ἀποκαλύψεως ἀξιωθῆναί ποτε.

Ὥσπερ γὰρ ὁ βιβλίον ἐσφραγισμένον καὶ κεκλεισμένον λαβὼν ἄνθρωπος οὐ δύναται τὰ ἐν αὐτῷ γεγραμμένα ἰδεῖν ἢ ὁποῖά εἰσιν ἐννοῆσαι ἕως ἐσφραγισμένον ἐστὶ τὸ βιβλίον, κἂν πᾶσαν τὴν σοφίαν τοῦ κόσμου μεμάθηκεν, οὕτως οὐδὲ ὁ πάσας τὰς θείας Γραφάς, ὡς εἴπομεν, ἐπὶ στόματος ἔχων δυνήσεταί ποτε τὴν ἐν αὐταῖς ἐγκεκρυμμένην μυστικὴν καὶ θείαν δόξαν ὁμοῦ καὶ δύναμιν γνῶναι καὶ κατιδεῖν, εἰ μὴ πάσας διέλθῃ τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ τὸν Παράκλητον λάβῃ μεθ’ ἑαυτοῦ, διανοίγοντα τοὺς λόγους αὐτῷ ὡς βιβλίον καὶ τὴν ἐν αὐτοῖς ἐπιδεικνύοντα δόξαν αὐτῷ μυστικῶς, οὐ μὴν ἀλλὰ καὶ τὰ ἐν τούτοις ἀποκεκρυμμένα τοῦ Θεοῦ ἀγαθὰ σὺν αὐτῇ τῇ ταῦτα βλυζούσῃ αἰωνίᾳ ζωῇ ἀποκαλύπτοντα, ἃ πᾶσι τοῖς καταφρονηταῖς καὶ ἀμελεστέροις κεκαλυμμένα ὑπάρχει καὶ ἀφανῆ τὸ καθόλου. Καὶ εἰκότως· ἐπειδὴ γὰρ τὰς αἰσθήσεις αὐτῶν πάσας εἰς τὴν τοῦ κόσμου ματαιότητα προσήλωσαν καὶ τοῖς τερπνοῖς τοῦ βίου καὶ ταῖς ὡραιότησι τῶν σωμάτων προσπάσχουσι, σκοτεινὸν τὸ τῆς ψυχῆς ὀπτικὸν περιφέροντες, πρὸς τὰ νοητὰ κάλλη τῶν ἀπορρήτων τοῦ Θεοῦ ἀγαθῶν ἰδεῖν καὶ ἀναβλέψαι οὐ δύνανται.

Καὶ καθάπερ ὁ ἀσθενῶν τὰς ὄψεις τοῦ σώματος οὐ δύναται κἂν ποσῶς εἰς ἡλιακὴν ἀκτῖνα τρανότερον λάμπουσαν ἀποβλέψαι, ἀλλ’ εἰ καὶ πρὸς αὐτὴν ἀτενίσει, τέλεον εὐθὺς καὶ ὅπερ κέκτηται φῶς προσαπόλλυσιν, οὕτω δὴ καὶ ὁ τὰ τῆς ψυχῆς ὄμματα ἀσθενῆ καὶ τὰς αἰσθήσεις αὐτὰς ἐμπαθεῖς ἔχων, ἀπαθῶς καὶ βλάβης ἐκτὸς κάλλος ἢ ὡραιότητα σώματος κατανοῆσαι οὐ δύναται, ἀλλὰ καὶ ἥνπερ πρὸ τούτου εἰρήνην εἶχε τῶν λογισμῶν καὶ γαλήνην τῆς πονηρᾶς ἐπιθυμίας, καὶ αὐτὴν χρονίζων ἐν τῇ μελέτῃ τοῦ πάθους ἀπόλλυσι. Τοιγαροῦν οὐδὲ τὴν ἑαυτοῦ ἀσθένειαν ὁ τοιοῦτος καταμαθεῖν ὅλως δύναται. Εἰ γὰρ ἀσθενεῖν ἑαυτὸν πεποίηκεν, ἐπίστευσεν ἂν ὅτι εἰσί τινες ὑγιαίνοντες ἕτεροι, καὶ ἴσως ἐμέμψατο ἑαυτόν ποτε ὡς αἴτιον αὐτὸν ἑαυτῷ χρηματίσαντα καὶ τὰ πρὸς ἀπαλλαγὴν ταύτης ἐφρόντισε. Νυνὶ δὲ τοὺς πάντας ἔχων ἐμπαθεῖς ὁ τοιοῦτος, αὐτοῖς ἑαυτὸν ἐξισοῖ καὶ ἀδύνατον λέγει εἶναι τὸ ὑπὲρ τοὺς πάντας γενέσθαι αὐτόν.

Τί τοῦτο; Ἵνα συναποθάνῃ τῷ πάθει, μὴ θέλων τοῦ τοιούτου κακοῦ ἀπαλλαγῆναι ὁ ἄθλιος. Εἰ γὰρ ἠβουλήθη, ἴσχυσεν ἄν, ὡς ἐκ Θεοῦ τὸ δύνασθαι εἰληφώς. Ὅσοι γὰρ εἰς τὸ ὄνομα αὐτοῦ ἐβαπτίσθημεν, ἐξουσίαν ἐλάβομεν παρ’ αὐτοῦ τὴν πρώην δυσγένειαν τῆς φθορᾶς ὡς ἱμάτιον παλαιὸν ἀποδύσασθαι καὶ υἱοὶ Θεοῦ χρηματίσαι καὶ τὸν Χριστὸν ἐπενδύσασθαι.

Ἀλλὰ μὴ γένοιτο ἡμᾶς, ἀδελφοί, ἐξομοιωθῆναι τοῖς οὕτως ἔχουσι καὶ τοιαῦτα φρονοῦσι, κεχερσωμένοις οὖσι καὶ χοϊκοῖς. Γένοιτο δὲ ἐξακολουθῆσαι Χριστῷ, τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι καὶ εἰς οὐρανοὺς ἡμᾶς ἀνυψώσαντι, καὶ αὐτοῦ τοῖς ἴχνεσιν ἀεὶ ἕπεσθαι, καθαιρομένους διὰ τῆς μετανοίας τοῦ σπίλου τῆς ἁμαρτίας καὶ ἐπενδυομένους τὸν φωτεινὸν χιτῶνα τῆς ἀφθαρσίας τοῦ Πνεύματος ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων.