Ἔργον
Συμεὼν ὁ Νέος Θεολόγος – Κατηχήσεις
Κατήχηση ΚΕ': Περί των μεταβολών και αλλοιώσεων της ψυχής
Εξέταση των νοερών μεταπτώσεων, της διάκρισης μεταξύ ψυχής και σώματος και της προελεύσεως των παθών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Κατήχηση ΚΕ': Περί των μεταβολών και αλλοιώσεων της ψυχής
Εξέταση των νοερών μεταπτώσεων, της διάκρισης μεταξύ ψυχής και σώματος και της προελεύσεως των παθών.
Ἀμήν. Περὶ ἀλλοιώσεως ψυχῆς τε καὶ σώματος, τῶν ἐξ ἀέρος, τῶν ἐκ στοιχείων, τῶν ἐκ βρωμάτων καὶ τῶν δαιμόνων ἐπιγινομένων ἡμῖν.
Λόγος ΚΕʹ. Ἀδελφοὶ καὶ πατέρες, ὀφείλει ὁ μοναχὸς μὴ μόνον τὰς ἐν τῇ ψυχῇ γινομένας ἀλλοιώσεις καὶ μεταβολὰς ἐπίστασθαι καὶ νοεῖν, ἀλλὰ καὶ τὰς αἰτίας αὐτῶν, ὁποῖαί ποτ’ ἂν ὦσι καὶ πόθεν ἐν αὐτῷ συμβαίνουσι γίνεσθαι. Ποτὲ μὲν γὰρ αἰφνίδιος γίνεται χαρὰ τῇ ψυχῇ, ποτὲ δὲ λύπη ταύτῃ ὡσαύτως ἐπέρχεται καὶ βάρος σφοδρόν. Καὶ ποτὲ μὲν εὐκατάνυκτος γίνεται, ποτὲ δὲ σκληραίνεται ἡ αὐτὴ καὶ ὡς λίθος πεπώρωται.
Ἄλλοτε πάλιν πραεῖα καὶ ταπεινὴ γίνεται καὶ μετὰ μικρὸν μετέωρος καὶ θυμώδης καὶ λυσσῶσα πρὸς πάντας τοὺς ἀδελφούς. Καὶ ποτὲ μὲν χαύνη καὶ ῥάθυμος καὶ ἀπρόθυμος εἰς πᾶν ἔργον ἀγαθὸν γίνεται, ποτὲ δὲ διεγηγερμένη καὶ γρηγοροῦσα καὶ πρόθυμος εἰς πᾶσαν ὑπακοήν, ὡς καὶ τοὺς συνόντας σκώπτειν καὶ διεγείρειν πρὸς τὸ καλόν. Καὶ ποτὲ μὲν συνεσταλμένη ὑπάρχει καὶ εὐλαβής, ποτὲ δὲ διακεχυμένη καὶ ἀναιδής. Καὶ ποτὲ μὲν τῶν ἀπόντων ἀγαπητικῶς μεμνημένη καὶ προσκαλουμένη πρὸς ἑαυτήν, ποτὲ δὲ οὐδὲ ἐκείνους οὐδὲ τοὺς συνόντας βούλεται καθορᾶν. Καὶ ποτὲ μὲν συμπνιγομένη ἐφ’ ἑαυτὴν γίνεται, ὡς καὶ τὴν ζωὴν αὐτῆς ἀπολέγεσθαι, ποτὲ δὲ ἐπὶ τοσοῦτον πλατυνομένη καὶ ἡ ἀγαλλίασις ἐν ταύτῃ πληθύνεται, ὡς μηδὲ ἐπισχεῖν δυναμένη ἑαυτήν, εἰ καὶ τοῦτο βιάζεται.
Ταῦτα μὲν οὖν πέφυκε γίνεσθαι περὶ τὰς φυσικὰς κινήσεις τῆς ψυχῆς καὶ τοῦ σώματος, ὁπόταν ἐναγωνίως ἔχωμεν περὶ τὴν ἐργασίαν τῆς ἀρετῆς καὶ τῶν ἐντολῶν τὴν ἐκπλήρωσιν. Ἀλλὰ καθάπερ οὕτως ἀλλοιοῦται τὰ τῆς ψυχῆς, τὸν αὐτὸν τρόπον καὶ τὰ τοῦ νοὸς ἀλλοιοῦται ἡμῶν καὶ οὕτω πως μεταβάλλεται. Ποτὲ μὲν γὰρ ὀξὺς εἰς τὸ νοῆσαί ἐστι καὶ ὀξύτερος εἰς τὸ τὰ νοούμενα ἤτοι βλεπόμενα παρ’ αὐτοῦ διελθεῖν καὶ διακρῖναι συντόμως, ποτὲ δὲ ἀργὸς πρὸς τὰ ἀμφότερα γίνεται καὶ βραδύς. Καὶ ποτὲ μὲν ὁ αὐτὸς ἄνους οἱονεὶ καὶ ἄλαλος γίνεται καὶ κωφός, ποτὲ δὲ εὔνους τις καὶ εὔλαλος, ἀκουστικός τε ἅμα καὶ συνετός. Καὶ ποτὲ μὲν τυφλός, ποτὲ δὲ ὁρατικός, εἰς βάθος καὶ ὕψος θεωρίας ὑπὲρ τὸ μέτρον τῆς ἀνθρωπίνης φύσεως εἰσελθεῖν βιαζόμενος.
Καὶ ποτὲ μὲν ἁπλοῦς πρὸς πᾶσαν θεωρίαν ἐστὶ καὶ ἐλεύθερος, μὴ μεμνημένος ὅλως τῶν ἔμπροσθεν αὐτοῦ γεγονότων κακῶν μηδέ τι τούτων ἐννοῶν τὸ καθόλου, ποτὲ δὲ ποικίλος, οἱονεὶ τὰ μὴ γινόμενα ἐννοῶν καὶ ἐπινοῶν καὶ πονηρευόμενος· καὶ ὥσπερ φλὸξ ἐν ὑγροῖς ξύλοις ὑπὸ καπνοῦ συμπνιγομένη γίνεται, πονηρευόμενος οὐκ εἰς τοὺς παρόντας μόνους, ἀλλὰ δὴ καὶ περί τινων ἀπόντων πολλάκις μάταια καὶ ψευδῆ ἀναπλάττει ἐν ἑαυτῷ ἐνθυμήματα· ἔνθεν τοι καὶ τῆς καρδίας πολλὰ λυπουμένης καὶ μὴ συντιθεμένης εἰς τὰ τοιαῦτα τῷ νῷ, οὐδὲν οὐδαμῶς ὠφελῆσαι δύναται, οὐδὲ ἀποστῆσαι αὐτὸν τῶν ματαίων συλλογισμῶν.
Καὶ ταῦτα μὲν περί τε τῶν ἀλλοιώσεων τοῦ νοὸς καὶ τῆς νοερᾶς ἡμῶν καὶ θείας ψυχῆς. Αἱ δὲ γινόμεναι ἡμῖν περὶ τὸ σῶμα ἀνωμαλίαι, εἰ καὶ δοκοῦσιν εἶναι εὐδιάγνωστοι καὶ ῥαδίως ἡμῖν ἐπιγινωσκόμεναι, ἀλλ’ οὐχ οὕτως ἔχει. Πολλὴ γὰρ ἐν τούτῳ μάλιστά ἐστιν ἡ ἐκ φύσεως ὡς ἐπὶ τὸ πλεῖστον μεταβολή. Ἡ μὲν γὰρ ψυχὴ ἄτρεπτος τῇ φύσει καὶ τῇ οὐσίᾳ ἐστίν, ὡσαύτως δὲ καὶ ὁ νοῦς ταύτῃ συνάμα παρὰ τοῦ Κτίστου γεγένηται, μόνῃ δηλαδὴ τῇ προαιρέσει ἀγόμενα καὶ τῷ ἰδίῳ θελήματι ἀρετῆς ἢ κακίας ἐπιλαμβανόμενα, τουτέστι φωτὸς ἢ σκότους συγκοινωνοὶ αἰωνίως καὶ κληρονόμοι καθίστανται, ἡ ψυχή, φημί, καὶ ὁ νοῦς, ἑνὶ τούτων προαιρέσει, ὡς εἴρηται, καὶ θελήματι ἑκουσίως κολλώμενα, εἴτε τῷ ἀγαθῷ καὶ ἀγαθὰ γίνονται, εἴτε τῷ πονηρῷ καὶ πονηρὰ χρηματίζουσι. Τὸ δέ γε σῶμα καὶ τῇ φύσει τρεπτόν, ὅτι καὶ σύνθετον, καὶ τῇ οὐσίᾳ ῥευστόν, ὅτι ἐξ ὕλης φθαρτῆς ἔκτισται καὶ ῥευστῆς, τὴν σύγκρασιν ἔχον ἤτοι τὴν σύστασιν ἐκ τῶν ἐναντίων πρὸς ἑαυτά. Ἐκ θερμοῦ γὰρ καὶ ψυχροῦ, ὡς φασὶν οἱ περὶ ταῦτα σοφοὶ καὶ ἡ ἀλήθεια ἔχει, ἐκ ξηροῦ τε καὶ ὑγροῦ ἡ οὐσία τούτου ἐστί.
Πλὴν αὐτὸ καθ’ ἑαυτὸ ἐστέρηται καὶ προαιρέσεως καὶ θελήσεως, εἰ χρὴ δὲ εἰπεῖν καὶ κινήσεως, εἰ μή τι πάντως τὴν τούτου ῥεῦσιν καὶ τὸ χωροῦν εἰς φθορὰν κίνησίν τις εἴπῃ τῆς αὐτοῦ ὑποστάσεως φυσικήν, ἥτις ἐστὶν ἄλογος· εἰ δὲ ἄλογος αὕτη, δῆλον ὅτι καὶ ἀναμάρτητος καὶ παρὰ Θεοῦ ἀκατάκριτος. Καὶ εἰκότως· ὃ γὰρ τῇ φύσει παρέπεται, τοῦτο καὶ καταδίκης ἐκτός.
Πύρωσιν δὲ καὶ ἐπιθυμίαν γάμου, συνουσίας μίξιν, ἡδονήν, γαστριμαργίαν, λαιμαργίαν, πολυυπνίαν, ἀργίαν, στολισμὸν ἱματίων καὶ τἄλλα πάντα ἅπερ, ὡς οἱ πολλοὶ νομίζουσι, τὸ σῶμα ἐπιζητεῖ, οὐ τὸ σῶμα, ὡς οὐδὲ ὅτε νεκρόν, ἀλλ’ ἡ ψυχὴ διὰ τούτου ταῦτα ἐπιζητεῖ ἡδυνομένη, ἅπαξ τῇ πηλῷ συγκραθεῖσα καὶ οἵα δὴ σῦς ἐν τῷ βορβόρῳ ταύτης ἐγκυλινδεῖσθαι θέλουσα τῶν ἡδονῶν πως, τῆς συγκραθείσης αὐτῇ γλιχομένη σαρκός. Μηδεὶς οὖν πρὸς ταῦτα ὑπὸ τοῦ ἰδίου σώματος συνωθεῖσθαι καὶ καταναγκάζεσθαι ὑπολάβοι· οὐκ ἔστι τοῦτο. Ἀλλὰ πῶς; ἄκουε συνετῶς. «Ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς.» Ἰδοὺ ἐγὼ ἔδειξά σοι τὸ σῶμα, δεῖξον οὖν μοι καὶ σὺ ποῖα τὰ πάθη τὰ ἐν αὐτῷ· ἀλλ’ οὐδὲν οὐκ ἔχεις ὅλως εἰπεῖν.
Εἶτα τί; «Καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ Κύριος ὁ Θεός, καὶ ἐγένετο ἄνθρωπος εἰς ψυχὴν ζῶσαν» καὶ ἀνέστη ἀπὸ τῆς γῆς καὶ περιεπάτει, τοῦ ἐν αὐτῷ πνεύματος κινοῦντος δηλονότι τὸ σῶμα δεσποτικῶς τε καὶ ἐξουσιαστικῶς.
Πύρωσις δὲ ἢ κίνησις ἢ γαστρὸς ἄλογος μανία καὶ ὄρεξις οὐδαμοῦ ἔτι ἦν, ἀλλὰ ἦν αὐτῷ ζωὴ ἀστασίαστος καὶ ἄλυπος διαγωγή. Ἴδωμεν οὖν μήποτε, διὰ τὸ μὴ εἶναι θῆλυ ἢ διὰ τὸ μὴ εἶναι τὰ πρὸς ἐπιθυμίαν κινοῦντα βρώματα, τούτου γε ἕνεκα ὁ ἄνθρωπος οὔτε πρὸς συνουσίας ἐπιθυμίαν, οὔτε πρὸς γαστριμαργίαν κεκίνητο· τί οὖν φησίν; «Ἐξανέτειλεν ὁ Θεὸς πᾶν δένδρον ὡραῖον καὶ ἦν ὅ τε Ἀδὰμ καὶ ἡ Εὔα ἐν τῷ παραδείσῳ γυμνοὶ καὶ οὐκ ᾐσχύνοντο.» Ὁρᾷς ὅτι οὔτε τὸ θήλειαν εἶναι τὴν Εὔαν οὔτε τὸ γυμνοὺς ἀμφοτέρους τυγχάνειν πρὸς σωφροσύνην παρέβλαψέ τινα ἐξ αὐτῶν;
Ἀλλὰ καὶ γυμνοὶ ἦσαν καὶ οὔτε ἀλλήλους ἐγίνωσκον, οὔτε ᾐσχύνοντο, οὔτε μὴν ὑπὸ τῆς τοῦ σώματος φύσεως πρὸς μίξιν ἐνήγοντο, ἀλλὰ μετὰ τὴν ἁμαρτίαν καὶ τὴν παράβασιν καὶ μετὰ τὸ ἔξω γενέσθαι τοῦ παραδείσου καὶ τοῦ Θεοῦ γυμνωθῆναι καὶ τῆς αὐτοῦ θείας δόξης ἀποπεσεῖν, τότε, ὡς γέγραπται, «ἔγνω Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκε».
Τοιγαροῦν, ἀγαπητέ, ἐὰν τὸν Θεὸν ἀγαπήσῃς γνησίως καὶ σὺ καὶ ἐμμείνῃς ἐν τῇ ἀγάπῃ αὐτοῦ, οὐχ ὑπό τινος πάθους κυριευθήσῃ ποτέ, οὐδὲ ὑπὸ τῆς ἀνάγκης καταδυναστευθήσῃ τοῦ σώματος. Καθάπερ γὰρ πρὸς οὐδὲν τὸ σῶμα κινεῖσθαι δύναται δίχα ψυχῆς, οὕτως οὐδὲ ἡ τῷ Θεῷ δι’ ἀγάπης ἑνωθεῖσα ψυχὴ συναπάγεσθαι ἰσχύει πρὸς τὰς τοῦ σώματος ἡδονὰς καὶ ὀρέξεις, ἀλλ’ οὐδὲ πρὸς ἄλλας ἐπιθυμίας τινὰς τῶν ὁρωμένων ἢ καὶ ἀοράτων πραγμάτων ὁμοῦ καὶ παθῶν.
Δέδεται γὰρ ὑπὸ τῆς γλυκείας ἀγάπης τοῦ Θεοῦ ἡ ὁρμὴ τῆς καρδίας αὐτῆς ἢ μᾶλλον εἰπεῖν πᾶσα ἡ ῥοπὴ τοῦ θελήματος αὐτῆς. Αὕτη οὖν συνδεθεῖσα τῷ ἑαυτῆς, ὥσπερ εἴρηται, Ποιητῇ, πῶς, εἰπέ, δύναται τῷ σώματι πυροῦσθαι ἢ ὅλως ἰδίας ἐπιθυμίας ἀποπληροῦν; Οὐδαμῶς.
Αἱ δὲ φυσικῶς ἑπόμεναι καὶ γινόμεναι ἐν τῷ αὐτῷ σώματι μεταβολαὶ πρόδηλοι· συμβαίνουσι γὰρ καὶ εἰς πάντας γίνονται τοὺς ἁγίους. Ποτὲ μὲν γὰρ ὑγείαν ἄγειν λέγεται, ὅταν πρὸς ἑαυτὰς αἱ ὗλαι μὴ στασιάζωσι, ποτὲ δὲ νόσῳ περιπίπτειν καταναγκάζεται, ὁπόταν ἓν ἀπὸ τῶν τεσσάρων στοιχείων ἢ πλεονάσῃ ἢ ἔλαττον ἑαυτοῦ γένηται, κατεξανιστάμενον δηλονότι τῶν ἄλλων ἢ ὑπ’ ἐκείνων μᾶλλον ἐπικρατούμενον καὶ αὐτοτυραννούμενον, ἐξ ὧν γίνονται ῥεύματα, ἀκρωτηριασμοὶ καὶ ὅλου ἴσως τοῦ ζῴου διαφθορά, μηδὲν ἐκ τούτων παραβλαπτομένης ἡμῶν τῆς ψυχῆς, ἐπειδὴ τὰ μὲν πλεῖστα τούτων ἀπὸ ἀκρασίας βρωμάτων καὶ πομάτων ἐγγίνονται, τὰ δὲ καὶ ἀπὸ τῆς τῶν ἀνέμων καὶ τοῦ ἀέρος ἐναλλαγῆς. Ψυχροῦ γὰρ ὄντος αὐτοῦ, τὰ ψυχρᾶς εἶναι φύσεως λαχόντα σώματα βλάπτονται καὶ ἀσθενέστερα γίνονται, ὡς ἐπὶ πολὺ ψυχραινόμενα, τὰ δὲ θερμῆς ὄντα κράσεως εὐκρατότερα μᾶλλον καὶ ἰσχυρότερα γίνονται.
Ὅταν δὲ θερμὸς πάλιν γένηται ὁ ἀήρ, τὰ μὲν ψυχρὰ θάλπονται οἱονεὶ καὶ ἀναζωοῦνται, ὡς ὑπὸ τοῦ ἡλίου αἱ μυῖαι καὶ τὰ λοιπὰ ζῳύφια λαμπόμενα ὑπὸ τῶν ἀκτίνων αὐτοῦ καὶ δυνατώτερα καὶ εὐκινητότερα γίνονται, τὰ δὲ θερμοτέρας ὕλης μετέχοντα ὅλως ὑπερεμπίπρανται καὶ ἐκλύονται καὶ πρὸς πᾶσαν πρᾶξιν καὶ κίνησιν ὡσαύτως ἀσθενῆ καὶ ἀδρανῆ γίνονται. Καὶ ἁπλῶς ἕκαστον κατὰ ἀναλογίαν τῆς ἑαυτοῦ συγκράσεως ἐν τῇ τοῦ ἀέρος ἐναλλαγῇ καὶ τῶν ἀνέμων ἀναλόγως καὶ τὴν μεταβολὴν ἐπιδέχεται. Ἀλλὰ γὰρ καὶ δίχα τούτων ὡσαύτως ἰδιαιρέτως ἐστὶν ἡ ἐκ βρώσεως καὶ πόσεως περιττῆς καὶ ἡ ἐξ ἄκρας νηστείας μεταβολή, οὐ μόνον δὲ ἀλλὰ καὶ ἐκ πολυυπνίας ἢ ἀγρυπνίας καὶ ἐκ κόπου ἢ ἀργίας σωματικῆς μεταβολή τις γίνεται ἐν ἡμῖν. Ἄλλη δὲ πάλιν ἐστὶν ἡ ἐξ αὐτῆς τῆς ἐνυπαρχούσης ὕλης τῷ σώματι καὶ τοῦ ἐν ἡμῖν κινουμένου φυσικοῦ θερμοῦ ἀναδιδομένη καπνώδης πυρά, ὡς ὑπὸ ὕδατος σβεσθείσης ἀνθρακιᾶς, καὶ ποτὲ μὲν πρὸς μόνην τὴν κεφαλήν, ποτὲ δὲ ἐν ὅλῳ διαχεομένη τῷ σώματι.
Ἐπὶ δὲ πᾶσι τούτοις ἄλλος πάλιν ἐστὶ παραχωρήσει τοῦ ἀγαθοῦ ἡμῶν Θεοῦ καὶ Δεσπότου ἐπιφερόμενος ἡμῖν ὑπὸ τῶν δαιμόνων κατ’ οἰκονομικὴν παίδευσιν πρὸς ταπείνωσιν πειρασμός. Ποῖος δὴ οὗτός ἐστιν; Αὐτὸ τὸ βάρος τοῦ σώματος, ὃ καὶ δίχα τινὸς ἑτέρας αἰτίας διὰ κενοδοξίαν μόνην ἢ ἔπαρσιν ἢ διὰ τὸ κατακρῖναι ἄλλον ὡς ἀμελῆ ἢ καὶ δι’ ἑτέρας πλείστας αἰτίας τῷ δαίμονι τούτῳ παραδιδόμεθα εἰς ὄλεθρον μὲν τῆς σαρκὸς καὶ συντριμμὸν τῆς ψυχῆς, πεῖραν δὲ καὶ γυμνασίαν περισσοτέραν αὐτῆς καὶ ἵνα τὸ περὶ ἡμᾶς συμπαθὲς τοῦ Θεοῦ καὶ εὔσπλαγχνον ἐπιγνόντες, ὅλην πρὸς αὐτὸν μεταθῶμεν ἐκ διαθέσεως τὴν ἀγάπην καὶ πρὸς ἐκεῖνον ὅλον τὸν πόθον κτησώμεθα.
Τοιγαροῦν καὶ ταῦτα οὐ πάντες ἐπίστανται, ἀλλὰ τὰς μὲν ψυχικὰς ἀλλοιώσεις καὶ τὰς μεταβολὰς τὰς τοῦ σώματος, οἱ μέσως πως πρὸς τὴν ἀρετὴν ἔχοντες, ἕκαστος τούτων μερικῶς τι νοεῖ, ὅτε δ’ ἂν καὶ συμβῇ ἐν αὐτῷ γενέσθαι τι τοιοῦτον, περὶ γὰρ τῶν τελείως ἐσκοτισμένων οὐδεὶς ἡμῖν λόγος· τὰς δέ γε γινομένας ἐν τῷ νοῒ μεταβολάς, ὡς εἴπομεν, καὶ στροφὰς μόνοι οἱ ἀπαθεῖς καὶ τέλειοι, οἱ καθαροί τε καὶ ἐλεύθεροι τῇ ψυχῇ ὡσαύτως καὶ τῷ νοΐ, γινώσκουσι. Καὶ οὐδ’ αὐτοί· οὐ γὰρ ἑαυτῶν, ἀλλ’ οὗτινός εἰσιν, ἐξ ἐκείνου καὶ περὶ τούτων διδάσκονται. Ποτὲ μὲν γάρ, ἐκ τῶν ἀνωμαλιῶν τῶν ἐν τῷ νοῒ συμβαινουσῶν, ἡ ψυχὴ στενοῦται καὶ στυγνὴ γίνεται, ὑφελομένη τι τῆς προσούσης χαρᾶς, πλὴν ὅμως ἀνδρισαμένη καὶ τὸν νοῦν διανίστησι· ποτὲ δὲ ὁ νοῦς, ἐξ ὧν ἡ ψυχὴ πάσχει, συμπάσχει καὶ οὗτος καὶ ὑπὸ τὴν νύκτα γενέσθαι καταναγκάζεται μέν, οὐ καταδέχεται δέ, βιάζεται δὲ μένειν ἐν τῷ φωτὶ καὶ ἴσως διαυγάζει καὶ τὴν ψυχήν. Ἄλλοτε ὑπὸ τῆς ἀνωμαλίας πάλιν τοῦ σώματος τὰ ἀμφότερα τυραννοῦνται σφοδρῶς, ποτὲ μὲν ἔξωθεν βαρούμενα καὶ τὸ μὲν βάρος ἐπαισθανόμενα καὶ τὴν εἰρηνικὴν κατάστασιν σῶαν ἔχοντα, ποτὲ δὲ ἔσωθεν ταραττόμενα καὶ ὀχλούμενα καὶ ἐμπαθῆ καθόλου ἀποδεικνύμενα, ὡς μηδὲ ἐλπίζειν τὸν πάσχοντα εἰς τὴν προτέραν ἐπανελθεῖν γαληνιαίαν κατάστασιν.
Οὕτω τοίνυν ἡ μὲν ψυχὴ καὶ ὁ νοῦς ἀπὸ τοῦ σώματος, ὁ δὲ νοῦς ἀπὸ τῆς ψυχῆς πάλιν αὐτῆς καὶ ἡ ψυχὴ αὖθις ἀπὸ τοῦ νοὸς καὶ τοῦ σώματος πλημμελεῖ.
Οὐ τὰ δύο δὲ πάντοτε, ἡ ψυχὴ καὶ ὁ νοῦς, ἐκταράσσονται, ἀλλὰ καὶ ἐκ τούτων πάλιν ποτὲ μὲν ἡ ψυχὴ μόνη πάσχει, τοῦ νοὸς ἐρομένου αὐτήν· «Τί, φησίν, ἔχεις;» καὶ παραμυθουμένου αὐτήν, ποτὲ δὲ ὁ νοῦς ἐκτυφλοῦται καὶ συγκαλύπτεται καὶ ἡ ψυχή, ἐλευθέρα οὖσα, δυνάμει θείου πυρὸς ἐκδιώκει τὸν ζόφον καὶ αἴρει τὸ κάλυμμα καὶ τὸν νοῦν διαβλέπειν ποιεῖ.
Διὰ τοῦτο εἶπον, ὦ πατέρες καὶ ἀδελφοί, ὅτι οὐ χρὴ νοεῖν μόνον ἡμᾶς τὰς τροπὰς καὶ μεταβολὰς καὶ τὰς συμβαινούσας ἀλλοιώσεις ἡμῖν, ἀλλὰ καὶ εἰδέναι πόθεν αὗται καὶ πῶς καὶ ἀπὸ τίνων, ὁποῖοί τε πνεύουσιν ἄνεμοι λογισμῶν καὶ ἐκ τίνων οἱ ποταμοὶ κατέρχονται ἢ ἐπέρχονται τῶν παθῶν τε καὶ πειρασμῶν, ἵνα καὶ τὴν οἰκίαν στηρίξωμεν ἀσφαλῶς τῆς ψυχῆς καὶ τὸ πηδάλιον εὐθύνωμεν τοῦ πλοίου καλῶς καὶ μὴ ἀτεχνῶς ἢ ἀφυῶς αὐτὸ μεταχειρισώμεθα.
Τούτων δὲ τὴν γνῶσιν βίος παρέχει μετὰ ἀκριβείας καὶ κανόνος ἀπαραλείπτως ἐπιτελούμενος. Θεῖναι γὰρ ὅρον ἐν ἑαυτῷ χρεὼν καὶ τύπον τὸν μοναχὸν καὶ εἰδέναι αὐτόν, πῶς ἑκάστην ἡμέραν διέρχεσθαι δεῖ, ὡς ἂν εὔδρομος πρὸς ἐργασίαν τῆς ἀρετῆς ᾖ καὶ μὴ ἐμποδίζηται τῇ ἀπειρίᾳ πρὸς τὸν δρόμον αὐτῆς. Οὕτω γὰρ καὶ ἑαυτῷ τὴν ὁδὸν ἐξομαλίσει τὴν τραχεῖαν ὁμοῦ καὶ ἐπίπονον, ταύτης ἐν ἕξει τοῦ καλοῦ καὶ συνηθείᾳ δηλονότι γενόμενος καὶ Θεῷ προκόπτων καὶ ἀναβάσεις τιθέμενος ἐν τῇ καρδίᾳ αὐτοῦ εὐαρεστήσει, ἐκ τῶν μικροτέρων ἐπὶ τὰ μείζω καὶ τελεώτερα ἀνατρέχων, καὶ τῶν εἰρημένων ἁπάντων ἐν γνώσει γενήσεται καὶ πολλῶν ἄλλων διδάσκαλος ἀρετῆς χρηματίσει, φωτίζων διὰ τοῦ λόγου καὶ τοῦ βίου τοὺς αὐτῷ ἐντυγχάνοντας, ἅτε δὴ ὡς φωτισθεὶς καὶ αὐτὸς ἄνωθεν, καὶ ἀνακαλύπτων βαθέα τοῖς μετὰ πόθου ζητοῦσι τὰ βάθη μαθεῖν τὰ τοῦ Πνεύματος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.